Migne Reading Room

PG 28 · cols. 985–996 · Read from the page

Sermon on the meeting of the Lord

Sermon on the meeting of the Lord

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:985Read from the page
ἴθι, γέρον φίλε, ἵνα τῶν πάλαι σοι κεχρηματισμένων θαυμάτων τὰς ἐκβάσεις ἐναργῶς κατόψῃ, καὶ γνῷς οἵων πραγμάτων μύστης ἐταμιεύθης, οἵας εὐκλείας παρὰ τοὺς ἄλλους τετύχηκας. Δεῦρο, τὰς ἐκβάσεις τῆς καλῆς ἀρετῆς ἀναλάμβανε· καὶ ἃ πρότερον ὁ θεόπτης αἰσθητῶς μὲν τῇ πέτρᾳ τῇ ἐν Σινᾶ, νοητῶς δὲ τῇ περὶ τὸν Θεὸν ἀῤῥαγεῖ σκεπασθεὶς πίστει μόλις ὡς διά τινος ὀπῆς, τῆς ἀμυδρᾶς, οἶμαι, θεωρίας καὶ γνώσεως, ἐν ὀπισθίων εἴδει τεθέαται· ταῦτα σὺ νῦν ἐναργῶς καταμάνθανε, καὶ μετάβαινε λοιπὸν ἀπὸ τοῦ θανάτου τοῦ ἐν τῷ σώματι πρὸς τὴν ζωὴν τὴν ἐν πνεύματι· καὶ τὸν ἐν γράμματι νόμον, ᾧ καλῶς ἄγαν καὶ θεοφιλῶς ἐλειτούργησας, μετάθες πρὸς τὸν ἐν χάριτι. Κέκμηκας γὰρ ἱκανῶς ἤδη τοῖς τύποις καὶ ταῖς σκιαῖς· νεάσαι σε δεῖ τῇ ἀληθείᾳ λοιπὸν, ἵνα τὰ τέλη τῶν νομικῶν παρατηρημάτων ἀρχή σοι πρὸς τὰ τῆς χάριτος χρηματίσῃ διδάγματα.
come, dear old man, so that you may clearly behold the outcomes of the wonders divinely communicated to you of old, and know of what sort of realities you were kept in store as an initiate, what glory beyond the others you have obtained. Come hither, receive the outcomes of your noble virtue; and the things which formerly the seer of God, sheltered sensibly indeed by the rock on Sinai, and intelligibly by his unbroken faith concerning God, scarcely beheld in the form of back parts as though through some cleft of dim, I think, contemplation and knowledge—these do you now clearly learn, and pass over henceforth from the death that is in the body unto the life that is in the spirit; and the law in the letter, which you ministered unto right well and devoutly, transfer unto that in grace. For you have laboured enough already in the types and the shadows; you must grow young again in the truth henceforth, so that the ends of the legal observances may become for you a beginning unto the teachings of grace.
10. Ταῦτα κατὰ τὸ νοητὸν οὖς ὁ θεῖος οὗτος πρεσβύτης ἀκούσας παρὰ τοῦ Πνεύματος, χαρᾶς ὅλως καὶ εὐφροσύνης πεπλήρωται· καὶ οἷον ἔνθους ὑπὸ τοῦ θάμβους γενόμενος, οὑτωσί πως τῷ διαλεγομένῳ προσαντημείβετο· Καὶ ἦλθεν ἐκεῖνα, Παράκλητε, ἅπερ ἐγὼ θεάσασθαι κεχρημάτισμαι; ὅλως ἦλθεν ἐκεῖνα, ἅπερ ἰδεῖν ἐγὼ παρὰ σοῦ προεπήγγελμαι; Δὸς τοιγαροῦν τῷ γήρᾳ χεῖρα, Παράκλητε, δός. Ὑπόθες μοι τὴν παρὰ σοῦ χάριν, ὑπόθες. Τὸ γὰρ σῶμά μοι κέκμηκεν ἤδη, καὶ βαδίζειν ἐξατονεῖ. Βάστασον αὐτὸς, ὦ φύσις παντουργὲ καὶ ἀκάματε, βάστασόν με τὸν ἀσθενῆ, τὸν γέροντα, καὶ πρὸς ἐκεῖνα τὸ τάχος ἀπάγαγε. Ἐὰν γὰρ θελήσω ποσὶν οἰκείοις πρὸς βάδισιν χρήσασθαι, χρονίζω πάντως ἐν τῇ ὁδῷ, κἀκεῖνα παρέρχεται, καὶ οὐ θεωρῶ αὐτά. Καὶ οἴ μοι τῶν σκυθρωπῶν, εἰ ξένος τούτων γενήσομαι, ὧν τὰς ἐμφάσεις πόρρωθεν ἔλαβον! Οὔπω ταῦτα κατὰ νοῦν ὁ πρεσβύτης ἀνετυπώσατο, καὶ ταῖς τοῦ νεὼ πύλαις θᾶττον ἢ λόγος παρίσταται. « Ἦλθε γὰρ ἐν τῷ Πνεύματι, φησὶν, ἐν τῷ ἱερῷ. » Τοιαύτη
10. Having heard these things according to the intelligible ear from the Spirit, this divine old man has been wholly filled with joy and gladness; and having become as it were inspired by amazement, he replied somewhat thus to Him Who was conversing with him: And have those things come, O Paraclete, which I have been divinely instructed to behold? Have those things wholly come, which I have been promised beforehand by You to see? Give therefore a hand to my old age, O Paraclete, give it. Place under me the grace from You, place it under. For my body is weary already, and is too weak to walk. Bear me Yourself, O all-working and untiring nature, bear me the weak, the old man, and lead me away swiftly unto those things. For if I should wish to use my own feet for walking, I shall altogether tarry on the way, and those things pass by, and I do not behold them. And woe is me for the sad things, if I shall become a stranger to these things, of which I received the appearances from afar! Not yet had the old man formed these things in mind, and quicker than a word he stands beside the gates of the sanctuary. "For he came in the Spirit," it says, "in the temple." Such
11. « Καὶ ἐν τῷ εἰσάγειν τοὺς γονεῖς τὸ παιδίον Ἰησοῦν, τοῦ ποιῆσαι κατὰ τὸ εἰθισμένον τοῦ νόμου περὶ αὐτοῦ, καὶ αὐτὸς ἐδέξατο αὐτὸ εἰς τὰς ἀγκάλας αὐτοῦ. » Εἶδες ἀπάντησιν ξένην καὶ ὑπὲρ ἄνθρωπον; Εἶδες ἀπάντησιν, οὐκ ἐκ συντυχίας τινὸς, ἢ συνθήματος γενομένην, ἀλλ' ἐκ πνευματικῆς ἐνεργείας καὶ χάριτος; Καὶ, ὢ τοῦ θαύματος! οὐδὲ μικρόν τι θάτερος προέλαβε θάτερον, ἀλλ' ὁμοῦ Χριστός τε καὶ Συμεὼν, ὁ μὲν ταῖς μητρικαῖς ὠλέναις, ὁ δὲ τῷ Πνεύματι βασταζόμενος, τῇ τοῦ ἱεροῦ φλιᾷ παρειστήκεισαν. Ὁ μὲν οὖν, τῆς πρὸς γῆν ἀνανεύσας συγκύψεως· κάτω γὰρ ἦν τέως συννεύων τῷ γήρᾳ καμπτόμενος· βραχύ τι τὼ πόδε, τὴν βακτηρίαν ῥίψας, ἐπιστηρίζεται, καὶ τὰς χεῖρας ἐκτείνας, τῶν μητρικῶν ἀγκαλῶν λαβεῖν ἐπειρᾶτο τὸν θεάνθρωπον νήπιον· ἡ δὲ μικρὸν μὲν ἐπέσχεν·
11. "And when the parents brought in the child Jesus, to do for Him according to the custom of the law, he also received Him into his arms." Did you see a meeting strange and above man? Did you see a meeting come about not from some chance or agreement, but from spiritual working and grace? And, O the wonder! Not even by a little did the one anticipate the other, but together both Christ and Simeon, the One borne in His mother's arms, the other borne by the Spirit, stood beside the threshold of the temple. He, then, having raised himself up from his stooping towards the earth—for until then he was bowing down, bent by old age—having cast away his staff, steadies both feet a little, and having stretched out his hands, was trying to take the God-man infant from His mother's arms; and she held back a little;
PG 28:988Read from the page
οὐ γάρ πω σαφῶς ᾔδει τὴν ἐν Πνεύματι πρὸς τὸ ἱερὸν τοῦ γέροντος ἄφιξιν· ἔπειτα δ', ὡς τὸ θεῖον βρέφος ταῖς ταύτης ἀγκάλαις ἐώρα περισκιρτῶν καὶ πρὸς τὰς ἐκείνου παλάμας παρεκπηδῆσαι φιλονεικοῦν, θᾶττόν τε γινώσκει τοῦ μυστηρίου τὴν δύναμιν· καὶ τῷ πρεσβύτῃ χειραπλοῦντι τοῦτο προσεπιδίδωσι· Δέξαι, βοῶσα, γεραρώτερε ἄνθρωπε, τὸν πρὸς σὲ μᾶλλον ἢ πρὸς ἐμὲ τὴν τεκοῦσαν νῦν ἐπειγόμενον· δέξαι τὸν σὲ ποθοῦντα μᾶλλον ἢ Ἰωσήφ· δέξαι τὸν δευτέραν τῆς σῆς φιλίας τὴν πρὸς ἐμὲ τὴν μητέρα στοργὴν, ὡς ἔοικε, λογιζόμενον· δέξαι, καὶ, ὡς βούλει, τοῦ ποθουμένου καταπόλαυε. Ταῦτα εἶπεν ἡ Θεοτόκος, καὶ ταῖς τοῦ πρεσβύτου παλάμαις τὸν υἱὸν ἐπιτίθησιν. Ὁ δὲ, τὴν ὄψιν, ὡς εἶχε τάχος, τούτῳ προσεπικλίνας, καὶ τοῖς χείλεσι τούτου προσεπερείσας τὰ ὄμματα, τοιαῖσδέ που φωναῖς πρὸς αὐτὸν ἀπεχρήσατο·
for she did not yet clearly know the old man's arrival in the Spirit at the temple; and then, when she saw the divine infant leaping about in her arms and striving eagerly to spring forth into his palms, she quickly recognizes the power of the mystery, and hands Him over to the old man stretching out his hands, crying out: Receive, most venerable man, Him Who now hastens towards you rather than towards me who bore Him; receive Him Who longs for you rather than Joseph; receive Him Who, as it seems, reckons His affection towards me His mother second to your friendship; receive, and, as you wish, enjoy the Desired One. These things the Mother of God said, and places her Son into the palms of the old man. And he, having inclined his face towards Him as swiftly as he could, and having fixed his eyes upon His lips, used such words as these towards Him:
12. Τίς ἡ τοσαύτη περὶ ἡμᾶς σου φιλανθρωπία καὶ συγκατάβασις, Δέσποτα; Τίς ὁ τοσοῦτος πλοῦτος τῆς εὐσπλαγχνίας σου; Τί τὸ κινῆσαν τὴν σὴν ἀγαθότητα τοὺς ταπεινοὺς ἡμᾶς ἐπισκέψασθαι; Πότερον πῶς ἡμῖν ἥκεις, φιλάνθρωπε καὶ φιλάγαθε Δέσποτα; Ἆρά γε τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ συγκινήσας, ἢ τὴν ἅπασαν τῶν οὐρανίων διακόσμησιν ἐπαγόμενος; Ἆρά γε « συσσεισμός τις ὢν, ἢ πνεῦμα μέγα καὶ κραταιὸν διαλύον ὄρη καὶ συντρίβον πέτρας, ἢ πῦρ δειματοῦν ῥᾳδίως καὶ καταναλίσκον τοὺς προστυγχάνοντας· ἢ φωνὴ αὔρας λεπτῆς, » οἷς καὶ τῷ Θεσβίτῃ σεαυτὸν ἐνεφάνισας; Οὐ, φησὶν, ὦ γέρον φιλοσοφώτατε· οὐδενὶ τούτων ὑμῖν ἐμφανίζομαι. Οὐ γὰρ οἶδε ταῦτα χωρεῖν ἡ φύσις ἡ θνητή τε καὶ πρόσυλος· ἀλλὰ σαρκοφόρος τις, καὶ ὑμῖν παραπλήσιος· νήπιος, ὡς ὁρᾷς, καὶ τὴν σωματικὴν ἡλικίαν τέως βρεφοφανὴς καὶ ἀτέλεστος· νήπιος ἔτι σπαργάνοις περισφιγγόμενος, ἔτι τῶν μητρῴων μαζῶν ἀμφοῖν περιδρασσόμενος ταῖν χεροῖν· νήπιος, ἄσημόν τι καὶ περικεκομμένον ἔτι διὰ τὴν ἐκ Μαρίας σάρκα φθεγγόμενος· νήπιος ἀγκάλαις μὲν ταῖς σαῖς συνεχόμενος, ἀποσκοπῶν δὲ πρὸς τὴν μητέρα καὶ τὸν μαζόν. Καὶ νῦν μὲν ταῦτα· μικρὸν δὲ ὕστερον, ὅσον τριάκοντα ἔτη περισπεῦσαι χρόνον, καὶ τὸ Ἰωάννου βαπτισθήσομαι βάπτισμα, καὶ προδοθήσομαι, καὶ δήμιος πρὸς Καϊάφαν ἀχθήσομαι, καὶ ἐμπτυσθήσομαι, καὶ κολαφισθήσομαι, φραγγελωθήσομαι· τέλος σταυρωθήσομαι, καὶ λόγχῃ νυγήσομαι, καὶ τάφῳ νεκροφανῶς συγκλεισθήσομαι, καὶ πλάνος ὀνομασθήσομαι, καὶ πᾶν ὁτιοῦν ἂν εἴη τῆς ἀνθρωπίνης ἴδιον φύσεως, παραπλήσιον ὑμῖν, τῆς ἁμαρτίας χωρὶς, ἀναδέξομαι. Καὶ μὴ θαυμάσῃς, μηδὲ τὸν νοῦν ἐκστῇς καὶ καταπλαγῇς· τοῦτο γὰρ τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· τοῦτο ἡ μεγάλη τοῦ Πατρὸς βουλή τε καὶ ἡ πρόγνωσις, ἧς ἄγγελος ἐγὼ τοῖς θεηγόροις προηγόρευμαι· τοῦτο ὁ πρὸς ὑμᾶς
12. What is this so great love for mankind and condescension of Thine towards us, O Master? What is this so great wealth of Thy tender mercy? What is it that moved Thy goodness to visit us the lowly? In what manner hast Thou come to us, O man-loving and goodness-loving Master? Was it after moving the cherubim and the seraphim together, or bringing with Thee the whole array of the heavenly hosts? Was it as "some earthquake, or a great and strong wind dissolving mountains and shattering rocks, or a fire easily terrifying and consuming those who meet it; or a voice of a gentle breeze," by which things Thou didst also manifest Thyself to the Tishbite? No, He says, O most philosophical old man; in none of these things do I manifest Myself to you. For the mortal and material nature does not know how to contain these things; but as one bearing flesh, and like unto you; an infant, as you see, and in bodily stature for the present infant-like and incomplete; an infant still wrapped tightly in swaddling clothes, still grasping his mother's breasts with both hands; an infant, still uttering something indistinct and broken because of the flesh from Mary; an infant held fast in your arms, yet looking away towards his mother and the breast. And now indeed these things; but a little later, so much as for thirty years of time to hasten round, and I shall be baptized with the baptism of John, and I shall be betrayed, and as a criminal I shall be led to Caiaphas, and I shall be spat upon, and I shall be buffeted, I shall be scourged; finally I shall be crucified, and I shall be pierced with a lance, and I shall be shut up in a tomb after the manner of the dead, and I shall be called a deceiver, and whatever else belongs to human nature, like unto you, apart from sin, I shall take upon Myself. And do not wonder, nor be beside yourself in mind and be dismayed; for this is the mystery that has been hidden from the ages and from the generations; this is the great counsel and foreknowledge of the Father, of which I have been foretold as the Angel to the God-inspired prophets; this is my pity towards you
Notes, col. 988

On the reading

Printed ἐώρα, for ἑώρα.

PG 28:989Read from the page
οἶκτος, καὶ τὸ μὴ βούλεσθαι βλέπειν τὴν ἐμὴν εἰκόνα δεινῶς ἀνδραποδιζομένην τοῖς δαίμοσι· τὸ μὴ φέρειν ὁρᾷν τὸν βασιλέα τῆς κτίσεως κακῶς τῇ κτίσει δουλεύοντα· τὸ μὴ καρτερεῖν θεωρεῖν τὸν ἀποστάτην καὶ ὑπερήφανον τοῦ ἐμοῦ σφαλερῶς κατεπαιρόμενον πλάσματος. Ταῦτά με τῶν πατρικῶν ἀνεκφοιτήτως ἐξανέστησε κόλπων, καὶ ὡς ὑμᾶς τὴν διὰ σαρκὸς πορείαν ποιήσασθαι πεποίηκε· ταῦτά με γεννηθῆναι καὶ νηπιάσαι, καὶ τῷ ἱερῷ παραστῆναι, καὶ ταῖς σαῖς ἀγκάλαις ἀνακλιθῆναι πεποίηκεν. Οὐ γὰρ ἦν ἄλλως τὸν τύραννον δεσμευθῆναι, καὶ τὰ τούτου σκεύη διαρπασθῆναι, εἰ μὴ παραπλησίως ὑμῖν τῆς ἁμαρτίας χωρὶς κοινωνήσω τῆς ἀνθρωπότητος· οὐκ ἦν ἄλλως τῶν πολυπλόκων τοῦ ᾅδου ἀρκύων τὸν Ἀδὰμ ἀναθῆναι, καὶ τὴν πρώτην κατάστασιν ἀπολήψεσθαι, καὶ τὸ ὅλον Θεὸν τοῦτον γενέσθαι, εἰ μὴ ἐγὼ ἄνθρωπος γένωμαι, καὶ τῆς αὐτῆς αὐτῷ κοινωνήσω καὶ οὐσίας καὶ φύσεως.
and my not willing to see My image terribly enslaved to the demons; my not bearing to behold the king of creation wickedly serving the creation; my not enduring to watch the apostate and arrogant one deceitfully exalting himself against My fashioning. These things raised Me up without departure from the paternal bosom, and made Me make the journey in the flesh unto you; these things have made Me to be born and to become an infant, and to be presented in the temple, and to recline in your arms. For it was not otherwise possible for the tyrant to be bound, and his vessels to be plundered, unless I should partake of humanity in like manner with you apart from sin; it was not otherwise possible for Adam to be loosed from the intricate nets of Hades, and to recover his first estate, and altogether to become God, unless I become man, and partake of the same essence and nature with him.
13. Τοίνυν τὰς τῆς ἐνανθρωπήσεως της ἐμῆς αἰτίας μαθὼν, ἄπιθι· καὶ σκυθρωπῶς ἐν τοῖς εἰς ᾅδου τῷ Ἀδὰμ διατρίβοντι φαιδροπρεπῶς ἐμφανίσθητι· καὶ ἀντὶ τῶν ἐν λύπαις ὠδίνων τὰ τῆς χαρᾶς τῇ Εὔᾳ διακόμισον εὐαγγέλια· Ἥκει, λέγων, ἡ λύτρωσις· ἥκει ὁ ῥύστης· ἥκει ἡ ἄφεσις· ἥκει ὁ ἐλευθερωτής. Μηκέτι θρήνει, φύσις ἡ ἀνθρωπεία· ἥξει γὰρ ὁ ἀντιληψόμενος ὑμῶν, ἥξει καὶ οὐ χρονιεῖ. Τούτων τοίνυν τῶν θείων φωνῶν κατὰ τὸ νοερὸν οὖς ὁ Ἀβραμιαῖος ἐκεῖνος ἀκούσας πρεσβύτης, τοῦ γήρως ὥσπερ ἐν λήθῃ γενόμενος, θᾶττον ἀνέθορε, καὶ προθυμίας ὅλος πλησθεὶς, γεγωνοτάτῃ φωνῇ· « Ἰσχύσατε, φησὶν, ἀνειμέναι χεῖρες, ἰσχύσατε· γόνατα παραλελυμένα, ἀνορθώθητε· » κνῆμαι συντετριμμέναι, κρατυνθῆτε, ἵνα, τὴν εἰς ᾅδου πορείαν εὐθυβόλως ἀνύσασαι, τηλικούτων ἀγαθῶν ἄγγελοι χρηματίσητε τοῖς προγόνοις. Εἶθ' ὡς εἶχε τάχους πρὸς τὸ θεῖον ἐπιστραφεὶς βρέφος· « Νῦν ἀπολύεις, ἔφη, τὸν δοῦλόν σου, Δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου· ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν· φῶς εἰς ἀποκάλυψιν ἐθνῶν, καὶ δόξαν τοῦ λαοῦ σου Ἰσραήλ. » Ὢ τῆς ζέσεως! ὢ τῆς θερμότητος! Ἐπειδή σοι, φησὶν, ὦ Δέσποτα, ταῦτα ἔδοξε, καὶ ἐλεῆσαι τὸ σὸν ὑπὸ τῆς ἰδίας φιλανθρωπίας κεκίνησαι πλάσμα, ἐγώ τε περὶ τὰς ἐλπίδας οὐκ ἐψεύσθην, καὶ ὁ τοῦ θείου χρηματισμὸς Πνεύματος ἀπαραχάρακτος ἔμεινεν· ἀπόλυσόν με τὸ τάχος· ἀπόλυσον, δέομαι. Μή με κατέχῃς ἐπὶ πολὺ, Δέσποτα· μὴ βραδύνω ταῦτα τοῖς γενάρχαις ἀποκομίσαι τὰ χαροποιὰ εὐαγγέλια· μὴ προλάβῃ τὰ βρέφη με, Δέσποτα, ἃ διὰ σὲ τὸν πρὸς Ἡρώδου φόνον ὑπέμεινε. Νήπιά εἰσι καὶ γοργὰ καὶ εὐκίνητα· ἐγὼ δὲ γέρων καὶ βραδὺς καὶ δυσκίνητος· καὶ δέδοικα μήπου, ταχύτερον προδραμόντα μου μεγίστων οὕτω καὶ λαμπρῶν ἀγαθῶν ἄγγελοι τοῖς τοῦ γένους προπάτορσι γένωνται. Οὕτω μὲν οὖν ὁ θεῖος ὄντως ἀνὴρ, καὶ τῆς Χριστοῦ παρουσίας διαπρύσιος κήρυξ εὐχαριστήσας, τοῦτο γὰρ τὸ τὸν Θεὸν εὐλογῆσαι δη-
13. Having therefore learned the causes of My incarnation, depart; and appear radiantly to Adam dwelling gloomily in the regions of Hades; and instead of the birth-pangs in sorrows, carry across the glad tidings of joy to Eve, saying: Redemption has come; the Deliverer has come; forgiveness has come; the Liberator has come. Lament no longer, O human nature; for He Who will help you shall come, He shall come and shall not tarry. When therefore that Abrahamic old man heard these divine voices in his intellectual ear, having become as it were forgetful of his old age, he quickly leaped up, and wholly filled with eagerness, with a most resonant voice he says: "Be strong, you slackened hands, be strong; you palsied knees, be straightened up;" you crushed shins, be strengthened, so that, having accomplished straightway the journey to Hades, you may become messengers of such great blessings to the forefathers. Then, having turned as swiftly as he could towards the divine infant, he said: "Now lettest Thou Thy servant depart, O Master, according to Thy word in peace; for my eyes have seen Thy salvation, which Thou hast prepared before the face of all the peoples; a light for revelation of the Gentiles, and the glory of Thy people Israel." O the fervour! O the warmth! Since, he says, O Master, these things seemed good to Thee, and Thou hast been moved by Thine own love for mankind to have mercy on Thy fashioning, and I was not disappointed concerning my hopes, and the oracle of the divine Spirit remained unfalsified: let me depart swiftly; let me depart, I pray. Do not detain me for long, O Master; lest I be slow to carry away these joyful glad tidings to the progenitors of our race; lest the infants outstrip me, O Master, who for Thy sake endured murder at the hands of Herod. They are infants and swift and nimble; whereas I am an old man and slow and hard to move; and I fear lest perchance, having run ahead more quickly than I, they become messengers of such greatest and splendid blessings to the forefathers of our race. Thus, then, the truly divine man and clear-voiced herald of the coming of Christ, having given thanks—for this is what blessing God signi-
Notes, col. 989

On the reading

Printed της, for τῆς.

PG 28:992Read from the page
λοῖ, προσευξάμενος ἀπελύετο. Ἥψατο γὰρ ἀοράτως, οἶμαι, τῶν τούτου φρενῶν ὁ Σωτὴρ, καὶ τῆς δεήσεως τούτου κατὰ πάντα εἰσήκουσε, καὶ ὡς ἴδιον λάτρην,
fies—having prayed, was being let depart. For the Saviour invisibly touched his mind, I think, and heard his supplication in all things, and as His own worshipper,
14. Ὁ δὲ Ἰωσὴφ καὶ ἡ μήτηρ αὐτοῦ, « θαυμάζοντες, φησὶν, ἦσαν ἐπὶ τοῖς λαλουμένοις περὶ αὐτοῦ. » Ἐθαύμαζον δὲ, μήπω τελείαν, οἶμαι, λαβόντες πληροφορίαν τῆς τούτου θεότητος· καίτοι ἀρκούντων τῶν κατὰ τὴν γέννησιν θαυμάτων· ἐκείνων, φημὶ, τῶν κατὰ τοὺς μάγους καὶ τοὺς ποιμένας· ἔτι τε τῆς διαφόρου τῶν ἀγγέλων ἐπιστασίας, καὶ τοῦ πάντων θαυμάτων ἐπέκεινα θαύματος, τῆς παρθενίας ἡ φυλακὴ καὶ συντήρησις πρὸς τελείαν τούτου πληροφορίαν καὶ συγκατάθεσιν. Ἀλλ' ὅμως, πρὸς τὸν ὄγκον ἀποσκοποῦντες τοῦ θαύματος, καὶ τὴν οἰκείαν εὐλάβειαν χαλινοῦσαν τοὺς λογισμοὺς ἔχοντες (μέγα γὰρ καὶ κατ' ἀλήθειαν ὂν τὸ σεσαρκῶσθαι Θεὸν ὑπελάμβανον), ἔτι τὸν νοῦν κλονούμενον εἶχον καὶ ἀμφιβάλλοντα. Ὅθεν ἐν βραχέσι τὴν κατὰ τὸ βρέφος θεολογίαν ὁ πρέσβυς στοιχειωσάμενος, πρὸς ἐκείνους λοιπὸν τὰς τῶν λόγων ἡνίας μεταχειρίζεται, εὐλογῶν τε τούτους καὶ μακαρίζων τῆς περὶ τὴν οἰκονομίαν διακονίας· προλέγων τε καὶ τὰ περὶ τὸν σταυρὸν ἄριστά τε καὶ τελειώτατα.
14. And Joseph and His mother "were marvelling," he says, "at the things spoken concerning Him." And they marvelled, not yet having received, I think, complete assurance of His divinity; although the wonders at the nativity were sufficient—those, I mean, concerning the Magi and the shepherds; and furthermore the diverse attendance of the angels, and the wonder beyond all wonders, the guarding and preservation of her virginity, unto complete assurance and assent to this. Nevertheless, looking away at the magnitude of the wonder, and having their own reverence bridling their thoughts (for they supposed God's having become incarnate to be a great thing, as in truth it is), they still had their mind shaken and doubting. Wherefore, having in brief laid down the elements of the theology concerning the infant, the old man henceforth directs the reins of his words towards them, both blessing them and pronouncing them blessed for their ministry concerning the dispensation, and foretelling also the things concerning the cross most excellently and most perfectly.
15. « Εὐλόγησε γὰρ, φησὶν, αὐτοὺς Συμεὼν, καὶ εἶπε πρὸς Μαριὰμ τὴν μητέρα αὐτοῦ· Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ, καὶ εἰς σημεῖον ἀντιλεγόμενον. » Ἀντιλέξει γὰρ καὶ ἀμφιβαλεῖ περὶ τούτου καὶ τοῦ κατ' αὐτὸν δόγματος Σίμων πρὸς τὸν Μαρκίωνα, καὶ Ἄρειος πρὸς τὸν Σαβέλλιον, καὶ Εὐτυχὴς πρὸς τὸν Νεστόριον, καὶ ἀμφότεροι πρὸς τὴν Ἐκκλησίαν· οἱ μὲν τὴν θεότητα μόνην, οἱ δὲ τὴν σάρκα τούτῳ προσνέμοντες· οἱ μὲν κτιστὸν εἰσάγοντες, καὶ τῆς πατρικῆς οὐσίας ἀλλότριον, οἱ δὲ Λόγον ἀνυπόστατόν τινα καὶ κενὸν οὐσίας, καὶ μηδὲν τοῦ κατὰ προφορὰν χεομένου διεναλλάττοντα· οἱ μὲν φαντασίαν αὐτοῦ τὴν διὰ σαρκὸς παρουσίαν ὑποτιθέμενοι, οἱ δὲ μηδὲ ἀνειληφέναι σάρκα καθόλου διατεινόμενοι· ἢ ἀνειληφέναι μὲν, ἄψυχον δὲ ταύτην καὶ ἀνενέργητον, ἢ ψυχὴν μὲν ἔχουσαν, ἄνουν δὲ ταύτην καὶ ἄλογον· καὶ ἁπαξαπλῶς ἄλλοι ἄλλως ἀμφιβαλοῦσι καὶ ἀντιλέξουσιν, ἕκαστος κατὰ τὸ δοκοῦν αὐτῷ τὰ περὶ αὐτοῦ συμπεραίνοντες. « Περὶ γὰρ τῆς αἱρέσεως ταύτης, » πρὸς τὸν Παῦλον οἱ Ἰουδαῖοί φασι, « γνωστὸν ἡμῖν ἐστιν, ὅτι πανταχοῦ ἀντιλέγεται. » Ἀντιλέγεται μὲν, ἀλλ' οὐ βάλλεται· πολεμεῖται, ἀλλ' οὐ νικᾶται· τοξεύεται, ἀλλ' οὐ τιτρώσκεται· πολιορκεῖται, ἀλλ' οὐκ ἀνδραποδίζεται· τὸ μέγιστον, πίπτει, ἀλλ' οὐ συντρίβεται· μᾶλλον δὲ καὶ ἀνατρέπει. Τοῦτο γὰρ τῆς καθαρᾶς πίστεως ἡμῶν τὸ ἐξαίρετον, καὶ παντὸς ἐπέκεινα θαύματος· ὅτι οὐ μόνον αὕτη, καίτοι πανταχόθεν σφοδρῶς περιστοιχιζομένη ταῖς ἐκ τῶν αἱρέσεων συστροφαῖς τε καὶ λαίλαψιν, ἄσειστος
15. "For Simeon blessed them," he says, "and said to Mary His mother: Behold, this One is set for the fall and rising of many in Israel, and for a sign spoken against." For Simon will speak against and dispute with Marcion concerning Him and the doctrine concerning Him, and Arius with Sabellius, and Eutyches with Nestorius, and both sides against the Church; some attributing to Him divinity alone, and others the flesh alone; some introducing Him as created and foreign to the paternal essence, and others as some Word without hypostasis and empty of essence, and differing in nothing from that poured forth in utterance; some supposing His presence in the flesh to be an illusion, and others contending that He did not even assume flesh at all; or that He assumed it indeed, but this soulless and inactive, or having a soul indeed, but this mindless and irrational; and in a word, others in other ways will dispute and speak against Him, each concluding the things concerning Him according to what seems good to himself. "For concerning this sect," the Jews say to Paul, "it is known to us that everywhere it is spoken against." It is spoken against indeed, but it is not struck down; it is warred against, but it is not conquered; it is shot at with arrows, but it is not wounded; it is besieged, but it is not enslaved; what is greatest, it falls, but it is not shattered; or rather, it even overthrows. For this is the special excellence of our pure faith, and beyond every wonder: that not only does it, though fiercely surrounded on all sides by the whirlwinds and tempests from the heresies, remain unshaken
PG 28:993Read from the page
διατελεῖ καὶ ἀτίνακτος· ἀλλ' ὅτι καὶ διὰ τῶν ἐναν-
and undisturbed; but that even through the oppo-
16. Τοιοῦτος μὲν οὖν, φησὶν, ὦ μακαρία Παρθένε, ὃν ἐκ γαστρός σου προήνεγκας· θραύων μὲν ῥᾳδίως καὶ ταράσσων τοὺς ἑαυτοὺς τῆς ἀληθείας ἀποσπαράξαντας· ἀνιστῶν δὲ καὶ τῷ Πατρὶ προσάγων, ὅσοι ἂν πρόσθωνται τούτῳ, καὶ τὰ τούτου φυλάξωσι δικαιώματα. Οὐ μὴν δὲ, ἐπειδὴ τοιοῦτον ἔσχες Υἱὸν, καὶ τοιαύτης λέλογχας εὐκλείας, ὡς πάσης ἄρδην ἐπέκεινα γνωρισθῆναι γηγενοῦς φύσεως, ἀπείραστός τις ἔσῃ καὶ ἀπαθὴς, καὶ οἱονεὶ πρὸς τὰς θλίψεις ἀνάλωτος· ἀλλὰ « καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· » μὴ γάρ σε, φησὶ, τὸ μεγαλεῖον τοῦ θαύματος πρὸς ὄγκον ἐπάρῃ φυσήματος. Εἰ γὰρ καὶ ὑπὲρ φύσιν ἐκύησας, ἀλλὰ θλίψιν ἕξεις ταῖς κατὰ φύσιν γεννώσαις ἐφάμιλλον· μᾶλλον δὲ πολλῷ μεγίστην καὶ ὑπερβάλλουσαν, ὅσον ἐκεῖναι μὲν χωρὶς θαυμάτων τὰς περὶ τὰ τέκνα θλίψεις ὑπέμειναν· σὺ δὲ μετὰ τοσαύτην πληθὺν τεραστίων, μετὰ τὰς ἀπλέτους ἐκείνας τῶν προφητικῶν ῥημάτων ἐκβάσεις, μετὰ τὴν περιβόητον τῆς παρθενίας φυλακὴν καὶ συντήρησιν, ὢ τοῦ θαύματος! « καὶ σοῦ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. » Τίνος; « σοῦ, φησὶν, αὐτῆς, » τῆς τὸν Γαβριὴλ εὐμοιρησάσης εὐαγγελιστὴν, καὶ τοῦ τόκου σημάντορα· « σοῦ, » τῆς τὴν δύναμιν τοῦ Ὑψίστου ἐπισκιάζουσαν, καὶ αὐτὸ τὸ Πνεῦμα τὸ ἅγιον, ἐπιφοιτῶν τε καὶ περιιπτάμενόν σε, σχούσης ἀριδηλότατα· « σοῦ αὐτῆς, » ἣν μάγοι μετὰ τοῦ ἀστέρος δι' ἀστέρος ὁδηγηθέντες προσεκύνησαν, καὶ ποιμένες μετὰ ἀγγέλων τῷ θείῳ βρέφει συνεμακάρισαν, καὶ συνύμνησαν· « σοῦ αὐτῆς, » ἣν Ἰακὼβ φοιτῶσαν ὡς οὐρανοὺς ἑώρακε κλίμακα· καὶ Μωϋσῆς ὁ θεόπτης βάτον πυράφλεκτον, καὶ λυχνίαν, καὶ στάμνον, καὶ πλάκα, καὶ τράπεζαν· καὶ Ἀαρὼν ῥάβδον ἀνίκμως βλαστήσασαν· « σοῦ αὐτῆς, » ὦ πανάφθορε καὶ πανάμωμε, ἣν Δαυῒδ μὲν κιβωτὸν καλεῖ ἁγιάσματος, Σολομὼν δὲ κλίνην χρυσῆν, καὶ θρόνον, καὶ κοιλάδα κρίνων· ἀρετῶν, οἶμαι, τῶν θείων, καὶ παράδεισον θεοφύτευτον. Καὶ « σοῦ » δὲ « αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία· σοῦ » τῆς ἐκλελεγμένης καὶ πρὸ γεννήσεως, τῆς προωρισμένης ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν· « σοῦ αὐτῆς, » ἣν ὁ Πατὴρ ἐξελέξατο, καὶ ὁ Υἱὸς ἐνεσκήνωσε, καὶ τὸ Πνεῦμα τὸ ἅγιον θεοπρεπῶς ἐπεσκίασε· καὶ πᾶσα ἡ κτίσις Θεοῦ Μητέρα καὶ Θεοτόκον κηρύττει κυριώτατά τε καὶ ἀληθέστατα. « Καὶ σοῦ δὲ αὐτῆς τὴν ψυχὴν διελεύσεται ῥομφαία. »
16. Such, then, he says, O blessed Virgin, is He Whom you brought forth from your womb: easily crushing and throwing into confusion those who have torn themselves away from the truth, and raising up and bringing to the Father all who attach themselves to Him and keep His statutes. Yet not because you had such a Son, and have obtained such glory as to be known as utterly beyond all earthborn nature, shall you be someone untried and impassible, and as it were invulnerable to afflictions; but "a sword shall pierce through your own soul also," lest, he says, the majesty of the wonder lift you up to a swelling of pride. For even if you conceived above nature, yet you shall have affliction rivalling women who give birth according to nature; or rather, by far the greatest and most surpassing, inasmuch as they without wonders endured the afflictions concerning their children, whereas you, after so great a multitude of portents, after those boundless outcomes of the prophetic words, after the famed guarding and preservation of your virginity—O the wonder!—"a sword shall pierce through your own soul also." Whose? "Your own," he says, who was blessed with Gabriel as evangelist and announcer of the birth; "your," who most manifestly had the power of the Most High overshadowing, and the Holy Spirit Himself visiting and hovering around you; "your own," whom Magi with the star, guided by a star, worshipped, and shepherds with angels felicitate together with the divine infant, and hymned together; "your own," whom Jacob saw as a ladder reaching to the heavens; and Moses the seer of God as a bush blazing with fire, and a lampstand, and a jar, and a tablet, and a table; and Aaron as a rod that sprouted without moisture; "your own," O all-undefiled and all-blameless one, whom David calls an ark of holiness, and Solomon a golden bed, and a throne, and a valley of lilies—of the divine virtues, I think—and a paradise planted by God. And "through your own soul also a sword shall pierce; your," who was chosen even before birth, who was predestined from the ages and from the generations; "your own," whom the Father chose, and the Son dwelt in, and the Holy Spirit overshadowed in a manner befitting God; and the whole creation proclaims Mother of God and Theotokos most properly and most truly. "And through your own soul also a sword shall pierce."
17. Διὰ τί, φησὶν, ἐμοῦ, γέρον θαυμασιώτατε; μὴ γὰρ ἐγὼ Θεοῦ Υἱὸν ἐμαυτὴν ἀνεκήρυξα; Μὴ γὰρ ἐγὼ περὶ τοῦ ναοῦ προεφήτευσα; ἢ τὸν Λάζαρον ἤγειρα; ἢ τὸν παράλυτον ἐθεράπευσα; ἢ τὸν ἐκ
17. Why my soul, she says, O most admirable old man? For did I proclaim myself Son of God? For did I prophesy concerning the sanctuary? Or did I raise Lazarus? Or did I heal the paralytic? Or did I to the man blind from
PG 28:996Read from the page
γενετῆς τυφλὸν ὠμμάτωσα; Τίνος χάριν τὴν ἐμὴν ψυχὴν ἡ ῥομφαία διαδραμεῖται; Ὅτι τὸ Σάββατον ἔλυσα; Ὅτι τὸν νόμον παρέβην; Ἰδοὺ δι' ἐκεῖνον τόν τε Υἱὸν περιέτεμον, τήν τε Ἱερουσαλὴμ ἔφθασα, καὶ τῷ ναῷ πάρειμι, καὶ τοὺς νεοττοὺς τῶν τρυγόνων, δεῖγμα μικρᾶς τε καὶ πενεστάτης ὄντας θυσίας, τῇ θείᾳ τραπέζῃ προσανατίθημι. Τί τοίνυν ἐστὶν ἢ μικρὸν ἢ μεῖζον, ὃ τοῦ νόμου παρέλυσα, ἵνα ῥομφαία τὴν ψυχὴν ἐμὴν διελεύσηται; Φράσον τὸ τάχος, μήπως ὡς ὑπερβεβηκότα, καὶ πολλῷ τῷ βίῳ καταγηράσαντα ὑποπτεύσωμεν. Οὐ, φησὶν ὁ θεῖος ἐκεῖνος πρεσβύτης, καὶ τῆς προφητικῆς ἀνάπλεως χάριτος· δι' οὐδὲν τούτων· ἔξω γὰρ τούτων πάντων ἦσθα καὶ ὑπερέκεινα· ἀλλ' « ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. » Αἰνίγματι, φησὶ, λέγεις ὅμοιον· οὔπω σαφῶς τὴν αἰτίαν τοῦ πάθους ἐνέφηνας. Εἰπεῖν σε δεῖ φανερώτερον· ἔτι γὰρ ἀφανές πως καὶ ὑπόσκιον τὸ λαλούμενον. Ἐγώ σοι, φησὶν, ὦ Χριστοῦ κτῆμα, καὶ χρῆμα, καὶ σκήνωμα, τῶν ζητουμένων ἅπαν ἐπιλύσω τὸ ἄπορον. Ἀλλ' ὅρα μή σε τὸ πάθος νικῆσαν μικρόψυχόν τινα δείξῃ καὶ ἀφιλόσοφον· ὅπερ ἐπὶ σοῦ λέγειν μᾶλλον οὐ θέμις ἢ ἐπὶ ἡλίου τὸ ἀφεγγὲς καὶ ἀθέρμαντον. Προδιδόμενον ὄψει τοῦτον, ὃν θεοπρεπῶς ἀπεγέννησας, καὶ δεσμούμενον, ἐπτυσμένον καὶ ῥαπιζόμενον, φραγγελούμενον καὶ κολαφιζόμενον, καλάμῳ τυπτόμενον, ἀκάνθαις στεφανούμενον, χλαῖναν ἐνδιδυσκόμενον, ὑπὸ Φαρισαίων συκοφαντούμενον, ὑπὸ Σαδδουκαίων ὀνειδιζόμενον, ὑπὸ Πιλάτου κρινόμενον, ὑπὸ στρατιωτῶν χλευαζόμενον, τῇ σπείρᾳ γονυπετούμενον· τὸν Βαραββᾶν ὄψει προτιμώμενον τούτου καὶ προκρινόμενον· τέλος σταυρῷ προσπηγνύμενον, ὄξος μετὰ χολῆς ποτιζόμενον, λόγχῃ νυττόμενον, τάφῳ περικλειόμενον, πλάνον ὀνομαζόμενον, σφραγῖσι καταδεσμούμενον, φρουρούμενον φύλαξι. Καὶ ἁπαξαπλῶς, πᾶν ἀλγεινὸν καὶ ἀτιμίας ἐμφαντικὸν ἐπ' αὐτῷ κατόψει πραττόμενον μεθ' ὑπερβολῆς· διὰ ταῦτα, σοῦ τὴν ψυχὴν διελεύσεται ῥομφαία· διὰ ταῦτα κλαύσεις καὶ κόψῃ, καὶ οἷα μήτηρ θρηνήσεις ἐπὶ Υἱῷ, τὸν τῶν κακούργων ὑπομένοντι θάνατον· μάλιστα τοὺς ἀποῤῥήτους ἐκείνους καθ' ἑαυτὴν ἀνελίττουσα λογισμούς· οἷον, τὸ τοῦ Γαβριὴλ εὐαγγέλιον, τὴν ἄσπορον σύλληψιν, τὸν τέκον τὸν ἄφθορον, τὴν ἄσυλον παρθενίαν, τὸ ἀμόλυντον τῆς ἁγνείας, τὸ μηδὲν παθεῖν ἐν τῷ τόκῳ φυσικοῦ νόμου καὶ μητρικῆς ἀκολουθίας, διὰ τοῦ καὶ πρὸ τόκου καὶ μετὰ τόκον παρθένον ὡσαύτως καὶ εἶναι καὶ μεῖναι παναληθέστατα.
I gave sight to one blind from birth? For what reason shall the sword run through my soul? Because I broke the Sabbath? Because I transgressed the law? Behold, on account of it I both circumcised my Son, and reached Jerusalem, and am present in the temple, and offer upon the divine table the young of turtledoves, being a token of a small and most impoverished sacrifice. What then is there, either small or greater, of the law that I have dissolved, that a sword should pass through my soul? Speak quickly, lest we suspect you as one gone past your prime and grown decrepit with great age. No, says that divine elder, full of prophetic grace; on account of none of these things; for you were outside all these things and beyond them; but "so that thoughts out of many hearts may be revealed." What you say, she says, is like a riddle; you have not yet clearly shown the cause of the passion. You must speak more plainly; for what is spoken is still somewhat obscure and shadowy. I, says he, O possession, and treasure, and tabernacle of Christ, shall resolve for you the whole difficulty of the things sought. But see that the passion, overcoming you, does not show you somewhat faint-hearted and unphilosophical; which it is no more lawful to say of you than to say of the sun that it is lightless and uninwarming. You shall see this One, Whom you brought forth in a manner worthy of God, betrayed and bound, spat upon and struck with the open hand, scourged and buffeted, struck with a reed, crowned with thorns, clothed in a cloak, slandered by Pharisees, reproached by Sadducees, judged by Pilate, mocked by soldiers, knelt to by the cohort; you shall see Barabbas honoured above Him and preferred; finally, nailed to a cross, given vinegar with gall to drink, pierced with a lance, enclosed in a tomb, called a deceiver, bound fast with seals, guarded by watchmen. And in a word, you shall behold every painful thing and expressive of dishonour done to Him to excess; on account of these things, a sword shall pass through your soul; on account of these things you shall weep and mourn, and as a mother you shall lament over a Son enduring the death of malefactors; above all unrolling within yourself those ineffable thoughts: such as the good tidings of Gabriel, the seedless conception, the incorrupt childbirth, the inviolate virginity, the unstained state of chastity, the suffering nothing in childbirth of natural law and maternal sequence, through both being and remaining most truly a virgin alike before childbirth and after childbirth.
18. « Ὅπως ἂν ἀποκαλυφθῶσιν ἐκ πολλῶν καρδιῶν διαλογισμοί. » Ἀποκαλυφθήσεται γὰρ Πέτρου μὲν ὁ πυρὸς τέως θερμότερος ζῆλος, χλιαρός τις καὶ οἷον ὑπόψυχρος διὰ τῆς ἀρνήσεως· Ἰωάννου δὲ καὶ Ἰακώβου καὶ τῶν λοιπῶν διὰ τῆς φυγῆς, ἣν, ἀφέντες αὐτὸν, ἅπαντες ἔφυγον, πάντων ὥσπερ τῶν μεγίστων θαυμάτων ἐπιλαθόμενοι. Καὶ αὖ πάλιν ἐκ τοῦ ἐναντίου ἀποκαλυφθήσεται Πιλᾶτος μὲν εἰς τὸν
18. "So that thoughts out of many hearts may be revealed." For the zeal of Peter, hitherto warmer than fire, shall be revealed as somewhat lukewarm and as it were rather cold through his denial; and that of John and James and the rest through the flight whereby, leaving Him, they all fled, having forgotten, as it were, all the greatest miracles. And again on the contrary, Pilate shall be revealed as coming to
Notes, col. 996

On the reading

Printed τέκον, for τόκον.