PG 28:748Read from the pageἤτοι τὰς ἀρχὰς, ὅπως ἐξολοθρεύσω αὐτοὺς ἐκ τῆς ψυχῆς, τοῦ μὴ ἐργάζεσθαι πᾶσαν ἀνομίαν καὶ ἁμαρτίαν.
that is, the beginnings, so that I might utterly destroy them from the soul, so as not to work any iniquity and sin.
Ἐρώτ. πδʹ. Τί λέγει· ‹ Σκύμνοι ὠρυόμενοι τοῦ ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τῷ Θεῷ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συνήχθησαν, καὶ εἰς τὰς μάνδρας αὐτῶν κοιτασθήσονται ; ›
Question 84. What does He mean: 'Young lions roaring to seize, and to seek from God food for themselves. The sun arose, and they were gathered together, and in their folds they shall lie down' (Ps. 103:21-22)?
Ἀπόκ. Σκύμνους λέγει τοὺς προφήτας. Ὠρύοντο δὲ κράζοντες καὶ λέγοντες, καὶ προφητεύοντες τὴν σάρκωσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ. Ἀνέτειλεν δὲ ὁ ἥλιος, τουτέστιν, ἦλθεν ὁ Χριστὸς, καὶ ἐσιώπησαν. Οἱ προφῆται ἕως Ἰωάννου προεφήτευσαν. Τοῦτό ἐστι καὶ ὃ λέγει ἡ Γραφὴ ἀλλαχοῦ· ‹ Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων· Ἀπὸ τῆς τηλαυγήσεως αὐτοῦ αἱ νεφέλαι διῆλθον. › Σκοτεινὸν ὕδωρ λέγει τὴν θείαν Γραφὴν, ἐπειδὴ ἐν γνόφῳ ἐδέξατο ὁ Μωσῆς τὸν νόμον ἐν τῷ Σινᾶ παρὰ Θεοῦ. Ἔτι δὲ καὶ οἱ προφῆται ἀμυδρῶς πως καὶ σκοτεινῶς καὶ λεπτῶς πως τὴν παρουσίαν τοῦ Χριστοῦ ἔβλεπον, καὶ ἐδήλουν. Νεφέλας γὰρ τοὺς προφήτας λέγει, ἐπειδὴ ἐκήρυξαν, καὶ ὡς ὕδωρ ἐξέχεον, πνεύσαντες ὡς ἀέρες τὸν θεῖον λόγον καὶ νόμον ἐπὶ τῆς γῆς, ὅπερ ἐστὶ τὸ σκοτεινὸν ὕδωρ. Ἀπὸ δὲ τῆς τηλαυγήσεως αὐτοῦ ἐνώπιον αὐτοῦ, ἢ ὡς ἀπὸ τῆς διὰ σαρκὸς ἐπιδημίας αὐτοῦ ἔμπροσθεν αὐτοῦ αἱ νεφέλαι, ἤγουν οἱ προφῆται, ἔπαυσαν καὶ ὑπεχώρησαν.
Answer. He calls the prophets young lions. For they roared, crying out and speaking, and prophesying the incarnation of the Son of God. But the sun arose, that is, Christ came, and they fell silent. The prophets prophesied until John. This is also what the Scripture says elsewhere: 'Dark water in clouds of the airs; at the brightness before Him the clouds passed through' (Ps. 17:12-13). It calls the divine Scripture dark water, since in darkness Moses received the law on Sinai from God. Moreover, the prophets also saw and declared the coming of Christ somewhat dimly and darkly and subtly. For it calls the prophets clouds, since they proclaimed, and poured forth as water, having breathed like airs the divine word and law upon the earth, which is the dark water. And at the brightness before Him in His presence, or as at His sojourn in the flesh before Him, the clouds, namely the prophets, ceased and withdrew.
Ἐρώτ. πεʹ. Τί ἐστιν· ‹ Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ ; ›
Question 85. What is: 'This Mount Sion, in which Thou hast dwelt' (Ps. 73:2)?
Ἀπόκ. Ἡ θεία Γραφὴ πολλαχῶς ἑρμηνεύει τὸ ὄρος. Καὶ τοῦτο μὲν ὄρος Σιών ἐστιν ὁ τόπος Ἱερουσαλὴμ, ἐν ᾧ κατῴκησεν ὁ Κύριος ἡμῶν καὶ Θεὸς Ἰησοῦς Χριστὸς σαρκωθεὶς ἐπὶ τῆς γῆς. Ὄρος πάλιν δὲ κυρίως ὀνομάζει τὴν ὑπεραγίαν Θεοτόκον, ὡς ὅταν λέγει· ‹ Τὸ ὄρος, ὃ εὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ· καὶ γὰρ ὁ Κύριος κατασκηνώσει εἰς τέλος· › καὶ ἀλλαχοῦ· ‹ Ὁ Θεὸς ἀπὸ Θεμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου καὶ δασέως. › Ὄρος δὲ λέγεται ἡ ἁγία Θεοτόκος. Ἐπεὶ ὥσπερ οἱ ἐν τῷ κάμπῳ περιπατοῦντες, καὶ φλεγόμενοι ὑπὸ τοῦ καύματος, προσεγγίζοντες ἐν τῷ ὄρει, δροσίζονται ὑπὸ τὴν σκιὰν τῶν δένδρων τοῦ ὄρους, ἢ καὶ διὰ τοῦ ὕδατος παραμυθοῦνται τὸν καύσωνα τῆς φλογός· τοιούτῳ τρόπῳ γέγονε καὶ τοῖς ἀνθρώποις ἡ ἁγνὴ Παρθένος, τῷ δροσισμῷ τῆς κυοφορίας αὐτῆς τὰς ψυχὰς τῶν ἀνθρώπων καταφλεγομένας ὑπὸ τῆς ἁμαρτίας ἀνεζώωσε, καὶ τῇ σκιᾷ τῶν πτερύγων τοῦ Υἱοῦ αὐτῆς περιέθαλψεν. Ὄρος δὲ λέγονται καὶ οἱ δαίμονες διὰ τὸν ὄγκον τῆς ὑπερηφανίας. ‹ Ὁ ἁπτόμενος τῶν ὀρέων, καὶ καπνίζονται· › τουτέστιν ὁ προσεγγίζων τοῖς δαίμοσι, καὶ ὡς καπνὸς διαλύονται καὶ ἀφανίζονται. Ὄρος δὲ λέγεται, καὶ ἡ ἀρετὴ, καθὼς ὁ ἐν ἁγίοις Γρηγόριός φησιν· ἐπεὶ καὶ ἐν τῷ ὄρει τούτῳ Θεὸς ἀνθρώποις φαντάζεται, τὸ μέντοι καταβαίνων ἀπὸ τῆς οἰκείας περιωπῆς, τὸ δὲ ἡμᾶς ἀνάγων ἐκ τῆς κάτωθεν ταπεινώσεως.
Answer. The divine Scripture interprets the mountain in many ways. And this Mount Sion is the place Jerusalem, in which our Lord and God Jesus Christ dwelt when incarnate upon the earth. Again, it properly names the most holy Mother of God a mountain, as when it says: 'The mountain, in which God was well pleased to dwell; for the Lord also shall dwell therein unto the end' (Ps. 67:17); and elsewhere: 'God shall come from Theman, and the Holy One from a shady and thickly wooded mountain' (Hab. 3:3). And the holy Mother of God is called a mountain. Since just as those walking in the plain, and burning with the heat, when approaching the mountain, are refreshed with dew beneath the shade of the trees of the mountain, or else through the water assuage the scorching of the flame; in such a manner the pure Virgin also became to men: by the dewy refreshment of her childbearing she revived the souls of men burned up by sin, and warmed them with the shadow of the wings of her Son. Demons also are called a mountain on account of the swelling of pride: 'Who touches the mountains, and they smoke' (Ps. 103:32); that is, He Who approaches the demons, and like smoke they are dissolved and vanish away. Virtue also is called a mountain, just as Gregory among the saints says: since in this mountain too God appears to men, on the one hand descending from His own watchtower, and on the other raising us up out of our lowliness below.
Ἐρώτ. πϛʹ. Διὰ τί λέγεται ὄρος ἡ ἀρετή ;
Question 86. Why is virtue called a mountain?
Ἀπόκ. Ἐπειδὴ ὥσπερ τὸ ὄρος ὑψηλὸν τῆς γῆς,
Answer. Because just as the mountain is higher than the earth,
PG 28:749Read from the pageχαμηλότερον δὲ τοῦ οὐρανοῦ, οὕτως ἐστὶ καὶ ὁ ἐργαζόμενος τὴν ἀρετήν· ὑψηλότερος μὲν ἔστι τῆς γῆς, διότι ἀνώτερος ὑπάρχει τῶν βιωτικῶν φροντίδων, καὶ τῶν τοῦ κόσμου ὑλῶν· χαμηλότερος δὲ ὑπάρχει τοῦ οὐρανοῦ, ἐπειδὴ ἀκμὴν ἐν τῷ βίῳ τούτῳ ἐστὶ, καὶ οὐκ ἀπέθανε, ἵνα ἐλευθερωθῇ παντελῶς τοῦ κόσμου τούτου· καὶ ἐν τούτῳ ἵσταται μέσον οὐρανοῦ καὶ γῆς, καθάπερ τι ὄρος, ὡς εἴρηται· ἐπειδὴ καὶ, ‹ Ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, › ὅταν λέγει, τὰς ὑψηλὰς ἀρετὰς ὀνομάζει· ἐλάφους δὲ τὰς ψυχὰς τῶν ἁγίων· ἐπειδὴ ἐν ταῖς ὑψηλαῖς τῶν ἀρετῶν ἐργασίαις, ὥσπερ ἔλαφοι ἐν τῷ ὄρει, τριβοβατοῦσιν αἱ ψυχαὶ τῶν ἁγίων. Πέτρα δὲ καταφυγὴ τοῖς λαγωοῖς ἐστιν ὁ Χριστός. Ὑπάρχει δὲ καταφυγὴ τῶν ἐν ἐρήμῳ καθεζομένων.
yet lower than heaven, so too is he who practises virtue: he is higher than the earth, because he is above the cares of life, and the material things of the world; yet he is lower than heaven, since he is still in this life, and has not died, so as to be completely freed from this world; and in this he stands midway between heaven and earth, like a mountain, as has been said; since also, when it says, 'The high mountains for the stags' (Ps. 103:18), it names the high virtues; and by stags, the souls of the saints; since in the high practices of the virtues, just like stags on the mountain, the souls of the saints tread the paths. And the rock, a refuge for the hares (Ps. 103:18), is Christ. For He is the refuge of those who sit in the wilderness.
Ἐρώτ. πζʹ. Τί λέγει τοῦ ἐρωδιοῦ ἡ κατοικία ;
Question 87. What does the dwelling of the heron (Ps. 103:17) mean?
Ἀπόκ. Ὁ ἐρωδιὸς ὄρνεόν ἐστιν, ὡς λέγουσί τινες· τὸ δὲ ὄρνεον φωλεύει ἐν ἐρήμῳ τόπῳ ἐν κορυφῇ τινος δένδρου. Ἔρχονται δὲ τὰ μικρὰ στρουθία, καὶ φωλεύουσιν ὑποκάτω αὐτοῦ γύρωθεν ἐν τῷ δένδρῳ. Ἡγεῖται δὲ αὐτῶν καὶ ἐπικαθέζεται ἡ κατοικία τοῦ ἐρωδιοῦ, φυλάττει δὲ ταῦτα ἀπὸ τῶν φθοροποιῶν ἑρπετῶν, τῶν θελόντων κακῶσαι αὐτά.
Answer. The heron is a bird, as some say; and the bird nests in a desert place on the top of a certain tree. And the little sparrows come, and nest underneath it round about in the tree. And the dwelling of the heron leads them and sits above them, and guards them from the destructive reptiles that wish to harm them.
Ἐρώτ. πηʹ. Τί λέγει ὁ Προφήτης, ὅταν λέγει· ‹ Εἰς τὸ τέλος μὴ διαφθείρῃς τῷ Δαβίδ ; ›
Question 88. What does the Prophet mean, when he says: 'Unto the end, destroy not, for David' (Ps. 56:1)?
Ἀπόκ. Τέλος λέγει ὁ Προφήτης τῆς ἑαυτοῦ ζωῆς. Ἐπεύχεται τοίνυν ὁ Προφήτης, ἵνα μὴ γένηται τὸ τέλος τῆς ζωῆς καὶ περιπέσῃ εἰς βλάβην τινά. Πᾶσα γὰρ ἡ ζωὴ τοῦ ἀνθρώπου, ἐὰν δαπανηθῇ κακῶς, καὶ τὸ τέλος αὐτοῦ γένηται χρηστὸν, χάρις καὶ δόξα ἐστίν. Ἐὰν δὲ τὸ τέλος καταστραφῇ, τοῦτο ἀθλιότης. Διὰ τοῦτο ἐπεύχεται ὁ Προφήτης γενέσθαι τὸ τέλος τῆς ζωῆς αὐτοῦ καλόν· ἐπὶ τοῦτο καὶ γὰρ ψαλμὸν συνεγράψατο.
Answer. The Prophet means the end of his own life. The Prophet therefore prays that the end of his life may not come and fall into some harm. For all the life of a man, if it is spent badly, and his end becomes good, is grace and glory. But if the end is ruined, this is wretchedness. On this account the Prophet prays that the end of his life may become good; for unto this he also composed a psalm.
Ἐρώτ. πθʹ. Τί λέγει· ‹ Καυχήσονται ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν ; ›
Question 89. What does he mean: 'The saints shall boast in glory, and shall rejoice upon their beds' (Ps. 149:5)?
Ἀπόκ. Ὁσίους λέγει τοὺς πνευματικοὺς καὶ ἁγίους ἀνθρώπους, οἵτινες καυχῶνται μετὰ θάνατον ἐπὶ ταῖς κοίταις αὐτῶν. Κοῖται δέ εἰσιν αἱ μοναὶ τῶν ἁγίων, ἃς εὑρίσκουσι μετὰ θάνατον, καὶ ἀγάλλονται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.
Answer. By saints he means spiritual and holy men, who boast after death upon their beds. And beds are the mansions of the saints, which they find after death, and they exult in the kingdom of the heavens.
Τὴν ἐν Θεῷ τελείωσιν διδάσκουσα ἡ θεία Γραφὴ, καὶ δηλοῦσα, ὠνόμασεν αὐτὴν ὕπνον, καὶ κοίτην, καὶ κλίνην, καὶ θάνατον. Ὕπνον μὲν, ὡς ὅταν λέγει ὁ Δαβίδ· ‹ Ἐν εἰρήνῃ ἐπὶ τὸ αὐτὸ κοιμηθήσομαι καὶ ὑπνώσω· › ἤτοι ἐπὶ τὸ αὐτὸ καταντήσω· σχολάσω εἰς αὐτὸ τὸ ζῆν ἐν Θεῷ, κατὰ τὸν εἰπόντα ἅγιον Ἀπόστολον· ‹ Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ ὁ Χριστός· › κοίτην δὲ, ὡς ὅταν λέγει· ‹ Καυχήσονται ὅσιοι ἐν δόξῃ. καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν. › Ὥσπερ γὰρ ὁ ἐν τῇ κοίτῃ πεσὼν ἀναπέπαυται καὶ ὑπνοῖ ἡδέως· οὕτως καὶ ὁ τελειωθεὶς ἐν Θεῷ, καὶ φθάσας εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἀναπέπαυται ἐν Θεῷ, ὥσπερ κοίτην ἡγούμενος τὴν ἐν Θεῷ τελείωσιν. Πό-
The divine Scripture, teaching and showing perfection in God, named it sleep, and bed, and couch, and death. Sleep, as when David says: 'In peace in the same place I shall lie down and sleep' (Ps. 4:9); that is, I shall arrive at the same place; I shall be at leisure for the very living in God, according to the holy Apostle who said: 'And I live no longer I, but Christ lives in me' (Gal. 2:20); and bed, as when he says: 'The saints shall boast in glory, and shall rejoice upon their beds' (Ps. 149:5). For just as he who has lain down on his bed rests and sleeps sweetly; so also he who has been perfected in God, and has attained unto a perfect man, unto the measure of the stature of the fulness of Christ, rests in God, deeming perfection in God as a bed. And the
PG 28:752Read from the pageδας καὶ τῆς κοίτης τὰς ἀρετὰς λέγει· κλίνην δὲ, ὡς ὅταν φησὶ Σολομών· ‹ Ἑξήκοντα δυνατοὶ κυκλοῦσιν αὐτήν. › Ὅταν γὰρ εἰς τὸ τέλειον ἔλθῃ ὁ ἐνάρετος, περικυκλοῦσι καὶ περιστοιχοῦσιν αὐτὸν οἱ δυνατοὶ, ἤτοι οἱ ἄγγελοι, κατὰ τὸν εἰπόντα· ‹ Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. › Φίλον δὲ τῇ θείᾳ Γραφῇ καλεῖν καὶ τὸν ἄγγελον Κύριον, ὡς ἐπὶ τοῦ Μανωὲ, ‹ Θεὸν ἑωράκαμεν, › ἐν φαντασίᾳ Θεοῦ γενομένου. Θάνατον δὲ πάλιν εἴρηκεν αὐτὴν ὁ Δαβὶδ εἰπών· ‹ Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. › Εἶδες πῶς καὶ ὕπνον, καὶ κοίτην, καὶ κλίνην, καὶ θάνατον αὐτὴν ἔδειξεν ἡ θεία Γραφή. Θάνατον δὲ ταύτην εἴρηκεν, ὅτι ὁ ἀποθανὼν δεδικαίωται ἀπὸ τῆς ἁμαρτίας. Ὥσπερ γὰρ τὸν τεθνεῶτα οὐκ ἔστιν ἐπιστρέψαι ἐν βίῳ καὶ ἁμαρτῆσαι οὐκ ἔτι· οὕτως οὐδὲ τὸν οὕτω καταξιωθέντα οὐκ ἔστιν εἰς τὰ ὀπίσω στραφῆναι, ἀλλὰ λέγει μετὰ τοῦ Δαβίδ· ‹ Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι ; › μετὰ δὲ τοῦ Παύλου· ‹ Ἐάν τε γὰρ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, τοῦ Κυρίου ἐσμέν· › καὶ πάλιν· ‹ Ζῶ δὲ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός. Ὃ δὲ νῦν ζῶ ἐν σαρκὶ, ἐν πίστει ζῶ. › Εἰς τοῦτο τελειωθέντες οἱ ἅγιοι, κατεφρόνησαν τὸν κόσμον, καὶ οὐχ ἡδονὴν ἡγοῦντο τὴν ἡδονὴν τοῦ κόσμου τούτου. Οἱ δὲ μάρτυρες τὰς βασάνους κατεφρόνησαν.
feet of the bed he calls the virtues; and a couch, as when Solomon says: 'Sixty mighty men surround it' (Song 3:7). For when the virtuous man comes unto perfection, the mighty ones encircle and surround him, that is, the angels, according to him who said: 'I foresaw the Lord always before me, because He is at my right hand, that I may not be shaken' (Ps. 15:8). And it is customary for the divine Scripture to call the angel also Lord, as in the case of Manoah, 'We have seen God' (Judg. 13:22), when he had been in a vision of God. And again David has called it death, saying: 'Precious in the sight of the Lord is the death of His saints' (Ps. 115:6). You see how the divine Scripture has shown it to be sleep, and bed, and couch, and death. And it has called this death, because he who has died has been justified from sin. For just as it is not possible for one who is dead to return in life and sin any longer; so neither is it possible for one who has thus been counted worthy to turn back again, but he says with David: 'The Lord is my light and my Saviour, whom shall I fear?' (Ps. 26:1); and with Paul: 'For whether we live, or whether we die, we are the Lord's' (Rom. 14:8); and again: 'And I live no longer I, but Christ lives in me. And the life that I now live in the flesh, I live in faith' (Gal. 2:20). Having been perfected unto this, the saints despised the world, and did not deem the pleasure of this world to be pleasure. And the martyrs despised torments.
Κείμενον ϟʹ. ‹ Αἱ ὑψώσεις τοῦ Θεοῦ ἐν τῷ λάρυγγι αὐτῶν, καὶ ῥομφαῖαι δίστομοι ἐν ταῖς χερσὶν αὐτῶν. ›
Text 90. 'The exaltations of God are in their throat, and two-edged swords are in their hands' (Ps. 149:6).
Ἑρμην. Ὑψώσεις τοῦ Θεοῦ εἰσιν αἱ διδασκαλίαι τοῦ νόμου καὶ αἱ πνευματικαὶ διατάξεις· ὥσπερ γὰρ ἔχουσιν οἱ πνευματικοὶ διδάσκαλοι ἐκ τοῦ ἁγίου Πνεύματος χαρίσματα δωρεῶν ἐν τῷ λάρυγγι αὐτῶν, ἤτοι τῷ στόματι αὐτῶν καὶ τῇ γλώσσῃ, καὶ διδάσκουσι τὸν λαόν· ῥομφαῖαι δίστομοί εἰσιν αἱ δύο Διαθῆκαι, ὁ παλαιὸς νόμος καὶ ὁ νέος· ὥσπερ γὰρ ὁ στρατιώτης, βαστάζων ξίφος δίστομον, τοὺς ἐχθροὺς κατασφάττει καὶ τὸν λαὸν διασώζει· οὕτως καὶ οἱ πνευματικοὶ διδάσκαλοι ῥομφαίας διστόμους ἔχουσι, τὰ διδάγματα τῆς Παλαιᾶς καὶ Νέας Διαθήκης, δι' ὧν ποιοῦσιν ἐκδίκησιν ἐν τοῖς ἔθνεσι, καὶ εἰς τιμωρίαν ἐμβάλλουσιν αὐτοὺς, ἀποστέλλοντες αὐτοῖς ὀργὴν ἀπὸ τοῦ Θεοῦ, διὰ τῆς ἱκετηρίας τῆς πρὸς τὸν Θεόν. Ὡσαύτως καὶ τὸν κοινὸν λαὸν τῶν πιστῶν ἐλέγχουσι καὶ διδάσκουσιν εἰς τὸ ἀγαθόν. Ὅταν δὲ μὴ ἀκούσωσιν αὐτῶν, ἀλλ' ἐναντιοῦνται τὸ ἀγαθὸν, καὶ καταφρονοῦσιν αὐτῶν, τότε καὶ αὐτοῖς ἀποστέλλουσι διὰ προσευχῆς τιμωρίαν πρὸς σωφρονισμὸν, ὅπως παιδευθέντες σωφρονισθῶσιν, μὴ παρακούειν Θεοῦ, μήτε τῶν θεραπόντων αὐτοῦ· ὅτι ὁ ἀκούων πνευματικῶν ἀνδρῶν ἀκούει Θεοῦ, καθὼς εἴρηκεν ὁ Χριστός. Οὐ γὰρ πρὸς βλάβην, ἀλλὰ πρὸς ὠφέλειαν ἐπάγουσι τὴν παιδείαν οἱ πνευματικοὶ, καὶ πρὸς διόρθωσιν ἀγαθοῦ,
Interpretation. The exaltations of God are the teachings of the law and the spiritual ordinances; for just as the spiritual teachers have from the Holy Spirit graces of gifts in their throat, that is, in their mouth and on their tongue, and teach the people; two-edged swords are the two Testaments, the old law and the new; for just as the soldier, bearing a two-edged sword, slaughters the enemies and preserves the people; so too the spiritual teachers have two-edged swords, the teachings of the Old and New Testaments, through which they execute vengeance among the nations, and cast them into punishment, sending upon them wrath from God, through their supplication unto God. Likewise they also reprove the common people of the faithful and teach them unto what is good. But when they do not listen to them, and instead oppose what is good, and despise them, then upon them too they send punishment through prayer for their chastening, so that having been disciplined they may be chastened, neither to disobey God, nor His servants; for he who hears spiritual men hears God, just as Christ has said (Luke 10:16). For not for harm, but for benefit do the spiritual ones bring discipline, and for the restoration of what is good,
PG 28:753Read from the pageΕΞ ΕΠΙΣΤΟΛΩΝ ΠΑΥΛΟΥ.
FROM THE EPISTLES OF PAUL.
Ἐρώτ. ϟαίʹ. ‹ Δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθὸν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι. Οὐ γάρ ἐστι προσωποληψία παρὰ τῷ Θεῷ. Ὅσοι γὰρ ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. ›
Question 91. 'Glory and honour and peace to everyone who works what is good, both to the Jew first and to the Greek. For there is no respect of persons with God. For as many as have sinned without law shall also perish without law; and as many as have sinned under law shall be judged by law' (Rom. 2:10-12).
Ἑρμηνεία. Ἐπαινεῖ πάντας τοὺς ἐργαζομένους τὸ ἀγαθόν. Ἕλληνα δὲ οὐ τὸν εἰδωλολάτρην λέγει, ἀλλὰ τὸν θεοσεβῆ, μὴ πιστεύοντα δὲ τὸν Χριστὸν, μήτε νόμον κρατοῦντα τὸν παλαιόν· ἀλλὰ χωρὶς νόμου ὑπάρχει. Ὀνομάζει δὲ καὶ σέβεται τὸν Θεὸν, καὶ φυλάττει καὶ ἀρετήν. Ὁ τοιοῦτος ἐὰν καὶ πταίσῃ, ἐλαφρότερον μέλλει κολάζεσθαι ὑπὲρ τὸν Ἰουδαῖον, ὅτι ὁ Ἰουδαῖος παραβαίνει τὸν νόμον καὶ ἔχει τὴν κατηγορίαν μείζονα. Ὅταν γὰρ ἀκούσῃς τό· ‹ Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως καὶ ἀπολοῦνται· › τὴν ἐλαφροτέραν κόλασιν ὑπολάμβανε· τὸ δὲ, ‹ Ὅσοι ἐν νόμῳ ἥμαρτον, › τὴν χείρονα κόλασιν καὶ τιμωρίαν.
Interpretation. He praises all who work what is good. And by Greek he does not mean the idolater, but the God-fearing man, who however does not believe in Christ, nor keeps the old law, but is without law. Yet he names and worships God, and also observes virtue. Such a man, even if he stumbles, is going to be punished more lightly than the Jew, because the Jew transgresses the law and has the greater accusation. For when you hear this: 'As many as have sinned without law shall also perish without law,' understand the lighter punishment; and by this, 'As many as have sinned under law,' the worse punishment and vengeance.
Κείμενον ϟβʹ. ‹ Εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. ›
Text 92. 'For if we have become united with the likeness of His death, we shall certainly also be of the resurrection' (Rom. 6:5).
Ἀπόκ. Σύμφυτοι γεγόναμεν, ἤγουν μέτοχοι· ὥσπερ τὸ σῶμα τὸ δεσποτικὸν, ταφὲν ἐν τῇ γῇ, ἔφυσε σωτηρίαν τῷ κόσμῳ· οὕτω καὶ τὸ ἡμῶν σῶμα, ταφὲν ἐν τῷ βαπτίσματι, ἔφυσε δικαιοσύνην ἡμῖν αὐτοῖς. Τὸ δὲ ὁμοίωμα οὕτως ἔχει· ὥσπερ ὁ Χριστὸς ἀπέθανε, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀνέστη· οὕτω καὶ ἡμεῖς ἐν τῷ βαπτίσματι θνήσκοντες ἀνιστάμεθα. Τὸ γὰρ καταδῦσαι τὸ παιδίον ἐν τῇ κολυμβήθρᾳ τρίτον καὶ ἀναδῦσαι, τοῦτο δηλοῖ τὸν θάνατον καὶ τὴν τριήμερον ἀνάστασιν τοῦ Χριστοῦ.
Answer. We have become united, namely partakers: just as the Lord's body, buried in the earth, brought forth salvation for the world; so too our body, buried in baptism, brought forth righteousness for us ourselves. And the likeness is thus: just as Christ died, and on the third day rose again; so too we, dying in baptism, rise again. For the plunging of the child in the font three times and the coming up, this signifies the death and the three-day resurrection of Christ.
Ἐρώτ. ϟγʹ. Τί ἐστι· ‹ Τὸ γὰρ ἀδύνατον διὰ τοῦ νόμου, ἐν ᾧ ἠσθένει, διὰ τῆς σαρκὸς, ὁ Θεὸς, › καὶ τὰ ἑξῆς ;
Question 93. What is: 'For what was impossible through the law, in that it was weak through the flesh, God' (Rom. 8:3), and the rest?
Ἀπόκ. Ἠσθένει, φησὶν, ὁ νόμος εἰς τὸ δικαιῶσαι τὸν ἄνθρωπον. Οὐ γὰρ ἠδύνατο ὁ ἄνθρωπος τὴν τυραννίδα καὶ τὴν πύρωσιν ὑποφέρειν τῆς σαρκός. Διὰ τοῦτο ἔπεμψεν ὁ Θεὸς τὸν μονογενῆ Υἱὸν αὐτοῦ, ἵνα διὰ τῆς σαρκὸς αὐτοῦ κατακρίνῃ τὴν ἁμαρτίαν. Τὸ δὲ, ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, οὐκ εἶπεν, ἐν σαρκὶ ἁμαρτίας, ἀλλ' ἐν ὁμοιώματι. Ὡμοιώθη γὰρ κατὰ πάντα ἡ ἀνθρωπίνη σὰρξ τοῦ Χριστοῦ τῇ ἀνθρωπίνῃ σαρκὶ, καθ' ὃ τέλειος ἄνθρωπος ἦν. Ἁμαρτωλὸς δὲ οὐκ ἐγένετο ἡ σὰρξ αὐτοῦ, καθάπερ ἡ ἡμετέρα σάρξ. ‹ Ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. ›
Answer. The law was weak, he says, to justify man. For man was not able to endure the tyranny and the burning of the flesh. On this account God sent His only-begotten Son, so that through His flesh He might condemn sin. And as for 'in the likeness of flesh of sin,' he did not say, in flesh of sin, but in the likeness. For in all respects the human flesh of Christ was made like unto human flesh, inasmuch as He was perfect man. Yet His flesh did not become sinful, just like our flesh: 'For He did no sin, neither was guile found in His mouth' (Isa. 53:9; 1 Pet. 2:22).
Ἐρώτ. ϟδʹ. Τί λέγει· ‹ Δότε τόπον τῇ ὀργῇ ; ›
Question 94. What does he mean: 'Give place unto wrath' (Rom. 12:19)?
Ἀπόκ. Τῷ λυπήσαντί σε καὶ θλίψαντι, ἢ ἀδικήσαντι, συγχώρησον σὺ αὐτῷ, ἀνάθου δὲ τῷ Θεῷ τὰ τῆς ἐκδικήσεως, κἀκεῖνος οἰκονομήσει τὰ δέοντα. Τὸ δὲ, ‹ Μακάριος ὁ μὴ κρίνων ἐν ᾧ δοκιμάζει, › τοῦτο δηλοῖ· ὅταν ποιεῖς τι οἰκονομικῶς πρὸς σωτηρίαν
Answer. To him who has grieved you and afflicted you, or wronged you, do you forgive him, and commit to God the matters of vengeance, and He will dispense what is needful. And this, 'Blessed is he who does not judge in what he approves' (Rom. 14:22), signifies this: when you do something by way of dispensation for the salvation
Notes, col. 753
PG 28:756Read from the pageτοῦ ἀδελφοῦ σου, καὶ πάντες μέμφονται, τὸ δὲ σὸν συνειδὸς οὐ κατακρίνει σε, μακάριος εἶ.
of your brother, and all blame it, yet your conscience does not condemn you, blessed are you.
Ἐρώτ. ϟεʹ. Τί λέγει· ‹ Ἐπειδὴ καὶ Ἰουδαῖοι σημεῖον αἰτοῦσι, καὶ Ἕλληνες σοφίαν ζητοῦσιν· ημεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον ; ›
Question 95. What does he mean: 'Since both Jews ask for a sign, and Greeks seek wisdom; but we preach Christ crucified' (1 Cor. 1:22-23)?
Ἀπόκ. Ἐὰν εἴπωμεν, φησὶν, Ἰουδαίῳ· Πίστευσον· λέγει, Ἀναστήσατε νεκροὺς, ἰάσασθε μαινῶντας. Ἐὰν δὲ εἴπωμεν Ἕλληνι, ἀπαιτεῖ ἡμῖν ῥητορικὸν λόγον. Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον, ὅστις ἐστὶ καὶ δύναμις τῶν σημείων, καὶ πέλαγος τῆς σοφίας. Ἀλλ' ἐκεῖνοι σκανδαλίζονται, καὶ μωρὸν ἡγοῦνται τὸ κήρυγμα, ἀκούοντες Θεὸν ἐσταυρωμένον· καὶ οὐ θαῦμα, καὶ γὰρ οἱ ἠσθενοῦντες τοὺς ὀφθαλμοὺς, οὐ δύνανται βλέπειν τὸν ἥλιον καθαρῶς· οὕτω καὶ αὐτοί. Τὸ δὲ, ὅτι ‹ Τὸ μωρὸν τοῦ Θεοῦ σοφώτερον τῶν ἀνθρώπων ἐστὶ, › λέγει τὸν σταυρόν. Καὶ γὰρ οἱ σοφοὶ καὶ φιλόσοφοι καὶ οἱ δυνατοὶ εἰς μάταια ἠσχολήθησαν, καὶ ἐφιλοπόνησαν, καὶ οὐδὲν ἀγαθὸν κατώρθωσαν. Ὁ δὲ σταυρὸς, ὃν ἐνόμιζον ἐκεῖνοι μωρίαν, τὸν κόσμον ἔσωσε· καὶ διὰ τοῦτο σοφώτερον πάντων ἐστὶν, ὅτι μεγάλα εἰργάσατο ἀγαθά.
Answer. If we say, he says, to a Jew: Believe; he says, Raise the dead, heal the mad. And if we say to a Greek, he demands of us rhetorical speech. But we preach Christ crucified, Who is both the power of signs, and the sea of wisdom. Yet those men are offended, and deem the preaching foolish, hearing of God crucified; and no wonder, for those who are weak in their eyes cannot see the sun purely; so too they themselves. And as for 'The foolishness of God is wiser than men' (1 Cor. 1:25), he means the cross. For the wise and philosophers and the mighty busied themselves and laboured in vain things, and accomplished nothing good. But the cross, which those men supposed to be foolishness, saved the world; and on this account it is wiser than all, because it wrought great good things.
Ἐρώτ. ϟϛʹ. Καὶ, ‹ Τὸ ἀσθενὲς τοῦ Θεοῦ ἰσχυρότερον τῶν ἀνθρώπων ἐστὶν, › οὕτω λέγει.
Question 96. And, 'The weakness of God is stronger than men' (1 Cor. 1:25), thus he speaks.
Ἀπόκ. Ἀσθενὲς τοῦ Θεοῦ λέγει τῶν ἀποστόλων τὸ φρόνημα, ὅτι ἄνθρωποι ἰδιῶται καὶ ἀγράμματοι ἐν βραχεῖ καιρῷ τὴν οἰκουμένην ἐσαγήνευσαν, καὶ βασιλεῖς, καὶ ἄρχοντας, καὶ σοφοὺς, καὶ δυνάστας ἐνίκησαν.
Answer. He calls the mind of the apostles the weakness of God, because unlearned and unlettered men in a short time caught the inhabited world as in a net, and overcame kings, and rulers, and wise men, and potentates.
Κείμενον ϟζʹ. ‹ Σοφίαν δὲ λαλοῦμεν Θεοῦ ἐν μυστηρίῳ τὴν ἀποκεκρυμμένην. ›
Text 97. 'But we speak the wisdom of God in a mystery, that which has been hidden' (1 Cor. 2:7).
Ἀπόκ. Ὁρᾷς, πῶς καλεῖ αὐτὸς σοφίαν, ἣν ἔλεγε πρῶτον μωρίαν. Καὶ γὰρ μυστήριον πρῶτον οἰκονομίαν λέγει, ὅτι οὔτε ἄγγελος, οὔτε κτιστὴ δύναμις ἄλλη ἐγίνωσκε τὸ μυστήριον καὶ τὴν οἰκονομίαν ταύτην, ὅτι μέλλει ὁ Θεὸς ἐπὶ τῆς γῆς σαρκωθῆναι. Ὅταν δὲ γέγονε, τότε πάντες ἐγνώκασι, καθὼς λέγει ὁ Ἀπόστολος· ‹ Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις. › Λέγει δὲ ἀλλαχοῦ πάλιν μυστήριον τὰ ἐξαίρετα ἔργα τοῦ Θεοῦ, οἷον τὴν γέννησιν, τὴν φάτνην, τὸ βάπτισμα, τὸν σταυρὸν, τὸν θάνατον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν, καθὼς καὶ ὁ ἐν ἁγίοις Γρηγόριος ὁ Θεολόγος μυστήρια τὰς ἑορτὰς καλεῖ ἐν τῷ Εἰς τὰ φῶτα λόγῳ· ‹ Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον. › Τοῦτο δὲ λέγει διὰ τὴν ἑορτὴν τοῦ βαπτίσματος· καὶ ἐν τοῖς λοιποῖς ὁμοίως.
Answer. You see how he himself calls wisdom that which he first called foolishness. For first by mystery he means dispensation, because neither an angel, nor any other created power knew this mystery and dispensation, that God was going to become incarnate upon the earth. But when it came to pass, then all knew it, just as the Apostle says: 'That it might now be made known to the principalities and the authorities in the heavenly places' (Eph. 3:10). And elsewhere again he calls the extraordinary works of God a mystery, such as the nativity, the manger, the baptism, the cross, the death, the resurrection, the ascension, just as Gregory the Theologian among the saints also calls the feasts mysteries in the discourse On the Lights: 'Again my Jesus, and again a mystery.' And he says this on account of the feast of the baptism; and in the rest likewise.
Ἐρώτ. ϟηʹ. Τί λέγει· ‹ Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται· αὐτὸς δὲ σωθήσεται, οὕτω δὲ ὡς διὰ πυρός ; ›
Question 98. What does he mean: 'If anyone's work is burned up, he will suffer loss; but he himself will be saved, yet so as through fire' (1 Cor. 3:15)?
Ἀπόκ. Εἴ τινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται τὴν βασιλείαν τῶν οὐρανῶν· σωθήσεται δὲ αὐτὸς ὡς διὰ πυρός. Πῶς δὲ σωθήσεται ; τουτέστι,
Answer. If anyone's work is burned up, he will suffer the loss of the kingdom of the heavens; but he himself will be saved as through fire. And how will he be saved? That is,
Notes, col. 756
On the reading
Printed ημεῖς, for ἡμεῖς.
Printed μαινῶντας, for μαινώντας.
Printed ἠσθενοῦντες, for ἀσθενοῦντες.
PG 28:757Read from the pageσῶος καὶ ἀκέραιος μένει ἐν τῷ πυρὶ, καὶ οὐκ ὄψεται θάνατον, ἀλλὰ τὸ ἔργον αὐτοῦ μόνον κατακαήσεται καὶ χαωθήσεται. Αὐτὸς δὲ ἀκέραιος μένει εἰς αἰῶνα αἰῶνος κολαζόμενος, καὶ οὐ διαλυθήσεται.
he remains safe and intact in the fire, and will not see death, but his work alone will be burned up and consumed. Yet he himself remains intact unto age of age being punished, and will not be dissolved.
Ἐρώτ. ϟθʹ. Τί λέγει· ‹ Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ ; ›
Question 99. What does he mean: 'A little leaven leavens the whole lump' (1 Cor. 5:6)?
Ἀπόκ. Τοῦτο λέγει διὰ τοὺς πονηροὺς καὶ σκολιοὺς ἀνθρώπους. Ὅτι, ὥσπερ ἡ παλαιὰ ζύμη μικρὰ μὲν ἔστι, πολὺ δὲ ἄλευρον ποιεῖ ζυμωθῆναι· οὕτω καὶ ὁ κακοποιὸς ἄνθρωπος, τρέφων ἐν ἑαυτῷ τὴν κακίαν, μεταδίδωσι καὶ τοῖς ἄλλοις, καὶ γίνεται σκάνδαλον, καὶ καταβλάπτει πολλούς. Διὰ τοῦτο πάλιν λέγει· ‹ Ἐκκαθάρατε οὖν τὴν παλαιὰν ζύμην, ἵνα ἦτε νέοι· › τουτέστιν· Ἐκδιώξατε τὸν πονηρὸν καὶ σκολιὸν ἐξ ὑμῶν, ἢ φύγετε ἀπ' αὐτοῦ· ἐπειδὴ πᾶσα κακία μολύνει τὸν ἄνθρωπον. Διὰ τοῦτο καὶ ὁ Δαβὶδ, φεύγων τοὺς πονηροὺς, ἔλεγεν· ‹ Οὐκ ἐκάθισα μετὰ συνεδρίου ματαιότητος, καὶ μετὰ παρανομούντων οὐ μὴ εἰσέλθω. Ἐμίσησα ἐκκλησίαν πονηρευομένων. › Διὰ τί δὲ ταῦτα ἐποίει ; Ἐπειδὴ πάλιν λέγει ἀλλαχοῦ· ‹ Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψῃς. › Καὶ γὰρ οἷός ἐστιν ὁ συνοικῶν μετὰ σοῦ, τοιοῦτον ἀπεργάσεται εἶναί σε.
Answer. He says this on account of wicked and crooked men. Because, just as the old leaven is small indeed, yet causes much flour to be leavened; so too the evildoing man, nourishing wickedness in himself, imparts it to others also, and becomes a stumbling-block, and harms many. On this account he says again: 'Purge out therefore the old leaven, that you may be new' (1 Cor. 5:7); that is: Drive out the wicked and crooked man from among you, or flee from him; since all wickedness defiles a man. On this account David also, fleeing the wicked, said: 'I did not sit with a council of vanity, and with transgressors I will by no means enter in. I hated the assembly of evildoers' (Ps. 25:4-5). And why did he do these things? Because again he says elsewhere: 'With a holy man Thou shalt be holy, and with an elect man Thou shalt be elect, and with a perverse man Thou shalt be perverse' (Ps. 17:26). For such as is he who dwells with you, such will he make you to be.
Ἐρώτ. ρʹ. Τί λέγει· ‹ Τὰ βρώματα τῇ κοιλίᾳ, καὶ ἡ κοιλία τοῖς βρώμασιν. Ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει ; ›
Question 100. What does he mean: 'Foods for the belly, and the belly for foods. But God will bring to naught both it and them' (1 Cor. 6:13)?
Ἀπόκ. Κοίλιαν τὴν γαστριμαργίαν λέγει, οὐχὶ τὴν γαστέρα. Καὶ γὰρ τὰ βρώματα πρὸς τὴν γαστριμαργίαν ἔχει, φησὶ, τὴν φιλίαν, καὶ αὐτὴ πρὸς αὐτὰ, καὶ οὐ δύναται ὁ γαστρίμαργος δουλεύειν τῷ Θεῷ, ἀλλὰ δουλεύειν τὴν ἑαυτοῦ γαστέρα κραιπαλῶν, καὶ γαστριμαργῶν. Διὸ κατήργησεν αὐτὴν λέγων· ‹ Ὁ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει· › τουτέστι τὰ βρώματα καὶ τὴν γαστριμαργίαν· οὐ γὰρ τὴν γαστέρα κατήργησε· μὴ γένοιτο! Ἄκουε γὰρ αὐτοῦ λέγοντος· ‹ Τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ. › Ὥστε οὐ κατήργησε τὴν γαστέρα, ἀλλὰ τὴν γαστριμαργίαν, οὐδὲ τὴν σύμμετρον τροφὴν, ἀλλὰ τὴν ἀμετρίαν· ἐπειδὴ ἐξ αὐτῶν τίκτεται ἡ πορνεία. Διὰ τοῦτο λέγει, ὅτι Τὸ σῶμα οὐκ ἐδόθη ἐξουσιάζεσθαι ὑπὸ τῆς γαστριμαργίας, ἵνα περιπίπτῃ εἰς πορνείαν, ἀλλ' ἵνα δουλεύῃ τῷ Κυρίῳ· καθὼς λέγει πάλιν ἀλλαχοῦ ὄπισθεν, ὅτι ‹ Πάντα μοι ἔξεστιν, ἀλλ' οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ' οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. › Τοῦτο δέ ἐστιν ὃ λέγει, ὅτι πάντα τὰ βρώματα, ἅπερ ἔκτισεν ὁ Θεὸς εἰς τροφὴν τοῦ ἀνθρώπου, καλά εἰσι, καὶ ἁρμόζει μοι ἐκ πάντων ἐσθίειν καὶ τρέφεσθαι· ἀλλ' οὐ γενήσομαι δοῦλος τῶν βρωμάτων· οὐδὲ ἐξουσιάσει μου ἡ γαστριμαργία· οὐ συμφέρει μοι· οὐδὲ γὰρ ἀγαθὸν οἰκοδομεῖ ἐν ἐμοί. Διὰ τοῦτο, μόνον τοῖς ἀναγκαίοις ἀρκούμενοι, τὰ περισσὰ διαπτύσσομεν, ὡς οὐκ ὠφέλιμα, ἀλλὰ καὶ βλαβερὰ συνεστῶτά μοι, ἐπιθυμίας ἀτόπους γεννῶντα τοῖς κεκτημένοις αὐτά.
Answer. By belly he means gluttony, not the stomach. For foods, he says, have friendship towards gluttony, and it towards them, and the glutton cannot serve God, but serves his own stomach in carousing and gluttony. Wherefore he brought it to naught, saying: 'God will bring to naught both it and them'; that is, the foods and the gluttony; for He did not bring the stomach to naught—far be it! For hear him saying: 'Now the body is not for fornication, but for the Lord' (1 Cor. 6:13). So He did not bring the stomach to naught, but gluttony, nor moderate nourishment, but excess; since out of them fornication is born. On this account he says that the body was not given to be mastered by gluttony, so as to fall into fornication, but that it might serve the Lord; just as he says again elsewhere earlier, that 'All things are lawful for me, but not all things are profitable; all things are lawful for me, but I will not be brought under the authority of anyone' (1 Cor. 6:12). And this is what he means, that all foods, which God created for the nourishment of man, are good, and it is fitting for me to eat and be nourished from all of them; yet I will not become a slave of foods; nor shall gluttony have authority over me; it is not profitable for me; for neither does it build up what is good in me. On this account, being content with necessary things alone, let us spit out superfluous things, as being not beneficial, but even standing as harmful to me, begetting improper desires in those who possess them.
Ἐρώτ. ραʹ. Τί λέγει· ‹ Καὶ πάντες εἰς τὸν Μωσῆν ἐβαπτίσθησαν ; ›
Question 101. What does he mean: 'And all were baptized into Moses' (1 Cor. 10:2)?
Notes, col. 757
On the reading
Printed Κοίλιαν, for Κοιλίαν.
Printed διαπτύσσομεν, for διαπτύομεν.