βόλῳ· » τουτέστι μὴ παρασκευάσητε τὸν Ἥλιον τῆς δικαιοσύνης Χριστὸν, παροργίζοντες αὐτὸν ἐν τῇ τῶν φαύλων λογισμῶν συγκαταθέσει, ἐπιδῦναι τὰς καρδίας ὑμῶν· ἵνα μὴ τῇ ἀναχωρήσει αὐτοῦ εὕρῃ ἐν ὑμῖν τόπον ὁ διάβολος. Περὶ τούτου τοῦ ἡλίου καὶ ὁ Θεὸς διὰ τοῦ προφήτου λέγει· « Τοῖς δὲ φοβουμένοις τὸ ὄνομά μου ἀνατελεῖ Ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ. » Εἰ δὲ καὶ κατὰ τὸ γράμμα ἐκλάβωμεν τὸ ῥητὸν, οὐδὲ μέχρι δύσεως ἡλίου συγχωρεῖται ἡμῖν φυλάττειν τὴν ὀργήν. Τί οὖν ἐροῦμεν περὶ τούτων, οἵτινες τῇ ἀγριότητι καὶ μανίᾳ τῆς ἐμπαθοῦς διαθέσεως, οὐ μόνον μέχρι δύσεως τούτου τοῦ ἡλίου διατηροῦσι τὴν ὀργὴν, ἀλλὰ καὶ ἐπὶ πλείστας ἡμέρας παρατείνουσιν αὐτὴν παρασιωπῶντες ἀπ' ἀλλήλων, οὐκέτι μὲν διὰ τῶν ῥημάτων ἐκφέροντες αὐτὴν, τῇ δὲ πρὸς ἀλλήλους σιωπῇ τὸν τῆς μνησικακίας ἰὸν εἰς ὄλεθρον αὐτῶν ἐξάπτοντες, ἀγνοοῦντες, ὅτι μὴ μόνον ἐκ τῆς κατ' ἐνέργειαν ἁμαρτίας ἀπέχεσθαι δεῖ, ἀλλὰ καὶ ἀπὸ τῆς κατὰ διάνοιαν, ἵνα μὴ, τῷ σκότει τῆς μνησικακίας ὁ νοῦς ἀμαυρωθεὶς, ἐκπέσῃ τοῦ φωτὸς τῆς γνώσεως, καὶ τῆς διακρίσεως, καὶ στερηθῇ τῆς τοῦ ἁγίου Πνεύματος οἰκήσεως. Διὰ γὰρ τοῦτο καὶ ὁ Κύριος ἐν Εὐαγγελίοις κελεύει ἀφεῖναι τὸ δῶρον ἐπὶ τὴ θυσιαστήριον, καὶ διαλλάττεσθαι τῷ ἀδελφῷ· ἐπεὶ μὴ δυνατὸν εὐπρόσδεκτον γενέσθαι, θυμοῦ καὶ μνησικακίας ἐναποκειμένων ἡμῖν. Καὶ ὁ Ἀπόστολος δὲ λέγων ἀδιαλείπτως προσεύχεσθαι, καὶ ἐν παντὶ τόπῳ ἐπαίρειν ὁσίας χεῖρας, χωρὶς ὀργῆς καὶ διὰ λογισμῶν τοῦτο ἡμᾶς διδάσκει. Περιλείπεται τοίνυν ἢ μηδέποτε προσεύχεσθαι, καὶ κατὰ τοῦτο ὑποδίκους εἶναι τῷ ἀποστολικῷ παραγγέλματι, ἢ σπουδάζοντας φυλάττειν τὰ προστάγματα, χωρὶς ὀργῆς καὶ μνησικακίας τοῦτο ποιεῖν. Καὶ ἐπειδὴ πολλάκις λυπηθέντων ἀδελφῶν ἢ ταραχθέντων περιφρονοῦμεν λέγοντες, οὐκ ἐξ ἡμετέρας αἰτίας τούτους λελυπῆσθαι, ὁ τῶν ψυχῶν ἰατρὸς τὰς προφάσεις τῆς ὀργῆς ῥιζόθεν ἀπὸ καρδίας ἀνασπάσαι βουλόμενος, οὐ μόνον εἰ τύχοιμεν ἡμεῖς λελυπημένοι κατὰ τοῦ ἀδελφοῦ, προστάσσει ἀφιέναι τὸ δῶρον, καὶ διαλλάττεσθαι τούτῳ· ἀλλὰ καὶ εἰ αὐτὸς λελύπηται καθ' ἡμῶν δικαίως ἢ ἀδίκως, τοῦτον διὰ τῆς ἀπολογίας θεραπεύειν, καὶ τότε προσφέρειν τὸ δῶρον. Ἀλλὰ τί ἐπιπολὺ τοῖς εὐαγγελικοῖς καὶ ἀποστολικοῖς παραγγέλμασιν ἐνδιατρίβομεν, ἐξὸν καὶ ἀπὸ τοῦ παλαιοῦ νόμου μαθεῖν τοῦτο, ὃς, καὶ συγκατάβασιν τῆς ἀκριβείας ἔχειν δοκῶν, τάδε φησί· « Μὴ μισήσῃς τὸν ἀδελφόν σου ἐν τῇ καρδίᾳ σου· » καὶ πάλιν· « Ὁδοὶ μνησικάκων εἰς θάνατον. » Καὶ ἐνταῦθα γὰρ οὐ μόνον τὴν κατ' ἐνέργειαν, ἀλλὰ καὶ τὴν κατὰ διάνοιαν ὀργὴν κωλύει καὶ κολάζει. Διὸ προσήκει, τοῖς θείοις νόμοις ἀκολουθοῦντας, πάσῃ δυνάμει ἀγωνίζεσθαι κατὰ τοῦ πνεύματος τῆς ὀργῆς, καὶ κατὰ τῆς ἔνδον ἐν ἡμῖν ἀποκειμένης νόσου· καὶ μὴ, κατὰ τῶν ἀνθρώπων τὸν θυμὸν κινοῦντας, ἐρημίαν καὶ μόνωσιν μεταδιώ-
il" (Eph. 4:26-27); that is, do not cause Christ the Sun of righteousness, by provoking Him in consenting to evil thoughts, to set upon your hearts; lest by His departure the devil find a place in you. Concerning this sun God also says through the prophet: "Unto you that fear My name shall the Sun of righteousness arise, and healing shall be in His wings" (Mal. 4:2). And even if we take the saying according to the letter, not even until the setting of the sun are we permitted to keep our anger. What then shall we say concerning those who, through the savagery and madness of their passionate disposition, not only keep their anger until the setting of this sun, but even prolong it for very many days, keeping silence towards one another, no longer indeed uttering it through words, but by their silence towards one another kindling the poison of rancour unto their own destruction, not knowing that one must abstain not only from sin in deed, but also from that in thought, lest the mind, darkened by the gloom of rancour, fall away from the light of knowledge and of discernment, and be deprived of the indwelling of the Holy Spirit? For on this account the Lord also in the Gospels commands us to leave the gift before the altar, and to be reconciled to our brother (Matt. 5:24); since it is not possible for it to become acceptable while wrath and rancour lie stored up within us. And the Apostle also, when he says to pray without ceasing (1 Thess. 5:17), and in every place to lift up holy hands, without anger and disputings (1 Tim. 2:8), teaches us this. It remains, therefore, either never to pray, and in this respect to be accountable to the apostolic command, or, being zealous to keep the commandments, to do this without anger and rancour. And since often, when brethren have been grieved or troubled, we disregard it, saying that it is not from any fault of ours that they have been grieved, the Physician of souls, wishing to pluck up the pretexts of anger by the roots from the heart, commands us not only if we happen to be grieved against our brother to leave the gift and be reconciled to him; but even if he himself has been grieved against us justly or unjustly, to heal him through apology, and then to offer the gift. But why do we dwell at length upon the evangelical and apostolic precepts, when it is possible to learn this from the old law also, which, even though seeming to have a condescension from strictness, speaks thus: "Thou shalt not hate thy brother in thy heart" (Lev. 19:17); and again: "The ways of the rancorous lead to death" (Prov. 12:28). For here also it forbids and punishes not only anger in deed, but also anger in thought. Wherefore it is fitting that we, following the divine laws, should contend with all our strength against the spirit of anger, and against the sickness lying stored up within us; and not, stirring up wrath against men, pursue the desert and solitude—