Migne Reading Room

PG 28 · cols. 896–904 · Read from the page

Second epistle to Castor

Second epistle to Castor

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:896Read from the page
τοσοῦτον ὠφελεῖ τὸ κρατεῖν τοῦ στόματος, καὶ μὴ ἐκφέρειν ῥῆμα μανιῶδες, ὅσον τὸ καθαρίζειν τὴν καρδίαν ἀπὸ μνησικακίας, καὶ μὴ ἀνατρέφειν πονηροὺς λογισμούς. Τὰς ῥίζας γὰρ τῶν ἁμαρτημάτων ἐκκόπτειν παραγγέλλει ἡ εὐαγγελικὴ διδασκαλία, ἤπερ τοὺς καρπούς· τῆς ῥίζης γὰρ τοῦ θυμοῦ ἐκκοπείσης ἀπὸ τῆς καρδίας, οὔτε μῖσος, οὔτε φθόνος εἰς ἔργον προαχθήσεται· καὶ γὰρ ὁ μισῶν τὸν ἀδελφὸν αὐτοῦ ἀνθρωποκτόνος ἐστὶ, φονεύων αὐτὸν ἐν τῇ διαθέσει τοῦ μίσους. Ἀναιρεθέντος Θεὸς ἀφορᾷ· οὗτινος τὸ αἷμα, οὐ διὰ ξίφους ἐκχυθὲν, ἄνθρωποι βλέπουσιν, ἀλλὰ τῇ διαθέσει τοῦ μίσους ἀναιρεθέντος. Θεὸς ἄρα οὐ μόνον ὑπὲρ πράξεων, ἀλλὰ καὶ ὑπὲρ λογισμῶν καὶ ὑπὲρ προαιρέσεων ἐνὶ ἑκάστῳ στεφάνους ἢ τιμωρίας ἀποδιδοὺς, καθὼς αὐτὸς διὰ τοῦ προφήτου φησίν· « Ἐγὼ ἔρχομαι συναγαγεῖν τὰ ἔργα, καὶ τοὺς λογισμοὺς, καὶ τὰς ἐνθυμήσεις αὐτῶν. » Καὶ πάλιν ὁ Ἀπόστολος λέγει· « Μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγοροῦντες [κατηγορούντων], ἢ καὶ ἀπολογουμένων ἐν ἡμέρᾳ, ὅτε κρινεῖ ὁ Θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων. » Αὐτὸς δὲ ὁ Δεσπότης, διδάσκων ἡμᾶς, ὅτι δεῖ πᾶσαν ὀργὴν ἀποτίθεσθαι, φησὶν ἐν τοῖς Εὐαγγελίοις· « Ὅτι πᾶς ὁ ὀργιζόμενος τῷ ἀδελφῷ αὐτοῦ ἔνοχος ἔσται τῇ κρίσει. » Οὕτω γὰρ τῶν ἀντιγράφων τὰ ἀκριβῆ περιέχει· τὸ γὰρ εἰκῆ, ἐκ προσθήκης ἐτέθη· καὶ τοῦτο δῆλον ἐκ τοῦ προκειμένου λήμματος τῆς Γραφῆς. Ὁ γὰρ σκοπὸς τοῦ Κυρίου τὴν ῥίζαν, καὶ τὸν σπινθῆρα τῆς ὀργῆς ἀποκόπτειν πᾶσι τρόποις ἡμᾶς βούλεται, καὶ μήτε μίαν πρόφασιν ὀργῆς ἐν αὐτοῖς διαφυλάττειν· ἵνα μὴ εὐλόγως δῆθεν τὴν ὀργὴν κινούμενοι, ὕστερον τῇ μανίᾳ τοῦ ἀλόγου θυμοῦ περιπέσωμεν. Τῆς δὲ νόσου ταύτης τελεία ἰατρεία αὐτή ἐστι, ἵνα πιστεύσωμεν, ὅτι οὔτε ἐπὶ δικαίοις, οὔτε ἐπὶ ἀδίκοις, ἔξεστιν ἡμῖν κινεῖν τὸν θυμόν. Τοῦ γὰρ πνεύματος τῆς ὀργῆς σκοτίσαντος τὴν διάνοιαν, οὔτε διακρίσεως φῶς, οὔτε
does it profit so much to master the mouth, and not to utter a frenzied word, as to cleanse the heart from remembrance of wrongs, and not to nourish wicked thoughts. For the evangelical teaching commands us to cut out the roots of sins rather than the fruits; for when the root of wrath has been cut out from the heart, neither hatred nor envy will be brought forth into deed; for indeed he who hates his brother is a manslayer, murdering him in the disposition of hatred. When he is slain, God beholds it: whose blood men do not see poured out by the sword, yet he has been slain by the disposition of hatred. God therefore renders crowns or punishments to each one not only for deeds, but also for thoughts and for purposes, even as He Himself says through the prophet: "I come to gather together their works, and their thoughts, and their imaginations." And again the Apostle says: "Their thoughts amongst one another accusing [or, of them accusing], or else excusing them, in the day when God shall judge the hidden things of men." And the Master Himself, teaching us that we must lay aside all anger, says in the Gospels: "That everyone who is angry with his brother shall be liable to the judgement." For thus the accurate copies of the manuscripts contain it; for the word "without cause" was placed there by addition; and this is evident from the present passage of Scripture. For the aim of the Lord wills us in every way to cut off the root and the spark of anger, and not to preserve a single pretext of anger in ourselves; lest, being moved to anger with seemingly reasonable cause, we afterwards fall into the madness of irrational wrath. And the complete cure of this disease is this, that we believe that neither for just nor for unjust things is it lawful for us to stir up wrath. For when the spirit of anger has darkened the mind, neither the light of discernment, nor
5. Πέμπτος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ ἐπισκοτοῦντος τῇ ψυχῇ ἀπὸ πάσης πνευματικῆς θεωρίας, καὶ κωλύοντος αὐτὴν ἀπὸ πάσης ἀγαθῆς ἐργασίας. Ὅταν γὰρ τὸ πονηρὸν τοῦτο πνεῦμα περιδράξηται τῆς ψυχῆς, καὶ ὅλην αὐτὴν σκοτώσῃ, οὐκ εὐχὰς ἐκτελεῖν μετὰ προθυμίας συγχωρεῖ, οὐ τῶν ἱερῶν ἀναγνωσμάτων τῇ ὠφελείᾳ ἐγκαρτερεῖν, πρᾶον καὶ εὐκατάμικτον πρὸς τοὺς ἀδελφοὺς εἶναι οὐ συγχωρεῖ, καὶ πρὸς πάντα τῶν ἔργων τὰ ἐπιτηδεύματα, καὶ πρὸς αὐτὴν τοῦ βίου τὴν ἐπαγγελίαν μῖσος ἐμποιεῖ. Καὶ πάντα ἁπλῶς τὰ σωτηριώδη βουλεύματα τῆς ψυχῆς ἡ λύπη συγχέασα καὶ τὴν εὐτονίαν αὐτῆς, καὶ καρτερίαν παραλύσασα, ὡς
5. Our fifth contest is against the spirit of sorrow, which darkens the soul from all spiritual contemplation, and hinders it from every good work. For when this wicked spirit seizes hold of the soul, and darkens the whole of it, it does not allow it to perform prayers with eagerness, nor to persevere in the benefit of the sacred readings; it does not allow a man to be gentle and affable towards the brethren, and it produces hatred towards all the pursuits of works, and towards the very profession of this life. And in short, sorrow, having confounded all the saving counsels of the soul and paralysed its vigour and endurance, as
Notes, col. 896

On the reading

Printed ἐνὶ, for ἑνὶ.

PG 28:897Read from the page
ἄφρονα αὐτὴν, καὶ παραπλῆγα ἀπεργάζεται, τῷ τῆς ἀπογνώσεως λοιπὸν ἐνδήσασα λογισμῷ. Διὰ τοῦτο εἷς σκοπὸς ἡμῖν ἔστω ἀγωνίσασθαι τὸν πνευματικὸν ἀγῶνα, καὶ νικῆσαι σὺν Θεῷ τὰ πνεύματα τῆς πονηρίας, καὶ πάσῃ φυλακῇ τηρῆσαι τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ πνεύματος τῆς λύπης. Ὥσπερ γὰρ σὴς ἱμάτιον, καὶ σκώληξ ξύλον, οὕτως ἡ λύπη τὴν τοῦ ἀνθρώπου ψυχὴν κατεσθίει, ἐκκλίνειν πείθουσα πᾶσαν ἀγαθὴν συντυχίαν, καὶ οὐδὲ παρὰ τῶν γνησίων φίλων λόγον συμβουλίας δέχεσθαι συγχωροῦσα, οὐδὲ χρηστὴν ἀπόκρισιν ἢ εἰρηνικὴν ἐπιτρέπουσα τούτοις μεταδοῦναι· ἀλλὰ πᾶσαν τὴν ψυχὴν θλίβουσα, πικρίας αὐτὴν καὶ ἀκηδίας πληροῖ· καὶ λοιπὸν ὑποβάλλει αὐτὴν φεύγειν τοὺς ἀνθρώπους, ὡς αἰτίους αὐτῇ τῆς ταραχῆς γενομένους· καὶ οὐ συγχωρεῖ αὐτὴν ἐπιγνῶναι, ὅτι οὐκ ἔξωθεν, ἀλλ' ἔνδοθεν ἔχει τὴν νόσον ἀποκειμένην, ἥτις τότε φανεροῦται, ὅταν οἱ πειρασμοὶ ἐπιστάντες διὰ τῆς γυμνασίας εἰς τὸ ἐμφανὲς αὐτὴν προενέγκωσιν. Οὐδέποτε γὰρ ὑπὸ ἄλλου βλαβήσεται ἄνθρωπος, εἰ μὴ ἔνδοθεν ἀποκειμένην ἔχει τὴν νόσον, ἤτοι τὰς τῶν παθῶν αἰτίας, καὶ τούτου χάριν ὁ πάντων δημιουργὸς καὶ ἰατρὸς τῶν ψυχῶν Θεὸς, καὶ μόνος ἐπιστάμενος τὰ τραύματα τῆς ψυχῆς ἀκριβῶς, οὐ τὰς τῶν ἀνθρώπων διατριβὰς παραγγέλλει καταλιμπάνειν, ἀλλὰ τὰς ἐν ἡμῖν τῆς κακίας ἐκκόπτειν αἰτίας, γινώσκων τὴν αἰτίαν τῆς ψυχῆς ὑγείας οὐκ ἐν τῷ χωρισμῷ τῶν ἀνθρώπων κατορθοῦσθαι, ἀλλ' ἐν τῇ τῶν ἀνθρώπων συνδιαγωγῇ καὶ γυμνασίᾳ. Ὅταν τοίνυν διά τινας εὐλόγους δῆθεν προφάσεις τοὺς ἀδελφοὺς καταλιμπάνωμεν, οὐ τὰς τῆς λύπης ἀφορμὰς ἐξεκόψαμεν, ἀλλὰ μόνον ἐνηλλάξαμεν αὐτὰς τῆς ἐναποκειμένης ἔνδον νόσου, καὶ διετο... πραγμάτων ταύτας ἀνακινούσης. Διὰ τοῦτο κατὰ τῶν ἔνδοθεν παθῶν ἅπας ἡμῖν ἔστω ὁ πόλεμος. Τούτων γὰρ διὰ τῆς τοῦ Θεοῦ συνεργίας ἐκβληθέντων, οὐ λέγω μετὰ ἀνθρώπων, ἀλλὰ καὶ μετὰ θηρίων εὐκόλως συνδιατρίψομεν, κατὰ τὸ ὑπὸ τοῦ μακαρίου Ἰὼβ εἰρημένον· « Θῆρες ἄγριοι εἰρηνεύσουσί σοι. » Προηγουμένως τοίνυν ἀγωνιστέον κατὰ τοῦ πνεύματος τῆς λύπης, τοῦ βάλλοντος τὴν ψυχὴν εἰς ἀπόγνωσιν, ὅπως ἀπελάσωμεν τοῦτο τῆς ἡμετέρας καρδίας. Τοῦτο γὰρ τὸν Κάϊν οὐ συνεχώρησε μετὰ τὴν ἀδελφοκτονίαν μετανοῆσαι, οὔτε τὸν Ἰούδαν μετὰ τὴν τοῦ Δεσπότου προδοσίαν. Ἐκείνην μόνην τὴν λύπην ἀσκήσωμεν, τὴν ἐπὶ τῇ μετανοίᾳ τῶν ἡμαρτημένων μετὰ ἐλπίδος ἀγαθῆς γινομένην, καὶ τῇ ἐπικτήσει τῶν ἐν οὐρανοῖς ἀγαθῶν
senseless and deranged renders it, having bound it at last with the thought of despair. Wherefore let our one aim be to fight the spiritual contest, and with God to conquer the spirits of wickedness, and with all watchfulness to guard our heart from the spirit of sorrow. For just as a moth devours a garment, and a worm wood, so sorrow consumes the soul of man, persuading it to shun every good meeting, and not allowing it to receive a word of counsel even from true friends, nor permitting it to impart to them a kind or peaceful answer; but afflicting the whole soul, it fills it with bitterness and listlessness; and finally it suggests to it to flee from men, as though they had become the causes of its disturbance; and it does not allow it to recognize that it has the disease laid up not from without, but from within, which is made manifest at that time when temptations coming upon it bring it forth into the open through exercise. For a man will never be harmed by another unless he has the disease laid up within, that is, the causes of the passions; and for this reason God, the Creator of all and Physician of souls, Who alone knows the wounds of the soul accurately, does not command us to abandon the company of men, but to cut out the causes of wickedness within us, knowing that the cause of the soul's health is achieved not in separation from men, but in living together and exercising oneself with men. When therefore on account of certain seemingly reasonable pretexts we abandon the brethren, we have not cut out the occasions of sorrow, but have only exchanged them, while the disease laid up within and ... of affairs stirs them up. Wherefore let all our warfare be against the passions within. For when these have been cast out through the cooperation of God, we shall easily live not only, I say, with men, but even with wild beasts, according to what was spoken by the blessed Job: "Wild beasts shall be at peace with you." Above all, therefore, we must struggle against the spirit of sorrow, which casts the soul into despair, so that we may drive this out of our heart. For this did not allow Cain to repent after the slaying of his brother, nor Judas after the betrayal of the Master. Let us practise that sorrow alone which arises over the repentance of sins with good hope, and for the acquisition of the good things in the heavens
[Λείπει φύλλον ἓν, τουτέστι τὸ λεῖπον κατα τοῦ πνεύματος τῆς λύπης, καὶ ἡ ἀρχὴ τοῦ κατὰ τῆς ἀκηδίας πνεύματος.]
[One leaf is missing, that is, what remains against the spirit of sorrow, and the beginning of that against the spirit of listlessness.]
.... 6. Ἄρτον ἐσθίωσιν. Ἀκούσωμεν πῶς σοφῶς ἡμῖν ὑποδείκνυσι τὰς αἰτίας τῆς ἀκηδίας ὁ Ἀπόστολος· « Ἀτάκτους » γὰρ καλεῖ τοὺς μὴ ἐργαζομένους, ἐνὶ τούτῳ ῥή-
6. eat bread. Let us hear how wisely the Apostle shows us the causes of listlessness; for he calls those who do not work "disorderly," by this one word
Notes, col. 897

On the reading

Printed κατα, for κατὰ.

Printed ἐνὶ, for ἑνὶ.

PG 28:900Read from the page
ματι πολλὴν κακίαν ἐμφαίνων. Ὁ γὰρ ἀργος καὶ προπετὴς ἐν λόγοις τυγχάνει, καὶ πρὸς λοιδορίαν πρόχειρος, καὶ λοιπὸν εἰς ἡσυχίαν ἀνεπιτήδειος, καὶ τῆς ἀκηδίας δοῦλος. Παραγγέλλει οὖν στέλλεσθαι ἀπ' αὐτοῦ, τουτέστιν ἀφορίζεσθαι ὡς ἀπὸ λοιμικῆς νόσου. Εἶτα τί φησι· « Καὶ μὴ κατὰ τὴν παράδοσιν ἣν παρέλαβον παρ' ἡμῶν, » διὰ τῆς λέξεως ταύτης ὑπερηφάνους αὐτοὺς εἶναι, καταφρονήσαντας ἐμφαίνων, καὶ τῶν ἀποστολικῶν παραδόσεων καταλυτάς· καὶ πάλιν· « Δωρεὰν, φησὶν, ἄρτον οὐκ ἐφάγομεν παρά τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ, νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα ὑμῶν. » Ὁ διδάσκαλος τῶν ἐθνῶν, ὁ κήρυξ Εὐαγγελίου, ὁ μετάρσιος ἕως τρίτου οὐρανοῦ, ὁ λέγων τὸν Κύριον προστεταχέναι τοὺς τὸ Εὐαγγέλιον καταγγέλλοντας ἐκ τοῦ Εὐαγγελίου ζῇν, ἐν κόπῳ καὶ νυκτὸς καὶ ἡμέρας εἰργάζετο πρὸς τὸ μὴ ἐπιβαρῆσαι. Τί οὖν ποιήσομεν ἡμεῖς ἀκηδιῶντες ἀπὸ τοῦ ἔργου, καὶ τὴν σωματικὴν ἀνάπαυσιν μεταδιώκοντες· οἷς οὔτε κήρυγμα Εὐαγγελίου ἐνεχειρίσθη, οὔτε τῶν Ἐκκλησιῶν ἡ μέριμνα, ἀλλὰ τῆς ἰδίας μόνης ψυχῆς ἡ φροντίς; Εἶτα, σαφέστερον δεικνύων τὴν τικτομένην βλάβην ἐκ τῆς ἀργίας, ἐπιφέρει· « Μηδὲν ἐργαζομένους, ἀλλὰ περιεργαζομένους· » ἀπὸ ἀργίας ἀταξία, καὶ ἀπὸ ἀταξίας πᾶσα κακία. Κατασκευάζων δὲ πάλιν τὴν θεραπείαν αὐτῆς ἐπιφέρει· « Τοῖς δὲ τοιούτοις παραγγέλλομεν, καὶ παρακαλοῦμεν ἐν ἡσυχίᾳ ἐργαζομένους τὸν ἑαυτῶν ἄρτον ἐσθίειν· » καὶ ἐπιπληκτικώτερον ἐπάγει λέγων· « Εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. » Τούτοις τοῖς ἀποστολικοῖς παραγγέλμασιν οἱ κατὰ τὴν Αἴγυπτον ἅγιοι Πατέρες, παιδευόμενοι, οὐδένα καιρὸν ἀργοὺς εἶναι τοὺς μοναχοὺς ἐπιτρέπουσι, καὶ μάλιστα τοὺς νεωτέρους, εἰδότες, ὅτι διὰ τῆς ὑπομονῆς τοῦ ἔργου ἀκηδίαν ἀπελαύνουσι, καὶ τὴν ἑαυτῶν τροφὴν προσπορίζουσι, καὶ τοῖς δεομένοις βοηθοῦσιν. Οὐ μόνον γὰρ τῆς ἑαυτῶν χρείας ἕνεκεν ἐργάζονται, ἀλλὰ δὲ ξένοις καὶ πτωχοῖς, καὶ τοῖς ἐν φυλακαῖς, καὶ πᾶσι τοῖς δεομένοις, ἐκ τοῦ ἰδίου ἔργου ἐπιχορηγοῦσι, πιστεύοντες τὴν ἑαυτῶν εὐποιίαν, θυσίαν εὐάρεστον τῷ Θεῷ γίνεσθαι. Καὶ τοῦτο δὲ λέγουσιν οἱ Πατέρες, ὅτι ὁ ἐργαζόμενος ἑνὶ δαίμονι πολεμεῖ, καὶ πολλάκις ὑπ' αὐτοῦ θλίβεται· ὁ δὲ ἀργὸς ὑπὸ μυρίων πνευμάτων αἰχμαλωτίζεται. Καλὸν δὲ πρὸς τούτοις καὶ λόγον ἐπιμνησθῆναι τοῦ ἀββᾶ Μωϋσέως τοῦ δοκιμωτάτου ἐν τοῖς Πατρασιν, ὃν πρὸς μὲ ἀπεφθέγξατο. Καθεσθέντος γάρ μου ὀλίγον χρόνον ἐν τῇ ἐρήμῳ, ὠχλήθην ὑπὸ ἀκηδίας, καὶ παραβαλὼν αὐτῷ, λέγω πρὸς αὐτὸν, ὅτι « Δεινῶς ὀχληθεὶς ὑπὸ τῆς ἀκηδίας, καὶ ἐξασθενήσας σφόδρα, οὐ πρότερον ἀπηλλάγην αὐτῆς, εἰ μὴ ἀπῆλθον, καὶ παρέβαλον τῷ ἀββᾷ Παύλῳ. » Ἀπεκρίνατο δέ μοι πρὸς ταῦτα ὁ ἀββᾶς Μωϋσῆς λέγων· « Θάρσει, οὐχ ἑαυτὸν ἀπὸ ταύτης ἠλευθέρωσας, ἀλλὰ μᾶλλον ἔκδοτον καὶ δοῦλον ταύτῃ παρέδωκας. Γίνωσκε
manifesting much wickedness. For the idle man is also rash in words, and ready for reviling, and moreover unfit for quietness, and a slave of listlessness. He commands us therefore to withdraw from him, that is, to separate ourselves as from a pestilential disease. Then what does he say: "And not according to the tradition which they received from us," showing through this expression that they are proud, having become contemptuous, and destroyers of the apostolic traditions; and again: "Neither did we eat bread from anyone for nothing," he says, "but in labour and travail, working night and day so as not to burden any of you." The teacher of the nations, the herald of the Gospel, the one lifted up as far as the third heaven, who says that the Lord commanded those who proclaim the Gospel to live from the Gospel, worked in labour both night and day so as not to be a burden. What then shall we do who grow listless from work, and pursue bodily rest—to whom neither the preaching of the Gospel has been entrusted, nor the care of the Churches, but the care of our own soul alone? Then, showing more clearly the harm born of idleness, he adds: "Working at nothing, but being busybodies"; from idleness comes disorder, and from disorder every wickedness. And preparing again its cure, he adds: "Now such persons we command and exhort to work in quietness and eat their own bread"; and more rebukingly he subjoins, saying: "If anyone does not wish to work, neither let him eat." Instructed by these apostolic precepts, the holy Fathers throughout Egypt allow the monks at no time to be idle, and especially the younger ones, knowing that through the patience of work they drive away listlessness, and procure their own food, and help those in need. For they work not only on account of their own need, but also supply strangers and poor men, and those in prisons, and all those in need, from their own work, believing that their beneficence becomes a sacrifice well-pleasing to God. And the Fathers say this also, that he who works fights with one demon, and is often afflicted by him; whereas the idle man is taken captive by countless spirits. And besides these things, it is good to recall also a word of Abba Moses, the most approved amongst the Fathers, which he uttered to me. For when I had sat for a short time in the desert, I was troubled by listlessness, and going to him, I say to him: "Having been terribly troubled by listlessness, and having grown exceedingly weak, I was not delivered from it before I went off and visited Abba Paul." And Abba Moses answered me to these things, saying: "Take courage; you have not freed yourself from it, but rather have surrendered yourself to it as a captive and a slave. Know
Notes, col. 900

On the reading

Printed ἀργος, for ἀργὸς.

Printed Πατρασιν, for Πατράσιν.

PG 28:901Read from the page
τοίνυν, ὅτι βαρυτέρως σε ὡς λειποτάκτην καταπολεμήσει· εἰ μὴ τοῦ λοιποῦ δι' ὑπομονῆς καὶ προσευχῆς καὶ τοῦ ἔργου τῶν χειρῶν, ταύτην καταπαλαῖσαι σπουδάσῃς. »
therefore that it will wage war against you more heavily as a deserter, unless hereafter through endurance and prayer and the work of your hands you strive to wrestle it down."
7. Ἕβδομος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς κενοδοξίας, πολύμορφον τοῦτο καὶ λεπτότατον πάθος, καὶ οὐδὲ ὑπ' αὐτοῦ τοῦ πειραζομένου καταλαμβανόμενον. Καὶ γὰρ τῶν ἄλλων παθῶν αἱ προσβολαὶ φανερώτεραι τυγχάνουσι, καὶ εὐκολώτερόν πως τὴν πρὸς ταῦτα μάχην κέκτηνται, καὶ τῆς ψυχῆς τὸν πόλεμον ἐπιγινωσκομένης διὰ τῆς ἀντιῤῥήσεως καὶ προσευχῆς τοῦτον ἀνατρεπούσης. Ἡ δὲ τῆς κενοδοξίας κακία, πολύμορφος οὖσα, καθὼς εἴρηται, δυσκαταγώνιστος τυγχάνει. Καὶ γὰρ ἐν παντὶ ἐπιτηδεύματι παρυφίσταται ἔν τε σχήματι, καὶ μορφῇ, καὶ βαδίσματι, καὶ λόγῳ, καὶ ἐν ἀγρυπνίαις, καὶ ἐν νηστείαις, καὶ ἐν προσευχῇ, καὶ ἐν ἀναγνώσει, καὶ ἐν ἡσυχίᾳ, καὶ ἐν μακροθυμίᾳ. Διὰ πάντων γὰρ τούτων ἐπιχειρεῖ τὸν στρατιώτην τοῦ Χριστοῦ κατατοξεύειν. Καὶ γὰρ ὅντινα μὴ δυνηθῇ διὰ πολυτελείας ἐνδυμάτων πρὸς κενοδοξίαν ἀπατῆσαι, τοῦτον δι' εὐτελοῦς ἐσθῆτος ἐπιχειρεῖ πειράζειν. Καὶ ὃν οὐκ ἠδυνήθη διὰ τιμῆς ἐπᾶραι, τοῦτον διὰ τοῦ φέρειν δῆθεν ἀτιμίαν εἰς ἀπόνοιαν αἴρει· καὶ ὃν οὐκ ἠδυνήθη διὰ τῆς ἐπιστήμης τοῦ λόγου πεῖσαι κενοδοξεῖν, τοῦτον τῇ σιωπῇ ὡς ἥσυχον δελεάζει· καὶ ὃν οὐκ ἠδυνήθη πολυτελείᾳ βρωμάτων χαυνῶσαι, τοῦτον διὰ νηστείας εἰς ἔπαινον ἐκλύει. Καὶ ἁπλῶς πᾶν ἔργον, πᾶν ἐπιτήδευμα, πρόφασιν πολέμου παρέχει τούτῳ τῷ δαίμονι. Ἔτι δὲ πρὸς τούτοις καὶ κλῆρον φαντάζεται ὁ πολεμούμενος ὑπ' αὐτοῦ. Μέμνημαι γάρ τινος γέροντος, ἡνίκα ἐν Σκήτῃ διέτριβον, ἀπελθόντος εἰς κελλίον τινὸς ἀδελφοῦ ἐπισκέψεως χάριν, καὶ ὡς ἐπλησίασε τῇ θύρᾳ τῆς κέλλης, ἀκούει αὐτοῦ λαλοῦντος ἔνδον· καὶ νομίσας ὁ γέρων ἀπὸ Γραφῆς αὐτὸν μελετᾷν, ἔστη ἀκροώμενος, καὶ αἰσθάνεται αὐτοῦ ὑπὸ κενοδοξίας παραφρονοῦντος, καὶ ἑαυτὸν χειροτονοῦντος διάκονον, καὶ τοῖς κατηχουμένοις ἀπόλυσιν παρέχοντα. Ὡς οὖν ἤκουσε τοῦτο ὁ γέρων, τέλος ὠθήσας τὴν θύραν εἰσῆλθε, καὶ ἀπαντήσας αὐτῷ ὁ ἀδελφὸς προσεκύνησε κατὰ τὸ ἔθος καὶ ἠξίου μαθεῖν παρ' αὐτοῦ, ει πολλὴν ὥραν ἔχει πρὸς τῇ θύρᾳ. Ὁ δὲ γέρων χαριέντως ἀπεκρίθη πρὸς αὐτόν· Ἄρτι, φησὶν, ἦλθον, ὅτε σὺ τὴν ἀπόλυσιν τοῖς κατηχουμένοις ἐπετέλεις. Τότε ὁ ἀδελφὸς, ἀκούσας ταῦτα, ἔπεσε παρὰ τοὺς πόδας τοῦ γέροντος, καὶ παρακαλεῖ αὐτὸν εὔχεσθαι ὑπὲρ αὐτοῦ, ἵνα ῥυσθῇ τῆς τοιαύτης πλάνης. Τούτου δὲ ἐμνήσθην δεῖξαι βουλόμενος εἰς ὅσην ἀναισθησίαν φέρει τὸν ἄνθρωπον οὗτος ὁ δαίμων. Ὁ τοίνυν βουλόμενος τελείως ἀθλῆσαι, καὶ τὸν τῆς δικαιοσύνης στέφανον ἀναδήσασθαι, πᾶσι τρόποις σπουδάσῃ τὸ πολύμορφον τοῦτο θηρίον νικῆσαι, πρὸ ὀφθαλμῶν ἔχων πάντοτε τὸ ὑπὸ τοῦ ἁγίου Δαυῒδ εἰρημένον· « Κύριος διεσκόρπισεν ὀστᾶ ἀνθρωπαρέσκων· » καὶ μηδὲν ποιείτω περιβλεπόμενος τὸν ἐξ ἀνθρώπων ἔπαινον, ἀλλὰ τὸν παρὰ Θεοῦ μισθὸν ἐπιζητείτω, καὶ
7. Our seventh contest is against the spirit of vainglory, a multiform and most subtle passion, not perceived even by the very one who is tempted. For the assaults of the other passions are more manifest, and admit of an easier battle against them, since the soul recognizes the war and overthrows it through refutation and prayer. But the wickedness of vainglory, being multiform, as has been said, is hard to vanquish. For it lurks beside every pursuit: in habit, and form, and gait, and speech, and in vigils, and in fasts, and in prayer, and in reading, and in quietness, and in long-suffering. For through all these things it attempts to shoot down the soldier of Christ. For whomever it cannot deceive unto vainglory through costliness of garments, him it attempts to tempt through cheapness of attire. And whom it could not lift up through honour, him it raises into arrogance through seemingly bearing dishonour; and whom it could not persuade to be vainglorious through knowledge of speech, him it baits by silence as being a quiet man; and whom it could not puff up by sumptuousness of foods, him it relaxes unto praise through fasting. And in short, every work, every pursuit, affords a pretext of war to this demon. And furthermore, besides these things, he who is warred against by it even imagines for himself clerical rank. For I remember a certain old man, when I was living in Scete, who went to the cell of a certain brother for a visit, and as he drew near to the door of the cell, he hears him speaking inside; and the old man, supposing that he was reciting from Scripture, stood listening, and perceives him raving from vainglory, and ordaining himself deacon, and giving the dismissal to the catechumens. When therefore the old man heard this, at last pushing the door he entered, and the brother, meeting him, made obeisance according to custom and asked to learn from him whether he had been a long time at the door. And the old man pleasantly answered him: "I just came," he says, "when you were performing the dismissal for the catechumens." Then the brother, hearing these things, fell at the feet of the old man, and begs him to pray for him, that he might be delivered from such delusion. Now I have recalled this wishing to show to what great insensibility this demon brings a man. Whoever therefore wishes to contend perfectly, and to bind on the crown of righteousness, let him strive in every way to conquer this multiform beast, having always before his eyes what was spoken by the holy David: "The Lord has scattered the bones of men-pleasers"; and let him do nothing looking round for praise from men, but let him seek after the reward from God, and
Notes, col. 901

On the reading

Printed ει, for εἰ.

PG 28:904Read from the page
ἀποῤῥίπτων ἀει τοὺς ἐπερχομένους ἐν τῇ καρδίᾳ αὐτοῦ λογισμοὺς καὶ ἐπαινοῦντας αὐτὸν, ἐξουθενείτω
casting away always the thoughts coming up in his heart and praising him, let him despise
8. Ὄγδοος ἡμῖν ἐστιν ἀγὼν κατὰ τοῦ πνεύματος τῆς ὑπερηφανίας· χαλεπώτατος οὗτος καὶ πάντων τῶν προτέρων ἀγριώτερος, τοὺς τελείους μάλιστα πολεμῶν, καὶ σχεδὸν τοὺς τὸ ὕψος τῶν ἀρετῶν ἀναβεβηκότας ἐπιχειρεῖ καταστρέφειν· καὶ καθάπερ νόσος λοιμικὴ φθοροποιὸς οὐχὶ μέρος τοῦ σώματος, ἀλλ' ὅλον διαφθείρει. Καὶ τῶν μὲν ἄλλων παθῶν ἕκαστον, εἰ καὶ ταράσσει τὴν ψυχὴν, ἀλλὰ πρὸς μίαν τὴν ἀντικειμένην αὐτῷ ἀρετὴν πολεμοῦν, καὶ ταύτην νικῆσαι φιλονεικοῦν, ἐκ μέρους ἐπισκοτεῖ τὴν ψυχὴν, καὶ ταράσσει αὐτήν· τὸ δὲ τῆς ὑπερηφανίας πᾶσαν αὐτὴν ἐπισκοτεῖ, καὶ εἰς πτῶσιν ἄγει ἐσχάτην. Καὶ ἵνα σαφέστερον νοήσωμεν τὸ εἰρημένον, σκοπήσωμεν οὕτως. Ἡ γαστριμαργία τὴν ἐγκράτειαν σπουδάζει διαφθεῖραι, ἡ πορνεία τὴν σωφροσύνην, ἡ φιλαργυρία τὴν ἀκτημοσύνην· ὁ θυμὸς τὴν πραότητα, καὶ τὰ λοιπὰ τῆς κακίας εἴδη τὰς ἐναντίας αὐτῶν ἀρετάς· ἡ δὲ τῆς ὑπερηφανίας κακία, ὅταν κυριεύσῃ τῆς ἀθλίας ψυχῆς, ὥσπερ τις χαλεπώτατος τύραννος μεγάλην πόλιν καὶ ὑψηλὴν παραλαβὼν, ὅλην αὐτὴν καταστρέφει, καὶ ἕως θεμελίων κατασκάπτει. Καὶ μάρτυς τούτου ὁ ἄγγελος ὁ ἐκ τοῦ οὐρανοῦ πεσὼν διὰ τὴν ὑπερηφανίαν· ὃς, ἐκ τοῦ Θεοῦ κτισθεὶς, καὶ πάσῃ ἀρετῇ καὶ σοφίᾳ κοσμηθεὶς, οὐ τῇ τοῦ Δεσπότου χάριτι ἐβουλήθη ταῦτα ἐπιγράφειν, ἀλλὰ τῇ ἰδίᾳ φύσει· ὅθεν καὶ ἴσον ἑαυτὸν ὑπέλαβεν εἶναι Θεοῦ. Καὶ ταύτην αὐτοῦ τὴν ἐνθύμησιν ἐλέγχων ὁ προφήτης φησίν· « Εἶπας ἐν τῇ καρδίᾳ σου· Καθιῶ ἐν ὄρει ὑψηλῷ, θήσω τὸν θρόνον μου ἐπὶ τῶν νεφελῶν, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. » Σὺ δὲ ἄνθρωπος, καὶ οὐ Θεός. Καὶ ἄλλος προφήτης λέγει· « Τί ἐγκαυχᾷ ἐν κακίᾳ, ὁ δυνατός; » καὶ μετ' ὀλίγα· « Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, γλῶσσαν δολίαν. Διὰ τοῦτο ὁ Θεὸς καθελεῖ σε εἰς τέλος, ἐκτῖλαί σε, καὶ μεταναστεῦσαί σε ἀπὸ σκηνώματός σου, καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων. Ὄψονται δίκαιοι, καὶ φοβηθήσονται, καὶ ἐπ' αὐτὸν γελάσονται, καὶ ἐροῦσιν· Ἰδοὺ ἄνθρωπος ὃς οὐκ ἔθετο τὸν Θεὸν βοηθὸν αὐτοῦ, καὶ ἐνεδυναμώθη ἐπὶ τῇ ματαιότητι αὐτοῦ. » Ταῦτα τοίνυν γινώσκοντες, φοβηθῶμεν, καὶ πάσῃ φυλακῇ τηρήσωμεν τὴν ἑαυτῶν καρδίαν ἀπὸ τοῦ θανατηφόρου πνεύματος τῆς ὑπερηφανίας, ἐπιλέγοντες ἑαυτοῖς τὸ τοῦ Ἀποστόλου, ὅταν ἀρετήν τινα κατορθώσωμεν· « Οὐκ ἐγὼ δὲ, ἀλλ' ἡ χάρις τοῦ Θεοῦ ἡ σὺν ἐμοί· » καὶ τὸ ὑπὸ τοῦ Κυρίου εἰρημένον, ὅτι « Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδέν· » καὶ τὸ ὑπὸ τοῦ Προφήτου· « Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες· » καὶ πάλιν· « Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. » Καὶ γὰρ εἰ καὶ τὰ μάλιστα ἔσεταί τις ζέων τῇ προθυμίᾳ, καὶ σπουδαῖος τῇ προαιρέσει, ἀλλὰ σαρκὶ συνδεδεμέ-
8. Our eighth contest is against the spirit of pride; this is the hardest and fiercer than all the former ones, warring especially against the perfect, and it attempts to overthrow those who have almost ascended to the height of the virtues; and just like a destructive pestilential disease, it destroys not a part of the body, but the whole. And each of the other passions, even if it troubles the soul, yet warring against the single virtue opposed to it, and striving to conquer this, darkens the soul in part, and troubles it; whereas that of pride darkens the whole of it, and leads it to utter ruin. And that we may understand what has been said more clearly, let us consider it thus. Gluttony strives to corrupt temperance, fornication chastity, avarice poverty; wrath gentleness, and the remaining species of wickedness their contrary virtues; but the wickedness of pride, when it gains mastery over the wretched soul, just like some most harsh tyrant who has taken a great and lofty city, overthrows the whole of it, and razes it to the foundations. And a witness of this is the angel who fell from heaven on account of pride; who, having been created by God, and adorned with every virtue and wisdom, did not wish to ascribe these things to the grace of the Master, but to his own nature; whence also he supposed himself to be equal to God. And rebuking this thought of his, the prophet says: "You said in your heart: I will sit upon a lofty mountain, I will set my throne upon the clouds, and I shall be like the Most High." Yet you are a man, and not God. And another prophet says: "Why do you boast in wickedness, O mighty man?" and a little further on: "You have loved all words of engulfing ruin, a deceitful tongue. Therefore God shall cast you down for ever, pluck you out, and remove you from your dwelling, and your root from the land of the living. The righteous shall see, and shall fear, and shall laugh at him, and shall say: Behold a man who did not make God his helper, and strengthened himself upon his vanity." Knowing these things, therefore, let us fear, and with all watchfulness let us guard our heart from the deadly spirit of pride, repeating to ourselves the word of the Apostle whenever we achieve some virtue: "Yet not I, but the grace of God which is with me"; and what was spoken by the Lord, that "Apart from Me you can do nothing"; and what was spoken by the Prophet: "Unless the Lord build the house, those who build have laboured in vain"; and again: "It is not of him who wills, nor of him who runs, but of God Who shows mercy." For even if someone be most fervent in eagerness, and zealous in purpose, yet being bound with flesh
Notes, col. 904

On the reading

Printed ἀει, for ἀεὶ.