PG 28:760Read from the pageἈπόκ. Σημεῖον ἦν τοῦ βαπτίσματος τὸ διαπεράσαι τὸν Ἰσραηλίτην λαὸν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. Ὥσπερ γὰρ ἐκεῖνοι περάσαντες ἔφυγον τῶν ἐχβρῶν τὴν ἐπιβουλὴν, καὶ ἐν τῇ ἐρήμῳ τῷ μάννα ἐτρέφοντο· οὕτω δὴ καὶ οἱ βαπτιζόμενοι λυτροῦνται τοῦ νοητοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων δαιμόνων, καὶ τρέφονται τῷ ἐπουρανίῳ ἄρτῳ τοῦ ἁγίου Πνεύματος. Ἐπεὶ δὲ περὶ τοῦ βαπτίσματος ὁ λόγος, εἴπωμεν σαφέστερον περὶ αὐτοῦ.
Answer. The crossing of the Israelite people in the Red Sea was a sign of baptism. For just as those men, having crossed over, escaped the plot of the enemies, and in the wilderness were nourished with the manna; so indeed those also who are baptized are redeemed from the spiritual Pharaoh and the Egyptian demons, and are nourished with the heavenly bread of the Holy Spirit. And since the discourse is about baptism, let us speak more clearly about it.
Περὶ τοῦ ἁγίου βαπτίσματος.
On Holy Baptism.
Πρῶτον βάπτισμα τὸ τοῦ κατακλυσμοῦ εἰς ἐκκοπὴν ἁμαρτίας· δεύτερον τὸ τοῦ Μωσέως, ὅτε τὴν Ἐρυθρὰν διεπέρασε· τυπικὸν γὰρ ἦν· ὥσπερ γὰρ ἐκεῖ ἡ θάλασσα, οὕτω τὸ ὕδωρ ἐν τῷ βαπτίσματι· καὶ ὥσπερ ἐκεῖ ἡ νεφέλη, οὕτως ἐνταῦθα τὸ Πνεῦμα τὸ ἅγιον. Τίς δὲ ἦν ἡ νεφέλη ἐκείνη, ἄκουσον· Ὅτε ἐξῆλθον τῆς Αἰγύπτου οἱ Ἑβραῖοι μετὰ Μωσέως, ἀπέστειλεν νέφος, ὥσπερ στῦλον πυρὸς, καὶ ἐφώτιζεν αὐτοὺς τὴν νύκτα, ὥστε περιπατεῖν αὐτοὺς καὶ τὴν νύκτα, ἵνα μὴ φθάσωσιν αὐτοὺς οἱ Αἰγύπτιοι. Ὄπισθεν δὲ αὐτῶν περιεπάτει νεφέλη, καὶ ἐπεσκίαζεν αὐτοὺς, ἵνα μὴ ὁρῶσιν αὐτοὺς οἱ Αἰγύπτιοι. Καὶ τοῦτό ἐστι τὸ δεύτερον βάπτισμα. Τρίτον δὲ τὸ νομικὸν, ὅπερ εἶχον οἱ Ἑβραῖοι. Πᾶς γὰρ ἀκάθαρτος ἐλούετο ὕδατι, ἐπλύνετο τὰ ἱμάτια αὐτοῦ, καὶ οὕτως εἰσήρχετο εἰς τὴν παρεμβολήν. Τέταρτον βάπτισμα τὸ τοῦ Ἰωάννου, εἰσαγωγικὸν μὲν, οὔπω δὲ ὅλον πνευματικὸν, ἀλλ' εἰς μετάνοιαν μόνον. Πέμπτον τὸ διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὅπερ καὶ αὐτὸς ἐβαπτίσατο. Τοῦτο δὲ ὅλον πνευματικόν· τοῦτο καὶ ἡμεῖς βαπτιζόμεθα. Ἕκτον τὸ διὰ δακρύων, ὄντως ἐπίπονον, ὡς ὁ λούων καθ' ἑκάστην νύκτα τὴν κλίνην αὐτοῦ, καὶ μετανοῶν καὶ θρηνῶν ἐφ' οἷς ἥμαρτεν. Ἕβδομον βάπτισμα τὸ διὰ μαρτυρίου καὶ αἵματος, ὅπερ καὶ αὐτὸς ὁ Χριστὸς ἐβαπτίσατο, καὶ πολύ γε τῶν ἄλλων αἰδεσιμώτερον, ὅσῳ δευτέροις ῥύποις οὐ μολύνεται. Ὄγδοον τὸ τελευταῖον οὐ σωτήριον, ἀλλὰ καυστικὸν, καὶ κολάζον ἀτελεύτητα καὶ αἰωνίως τοὺς ἁμαρτωλούς.
The first baptism was that of the flood for the cutting off of sin; the second, that of Moses, when he crossed the Red Sea; for it was figurative: for just as the sea was there, so is the water in baptism; and just as the cloud was there, so here is the Holy Spirit. And what that cloud was, hear: When the Hebrews went out of Egypt with Moses, He sent a cloud, like a pillar of fire, and it gave them light at night, so that they walked at night also, lest the Egyptians should overtake them. And behind them walked a cloud, and overshadowed them, lest the Egyptians should see them. And this is the second baptism. The third is that of the law, which the Hebrews had. For every unclean man washed with water, washed his garments, and thus entered into the camp. The fourth baptism is that of John, introductory indeed, yet not wholly spiritual, but unto repentance only. The fifth is that through our Lord Jesus Christ, with which He Himself also was baptized. And this is wholly spiritual; with this we also are baptized. The sixth is that through tears, truly laborious, like him who every night washes his couch (Ps. 6:7), and repents and mourns over the sins he committed. The seventh baptism is that through martyrdom and blood, with which Christ Himself also was baptized, and much more venerable than the others, inasmuch as it is not defiled by second stains. The eighth and last is not saving, but burning, and punishing sinners endlessly and eternally.
Ἐρώτ. ρβʹ. Τί λέγει· ‹ Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται ; ›
Question 102. What does he mean: 'Flesh and blood cannot inherit the kingdom of God' (1 Cor. 15:50)?
Ἀπόκ. Ὅτι πᾶς ὁ τὴν ἑαυτοῦ σάρκα τρέφων εἰς κόρον, οὐ δύναται βασιλείας Θεοῦ κληρονομῆσαι.
Answer. That everyone who nourishes his own flesh to satiety cannot inherit the kingdom of God.
Ἐρώτ. ργʹ. Τί λέγει· ‹ Εἴ τις οὐ φιλεῖ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, ἤτω ἀνάθεμα, Μαρὰν ἀθά ; ›
Question 103. What does he mean: 'If anyone does not love our Lord Jesus Christ, let him be anathema, Maran atha' (1 Cor. 16:22)?
Ἀπόκ. Τουτέστι· Χωρίσατε αὐτὸν ἀπὸ τῆς Ἐκκλησίας καὶ τῶν πιστῶν, καὶ ἔστω κεχωρισμένος ἀπὸ τοῦ λαοῦ ὁ μὴ πιστεύων. Ὁ γὰρ Κύριος ἦλθε· τοῦτο γὰρ ἑρμηνεύει τὸ Μαρὰν ἀθά.
Answer. That is: Separate him from the Church and the faithful, and let him who does not believe be separated from the people. For the Lord has come; for this is what Maran atha means.
Ἐρώτ. ρδʹ. ‹ Εἴ τις ἐν Χριστῷ καινὴ κτίσις, ἀνακαινίζεται ; ›
Question 104. 'If anyone is in Christ, a new creation, he is renewed' (cf. 2 Cor. 5:17)?
Ἀπόκ. Τουτέστιν· Εἴ τις εἰς Χριστὸν ἐπίστευσεν, εἰς ἑτέραν ἦλθε διαγωγήν. Ἄνωθεν γὰρ ἐγεννήθη διὰ τοῦ Πνεύματος, καὶ ζῇ οὐ τὴν ἐν ἁμαρτίαις, ἀλλὰ τὴν ἐν πνεύματι ζωήν.
Answer. That is: If anyone has believed in Christ, he has come into another way of life. For he has been born from above through the Spirit, and lives not the life in sins, but the life in the spirit.
Notes, col. 760
On the reading
Printed ἐχβρῶν, for ἐχθρῶν.
PG 28:761Read from the pageἘρώτ. ρεʹ. ‹ Τρὶς ἐναυάγησα. ›
Question 105. 'Three times I was shipwrecked' (2 Cor. 11:25).
Ἀπόκ. Μυστικῶς αἰνιττόμενος λέγει. Τρίτον γὰρ εναυάγησεν ἡ ἀνθρωπότης· πρῶτον διὰ τῆς παραβάσεως· δεύτερον ἐν τῷ κατακλυσμῷ τοῦ Νῶε· τρίτον, μετὰ τὸ δέξασθαι τὸν νόμον, εἰς εἰδωλολατρείαν ἐξέπεσεν ὁ λαὸς, ἕως ἐλθὼν ὁ τῶν ψυχῶν κυβερνήτης Χριστὸς, καὶ στήσας τὸ ἱστίον τοῦ σταυροῦ, ἀχείμαστον ἡμῶν τὸν πλοῦν εἰς οὐρανὸν ᾠκοδόμησεν.
Answer. He speaks hinting mystically. For three times humanity was shipwrecked: first through the transgression; second in the flood of Noah; third, after receiving the law, the people fell away into idolatry, until Christ the steersman of souls came, and having set up the sail of the cross, built up our voyage to heaven free from storm.
Ἐρώτ. ρϛʹ. ‹ Νυχθήμερον ἐν τῷ βυθῷ πεποίηκα ; ›
Question 106. 'A night and a day I have spent in the deep' (2 Cor. 11:25)?
Ἀπόκ. Νυχθήμερον λέγει τὴν πρὸ τῆς Χριστοῦ παρουσίας ἐν σκοτεινῇ πλάνῃ διατριβήν· ἡμέραν δὲ λέγει τὴν μετὰ τοῦ Χριστοῦ παρουσίαν ἐν τῷ φωτεινῷ βαπτίσματι διαγωγήν.
Answer. By night and day he means the spending of time in dark error before the coming of Christ; and by day he means the way of life in luminous baptism after the coming of Christ.
Ἑτέρα. Τινὲς δέ φασιν, ὅτι ἐν μέσῳ πελάγους πλέων· οἱ δὲ, ὅτι νηχόμενος καὶ κολυμβῶν, ἔνθα οὔτε γῆν οὔτε ὄρος ἦν ἰδεῖν.
Another. And some say, sailing in the midst of the open sea; and others, swimming and diving, where neither land nor mountain was to be seen.
Κείμενον ρζʹ. ‹ Ἐδόθη μοι σκώλοψ τῇ σαρκὶ, ἄγγελος Σατᾶν, ἵνα με κολαφίζῃ. ›
Text 107. 'There was given to me a thorn in the flesh, an angel of Satan, that he might buffet me' (2 Cor. 12:7).
Ἑρμην. Σατᾶν ὁ ἀντικείμενος λέγεται. Ἄγγελον τοίνυν Σατᾶν λέγει Ἀλέξανδρον τὸν χαλκέα, καὶ Ὑμέναιον καὶ Φιλητὸν, οἵτινες ἐπείραζον αὐτὸν, καὶ ἀντέκειντο λέγοντες, ὅτι ἀνάστασις ἐγένετο· καὶ κρατοῦντες αὐτὸν, ἔβαλον εἰς δεσμωτήρια, καὶ πολλὰ κακὰ αὐτῷ ἐνεδείξαντο.
Interpretation. The adversary is called Satan. Therefore he calls Alexander the coppersmith, and Hymenaeus and Philetus, an angel of Satan, who tempted him, and opposed him saying that the resurrection had already taken place (2 Tim. 2:17-18; 4:14); and seizing him, they cast him into prisons, and showed him many evils.
Κείμενον ρηʹ. ‹ Ἀρκεῖ σοι ἡ χάρις μου. ›
Text 108. 'My grace is sufficient for you' (2 Cor. 12:9).
Ἀπόκ. Τοῦτ' ἔστιν· Ἀρκεῖ σοι ἡ χάρις μου, ὅτι νεκροὺς ἐγείρεις, καὶ τυφλοὺς θεραπεύεις, καὶ ἄλλα τῶν σημείων ποιεῖς. Ἐλαυνόμενοι δὲ καὶ διωκόμενοι νικᾶτε τοὺς διώκοντας.
Answer. That is: My grace is sufficient for you, because you raise the dead, and heal the blind, and do other signs. And being driven out and persecuted, you overcome those who persecute you.
Ἐρώτ. ρθʹ. Τί λέγει· ‹ Ἐμοὶ κόσμος ἐσταύρωται, κἀγὼ τῷ κόσμῳ ; ›
Question 109. What does he mean: 'The world has been crucified to me, and I to the world' (Gal. 6:14)?
Ἀπόκ. Τὸ ἐξελθεῖν ἀπὸ τοῦ βίου καὶ φροντίδων αὐτοῦ, καὶ νεκρὸν γενέσθαι τοῖς πάθεσι, καὶ ταῖς ἐπιθυμίαις καὶ νηστεύειν, καὶ ἀγρυπνεῖν, καὶ κακοπαθεῖν ἐν τῇ ἀσκήσει, ὡς καὶ ἀλλαχοῦ λέγει· ‹ Οἱ δὲ τοῦ Χριστοῦ τὴν σάρκα ἐσταῦρωσαν σὺν τοῖς παθήμασι καὶ ταῖς ἐπιθυμίαις. ›
Answer. To go out from life and its cares, and to become dead to the passions and the desires, and to fast, and keep vigil, and suffer hardship in ascetic practice, as he also says elsewhere: 'And those who are Christ's have crucified the flesh with the passions and the desires' (Gal. 5:24).
Ἐρώτ. ριʹ. Τί λέγει· ‹ Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας ; ›
Question 110. What does he mean: 'Having broken down the middle wall of the partition' (Eph. 2:14)?
Ἀπόκ. Τουτέστιν, ἡ ἔχθρα, ἣν εἴχομεν πρὸς τὸν Θεὸν οι ἄνθρωποι διὰ τὰς ἡμῶν ἁμαρτίας. Σαρκωθεὶς οὖν ὁ Κύριος καὶ Θεὸς, καὶ θανὼν ἔλυσε τὴν ἁμαρτίαν, τὴν χωρίζουσαν ἡμᾶς ἀπὸ τοῦ Θεοῦ, εἰρηνοποίησε τὰ πάντα, καὶ υιοὺς Θεοῦ ἡμᾶς ἀπειργάσατο, διαῤῥήξας τὸ καθ' ἡμῶν χειρόγραφον ἐπὶ τοῦ σταυροῦ. Τί δὲ ἦν τὸ χειρόγραφον, ἄκουσον· Ὅτε παρέβη τὴν ἐντολὴν ὁ Ἀδὰμ, καὶ ἔλαβεν ἀπὸ τοῦ ξύλου διὰ τῆς χειρὸς αὐτοῦ, καὶ ἔφαγεν, ἐγράφη χειρὶ αὐτοῦ ἡ ἁμαρτία, καὶ κατεῖχεν αὐτὸ τὸ ἔγγραφον ὁ διάβολος. Ὅτε δὲ ἦλθεν ἐπὶ τοῦ ξύλου ὁ Χριστὸς, τουτέστιν ἐν τῷ σταυρῷ, καὶ ἐτρώθη τοῖς ἥλοις τὰς χεῖρας, τότε προσήλωσεν αὐτὸ ἐν τῷ σταυρῷ καὶ ἐξήλειψεν. Αὐτὸς γὰρ ὁ διάβολος ὁ κρατῶν τὸ χειρόγραφον τῆς
Answer. That is, the enmity which we men had towards God on account of our sins. Having become incarnate, therefore, the Lord and God, and having died, dissolved the sin that separated us from God, made peace in all things, and made us sons of God, having torn up the handwriting against us upon the cross (Col. 2:14). And what the handwriting was, hear: When Adam transgressed the commandment, and took from the tree with his hand, and ate, sin was written by his hand, and the devil held fast that written bond. But when Christ came upon the tree, that is, on the cross, and was wounded in His hands with the nails, then He nailed it to the cross and blotted it out. For the devil himself, who held the handwriting of the
Notes, col. 761
On the reading
Printed εναυάγησεν, for ἐναυάγησεν.
Printed σκώλοψ, for σκόλοψ.
Printed ἐσταῦρωσαν, for ἐσταύρωσαν.
Printed υιοὺς, for υἱοὺς.
PG 28:764Read from the pageπαραβάσεως τοῦ Ἀδὰμ, αὐτὸς ἔσχισεν, ἐπειδὴ ὑπὸ Χριστοῦ ἐδεσμεύθη ἐπὶ τοῦ σταυροῦ.
transgression of Adam, he himself tore in two, since he was bound by Christ upon the cross.
Ἐρώτ. ριαʹ. Τί λέγει· « Ἔγειραι ὁ καθεύδων, καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός ; »
Question 111. What does He say: "Awake, O sleeper, and arise from the dead, and Christ shall shine upon you" (Eph. 5:14)?
Ἀπόκ. Καθεύδοντα λέγει τὸν ἐν ἁμαρτίαις κείμενον. Καὶ γὰρ ὁ ἐν ἁμαρτίαις ζῶν νεκρὸς λέγεται εἶναι. Καὶ ὥσπερ ὁ νεκρὸς ἀκίνητός ἐστιν, οὕτω καὶ ὁ ταῖς ἁμαρτίαις νενεκρωμένος πρὸς τὸ ἀγαθὸν ἀκίνητος μένει.
Answer. He calls him who lies in sins a sleeper. For indeed he who lives in sins is said to be dead. And just as a dead man is motionless, so also he who has been deadened by sins remains motionless towards what is good.
Κείμενον ριβʹ. « Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ. »
Text 112. "Put on the whole armour of God" (Eph. 6:11).
Ἀπόκ. Λέγει τὸ Πνεῦμα τὸ ἅγιον. Ὁ γὰρ ἀμέτοχος τοῦ Πνεύματος οὐ δυνατός ἐστι πρὸς τὰς ἀντικειμένας δυνάμεις. « Καὶ γὰρ οὐκ ἔστιν ἡ πάλη, φησὶ, πρὸς αἷμα καὶ σάρκα· » ἤγουν, οὐ πρὸς ἀνθρώπους ἐστὶν ὁ πόλεμος, « ἀλλὰ πρὸς τὰς ἀρχάς. » Ἀρχὰς δὲ λέγει τοὺς δαίμονας, ἐπειδὴ ἐν τῷ κόσμῳ τούτῳ ἄρχουσιν, ἀλλὰ τῶν ἔργων τοῦ σκότους. Τὸ δὲ « ἐν τοῖς ἐπουρανίοις, » ἐπειδὴ οὐ διὰ μικρὸν ἔργον πολεμοῦσιν ἡμᾶς οἱ δαίμονες, ἀλλὰ διὰ οὐράνια ἀγαθά. Ἐπειδὴ γὰρ ἀγωνιζόμεθα διὰ τὴν ἐν οὐρανοῖς βασιλείαν, πολεμοῦσιν ἡμᾶς χαλεπῶς. Διὰ τοῦτο ἁρμόζει πάντοτε γρηγορεῖν, καὶ νικᾷν αὐτοὺς τῇ δυνάμει καὶ χάριτι τοῦ Χριστοῦ. Θυρεὸν δὲ τῆς πίστεως τὴν πίστιν λέγει τὴν εἰλικρινῆ καὶ διάπυρον.
Answer. He means the Holy Spirit. For he who has no share in the Spirit is not strong enough against the opposing powers. "For our wrestling," he says, "is not against blood and flesh" (Eph. 6:12); that is to say, the war is not against men, "but against the principalities." And by principalities he means the demons, since in this world they rule, yet over the works of darkness. And as for the phrase "in the heavenly places," it is because the demons war against us not on account of a small work, but on account of heavenly goods. For since we contend for the kingdom in the heavens, they war against us grievously. Therefore it is fitting always to keep watch, and to conquer them by the power and grace of Christ. And by the shield of faith he means sincere and fervent faith.
Ἐρώτ. ριγʹ. Τί λέγει· « Ἀπεκδυσάμενοι τὴν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον ; »
Question 113. What does he say: "Having stripped off the old man, and having put on the new, who is being renewed" (Col. 3:9-10)?
Ἀπόκ. Παλαιὸν ἄνθρωπον τὸν πρῶτον λέγει, τὸν ἀπὸ τῆς πτώσεως τοῦ Ἀδὰμ γεγεννημένον, ἢ τὴν πονηρίαν τὴν ἐξ αὐτοῦ καὶ πᾶσαν κακίαν· νέον δὲ ἄνθρωπον τὴν κατὰ Χριστὸν πολιτείαν, ἤτοι ἐνάρετον καὶ ἀγαθὴν πολιτείαν.
Answer. By the old man he means the first man, him who has been born from the fall of Adam, or the wickedness that comes from him and all malice; and by the new man he means the way of life according to Christ, that is, a virtuous and good way of life.
Ἐρώτ. ριδʹ. Τί λέγει· « Ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ, οἱ μὴ ἔχοντες ἐλπίδα ; »
Question 114. What does he say: "That you may not grieve, even as the rest, who have no hope" (1 Thess. 4:13)?
Ἀπόκ. Οἱ μὴ ἔχοντες ἐλπίδα ἀναστάσεως, ἐκείνοις ἁρμόζει λυπεῖσθαι. Πρόσεχε δὲ, πῶς ἐπὶ Χριστοῦ εἶπεν, ὅτι ἀπέθανε καὶ ἀνέστη. Ἐπὶ δὲ τοῦ κοινοῦ λαοῦ, εἶπε, « τῶν κεκοιμωμένων, » ἵνα δείξῃ, ὅτι οἱ κοιμώμενοι ἀναστήσονται.
Answer. Those who have no hope of resurrection, for them it is fitting to grieve. But take heed how concerning Christ he said that He died and rose again. Yet concerning the common people he said, "of those who are asleep," in order to show that those who sleep shall rise again.
Ἐρώτ. ριεʹ. Τί λέγει· « Οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ ; »
Question 115. What does he say: "He did not count it a prize snatched by robbery to be equal to God" (Phil. 2:6)?
Ἀπόκ. Ὃ λέγει τοιοῦτόν ἐστιν· Ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ Θεὸς, βουληθεὶς καταβῆναι ἐπὶ τῆς γῆς καὶ σαρκωθῆναι, οὐκ ἐφοβήθη καταβῆναι τοῦ ἀξιώματος. Οὐ γὰρ εἶχεν ἐξ ἁρπαγῆς τὴν θεότητα, ὥσπερ τις ἔχει πρᾶγμα ἐξ ἁρπαγῆς, καὶ φοβεῖται ἀπολέσαι αὐτό. Οὐ τοιοῦτος ἦν ὁ Χριστὸς, μὴ γένοιτο! ἀλλὰ Θεὸς ὢν τέλειος, ἠθέλησε καὶ ἄνθρωπος γενέσθαι.
Answer. What he says is of this sort: That the Son of God, and God, having willed to come down upon the earth and be made flesh, was not afraid to come down from His dignity. For He did not have His divinity by robbery, just as someone has a thing by robbery and is afraid to lose it. Not such was Christ, God forbid! But being perfect God, He willed also to become man.
Ἐρώτ. ριϛʹ. « Τοῦτο γὰρ ὑμῖν λέγομεν ἐν λόγῳ Κυρίου. »
Question 116. "For this we say to you by the word of the Lord" (1 Thess. 4:15).
Notes, col. 764
On the reading
Printed τὴν παλαιὸν, for τὸν παλαιὸν.
Printed κεκοιμωμένων, for κεκοιμημένων.
PG 28:765Read from the pageἈπόκ. Τὸν λόγον του Κυρίου, ὃν εἴρηκεν, ὅτι ἀκούσονται τῆς φωνῆς τοῦ Υἱοῦ τοῦ Θεοῦ καὶ οἱ ἀκούσαντες ζήσονται. « Τοῦτο λέγομεν καὶ ἡμεῖς· ὅτι ἡμεῖς οἱ ζῶντες, οἱ περιλειπόμενοι εἰς τὴν παρουσίαν τοῦ Κυρίου, οὐ μὴ φθάσομεν τοὺς κοιμηθέντας. » Ζῶντές εἰσιν οἱ εὑρισκόμενοι τότε ἐν τῇ ἀναστάσει. Καὶ γὰρ εὑρεθήσονται ἄνθρωποι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ οὐκ ὄψονται θάνατον, πλὴν οὐ μὴ φθάσωσι τοὺς κοιμηθέντας. Πρῶτοι γὰρ ἀναστήσονται οἱ τελευτήσαντες, καὶ μετὰ ταῦτα οἱ ζῶντες ἀλλαγήσονται, καὶ ἁρπαγήσονται ἐν τῷ ἅμα εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα. Πῶς δὲ γενήσεται ἡ ἁρπαγὴ, ἄκουσον. Καθὼς ὁ Κύριος ἐν κελεύσματι, τουτέστιν ἐν κελεύσει, καὶ οἱ ἄγγελοι κραυγάζουσιν· Ἐγείρεσθε, ἦλθεν ὁ Νυμφίος· τότε καταβήσεται ἀπ' οὐρανοῦ. Καὶ πρῶτον ἐγερθήσονται οἱ νεκροί· μετὰ δὲ ταύτα καὶ οἱ ζῶντες ἀλλαγήσονται, καὶ γενήσονται ἄφθαρτοι. Καὶ μετὰ τοῦτο πάντες οἱ ἅγιοι καὶ ἄξιοι ἁρπαγήσονται ὑπὸ νεφελῶν, καὶ δέξονται τὸν Κύριον ἡμῶν ἐρχόμενον ἐκ τῶν οὐρανῶν, καθὼς λέγει· « Καὶ ἡμεῖς ἁρπαγησόμεθα ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ Κυρίου εἰς ἀέρα. » Τοῦτο γὰρ ἡ δόξα καὶ ὁ στέφανός ἐστι τῶν δικαίων. Οἱ δὲ ἁμαρτωλοὶ περιμένουσιν αὐτὸν καταβῆναι. Τοῦτο δὲ γίνεται, ὥσπερ ἐπὶ βασιλέως ἀπερχομένου ἐν πόλει τινί· οἱ μὲν πρῶτοι καὶ ἔνδοξοι τῆς πόλεως ἐξέρχονται εἰς ἀπάντησιν αὐτοῦ· οἱ δὲ πένητες καὶ εὐτελεῖς προσκαρτεροῦσιν, ἕως οὗ παραγίνεται εἰς τὴν πόλιν. Οὕτω μοι νόει καὶ ἐπὶ τοῦ Χριστοῦ, ὅτι, κατερχομένου αὐτοῦ ἐκ τοῦ οὐρανοῦ, πάντες οἱ δίκαιοι καὶ ἀγαθοὶ ἁρπαγήσονται εἰς τὸν οὐρανὸν, τοῦ ἀπαντῆσαι τὸν Κύριον ἡμῶν Ἰησοῦν κατερχόμενον· οἱ δὲ ἁμαρτωλοὶ ἵστανται ἐπὶ τῆς γῆς ἐκδεχόμενοι.
Answer. The word of the Lord, which He spoke, that they shall hear the voice of the Son of God and those who have heard shall live (John 5:25). "This we also say: that we who are alive, who are left until the coming of the Lord, shall by no means precede those who have fallen asleep" (1 Thess. 4:15). The living are those who are found at that time in the resurrection. For indeed men shall be found in that day, and they shall not see death, yet they shall by no means precede those who have fallen asleep. For first those who have died shall rise again, and after these things those who are alive shall be changed, and shall be caught up all together to meet the Lord in the air (1 Thess. 4:16-17). And how the catching up shall come to pass, hear. Just as the Lord with a command, that is to say with an order, and the angels cry out: Arise, the Bridegroom has come (Matt. 25:6); then He shall come down from heaven. And first the dead shall be raised; and after these things those also who are alive shall be changed, and shall become incorruptible (1 Cor. 15:52). And after this all the saints and worthy ones shall be caught up by clouds, and shall receive our Lord coming from the heavens, just as he says: "And we shall be caught up in clouds to meet the Lord in the air" (1 Thess. 4:17). For this is the glory and the crown of the righteous. But the sinners await His coming down. And this comes to pass just as in the case of a king departing into a certain city: the foremost and glorious men of the city go out to meet him; whereas the poor and lowly wait patiently until he arrives at the city. Understand it so for me concerning Christ also, that, as He comes down from heaven, all the righteous and good shall be caught up into heaven, to meet our Lord Jesus coming down; whereas the sinners stand upon the earth waiting.
Κείμενον ριζʹ. « Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. »
Text 117. "No one serving as a soldier entangles himself in the affairs of life, so that he may please him who enrolled him as a soldier" (2 Tim. 2:4).
Ἑρμην. Εἰ γὰρ ἐπιγείῳ βασιλεῖ ὁ μέλλων στρατεύεσθαι οὐκ ἀρέσει, ἐὰν μὴ ἀφήσῃ πάσας τὰς τοῦ βίου φροντίδας· πόσῳ μᾶλλον μέλλων στρατευθῆναι τῷ ἐπουρανίῳ βασιλεῖ ;
Interpretation. For if he who is about to serve as a soldier will not please an earthly king unless he leaves behind all the cares of life, how much more he who is about to serve as a soldier for the heavenly King?
Κείμενον ριηʹ. « Ἐὰν δὲ καὶ ἀθλητὴς οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. »
Text 118. "And if also an athlete contends, he is not crowned unless he contends lawfully" (2 Tim. 2:5).
Ἑρμην. Ἐὰν γάρ τις στρατεύηται, καὶ εἰς πόλεμον εἰσέρχηται, οὐδὲ οὕτω στεφανοῦται, ἐὰν μὴ συμπλακῇ μετὰ τοῦ ἀντιπάλου, καὶ κρούσῃ μετὰ τοῦ ξίφους, καὶ ἀποκτείνῃ αὐτόν. Τοῦτο γάρ ἐστι τὸ νομίμως ἀθλῆσαι.
Interpretation. For if someone serves as a soldier, and enters into war, not even so is he crowned, unless he grapples with the adversary, and strikes with the sword, and kills him. For this is what it is to contend lawfully.
Κείμενον ριθʹ. « Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τὸν καρπὸν μεταλαμβάνειν. »
Text 119. "The hard-working farmer must be the first to partake of the fruits" (2 Tim. 2:6).
Ἑρμην. Τοῦτο περὶ τῶν πνευματικῶν διδασκάλων εἴρηκεν· ὅτι τὸν κοπιῶντα καὶ ἀγωνιζόμενον διδάσκαλον ὑπὲρ αὐτοῦ καὶ τῆς τῶν μαθητῶν ὠφελείας ἁρμόζει πρῶτον παρὰ Θεοῦ λαμβάνειν τοὺς μισθοὺς, ἔπειτα τοὺς μαθητάς. Καὶ γὰρ ὁ γεωργὸς, ὅταν εἰσοδιάσῃ τὸν καρπὸν αὐτοῦ, πρῶτον ἐκεῖνος θησαυρίζει ἐκ τῶν καρπῶν αὐτοῦ ἐν τῷ οἴκῳ αὐτοῦ· καὶ οὕτω παρέχει εἴτε ἐλεημοσύνην εἴτε τοῖς χρεώσταις αὐτοῦ.
Interpretation. He has said this concerning spiritual teachers: that it is fitting for the teacher who labours and contends on his own behalf and for the benefit of the disciples to receive the rewards from God first, and afterward the disciples. For indeed the farmer, when he gathers in his fruit, first stores up for himself from his fruits in his house; and thus he provides either alms or to his creditors.
Notes, col. 765
On the reading
Printed του Κυρίου, for τοῦ Κυρίου.
Printed ταύτα, for ταῦτα.
PG 28:768Read from the pageἝτερον εἰς τὸ αὐτό. Καὶ ἄλλως· Πᾶς ὁ θέλων κοπιᾷν εἰς τὸ ἔργον τοῦ Θεοῦ, καὶ διδάσκειν καὶ ὠφελεῖν ἄλλους, ἁρμόζει πρῶτον ἐκεῖνον τὸν διδάσκαλον, ἵνα ἐργάζηται τὰς ἀρετὰς, καὶ λάβῃ παρὰ Θεοῦ τὰ χαρίσματα, καὶ κτήσασθαι τοὺς καρποὺς τοῦ ἁγίου Πνεύματος, καὶ τοὺς θησαυροὺς τῆς γνώσεως τῶν ἀγαθῶν τοῦ Θεοῦ· καὶ τότε δυνήσεται καὶ ἄλλοις μεταδοῦναι τῶν δωρεῶν. Καὶ γὰρ πᾶς ὁ θέλων ἀλεῖψαί τινα ἔλαιον ἐν ταῖς χερσὶν αὐτοῦ, εἰ μὴ ἔχει, πῶς ἄλλοις μεταδίδωσι ὅπερ αὐτὸς οὐ κέκτηται ; Τοιουτοτρόπως μοι νόει καὶ ἐπὶ τοῦ διδασκάλου, καθὼς εἴρηται.
Another on the same. And in another way: Everyone who wishes to labour in the work of God, and to teach and benefit others, it is fitting first for that teacher to practise the virtues, and to receive from God the gifts of grace, and to acquire the fruits of the Holy Spirit, and the treasures of the knowledge of the good things of God; and then he will be able to impart the gifts to others also. For indeed everyone who wishes to anoint someone with oil with his hands, if he does not have it, how does he impart to others what he himself does not possess? In such a manner understand it for me concerning the teacher also, just as has been said.
Ἐρώτ. ρκʹ. « Νόει ἃ λέγω. »
Question 120. "Understand what I say" (2 Tim. 2:7).
Ἀπόκ. Ἐπειδὴ ἐν παραβολαῖς αὐτῷ ἔγραψε πάντα, διὰ τοῦτο λέγει· Πρόσεχε. Καὶ οὐχ ὑπέκλινον τῇ ὑποταγῇ τοῦ Μωσέως. Προσέταξεν ὁ Μωσῆς, καὶ ἀπέκτειναν αὐτοὺς τρεῖς χιλιάδας λαῶν. Καὶ τοῦτό ἐστιν ὃ λέγει ἡ Γραφή· « Ὧν τὰ κῶλα ἔπεσον ἐν τῇ ἐρήμῳ. »
Answer. Since he wrote all things to him in parables, on this account he says: Take heed. And they did not bow down in obedience to Moses. Moses commanded, and they killed of them three thousand of the peoples (Exod. 32:27-28). And this is what the Scripture says: "Whose carcasses fell in the wilderness" (Heb. 3:17).
Κείμενον ρκαʹ. « Καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον. »
Text 121. "And every transgression and disobedience received a just [recompense]" (Heb. 2:2).
Ἑρμην. Ὅσοι παρέβησαν καὶ παρήκουσαν ἐν τῷ παλαιῷ νόμῳ, ἔλαβον δικαίως τὴν τιμωρίαν. Καὶ γὰρ καὶ ὁ Ἀδὰμ παρακούσας κατεκρίθη, καὶ Κάϊν ἁμαρτήσας ἐπικατάρατος γέγονε, καὶ οἱ ἐπὶ τοῦ Νῶε κακῶς ἐργαζόμενοι κατεκλύσθησαν· καὶ οἱ ἐν Σοδόμοις ἀσέμνως βιοῦντες δεινῶς ἐποντίσθησαν· καὶ οἱ Ἰουδαῖοι, πολλάκις ἐπαναστάντες τοῖς προφήταις, πληγὰς παρὰ Θεοῦ καὶ μάστιγας καὶ τιμωρίας ἐδέξαντο. Νῦν οὖν τοῦτο λέγει· ὅτι, ἐπειδὴ ἐν τῇ Παλαιᾷ ὅσοι ἠθέτησαν τὸ πρόσταγμα τοῦ Κυρίου, καὶ παρήκουσαν τὰ δι' ἀγγέλων λαλούμενα καὶ προφητῶν, ἔλαβον δικαίως τὴν τιμωρίαν, καὶ τὴν ὀργὴν τοῦ Θεοῦ ἐπεσπάσαντο, πῶς ἡμεῖς ἐκφύγωμεν, ἐὰν ἀμελήσωμεν τῆς τοιαύτης σωτηρίας, ὅπου οὔτε δι' ἀγγέλων οὔτε διὰ προφητῶν ἐλαλήθη ἡμῖν, ἀλλὰ δι' αὐτοῦ τοῦ Χριστοῦ καὶ Θεοῦ ; Καὶ γὰρ ἐν τῇ Παλαιᾷ τοῦ νόμου διάκονος γέγονεν ὁ Μωσῆς· τῆς δὲ Νέας ὁ Χριστός. Πολὺ οὖν ταῦτα κρείσσω τῆς παλαιᾶς νομοθεσίας ὅτι ἐκεῖ δοῦλος ἐγένετο ὑπηρέτης τοῦ νόμου· ἐνταῦθα δὲ ὁ δεσπότης Χριστός. Καὶ ὀφείλομεν τὰ προστεταγμένα ποιεῖν ἀδιστάκτως, ἵνα μὴ καὶ χείρους τῶν παλαιῶν ἀποδῶμεν τὰς εὐθύνας.
Interpretation. All who transgressed and disobeyed in the old law justly received punishment. For indeed Adam also, having disobeyed, was condemned (Gen. 3:17-19), and Cain, having sinned, became accursed (Gen. 4:11-12), and those who wrought evil in the days of Noah were overwhelmed by the flood (Gen. 7:21-23); and those in Sodom who lived shamelessly were terribly plunged into the deep (Gen. 19:24-25); and the Jews, having often risen up against the prophets, received plagues from God and scourges and punishments. Now therefore he says this: that since in the Old Testament all who rejected the ordinance of the Lord, and disobeyed the things spoken through angels and prophets, justly received punishment, and drew down upon themselves the wrath of God, how shall we escape if we neglect so great a salvation (Heb. 2:3), where it was spoken to us neither through angels nor through prophets, but through Christ and God Himself? For indeed in the Old Testament Moses became the minister of the law; whereas of the New Testament it is Christ. Much better therefore are these things than the oldgiving of the law, because there a servant became minister of the law, whereas here it is the Master, Christ. And we ought to do the things commanded unhesitatingly, lest we render an account even worse than the men of old.
Κείμενον ρκβʹ. « Οὐ γὰρ ἀγγέλοις ὑπέταξε τὴν οἰκουμένην τὴν μέλλουσαν, περὶ ἧς λαλοῦμεν. »
Text 122. "For not to angels did He subject the world to come, whereof we speak" (Heb. 2:5).
Ἑρμην. Οἰκουμένην λέγει τὴν κρίσιν τῆς δευτέρας παρουσίας, ὅταν ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Τοῦ δὲ « Περὶ ἧς λαλοῦμεν, » ἤτοι περὶ ἐκείνης ἧς ἀγωνιζόμεθα, καὶ σπουδάζομεν πάντες σωθῆναι. Ταύτην τὴν ἡμέραν, λέγει ὁ Ἀπόστολος, οὐκ ἔδωκεν ὁ Θεὸς ἐξουσίαν τοῖς ἀγγέλοις κρῖναι τὸν κόσμον, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ Υἱῷ αὐτοῦ. Καὶ ἐπεὶ ὁ Υἱὸς τοῦ Θεοῦ καὶ Θεὸς ἔχει τὴν ἐξουσίαν πᾶσαν κρῖναι τὸν κόσμον, τί μέλλονται παθεῖν οἱ παρακούσαντες τὰ προστάγματα αὐτοῦ ; Εἰ γὰρ οἱ παρακούσαντες τὸν παλαιὸν νόμον τὸν δι' ἀγ-
Interpretation. By the world to come he means the judgement of the second coming, when He will render to each according to his works (Matt. 16:27). And as for "whereof we speak," that is, concerning that for which we contend and are all eager to be saved. On this day, says the Apostle, God did not give authority to the angels to judge the world, but He has given all judgement to His Son (John 5:22). And since the Son of God and God has all authority to judge the world, what are those who have disobeyed His ordinances about to suffer? For if those who disobeyed the old law given through an-
PG 28:769Read from the pageγέλων δοθέντα, τοσαῦτα ἔπαθον, καίπερ οὐδὲ κριτῶν ὄντων τοῦ κόσμου τῶν ἀγγέλων· τί ἂν πάθωσιν οἱ τὸν δεσπότην παρακούσαντες ;
gels suffered so many things, even though the angels are not judges of the world, what would those suffer who have disobeyed the Master?
Κείμενον ρκγʹ. « Τί ἐστιν ἄνθρωπος, ὅτι μιμνήσκῃ αὐτοῦ ; »
Text 123. "What is man, that Thou art mindful of him?" (Ps. 8:5; Heb. 2:6).
Ἑρμην. Ἄνθρωπον καὶ υἱὸν ἀνθρώπου τὸν Χριστὸν λέγει, καθώς ἐστι κατὰ πάντα ὁμοούσιος τῷ Πατρὶ, ὡς τέλειος Θεὸς καὶ τέλειος ἄνθρωπος.
Interpretation. He calls Christ man and son of man, just as He is in all things consubstantial with the Father, as perfect God and perfect man.
Κείμενον ρκδʹ. « Ἠλάττωσας αὐτὸν βραχύ τι παρ' ἀγγέλους. »
Text 124. "Thou madest Him a little lower than the angels" (Ps. 8:6; Heb. 2:7).
Ἑρμην. Βραχὺ ἐλάττωμα λέγει, ὅτι ἐποίησεν ὁ Χριστὸς ἐν τῷ ᾅδῃ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
Interpretation. He calls it a brief lowering, because Christ spent three days and three nights in Hades.
Κείμενον ρκεʹ. « Τὸν δὲ βραχὺ παρ' ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον ἐν τῷ θανάτῳ. »
Text 125. "But we see Jesus, Who was made a little lower than the angels, on account of the suffering of death crowned with glory and honour in death" (Heb. 2:9).
Ἑρμην. Δόξα γὰρ καὶ τιμὴ τοῦ Χριστοῦ σταυρός· ἐπειδὴ μυρία ἀγαθὰ διὰ τοῦ σταυροῦ ἐγένετο· ὅτι θάνατος καταπεπάτηται, καὶ κατάρα ἐξωστράκισται, ὁ ᾅδης ἐσκύλευται, ἡ ἁμαρτία ἠφάνισται, ἡ παράβασις κατήργηται, ἡ φύσις τῶν ἀνθρώπων τῆς δουλείας τῶν παθῶν ἠλευθέρωται, διάβολος ἐδεσμεύθη, σωτηρία ἐφυτεύθη, ἀνάστασις ἐγνωρίσθη, κακία ἀπηλάθη, ζωὴ ἐπήγασεν, εἰδωλολατρεία ἐλύθη· τὸ δὲ θαυμαστότερον, ὅτι καὶ αὐτοὶ οἱ ἀρχαῖοι καὶ παλαιοὶ προφῆται ἐβαπτίσθησαν, ἐκ τοῦ ῥεύσαντος αἵματος καὶ ὕδατος ἐκ τῆς πλευρᾶς τοῦ Χριστοῦ. Καὶ πῶς, ἄκουσον. Ἐπειδὴ ἐκ τεσσάρων στοιχείων συνίσταται τὸ σῶμα τοῦ ἀνθρώπου, πάλιν μετὰ θάνατον εἰς αὐτὰ ἀναλύεται. Οὕτω δὴ γέγονε καὶ ἐπὶ τοῦ Χριστοῦ· ὅτι τὸ αἷμα καὶ τὸ ὕδωρ, ὃ ἔῤῥευσεν ἡ ἁγία αὐτοῦ πλευρὰ, ἀνελύθη, ὅπου ἀνελύθη καὶ τῶν προφητῶν, ἤγουν εἰς τὰ στοιχεῖα, καὶ εὑρὼν αὐτὰ ἐβάπτισεν. Εἰ δὲ λέγει τις, ὅτι καὶ τὰ τῶν ἀπίστων σώματα ἐβάπτισε· λέγομεν, Οὐχί· ἀλλ' ὥσπερ τὸ ὕδωρ προπατῶν, ὅσα μὲν εὑρίσκει χλωρὰ φυτὰ, ἀρδεύει καὶ ποτίζει, ὅσα δὲ ξηρὰ οὐκ ὠφελεῖ αὐτά· οὕτω νόει καὶ ἐπὶ τούτου.
Interpretation. For the glory and honour of Christ is the cross; since ten thousand good things came to pass through the cross: because death has been trampled down, and the curse has been banished, Hades has been despoiled, sin has been wiped out, transgression has been abolished, the nature of men has been freed from the slavery of the passions, the devil was bound, salvation was planted, the resurrection was made known, malice was driven away, life gushed forth, idolatry was dissolved; and what is more wonderful, that even the ancient and old prophets themselves were baptized from the blood and water that flowed from the side of Christ (John 19:34). And how, hear. Since the body of man consists of four elements, after death it is dissolved again into them. So indeed it came to pass in the case of Christ also: because the blood and the water which His holy side poured forth was dissolved where that of the prophets also was dissolved, that is to say into the elements, and finding them it baptized them. But if someone says that it baptized the bodies of the unbelievers also, we say, No; but just as water going forward waters and gives drink to whatever green plants it finds, whereas whatever dry ones it finds it does not benefit them, so understand it in this case also.
Κείμενον ρκϛʹ. « Νῦν δὲ οὔπω ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα· » ἐπειδὴ ἀκμὴν οὐκ ἦν τὸ κήρυγμα εἰς τὴν οἰκουμένην κηρυχθέν ;
Text 126. "But now we do not yet see all things subjected to Him" (Heb. 2:8), since the preaching had not yet been preached to the world?
Ἑρμην. Ἔπρεπε γὰρ αὐτῷ, δῆλον ὅτι τῷ Θεῷ καὶ Πατρὶ, δι' οὗ τὰ πάντα ἐγένετο καὶ συνέστη, τὸν ἀρχηγὸν τῆς ζωῆς, ἤτοι τὸν Χριστὸν, πολλοὺς υἱοὺς εἰς δόξαν οὐρανῶν φέροντα καὶ βασιλείαν· υἱοὺς δὲ λέγει τοὺς πνευματικοὺς καὶ ἁγίους ἀνθρώπους. Ἔπρεπε, φησὶν, αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, ἤτοι τὸν Χριστὸν, διὰ παθημάτων τέλειον ἀναδεῖξαι καὶ ἔνδοξον.
Interpretation. For it was fitting for Him, clearly for God and the Father, through Whom all things came into being and held together, in bringing many sons to the glory and kingdom of the heavens, to make the Author of life, that is, Christ—and by sons he means spiritual and holy men—it was fitting, he says, for God and the Father Himself to show forth the Author of our salvation, that is, Christ, perfect and glorious through sufferings (Heb. 2:10).
Ἐρώτ. ρκζʹ. Τί λέγει· « Καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος καὶ οὐκ ἄνθρωπος ;
Question 127. What does he say: "And of the true tabernacle, which the Lord pitched, and not man" (Heb. 8:2)?
Ἀπόκ. Σκηνὴν λέγει τὸν οὐρανὸν, ὃν οὐκ ἔκτισεν ἄνθρωπος, ὥσπερ τοὺς ἐπὶ γῆς ναοὺς τῶν ἐκκλησιῶν. Ἀχειροποίητός ἐστιν, ὡς τῷ τοῦ Θεοῦ ῥήματι κατεσκευασμένος.
Answer. By the tabernacle he means heaven, which man did not build, like the temples of the churches upon earth. It is not made with hands, as having been fashioned by the word of God.