Migne Reading Room

PG 28 · cols. 997–1000 · Read from the page

Sermon on the meeting of the Lord

Sermon on the meeting of the Lord

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:997Read from the page
μετάμελον ἥκων διὰ τῆς τῶν χειρῶν ἀποσμήξεως· ἡ δὲ τούτου σύνευνος ὡς ἐπίστευσε, διὰ τῆς νυκτερινῆς ὄψεως· ὁ ἑκατόνταρχος διὰ τῶν σημείων· Ἰωσὴφ καὶ Νικόδημος διὰ τῆς κηδείας· Ἰούδας διὰ τοῦ βρόχου· Ἰουδαῖοι διὰ τὸ δοῦναι τοῖς φύλαξι τὰ ἀργύρια. Καὶ ἁπαξαπλῶς, μάχη τις ἔσται καὶ στάσις λογισμῶν τε καὶ διαλογισμῶν ἐναντίων· τῶν μὲν τὰ τῆς θεότητος διαλογιζομένων, τῶν δὲ τὰ τῆς ἀνθρωπότητος. Θαυμάσουσι μὲν γὰρ, φησὶ, πάσχοντα τοῦτον ὁρῶντες, καὶ ἀγωνιῶντα, καὶ θρόμβους ἱδρώτων ἐκπέμποντα· ἔτι τε δειλιῶντα, καὶ τὴν τοῦ πάθους παραίτησιν προσευχόμενον· τήν τε τῶν νεκρῶν ἐννοοῦντες ἀνάστασιν καὶ τὴν τῶν τυφλῶν ὀμμάτωσιν· τήν τε τῶν λεπρῶν ἀποκάθαρσιν, καὶ τὴν τῶν πονηρῶν πνευμάτων ἐκδίωξιν· καὶ τὴν ἄλλην ἅπασαν τῶν ὑπ' αὐτοῦ τελεσθέντων σημείων πληθύν· θαυμάσουσι, καὶ τὸν νοῦν ὧδε κἀκεῖσε κλονουμενον ἕξουσι, ἀσύμφωνα ταῦτα τοῖς πρώτοις ὁρῶντες, καὶ ἀκατάλληλα· θαυμάσουσι δὲ πάλιν οἱ τὸν σεισμὸν ὁρῶντες, καὶ τὴν ἐν ἡμέρᾳ νύκτα, τόν τε τοῦ διαπετάσματος διχασμὸν, καὶ τὴν τῶν πετρῶν διάῤῥηξιν· ἔτι τε τῶν μνημάτων τὴν ἀνακάλυψιν, καὶ τὴν τῶν νεκρῶν ἐξανάστασιν· θαυμάσουσι καὶ ἐκστήσονται τῇ καρδίᾳ, καὶ πρὸς ἀπορίας βυθὸν καταντήσουσιν, ἄνθρωπον μὲν τὸν κρεμάμενον βλέποντες, Θεὸν δὲ τὸν ἐνεργοῦντα ταῦτα καὶ συμπεραίνοντα. Οὕτως ἀποκαλυφθήσονται ἐκ πολλῶν καρδιῶν διαλογισμοὶ, τῶν μὲν ταῦτα, τῶν δὲ ἐκεῖνα διαλογιζομένων. Ἀλλ' ὅμως ἡ μάχη αὕτη τῶν λογισμῶν, καὶ ἡ στάσις, καὶ ἡ φύρσις, καὶ ἡ ἀντίθεσις, ὁμονοίας καὶ συμφωνίας, καὶ εἰρήνης τῆς ἀνωτάτω τῇ Ἐκκλησίᾳ χρηματίσει παραίτιος· δι' ἑκατέρων γὰρ ὃ ἦν Χριστὸς κηρυχθήσεται, καὶ Θεὸς ὁ αὐτὸς καὶ ἄνθρωπος γνωρισθήσεται, αὐτεξουσίως θέλων καὶ ἐνεργῶν ὁ αὐτὸς, τὰ μὲν τῇ θεότητι, τὰ δὲ τῇ ἀνθρωπότητι. Ταῦτα μὲν οὖν εἶπεν ἂν, οἶμαι, ὁ θεῖος ὄντως καὶ Ἀβραμιαῖος ἐκεῖνος πρεσβύτης, εἴ τις αὐτὸν διήρετο περὶ τούτων.
repentance through the washing of his hands; and his wife, that she believed, through the vision by night; the centurion through the signs; Joseph and Nicodemus through the burial; Judas through the noose; the Jews through giving the silver pieces to the guards. And in a word, there shall be a certain battle and sedition of contrary thoughts and reasonings: some pondering the things of the Godhead, and others the things of the manhood. For they shall marvel, he says, seeing this One suffering, and in agony, and sending forth clots of sweat; and moreover shrinking back in fear, and praying for the averting of the passion; and bearing in mind the raising of the dead and the giving of sight to the blind; the cleansing of the lepers, and the driving out of evil spirits; and all the rest of the multitude of the signs accomplished by Him; they shall marvel, and shall have their mind tossed to and fro, seeing these things dissonant with the former things, and incongruous; and again they shall marvel who see the earthquake, and the night during day, and the rending in two of the veil, and the splitting of the rocks; and moreover the opening of the tombs, and the rising up of the dead; they shall marvel and be astonished in heart, and shall arrive at a depth of perplexity, beholding the One hanging as a man, yet concluding the One working these things to be God. Thus shall thoughts out of many hearts be revealed, some reasoning these things and others those. Yet nevertheless this battle of thoughts, and sedition, and confusion, and opposition, shall prove the cause of concord and harmony and the highest peace for the Church; for through both what Christ was shall be proclaimed, and the Same shall be made known as both God and man, the Same with self-determining power willing and working the one by His Godhead, and the other by His manhood. These things, then, I think, that truly divine and Abrahamic elder would have said, if anyone had questioned him about these matters.
19. Εἶτα μετ' αὐτὸν παρίσταται καὶ Ἄννα τῷ γράμματι, γηραίοις βαδίζουσα βήμασιν· ἐκάλεὶ γὰρ καὶ αὐτὴν τὸ μυστήριον, προφητείας χάριν πληρώσουσαν· ὅπως καὶ αὐτὴ προφητικῶς μαρτυρήσειν, ὡς ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ, καὶ ὡς ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Ἀλλὰ πρῶτον μὲν ἐκ τοῦ Εὐαγγελίου πυθώμεθα, τίς τε καὶ πόθεν αὕτη καθέστηκε, καὶ ἐπὶ ποίοις καὶ πότε τῷ ἱερῷ ἐφέστηκεν· αὖθίς τε ὁποῖα ἔλεγεν, ἐρευνήσωμεν. Φησὶ γὰρ ὁ εὐαγγελιστής· « Καὶ ἦν Ἄννα προφῆτις θυγάτηρ Φανουὴλ ἐκ φυλῆς Ἀσήρ· αὕτη προβεβηκυῖα ἐν ἡμέραις πολλαῖς· ζήσασα μετ' ἀνδρὸς ἔτη ἑπτὰ ἀπὸ τῆς παρθενίας αὐτῆς· καὶ αὕτη χήρα ὡς ἐτῶν ὀγδοήκοντα τεσσάρων· ἣ οὐκ ἀφίστατο ἀπὸ τοῦ ἱεροῦ, νηστείαις καὶ δεήσεσι λατρεύουσα νύκτα καὶ ἡμέραν. Καὶ αὕτη, αὐτῇ τῇ ὥρᾳ ἐπιστᾶσα, ἀνθωμολογεῖτο τῷ Κυρίῳ, καὶ ἐλάλει περὶ αὐτοῦ πᾶσι τοῖς προσδεχομένοις λύτρωσιν ἐν Ἱερουσαλήμ. » Τίς ὁ λόγος τοῦ
19. Then after him Anna also is presented in the Scripture, walking with aged steps; for the mystery called her also, to fulfil the grace of prophecy; so that she too might bear witness prophetically how the Lord made known His salvation, and how before the nations He revealed His righteousness. But first let us inquire from the Gospel who and whence she is, and for what purpose and when she stood by in the temple; and next let us examine what sort of things she spoke. For the evangelist says: "And there was Anna a prophetess, the daughter of Phanuel, of the tribe of Aser; she was advanced in many days, having lived with a husband seven years from her virginity; and she was a widow of about eighty-four years, who did not depart from the temple, serving with fastings and supplications night and day. And she, coming up at that very hour, gave thanks in return to the Lord, and spoke concerning Him to all those awaiting redemption in Jerusalem." What is the reason for
Notes, col. 997

On the reading

Printed κλονουμενον, for κλονούμενον.

Printed ἐκάλεὶ, for ἐκάλει.

PG 28:1000Read from the page
τοιαύτην ἀκριβῆ περὶ τῆς προφήτιδος ταύτης τὸν εὐαγγελιστὴν ποιήσασθαι τὴν ἀφήγησιν· ὥστε καὶ τοῦ ταύτης πατρὸς καὶ τῆς φυλῆς ἐπιμνησθῆναι, ὅπερ ἐπ' οὐδενὶ ἑτέρῳ σχεδὸν εὕρηται; Τὸν μὲν περὶ τούτου ἀκριβῆ λόγον μόνος ἂν εἰδείη αὐτὸς ὁ τῶν ἁγίων Θεὸς, καὶ οἱ τῇ αὐτοῦ ἐμπνοίᾳ Πνεύματος λαλεῖν, κατὰ τὸν θεῖον Ἀπόστολον, δεδιδαγμένοι μυστήρια· αὕτη δὲ προφητικῇ διαλάμπουσα χάριτι, τοῖς προσδεχομένοις ἐν Ἱερουσαλὴμ λύτρωσιν, θεόσδοτον ἐνεγέννα παράκλησιν· ὅτι ὁ τοῦ παντὸς Λυτρωτὴς, λέγουσα, παραγέγονε, καὶ τῶν πάντων ὁ Σωτὴρ ἦλθε καὶ πεφανέρωται, τὴν ἰδίαν εἰκόνα λυτροῦσθαι βουλόμενος, καὶ σώζειν τὸ πλάσμα θέλων, ὃ ἔπλασε. Διὰ τοῦτο γὰρ ὁ Χριστὸς Ἰησοῦς ὀνομάζεται, ἐπειδὴ καὶ Σωτὴρ ὁ Ἰησοῦς ἑρμηνεύεται.
the evangelist to make such an exact account concerning this prophetess, so as to make mention both of her father and of her tribe, which is found in the case of almost no one else? The exact reason concerning this only the God of the saints Himself would know, and those taught by the inspiration of His Spirit to speak mysteries, according to the divine Apostle; but she, shining forth with prophetic grace, engendered a God-given consolation in those awaiting redemption in Jerusalem: saying that the Redeemer of the universe has arrived, and the Saviour of all has come and been manifested, wishing to redeem His own image, and willing to save the creature which He fashioned. For on this account Christ is named Jesus, since Jesus is also interpreted Saviour.
20. Τούτων δὲ πάντων γινομένων τοῖς πράγμασι, καὶ λεγομένων τοῖς ῥήμασιν, ἥ τε Θεομήτωρ Μαριὰμ ἐξενίζετο, καὶ ὁ συμπαρὼν Ἰωσὴφ ἀπεθαύμαζεν. Ὅμως τὰ δεδογμένα τελέσαντες τῷ νόμῳ, ἐπείπερ ἅπαντα τοῦ νόμου πληροῦν ὁ Χριστὸς παραγέγονε, καὶ ἀνάπαυσιν διδόναι τοῖς τοῦ νόμου προστάγμασιν, εἰς Ναζαρὲτ ἐπανέρχονται· ἔνθα καὶ πρὸς τοῦ ἀγγέλου Γαβριὴλ εὐηγγελίσατο ἡ τὸν Σωτῆρα τῷ κόσμῳ γεννήσασα, ἐξ ἀσπόρου μὲν συλλήψεως κυήσασα, παρθένος δὲ μετὰ γέννησιν μείνασα, καὶ πᾶσι δεικνύουσα τοῖς βλέπουσιν, ὡς ἐγνωρίσθη Θεοῦ τὸ Σωτήριον, καὶ τὸ φῶς τοῖς ἔθνεσιν ἔλαμψε· καὶ ὡς Θεοῦ δικαιοσύνη καὶ λύτρωσις πᾶσι τῆς γῆς ἐφάνη τοῖς πέρασι· καὶ δόξαν τοὺς δεδεγμένους ἐνέδυσε θεϊκὴν ὁμοῦ καὶ ἀΐδιον, καὶ ῥεῦσιν καὶ φθορὰν οὐ γινώσκουσαν.
20. While all these things were being done in deeds and spoken in words, Mary the Mother of God was astonished, and Joseph who was present with her marvelled. Nevertheless, having completed the things decreed by the law, since Christ arrived to fulfil all things of the law and to give rest to the ordinances of the law, they return to Nazareth, where also she who bore the Saviour for the world received the good tidings from the angel Gabriel, having conceived from a seedless conception, and having remained a virgin after birth, and showing to all who behold that the Salvation of God was made known, and the light shone upon the nations; and that the righteousness and redemption of God appeared to all the ends of the earth, and clothed those who received Him with a glory at once divine and everlasting, knowing neither flux nor corruption.
21. Ἡμεῖς δὲ, ὦ ποθεινότατοι, καθάπερ ἐκεῖνοι, οὕτω Χριστῷ τῷ Θεῷ συναντήσωμεν, σωφροσύνην κομίζοντες, ἁγνείαν βαστάζοντες, ἀκακίαν προσφέροντες, ἀμνηστίαν ἐμφαίνοντες, περισπασμῶν ἑαυτοὺς ἀφορίζοντες, καὶ Θεῷ καθαροὺς προσκομίζοντες, τρόπων ἡμερότητα φέροντες, καὶ τὸ πρὸς ἅπαντας προσηνὲς καὶ φιλάλληλον ἔχοντες. Καὶ πρὸς τούτοις ἅπασι τὴν πρὸς πάντας συμπάθειαν ἄγοντες, καὶ τὸν ἐκ ψυχῆς συμπαθοῦς ἀεὶ προερχόμενον ἔλεον βλύζοντες, οὕτω Χριστὸν προσιόντα δεξώμεθα· οὕτω Χριστὸν εἰσοικίσωμεν· οὕτω Χριστὸν θεοπρεπῶς ἐναγκαλισώμεθα, καὶ προφητικοῖς ἀνθομολογησώμεθα ῥήμασι, τὴν αὐτοῦ πρὸς ἡμᾶς ἀνυμνοῦντες προέλευσιν, καὶ ἣν πρὸς ἡμᾶς συμπάθειαν εἴργασται μεγαλοφώνοις κηρύττοντες στόμασιν· ἵνα καὶ βασιλείας οὐρανῶν ἐπιτύχωμεν, καὶ αἰωνίων ἀγαθῶν ἀπολαύσωμεν, ἐν αὐτῷ Χριστῷ τῷ Θεῷ ἡμῶν, μεθ' οὑ τῷ παναγάθῳ Πατρὶ καὶ τῷ παναγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ καὶ προσκύνησις καὶ μεγαλοπρέπεια, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
21. But let us, O most beloved, just as they did, so meet Christ our God, bringing temperance, bearing chastity, offering innocence, manifesting forgiveness of wrongs, separating ourselves from distractions, and presenting ourselves pure to God, bearing gentleness of manners, and holding kindness and mutual love towards all. And in addition to all these things, practising sympathy towards all, and gushing forth the mercy that ever proceeds from a sympathetic soul, let us thus receive Christ as He approaches; let us thus welcome Christ into our home; let us thus embrace Christ in a manner worthy of God, and give thanks in return with prophetic words, hymning His coming forth unto us, and proclaiming with loud-voiced mouths the sympathy which He has wrought towards us; so that we may both attain to the kingdom of the heavens and enjoy eternal blessings, in Christ Himself our God, with Whom to the all-good Father and the all-holy Spirit be glory, dominion, honour, and worship, and majesty, now and always and unto the ages of the ages. Amen.
Notes, col. 1000

On the reading

Printed οὑ, for οὗ.