Κυρίῳ κληθήσεται. » Τί οὖν, πᾶς πρωτότοκος ἅγιος; Ὥρα σοι λοιπὸν, καὶ Ἰσμαὴλ, καὶ Ἠσαῦ, καὶ πρὸ τούτων τὸν Κάϊν, καὶ πολλοὺς ἄλλους τῶν θεοστυγῶν τε καὶ κατηραμένων ἀνδρῶν, τῷ πρώτους αὐτοὺς διανοῖξαι μήτραν, ἁγίους τῷ Κυρίῳ καλεῖν. Καὶ τίνος χάριν λέγεται περὶ Ἰσμαὴλ, ὅτι « Ἔκβαλε τὴν παιδίσκην καὶ τὸν υἱὸν αὐτῆς· » περὶ δὲ Ἠσαῦ, ὅτι « Τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαῦ ἐμίσησα; » Τίνος δὲ χάριν, εἰ ἅγιος ἦν τῷ Κυρίῳ ὁ Κάϊν, ἐπὶ τῷ τούτου φόνῳ ἑπτὰ ἐκδικούμενα παρελύετο; Εἰ πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται, τί πλέον ἔχει Χριστὸς τοῦ Ῥουβίμ; Τί δὲ τὸ περισσὸν τούτου πρὸς τὸν Ἀμνών; καὶ γὰρ καὶ οὗτοι δόξαιεν ἂν, τῷ πρώτως ἀποτεχθῆναι, μήτραν πως διανοῖξαι. Ἀλλ' ὅρα, μὴ θερμῶς ᾅττε περὶ τὰ Γράμματα, καὶ μὴ πόρρω τῆς νύσσης ἀπότρεχε. Οὐ γὰρ τοῦτο, φησὶν, εἶπον, ὅτι Πᾶν πρωτότοκον ἅγιον τῷ Κυρίῳ κληθήσεται· ἢ γὰρ ἂν οὕτω καὶ πρὸς τὴν ἄλογον φύσιν ἡ ἁγιότης διέβαινεν· ἀλλ' ὅτι Πᾶν ἄρσεν διανοῖγον μήτραν· τουτέστιν, Ὅταν ἀπειρογάμως ὁ τόκος προβῇ· ὅταν οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐξ ἁγίου Πνεύματος ἡ τοῦ τικτομένου γένηται σύλληψις· ὅταν, μηδενὸς ἔξωθεν κρούσαντος, αὐτὸ τὸ βρέφος ἔσωθεν διανοίξῃ· ὅταν, τῆς παρθενίας σφραγίδων καὶ κλείθρων ἀσαλεύτων φυλαττομένων ἔνδοθεν, ἔξω τὸ τικτόμενον ἐκπηδήσῃ· οὕτω « Πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ Κυρίῳ κληθήσεται. » Ἐκεῖ μὲν γὰρ οὐδὲ τὰ βρέφη τὰς μήτρας διήνοιξεν, ἀλλ' ἡ τοῦ ἀνδρὸς πρὸς τὴν γυναῖκα συνέλευσις· « Ἔγνω γὰρ, φησὶν, Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα ἔτεκε τὸν Κάϊν. » Ἐνταῦθα δὲ οὐχ οὕτως, ἀλλ' αὐτὸ τὸ τεχθὲν τὰς τῆς μήτρας διήνοιξε πύλας, μηδὲ μιᾶς προσδεηθὲν σαρκικῆς συμφωνίας ἀπὸ τῶν ἔξωθεν. « Πρὶν ἢ γὰρ, φησὶ, συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. » Δύνασαι δὲ καὶ συνεκδοχικώτερον τὴν φωνὴν ἐκλαβεῖν τῆς Παρθένου, ἔξωθεν συνακουομένης, ἵν' ᾖ τὸ ἐξῆς οὕτως· « Πᾶν ἄρσεν διανοῖγον μήτραν παρθένον, ἅγιον τῷ Κυρίῳ κληθήσεται. » Ὅπερ μόνον ἐπὶ Χριστοῦ πέπρακται, μηδενὸς ἄλλου τῶν πάντων κεκοινωνηκότος τῷ χρήματι. Μόνος γὰρ οὗτος παρθένον μήτραν σαρκὶ τεχθεὶς ἐξανέῳξε· καὶ πάλιν ταύτην παρθένον, ὡς πρὸ τοῦ τόκου, τετήρηκεν.
shall be called to the Lord." What then, is every firstborn holy? It is time for you, then, to call both Ishmael, and Esau, and before these Cain, and many others of the God-hated and accursed men, holy to the Lord, because they first opened the womb. And for what reason is it said concerning Ishmael, "Cast out the bondwoman and her son"; and concerning Esau, "Jacob have I loved, but Esau have I hated?" And for what reason, if Cain was holy to the Lord, were seven vengeances loosed upon his murder? If every male opening the womb shall be called holy to the Lord, what more has Christ than Reuben? And what is His superiority over Amnon? For these too might seem, by being brought forth first, somehow to have opened the womb. But see that you do not rush rashly concerning the Scriptures, and do not run far from the goal. For I did not say this, it says, that Every firstborn shall be called holy to the Lord; for otherwise holiness would thus pass even to the irrational nature; but that Every male opening the womb: that is, When the birth proceeds without experience of marriage; when not of bloods, nor of the will of the flesh, nor of the will of man, but of the Holy Spirit the conception of the one being born takes place; when, with no one knocking from without, the infant itself opens from within; when, with the seals and bars of virginity kept unshaken within, that which is being born leaps forth without; thus "Every male opening the womb shall be called holy to the Lord." For there not even the infants opened the wombs, but the coming together of the man unto the woman: "For Adam knew," it says, "Eve his wife, and having conceived she bore Cain." Here, however, it is not thus, but the very thing born opened the gates of the womb, having needed not even one fleshly agreement from things without. "For before," it says, "they came together, she was found having in the womb of the Holy Spirit." And you can also take the expression more synecdochically of the Virgin, being understood from without, so that the sequence may be thus: "Every male opening a virgin womb shall be called holy to the Lord." Which has been done in the case of Christ alone, no other of all having shared in the matter. For He alone, having been born in the flesh, opened a virgin womb; and again He has kept this virgin, as before the birth.
6. « Καὶ τοῦ δοῦναι θυσίαν κατὰ τὸ εἰρημένον ἐν νόμῳ Κυρίου· ζεῦγος τρυγόνων, ἢ δύο νεοσσοὺς περιστερῶν. » Τί δέ; Καὶ θυσίας κατὰ τὸν νόμον ἀνήνεγκε; Καὶ πῶς φησιν ὁ Παῦλος, ὅτι « Τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεὺς, ὃς οὐκ ἔχει καθ' ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ. Τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας, » τουτέστι διὰ τοῦ σταυροῦ θυσιάσας; Εἰ δὲ καὶ αὐτὸς
6. "And to give a sacrifice according to what is said in the law of the Lord: a pair of turtledoves, or two young pigeons." What then? Did He also offer sacrifices according to the law? And how does Paul say that "Such a high priest became us, Who has no need daily, as the high priests, first to offer up sacrifices for his own sins, and then for those of the people. For this He did once for all, having offered up Himself," that is, having sacrificed through the cross? But if He Himself also