Migne Reading Room

PG 29 · cols. 53–64 · Read from the page

Hexaemeron, Homily 3: On the firmament

Hexaemeron, Homily 3: On the firmament

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 29:53Read from the page
ἑσπερινὴν εὐφροσύνην ποιησάμενος, νῦν ἐπὶ τὰ τῆς δευτέρας θαύματα μεταβαίνει. Λέγω δὲ τοῦτο οὐκ ἐπὶ τὴν τοῦ ἐξηγουμένου δύναμιν ἀναφέρων, ἀλλ' ἐπὶ τὴν χάριν τῶν γεγραμμένων, φυσικῶς ἔχουσαν τὸ εὐπαράδεκτον, καὶ πάσῃ καρδίᾳ προσηνές τε καὶ φίλον, τῶν τὸ ἀληθὲς τοῦ πιθανοῦ προτιμώντων. Καθὸ καὶ ὁ Ψαλμῳδὸς ἐμφατικώτατα τὸ ἐκ τῆς ἀληθείας ἡδὺ παριστῶν, Ὡς γλυκέα, φησὶ, τῷ λάρυγγί μου τὰ λόγιά σου, ὑπὲρ μέλι τῷ στόματί μου. Χθὲς τοίνυν, καθόσον ἦν δυνατὸν, τῇ περὶ τὰ λόγια τοῦ Θεοῦ διατριβῇ τὰς ψυχὰς ὑμῶν εὐφράναντες, πάλιν ἀπηντήσαμεν σήμερον ἐν δευτέρᾳ ἡμέρᾳ, τῶν τῆς δευτέρας ἡμέρας ἔργων τὰ θαύματα κατοψόμενοι. Ἀλλὰ γὰρ οὐ λέληθέ με, ὅτι πολλοὶ τεχνῖται τῶν βαναύσων τεχνῶν, ἀγαπητῶς ἐκ τῆς ἐφ' ἡμέραν ἐργασίας τὴν τροφὴν ἑαυτοῖς συμπορίζοντες, περιεστήκασιν ἡμᾶς, οἳ τὸν λόγον ἡμῖν συντέμνουσιν, ἵνα μὴ ἐπὶ πολὺ τῆς ἐργασίας ἀφέλκωνται. Πρὸς οὓς τί φημι; Ὅτι τὸ δανεισθὲν τῷ Θεῷ τοῦ χρόνου μέρος οὐκ ἀφανίζεται, ἀλλὰ σὺν μεγάλῃ ἀποδίδοται παρ' αὐτοῦ τῇ προσθήκῃ. Καὶ γὰρ ὅσαι περιστάσεις ἀσχολίας ποιητικαὶ, ταύτας ὁ Κύριος παραπέμψει· καὶ σώματι τόνον, καὶ ψυχῇ προθυμίαν, συναλλαγμάτων εὐμάρειαν, καὶ τὴν εἰς πάντα τὸν βίον εὐοδίαν τοῖς τὰ πνευματικὰ προτιμότερα ποιουμένοις διδούς. Κἂν ἐν τῷ παρόντι δὲ μὴ κατ' ἐλπίδας ἡμῖν ἐκβῇ τὰ σπουδαζόμενα, ἀλλὰ πρός γε τὸν ἐφεξῆς αἰῶνα ἀγαθὸς θησαυρὸς ἡ διδασκαλία τοῦ Πνεύματος. Ἄνελε τοίνυν τῆς καρδίας πᾶσαν τοῦ βίου μέριμναν, καὶ ὅλον μοι σεαυτὸν ἐνταῦθα συνάγαγε. Οὐ γὰρ ὄφελός τι τῆς τοῦ σώματος παρουσίας, τῆς καρδίας σου περὶ τὸν γήϊνον θησαυρὸν πονουμένης.
evening gladness, now passes over to the wonders of the second day. Yet I say this not referring to the ability of the expounder, but to the grace of the Scriptures, which naturally possesses what is readily acceptable, and gentle and dear to every heart among those who prefer what is true to what is plausible. Just as the Psalmist also, most vividly presenting the sweetness that comes from the truth, says, "How sweet to my throat are Thy utterances, beyond honey to my mouth". Yesterday, therefore, so far as was possible, having gladdened your souls by conversing upon the utterances of God, we have met together again today on the second day, about to behold the wonders of the works of the second day. Yet indeed it has not escaped me that many craftsmen of the manual trades, barely procuring nourishment for themselves from their daily labour, stand around us, who curtail our discourse so that they may not be drawn away at great length from their work. To whom what do I say? That the portion of time lent to God does not perish, but is repaid by Him with great increase. For indeed whatever circumstances produce hindrance, these the Lord will turn aside, giving vigour to the body, eagerness to the soul, ease in dealings, and prosperity throughout the whole of life to those who account spiritual things more precious. And even if in the present time our endeavours do not turn out according to our hopes, yet at least towards the age to come the teaching of the Spirit is a good treasure. Take away from your heart, therefore, every care of life, and gather yourself wholly here for me. For there is no profit at all from the presence of the body when your heart is toiling over earthly treasure.
2. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἤδη καὶ χθὲς ἠκούσαμεν Θεοῦ ῥημάτων· Γενηθήτω φῶς· καὶ σήμερον· Γενηθήτω στερέωμα. Πλέον δέ τι ἔχειν δοκεῖ τὰ παρόντα, ὅτι οὐκ ἀπέμεινεν ὁ λόγος ἐν ψιλῷ τῷ προστάγματι, ἀλλὰ καὶ τὴν αἰτίαν καθ' ἣν ἐπιζητεῖται τοῦ στερεώματος ἡ κατασκευὴ προσδιώρισεν· Ἵνα διαχωρίζῃ, φησὶν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Πρῶτον μὲν οὖν ἀναλαβόντες ζητῶμεν, πῶς ὁ Θεὸς διαλέγεται. Ἆρα τὸν ἡμέτερον τρόπον, πρότερον μὲν ὁ ἀπὸ τῶν πραγμάτων τύπος ἐγγίνεται τῇ
2. And God said: Let there be a firmament in the midst of the water, and let it be separating between water and water. Already yesterday also we heard God's words: Let there be light; and today: Let there be a firmament. Yet the present words seem to have something more, because the statement did not remain in the bare command, but also specified besides the cause on account of which the framing of the firmament is required: "That it may separate," it says, "between water and water". First, then, taking up the matter, let us inquire how God speaks. Is it after our manner, that first the impression from things arises in the
PG 29:56Read from the page
νοήσει, ἔπειτα μετὰ τὸ φαντασθῆναι, ἀπὸ τῶν ὑποκειμένων τὰς οἰκείας καὶ προσφυεῖς ἑκάστου σημασίας ἐκλεγόμενος ἐξαγγέλλει; εἶτα τῇ ὑπηρεσίᾳ τῶν φωνητικῶν ὀργάνων παραδοὺς τὰ νοηθέντα, οὕτω διὰ τῆς τοῦ ἀέρος τυπώσεως, κατὰ τὴν ἔναρθρον τῆς φωνῆς κίνησιν, ἐν τῷ κρυπτῷ νόημα σαφηνίζει; Καὶ πῶς οὐ μυθῶδες τῆς τοιαύτης περιόδου λέγειν τὸν Θεὸν χρῄζειν πρὸς τὴν τῶν νοηθέντων δήλωσιν; Ἢ εὐσεβέστερον λέγειν, ὅτι τὸ θεῖον βούλημα καὶ ἡ πρώτη ὁρμὴ τοῦ νοεροῦ κινήματος, τοῦτο Λόγος ἐστὶ τοῦ Θεοῦ; Σχηματίζει δὲ αὐτὸν διεξοδικῶς ἡ Γραφὴ, ἵνα δείξῃ, ὅτι οὐχὶ γενέσθαι μόνον ἐβουλήθη τὴν κτίσιν, ἀλλὰ καὶ διά τινος συνεργοῦ παραχθῆναι ταύτην εἰς γέννησιν. Ἐδύνατο γὰρ, ὡς ἐξ ἀρχῆς εἶπε, περὶ πάντων ἐπεξελθεῖν· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· εἶτα· Ἐποίησε φῶς· εἶτα· Ἐποίησε τὸ στερέωμα. Νῦν δὲ τὸν Θεὸν προστάττοντα καὶ διαλεγόμενον εἰσάγουσα, τὸν ᾧ προστάσσει καὶ ᾧ διαλέγεται κατὰ τὸ σιωπώμενον ὑποφαίνει, οὐ βασκαίνουσα ἡμῖν τῆς γνώσεως, ἀλλ' ἐκκαίουσα ἡμᾶς πρὸς τὸν πόθον, δι' ὧν ἴχνη τινὰ καὶ ἐμφάσεις ὑποβάλλει τοῦ ἀποῤῥήτου. Τὸ γὰρ πόνῳ κτηθὲν περιχαρῶς ὑπεδέχθη καὶ φιλοπόνως διεφυλάχθη· ὧν μέντοι πρόχειρος ὁ πορισμὸς, τούτων ἡ κτῆσις εὐκαταφρόνητος. Διὰ τοῦτο ὁδῷ τινι καὶ τάξει ἡμᾶς εἰς τὴν περὶ τοῦ Μονογενοῦς ἔννοιαν προσβιβάζει. Καίτοιγε τοῦ ἐν φωνῇ λόγου οὐδὲ οὕτως ἦν χρεία τῇ ἀσωμάτῳ φύσει, αὐτῶν τῶν νοηθέντων μεταδίδοσθαι δυναμένων τῷ συνεργοῦντι. Ὥστε τίς χρεία λόγου τοῖς δυναμένοις ἐξ αὐτοῦ τοῦ νοήματος κοινωνεῖν ἀλλήλοις τῶν βουλευμάτων; Φωνὴ μὲν γὰρ δι' ἀκοὴν, καὶ ἀκοὴ φωνῆς ἕνεκεν· ὅπου δὲ οὐκ ἀὴρ, οὐχὶ γλῶσσα, οὐχὶ οὖς, οὐ πόρος σκολιὸς ἐπὶ τὴν ἐν τῇ κεφαλῇ συναίσθησιν ἀναφέρων τοὺς ψόφους, ἐκεῖ οὐδὲ ῥημάτων χρεία, ἀλλ' ἐξ αὐτῶν, ὡς ἂν εἴποι τις, τῶν ἐν καρδίᾳ νοημάτων τοῦ θελήματος ἡ μετάδοσις. Ὅπερ οὖν ἔφην, ὥστε διαναστῆναι τὸν νοῦν ἡμῶν πρὸς τὴν ἔρευναν τοῦ προσώπου πρὸς ὃν οἱ λόγοι, σοφῶς καὶ ἐντέχνως τὸ σχῆμα τοῦτο τῆς διαλέκτου παρείληπται.
intellect, next, after forming an image, selecting from the subjects at hand the proper and fitting significations of each thing, He utters them; then, committing the things conceived to the service of the vocal organs, thus through the striking of the air, according to the articulate movement of the voice, He makes plain the thought hidden within? And how is it not mythical to say that God stands in need of such a roundabout way towards the manifestation of the things conceived? Or is it more pious to say that the divine counsel and the first impulse of intellectual motion—this is the Word of God? Yet Scripture portrays Him at length in order to show that He willed not merely that creation should come into being, but also that it should be brought into birth through a certain fellow-worker. For it could have gone through everything just as it said from the beginning: In the beginning God made the heaven and the earth; then: He made light; then: He made the firmament. But as it is, by introducing God commanding and conversing, it tacitly intimates Him to Whom He gives command and with Whom He converses, not begrudging us knowledge, but kindling us towards desire through the traces and intimations of the ineffable mystery which it suggests. For what is acquired with toil is gladly welcomed and diligently guarded; whereas of those things whose procurement is easy, the possession is lightly esteemed. On this account it leads us on by a certain path and order to the conception concerning the Only-begotten. And yet not even thus was there need of speech in voice for the incorporeal nature, since the very thoughts themselves could be imparted to the Fellow-worker. What need, then, of speech for those able from thought itself to share their counsels with one another? For voice exists on account of hearing, and hearing for the sake of voice; where there is no air, no tongue, no ear, no winding passage carrying sounds up to the perception in the head, there is no need of spoken words either, but from the thoughts in the heart themselves, as one might say, comes the imparting of the will. As I was saying, therefore, so that our mind might be roused towards the inquiry into the Person to Whom the words are addressed, this form of converse has been wisely and skilfully adopted.
3. Δεύτερόν ἐστιν ἐξετάσαι, εἰ ἕτερον παρὰ τὸν ἐν ἀρχῇ πεποιημένον οὐρανὸν τὸ στερέωμα τοῦτο, ὃ καὶ αὐτὸ ἐπεκλήθη οὐρανὸς, καὶ εἰ ὅλως οὐρανοὶ δύο· ὅπερ οἱ τὰ περὶ οὐρανοῦ φιλοσοφήσαντες ἕλοιντ' ἂν μᾶλλον τὰς γλώσσας προέσθαι, ἢ ὡς ἀληθὲς παραδέξασθαι. Ἕνα γὰρ ὑποτίθενται οὐρανὸν, καὶ οὐκ ἔχειν αὐτῷ φύσιν, δεύτερον, ἢ τρίτον, ἢ πολλοστὸν προσγενέσθαι, πάσης τῆς οὐσίας τοῦ οὐρανίου σώματος εἰς τὴν τοῦ ἑνὸς σύστασιν ἀπαναλωθείσης, ὡς
3. Second is to examine whether this firmament, which was itself also called heaven, is different besides the heaven made in the beginning, and whether there are two heavens at all; which those who have philosophized concerning heaven would choose rather to give up their tongues than to admit as true. For they suppose one heaven, and that there is no nature for a second, or third, or manifold one to accrue to it, since all the substance of the heavenly body has been used up for the constitution of the one, as
PG 29:57Read from the page
οἴονται. Ἕν γάρ φασι τὸ κυκλοφορικὸν σῶμα, καὶ τοῦτο πεπερασμένον· ὅπερ εἰ συναπήρτισται τῷ πρώτῳ οὐρανῷ, μηδὲν ὑπολείπεσθαι πρὸς δευτέρου ἢ τρίτου γένεσιν. Ταῦτα μὲν οὖν οἱ ὕλην ἀγέννητον ἐπεισάγοντες τῷ δημιουργῷ φαντάζονται, ἐκ τῆς πρώτης μυθοποιίας πρὸς τὸ ἀκόλουθον ψεῦδος ὑποφερόμενοι· ἡμεῖς δὲ ἀξιοῦμεν τοὺς τῶν Ἑλλήνων σοφοὺς μὴ πρότερον ἡμᾶς καταχλευάζειν πρὶν τὰ πρὸς ἀλλήλους διάθωνται. Εἰσὶ γὰρ ἐν αὐτοῖς οἳ ἀπείρους οὐρανοὺς καὶ κόσμους εἶναί φασιν, ων ὅταν ἀπελέγξωσιν τὸ ἀπίθανον οι ἐμβριθεστέραις ταῖς ἀποδείξεσι χρώμενοι, καὶ ταῖς γεωμετρικαῖς ἀνάγκαις συστήσωσι μὴ ἔχειν φύσιν ἄλλον οὐρανὸν γενέσθαι, παρὰ τὸν ἕνα, τότε καὶ μᾶλλον καταγελασόμεθα τῆς γραμμικῆς καὶ ἐντέχνου αὐτῶν φλυαρίας, εἴπερ ὁρῶντες πομφόλυγας διὰ τῆς ὁμοίας αἰτίας γινομένας μίαν τε καὶ πολλὰς, εἶτα ἀμφιβάλλουσι περὶ οὐρανῶν πλειόνων, εἰ ἐξαρκεῖ αὐτοὺς ἡ δημιουργικὴ δύναμις παραγαγεῖν εἰς τὸ εἶναι. Ὧν τὴν ἰσχὺν καὶ τὸ μέγεθος οὐδὲν ἡγούμεθα διαφέρειν τῆς κοίλης νοτίδος τῆς ὑπερφυσωμένης ἐν τοῖς κρουνοῖς, ὅταν πρὸς τὴν ὑπεροχὴν τῆς τοῦ Θεοῦ δυνάμεως ἀποβλέψωμεν. Ὥστε καταγέλαστος αὐτοῖς ὁ τοῦ ἀδυνάτου λόγος. Ἡμεῖς δὲ τοσοῦτον ἀπέχομεν τῷ δευτέρῳ ἀπιστεῖν, ὥστε καὶ τὸν τρίτον ἐπιζητοῦμεν, οὗ τῆς θέας ὁ μακάριος Παῦλος ἠξιώθη. Ὁ δὲ ψαλμὸς, ὀνομάζων οὐρανοὺς οὐρανῶν, καὶ πλειόνων ἡμῖν ἔννοιαν ἐνεποίησεν. Οὐ δήπου δὲ ταῦτα παραδοξότερα τῶν ἑπτὰ κύκλων, καθ' ὧν οἱ ἑπτὰ ἀστέρες σχεδὸν παρὰ πάντων συμφώνως ὁμολογοῦνται φέρεσθαι, οὓς καὶ ἐνηρμόσθαι φασὶν ἑτέρῳ τὸν ἕτερον, κατὰ τὴν εἰκόνα τῶν κάδων τῶν εἰς ἀλλήλους ἐμβεβηκότων. Τούτους δὲ τὴν ἐναντίαν τῷ παντὶ φερομένους, περισχιζομένου τοῦ αἰθέρος αὐτοῖς, εὔηχόν τινα καὶ ἐναρμόνιον ἀποδιδόναι φθόγγον, ὥστε πᾶσαν τὴν ἐν μελῳδίαις ἡδονὴν ὑπερβάλλειν. Εἶτα ἐπειδὰν τὴν διὰ τῆς αισθήσεως πίστιν οἱ ταῦτα λέγοντες ἀπαιτῶνται, τί φασιν; Ὅτι διὰ τὴν ἐξ ἀρχῆς συνήθειαν πρὸς τὸν ψόφον ἐκ πρώτης γενέσεως συνεθισθέντες αὐτῷ, ἐκ πολλῆς τῆς περὶ τὸ ἀκούειν μελέτης τὴν αἴσθησιν ἀφῃρήμεθα· ὥσπερ οἱ ἐν τοῖς χαλκείοις συνεχῶς τὰ ὦτα κατακρουόμενοι. Ὧν τὸ σεσοφισμένον καὶ σαθρὸν διελέγχειν, οὕτως ἐναργῶς ἐκ πρώτης ἀκοῆς πᾶσι καταφαινόμενον, οὐκ ἔστιν ἀνδρὸς οὔτε χρόνου εἰδότος φείδεσθαι, οὔτε τῆς συνέσεως τῶν ἀκουόντων στοχαζομένου. Ἀλλὰ τὰ τῶν ἔξωθεν τοῖς ἔξω καταλιπόντες ἡμεῖς ἐπὶ τὸν ἐκκλησιαστικὸν ὑποστρέφομεν λόγον. Εἴρηται μὲν οὖν τισι τῶν πρὸ ἡμῶν, μὴ
they suppose. For they say that the revolving body is one, and that it is finite; and if this has been wholly used up in completing the first heaven, nothing is left over towards the generation of a second or third. Such things, then, do those imagine who introduce unbegotten matter alongside the Creator, being carried away from their first myth-making towards the consequent falsehood; whereas we ask the wise men of the Greeks not to scoff at us before they settle matters with one another. For there are among them those who say that heavens and worlds are infinite; and when those who employ weightier demonstrations refute the implausibility of these men, and establish by geometrical necessities that it is against nature for another heaven to come to be besides the one, then we shall laugh all the more at their linear and artful prating, seeing that although they behold bubbles coming to be through the like cause, both one and many, they then doubt concerning several heavens, whether the creative power suffices to bring them into being. Yet their strength and magnitude we account to differ not at all from the hollow moisture blown up in water-spouts, when we look away towards the surpassing greatness of the power of God. Wherefore their argument from impossibility is laughable. As for us, so far are we from disbelieving in the second, that we seek after the third as well, of the vision of which the blessed Paul was deemed worthy. And the psalm, in naming heavens of heavens, has implanted in us a conception of even more. Assuredly these things are no more paradoxical than the seven circles, along which the seven stars are agreed by nearly all with one accord to be borne, which they also say have been fitted one into another after the likeness of casks set inside one another. And these, being borne in the direction opposite to the universe, as the aether is cleft around them, give forth a certain melodious and harmonious sound, so as to surpass all pleasure found in melodies. Then, whenever those who say these things are asked for proof through sense-perception, what do they say? That through our familiarity with the noise from the beginning, having grown accustomed to it from our first birth, out of long practice in hearing it we have been deprived of the perception, just like men in smithies whose ears are continually battered. To refute what is specious and unsound in their claims, when it appears so plainly to all at first hearing, is not the part of a man who either knows how to spare time or has regard for the intelligence of his hearers. Leaving the doctrines of outsiders to outsiders, however, we return to the discourse of the Church. Now it has been said by some of those before us that it is not
Notes, col. 57

On the reading

Printed ων, for ὧν.

Printed οι, for οἱ.

Printed αισθήσεως, for αἰσθήσεως.

PG 29:60Read from the page
δευτέρου οὐρανοῦ γένεσιν εἶναι ταύτην, ἀλλ' ἐπεξήγησιν τοῦ προτέρου, διὰ τὸ ἐκεῖ μὲν ἐν κεφαλαίῳ παραδεδόσθαι οὐρανοῦ καὶ γῆς ποίησιν, ἐνταῦθα δὲ ἐπεξεργαστικώτερον τὸν τρόπον καθ' ὃν ἕκαστον γέγονε τὴν Γραφὴν ἡμῖν παραδιδόναι. Ἡμεῖς δέ φαμεν ὅτι ἐπειδὴ, καὶ ὄνομα ἕτερον καὶ χρεία ἰδιάζουσα τοῦ δευτέρου οὐρανοῦ παραδέδοται, ἕτερός ἐστι παρὰ τὸν ἐν ἀρχῇ πεποιημένον οὗτος, στερεωτέρας φύσεως, καὶ χρείαν ἐξαίρετον τῷ παντὶ παρεχόμενος.
the generation of a second heaven here, but a fuller explanation of the former one, on account of the making of heaven and earth having been handed down there in summary, whereas here Scripture hands down to us more elaborately the manner in which each thing has come to be. We, however, say that since both another name and a peculiar use have been handed down for the second heaven, this one is different besides the one made in the beginning, being of a firmer nature and furnishing a special use to the universe.
4. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος. Καὶ πρό γε τοῦ ἅψασθαι τῆς διανοίας τῶν γεγραμμένων, πειραθῶμεν τὸ παρὰ τῶν ἄλλων ἀντεπαγόμενον διαλῦσαι. Ἐρωτῶσι γὰρ ἡμᾶς, εἰ σφαιρικὸν μὲν τὸ σῶμα τοῦ στερεώματος, ὡς ἡ ὄψις δηλοῖ, ῥυτὸν δὲ τὸ ὕδωρ καὶ περιολισθαῖνον τοῖς ὑψηλοῖς, πῶς ἂν ἐδυνήθη ἐπὶ τῆς κυρτῆς περιφερείας τοῦ στερεώματος ἱδρυνθῆναι; Τί δὴ πρὸς τοῦτο ἐροῦμεν; Ὅτι μάλιστα μὲν οὐκ, εἴ τι πρὸς ἡμᾶς κυκλοτερὲς ὁρᾶται κατὰ τὴν ἔνδον κοιλότητα, τοῦτο ἀνάγκη καὶ τὴν ἔξωθεν ἐπιφάνειαν σφαιρικῶς ἀπηρτίσθαι, καὶ ὅλον ἀκριβῶς ἔντορνον εἶναι καὶ λείως περιηγμένον· ὅπου γε ὁρῶμεν τῶν τε λουτρῶν τοὺς λιθίνους ὀρόφους καὶ τὰς τῶν ἀντρωδῶν οἰκοδομημάτων κατασκευὰς, ἃ κατὰ τὴν ἔνδον ὄψιν εἰς ἡμικύκλιον σχῆμα περιηγμένα, ἐν τοῖς ἄνω τοῦ τέγους ὁμαλὴν ἔχει παλλάκις τὴν ἐπιφάνειαν. Ὥστε τούτου γε ἕνεκα μήτε αὐτοὶ ἐχέτωσαν πράγματα, μήτε ἡμῖν παρεχέτωσαν, ὡς οὐ δυναμένοις τὸ ὕδωρ κατασχεῖν ἐν τοῖς ἄνω. Ἑξῆς δ' ἂν εἴη λέγειν, τίς ἡ φύσις τοῦ στερεώματος, καὶ διὰ τίνα αἰτίαν μεσιτεύειν ἐτάχθη τῷ ὕδατι. Τὸ τοῦ στερεώματος ὄνομα σύνηθες τῇ Γραφῇ ἐπὶ τῶν κατ' ἰσχὺν ὑπερβαλλόντων τάσσειν· ὡς ὅταν λέγῃ· Κύριος στερέωμά μου καὶ καταφυγή μου· καὶ, Ἐγὼ ἐστερέωσα τοὺς στύλους αὐτῆς· καὶ τὸ, Αἰνεῖτε αὐτὸν ἐν στερεώματι δυνάμεως αὐτοῦ. Οἱ μὲν γὰρ ἔξωθεν στερεὸν λέγουσι σῶμα τὸ οἷον ναστὸν καὶ πλῆρες, ὃ πρὸς ἀντιδιαστολὴν τοῦ μαθηματικοῦ λέγεται. Ἔστι δὲ τὸ μὲν μαθηματικὸν τὸ ἐν μόναις ταῖς διαστάσεσι τὸ εἶναι ἔχον, ἐν τῷ πλάτει, λέγω καὶ τῷ βάθει, καὶ τῷ ὕψει· τὸ δὲ στερεὸν ὃ
4. And God said: Let there be a firmament in the midst of the water, and let it be separating between water and water. And God made the firmament; and God separated between the water which was under the firmament and between the water which was above the firmament. And before touching upon the meaning of the things written, let us endeavour to resolve the objection brought against us by others. For they ask us: if the body of the firmament is spherical, as sight shows, while water is fluid and slips off high places, how could it have been established upon the convex circumference of the firmament? What, then, shall we say to this? First of all, if something appears circular to us along its inner concavity, it is by no means necessary that this has also been fashioned spherically on its outer surface, and that the whole is strictly turned in the round and smoothly carried about; seeing that we behold both the stone vaults of baths and the structures of cavern-like buildings, which, though carried round into a semicircular shape according to the inner view, often have a flat surface on the upper parts of the roof. Wherefore on this score at least let them neither trouble themselves nor cause trouble to us, as though we were unable to keep the water in the upper regions. Next it would remain to state what the nature of the firmament is, and for what cause it was appointed to stand midway in the water. It is customary for Scripture to apply the name of firmament to things surpassing in strength; as when it says: The Lord is my firmament and my refuge; and, I made firm its pillars; and the saying, Praise Him in the firmament of His power. For outsiders call that body solid which is, so to speak, compact and full, which is so called in contradistinction to the mathematical body. Now the mathematical body is that which has its being in dimensions alone—in breadth, I mean, and depth, and height; whereas the solid is that which,
Notes, col. 60

On the reading

Printed παλλάκις, for πολλάκις.

PG 29:61Read from the page
πρὸς τοῖς διαστήμασι και τὴν ἀντιτυπίαν ἔχει. Τῇ δὲ Γραφῇ σύνηθες τὸ κραταιὸν καὶ ἀνένδοτον στερέωμα λέγειν, ὡς καὶ ἐπὶ ἀέρος πολλάκις καταπυκνωθέντος τῇ φωνῇ ταύτῃ κεχρῆσθαι· ὡς ὅταν λέγῃ· Ὁ στερεῶν βροντήν. Τὴν γὰρ στεῤῥότητα καὶ ἀντιτυπίαν τοῦ πνεύματος τοῦ ἐναπολαμβανομένου ταῖς κοιλότησι τῶν νεφῶν, καὶ διὰ τὸ βιαίως ἐκρήγνυσθαι τοὺς κατὰ τὰς βροντὰς ἀποτελοῦντος ψόφους, στερέωσιν βροντῆς ἡ Γραφὴ προσηγόρευσε. Καὶ νῦν τοίνυν ἡγούμεθα ἐπί τινος στεῤῥᾶς φύσεως στέγειν τοῦ ὕδατος τὸ ὀλισθηρὸν καὶ εὐδιάλυτον ἐξαρχούσης, τὴν φωνὴν ταύτην τετάχθαι. Καὶ οὐ δήπου, ἐπειδὴ κατὰ τὴν κοινὴν ἐκδοχὴν ἐκ τοῦ ὕδατος δοκεῖ τὴν γένεσιν ἐσχηκέναι, ἢ ὕδατι πεπηγότι ἐμφερὲς εἶναι προσήκει νομίζειν, ἤ τινι τοιαύτῃ ὕλῃ ἐκ τῆς τοῦ ὑγροῦ διηθήσεως τὴν ἀρχὴν λαμβανούση, ὁποία ἐστὶν ἥ τε τοῦ κρυστάλλου λίθου, ὃν δι' ὑπερβάλλουσαν τοῦ ὕδατος πῆξιν μεταποιεῖσθαί φασιν, ἢ ἡ τοῦ σπέκλου φύσις ἐν μετάλλοις συνισταμένη. Λίθος δέ ἐστι διαυγὴς, ἰδιάζουσαν καὶ καθαρωτάτην τὴν διαφάνειαν κεκτημένος, ὃς, ἐὰν κατὰ τὴν ἑαυτοῦ φύσιν ἀκριβὴς εὑρεθῇ, μήτε κατεδηδεσμένος σηπεδόνι τινὶ, μήτε τὸ βάθος ὑπεῤῥηγμένος ταῖς διαφύσεσι, μικροῦ τῷ ἀέρι τὴν διαύγειαν ἔοικεν. Οὐδενὶ οὖν τούτων εἰκάζομεν τὸ στερέωμα. Παιδικῆς γὰρ τῷ ὄντι καὶ ἁπλῆς διανοίας τοιαύτας ἔχειν περὶ τῶν οὐρανίων τὰς ὑπολήψεις. Οὐ μὴν οὐδὲ εἰ πάντα ἐν ἅπασίν ἐστι, πῦρ μὲν ἐν γῇ, ἀὴρ δὲ ἐν ὕδατι, καὶ τῶν ἄλλων ὡσαύτως ἐν ἑτέρῳ τὸ ἕτερον· καὶ μηδὲν τῶν αἰσθήσει ὑποπιπτόντων στοιχείων εἰλικρινές ἐστι καὶ ἀμιγὲς ἢ τῆς πρὸς τὸ μέσον, ἢ τῆς πρὸς τὸ ἀντικείμενον κοινωνίας· τούτου ἕνεκεν καταδεχόμεθα τὸ στερέωμα ἢ ἐξ ἑνὸς τῶν ἁπλῶν, ἢ τὸ ἀπὸ τούτων μίγμα φῆσαι ὑπάρχειν, δεδιδαγμένοι παρὰ τῆς Γραφῆς, μηδὲν ἐπιτρέπειν ἡμῶν τῷ νῷ πέρα τῶν συγκεχωρημένων φαντασιοῦσθαι. Μὴ παραδράμῃ δὲ ἡμᾶς μηδὲ ἐκεῖνο ἀπαρασήμαντον, ὅτι μετὰ τὸ προστάξαι τὸν Θεὸν,
in addition to dimensions, possesses resistance as well. For Scripture, however, it is customary to call what is strong and unyielding a firmament, so that it often uses this word even of air when condensed, as when it says: Who makes firm the thunder. For the solidity and resistance of the wind enclosed in the hollows of the clouds, and producing the crashes in thunderclaps through bursting forth violently, Scripture called the making firm of thunder. Here too, therefore, we consider that this word has been applied to some firm nature sufficing to hold back what is slippery and easily dispersed in water. And certainly one ought not, because according to the common acceptance it seems to have had its origin out of water, to suppose that it resembles frozen water, or some such matter taking its origin from the straining of moisture, such as is that of crystal stone, which they say is transformed through an excessive freezing of water, or the nature of selenite formed in mines. Now this is a translucent stone possessing a peculiar and most pure transparency, which, if it be found flawless according to its own nature, neither eaten away by any decay nor cracked deep within by fissures, very nearly resembles the air in translucency. To none of these, therefore, do we liken the firmament. For it belongs in truth to a childish and simple mind to hold such notions concerning heavenly things. Nor yet, even if all things are in all—fire in earth, air in water, and of the rest likewise the one in the other, and none of the elements that fall under sense-perception is pure and unmixed with fellowship either towards what lies between or towards its opposite—do we on this account consent to affirm that the firmament is either out of one of the simple elements or a mixture of them, having been taught by Scripture to allow our mind to imagine nothing beyond what has been granted. Yet let not that point either pass us by unremarked, that after God had commanded,
Notes, col. 61

On the reading

Printed και, for καὶ.

Printed λαμβανούση, for λαμβανούσῃ.

PG 29:64Read from the page
Γενηθήτω στερέωμα, οὐκ εἴρηται ἁπλῶς, καὶ ἐγένετο στερέωμα· ἀλλὰ, Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ πάλιν, Διεχώρισεν ὁ Θεός. Οἱ κωφοὶ, ἀκούσατε, καὶ οἱ τυφλοὶ, ἀναβλέψατε. Καὶ τίς κωφὸς ἀλλ' ἢ ὁ μὴ ἀκούων οὕτω μεγαλοφώνως ἐμβοῶντος τοῦ Πνεύματος; Καὶ τίς τυφλός; Ὁ μὴ ἐνορῶν ταῖς οὕτως ἐναργέσι περὶ τοῦ Μονογενοῦς ἀποδείξεσι. Γενηθήτω στερέωμα. Αὕτη ἡ φωνὴ τῆς προκαταρκτικῆς αἰτίας. Ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα. Αὕτη τῆς ποιητικῆς καὶ δημιουργικῆς δυνάμεως μαρτυρία.
Let there be a firmament, it is not said simply, "and there was a firmament"; but, And God made the firmament; and again, God separated. Hear, you deaf, and look up, you blind. And who is deaf save he who does not hear the Spirit crying aloud with so great a voice? And who is blind? He who does not perceive such clear proofs concerning the Only-begotten. Let there be a firmament: this is the voice of the primary and principal cause. God made the firmament: this is the witness of the efficient and creative power.
5. Ἀλλ' ἐπὶ τὰ συνεχῆ τῆς ἐξηγήσεως τὸν λόγον ἐπαναγάγωμεν. Ἔστω διαχωρίζον, φησὶν, ἀνὰ μέσον ὕδατος καὶ ὕδατος. Ἄπειρος μὲν ἦν, ὡς ἔοικε, τῶν ὑδάτων ἡ χύσις, πανταχόθεν ἐπικυμαινόντων τῇ γῇ καὶ ἀπαιωρουμένων αὐτῆς· ὡς καὶ τὴν πρὸς τὰ ἄλλα στοιχεῖα δοκεῖν ἀναλογίαν ἐκβαίνειν. Διὰ τοῦτο γὰρ ἐν τοῖς κατόπιν ἐλέγετο ἄβυσσος πανταχόθεν περιβεβλῆσθαι τῇ γῇ. Τὴν δὲ αἰτίαν τοῦ πλήθους ἐν τοῖς ἑξῆς ἀποδώσομεν. Πάντως δὲ οὐδεὶς ὑμῶν οὐδὲ τῶν πάνυ κατησκημένων τὸν νοῦν, καὶ περὶ τὴν φθειρομένην ταύτην καὶ ῥέουσαν φύσιν ὀξυωπούντων, ἐπισκήψει τῇ δόξῃ, ὥς ἀδύνατα ἢ πλασματώδη ὑποτιθεμένων κατὰ τὸν λόγον· οὐδὲ ἀπαιτήσει ἡμᾶς εὐθύνας, ἐπὶ τίνος ἡ τῶν ὑδάτων ἥδραστο φύσις. ᾯ γὰρ λόγῳ τὴν γῆν βαρυτέραν οὖσαν τοῦ ὕδατος ἀπαιωροῦσι τοῦ μέσου τῶν ἐσχάτων ἀπάγοντες, τῷ αὐτῷ δήπου πάντως καὶ τὸ μυρίον ὕδωρ ἐκεῖνο διά τε τὴν κατὰ φύσιν ἐπὶ τὸ κάτω φορὰν καὶ διὰ τὴν πανταχόθεν ἰσοῤῥοπίαν περὶ τὴν γῆν ἀτρεμεῖν συγχωρήσουσιν. Οὐκοῦν ἄπλετος ἡ τοῦ ὕδατος φύσις τῇ γῇ περιεκέχυτο, οὐχὶ συμμέτρως ἔχουσα πρὸς αὐτὴν, ἀλλ' εἰς τὸ πολλαπλάσιον ὑπερβάλλουσα, οὕτως ἐξ ἀρχῆς τοῦ μεγάλου τεχνίτου προβλεψαμένου τὸ μέλλον, καὶ διὰ τὴν ἐφεξῆς χρείαν τὰ πρῶτα διαθεμένου. Τίς οὖν χρεία τοῦ ἀμύθητον ὅσον ὑπερβάλλειν τὸ ὕδωρ; Ἐπειδὴ ἀναγκαία τῷ παντὶ τοῦ πυρὸς ἡ οὐσία, οὐ μόνον πρὸς τὴν τῶν περιγείων οἰκονομίαν, ἀλλὰ καὶ πρὸς τὴν συμπλήρωσιν τοῦ παντός. Κολοβὸν γὰρ ἂν ἦν τὸ ὅλον ἑνὶ τῷ μεγίστῳ καὶ καιριωτάτῳ πάντων ἐλλεῖπον. Ἀντικείμενα δὲ ταῦτα ἀλλήλοις, καὶ φθαρτικὸν ἕτερον τοῦ ἑτέρου· πῦρ μὲν τοῦ ὕδατος, ὅταν ἐπικρατῇ δυνάμει· ὕδωρ δὲ πυρὸς, ὅταν ὑπερβάλλῃ τῷ πλήθει.
5. But let us bring our discourse back to what follows in the exposition. "Let it be separating," it says, "between water and water". Boundless, as it seems, was the outpouring of the waters, surging over the earth on every side and suspended above it, so as even to seem to exceed due proportion towards the other elements. For on this account in what went before an abyss was said to have been cast around the earth on every side. Now the cause of their abundance we shall render in what follows. Assuredly no one among you, not even of those highly trained in mind and keen-sighted regarding this perishable and fleeting nature, will attack this view, as though we were supposing impossible or fictitious things in our account; nor will he call us to account as to what foundation the nature of the waters rested upon. For by the very same reasoning whereby they suspend the earth, heavier though it is than water, drawing it away from the extremes towards the centre, by that same reasoning, surely, they will altogether grant that yonder vast water also remained still around the earth, both through its natural downward tendency and through its equilibrium from every side. Immense, therefore, was the nature of water poured around the earth, not standing in due measure towards it, but exceeding it manifold, the great Craftsman having thus from the beginning foreseen what was to be, and having arranged the first things on account of the subsequent need. What need, then, was there for the water to exceed to an unspeakable degree? Because the substance of fire is necessary to the universe, not only towards the administration of earthly things, but also towards the completion of the whole. For the whole would have been defective had it lacked that one greatest and most vital element of all. Now these two are opposed to one another, and the one is destructive of the other: fire of water, whenever it prevails in power; and water of fire, whenever it exceeds in abundance.
Notes, col. 64

On the reading

Printed ὥς, for ὡς.