19. Πάλιν προέβημεν μικρὸν, καὶ δείκνυσί μοι ἕτερον ποιμένα μέγαν, ὡς ἄγριον τῇ ἰδέᾳ, περικείμενον δέρμα αἴγειον λευκὸν, καὶ πήραν τινὰ εἶχεν ἐπὶ τὸν ὦμον καὶ ῥάβδον σκληρὰν λίαν καὶ ὄζους ἔχουσαν· καὶ τὸ βλέμμα εἶχε πικρὸν, ὥστε φοβηθῆναί με αὐτόν. Οὗτος οὖν ὁ ποιμὴν παρελάμβανε τὰ πρόβατα ἀπὸ τοῦ ποιμένος τοῦ πρώτου τοῦ νεανίσκου, ἐκεῖνα τὰ σπαταλῶντα καὶ τρυφῶντα, μὴ σκιρτῶντα δὲ, καὶ ἔβαλλεν αὐτὰ εἴς τινα τόπον κρημνώδη καὶ ἀκανθώδη καὶ τριβολώδη· ὥστε ἀπὸ τῶν ἀκανθῶν καὶ τριβόλων μὴ δύνασθαι ἐκπλέξαι τὰ πρόβατα, ἀλλ' ἐμπλέκεσθαι ταῖς ἀκάνθαις καὶ τριβόλοις καὶ λίαν ἐταλαιπώρουν δαιρόμενα ὑπ' αὐτοῦ καὶ ὧδε κἀκεῖ περιέλαυνεν αὐτὰ καὶ ὅλως ἀνάπαυσιν αὐτοῖς οὐκ ἐδίδου, οὐδὲ ἵσταντο. Βλέπων οὖν αὐτὰ ἐγὼ οὕτω μαστιζόμενα καὶ ταλαιπωροῦντα, ἐλυπούμην ἐπ' αὐτοῖς, ὅτι οὕτως ἐβασανίζοντο καὶ ἀνοχὴν ὅλως οὐκ εἶχον. Καὶ λέγω τῷ ἀγγέλῳ τῷ μετ' ἐμοῦ λαλοῦντι· Κύριε, τίς ἐστιν οὗτος ὁ ποιμὴν, ὁ ἄσπλαγχνος καὶ πικρός; Καὶ λέγει μοι· Οὗτός ἐστιν ὁ ἄγγελος τῆς τιμωρίας· ἐκ δὲ τῶν ἀγγέλων τῶν δικαίων ἐστὶ, τεταγμένος δὲ ἐπὶ τῆς τιμωρίας. Παραλαμβάνει οὖν τοὺς ἀποπλανηθέντας ἀπὸ τοῦ Θεοῦ καὶ πορευθέντας ταῖς ἐπιθυμίαις αὐτῶν, καὶ τιμωρεῖται αὐτοὺς, καθὼς ἄξιοί εἰσιν, δειναῖς καὶ ποικίλαις τιμωρίαις. Λέγω αὐτῷ· Ἤθελον γνῶναι, Κύριε, τὰς ποικίλας ταύτας τιμωρίας, ποταπαί εἰσιν. Ἄκουε, φησίν· Αἱ ποικίλαι τιμωρίαι καὶ βάσανοι βιωτικαί εἰσι βάσανοι. Ἐπὰν γὰρ ἀποστῶσι τοῦ Θεοῦ νομίζοντες ἐν ἀναπαύσει εἶναι καὶ πλούτῳ, τότε τιμωροῦνται οἱ μὲν ζημιούμενοι, οἱ δὲ ὑστερούμενοι, οἱ δὲ ἀσθενείαις ποικίλαις περιπίπτοντες, ἄλλοι ἐν ἀκαταστασίαις, ἕτεροι ὑβριζόμενοι ὑπὸ ἐλαττόνων, καὶ ἑτέραις ποικίλαις πράξεσι. Πολλοὶ γὰρ ἀκαταστάντες ἐν ταῖς βουλαῖς αὐτῶν ἐπιβάλλονται εἰς πολλὰ πράγματα καὶ οὐδὲν αὐτοῖς ὅλως ἀποβαίνει, καὶ δυσχεραίνουσι, καὶ οὐ γινώσκουσιν, ὅτι διὰ τὰ πονηρὰ ἃ ἔπραξαν οὐκ εὐοδοῦνται καὶ λοιπὸν αἰτιῶνται τὸν Κύριον καὶ οὐκ ἀνέχονται τὰς λοιπὰς ἡμέρας αὐτῶν ἐπιστρέψαντες δουλεῦσαι τῷ Θεῷ ἐν καθαρᾷ καρδίᾳ. Ἂν δὲ μετανοήσωσι καὶ ἀνανήψωσι, τότε συνιῶσιν, ὅτι διὰ τὰ ἔργα αὐτῶν τὰ πονηρὰ οὐκ εὐωδοῦντο καὶ οὕτω δοξάζουσι τὸν Κύριον, ὅτι δίκαιος κριτής ἐστι, καὶ δικαίως ἔπαθον, καὶ ἐπαιδεύθησαν κατὰ τὰς πράξεις αὐτῶν. Ἄκουε οὖν ἀμφοτέρων τὴν δύναμιν, τῆς τρυφῆς καὶ τῆς βασάνου. Τῆς τρυφῆς καὶ τῆς ἀπάτης ὁ χρόνος ὥρα ἐστὶ μία, τῆς δὲ βασάνου ὧραι τριάκοντα ἡμερῶν δύναμιν ἔχουσαι. Ἐὰν οὖν μίαν ἡμέραν τις τρυφήσῃ καὶ ἀπαιτηθῇ, μίαν δὲ ἡμέραν βασανισθῇ, ἐνιαυτοῦ ὁλοκλήρου ἰσχὺν ἔχει ἡ ἡμέρα ἐκείνη τῆς βασάνου. Ὅσας οὖν ἡμέρας τρυφήσῃ τις, τοσούτους ἐνιαυτοὺς βασανισθήσεται. Βλέπεις οὖν, ὅτι τῆς τρυφῆς καὶ ἀπάτης ὁ χρόνος οὐδέν ἐστι, τῆς δὲ τιμωρίας καὶ βασάνου πολύς. Ὁ τρυφῶν καὶ ἀπατώμενος καὶ πράσσων ἃ βούλεται πολλὴν ἀφροσύνην ἐνδέδυται· ἀντὶ γὰρ τῆς τρυφῆς καὶ ἀπάτης ἑκάστης ἡμέρας ἀποτίσει βάσανον μεγάλην, ἐνιαυτὸν τῇ
19. Again we went forward a little, and he shows me another great shepherd, as it were fierce in appearance, wrapped in a white goat-skin, and he had a certain wallet upon his shoulder and a very hard staff also having knots; and he had a bitter look, so that I was afraid of him. This shepherd therefore took the sheep from the first shepherd, the young man, those that lived riotously and luxuriated, yet were not skipping, and cast them into a certain precipitous and thorny and thistle-grown place; so that the sheep were not able to disentangle themselves from the thorns and thistles, but were entangled in the thorns and thistles, and they suffered great misery being beaten by him, and he drove them about here and there and gave them no rest at all, nor did they stand still. Seeing them therefore thus scourged and suffering misery, I grieved over them, because they were thus tormented and had no respite at all. And I say to the angel who was speaking with me: Lord, who is this shepherd, the merciless and bitter one? And he says to me: This is the angel of punishment; and he is of the righteous angels, and appointed over punishment. He therefore receives those who have wandered away from God and have walked in their desires, and punishes them, even as they are worthy, with dreadful and manifold punishments. I say to him: I wished to know, Lord, what sort of punishments these manifold punishments are. Hear, says he: The manifold punishments and torments are worldly torments. For whenever they depart from God thinking to be in repose and wealth, then they are punished, some suffering loss, others falling into want, others falling into manifold sicknesses, others in unsettlements, others insulted by inferiors, and in other manifold dealings. For many, being unsettled in their counsels, set their hands to many affairs and nothing at all succeeds for them, and they are vexed, and do not know that because of the evil things which they did they do not prosper, and thereafter they blame the Lord and do not endure for the remaining days of their life to return and serve God in a pure heart. But if they repent and recover their senses, then they understand that because of their evil works they did not prosper, and thus they glorify the Lord, that He is a righteous judge, and justly they suffered, and were chastised according to their deeds. Hear therefore the power of both, of luxury and of torment. Of luxury and of deceit the time is one hour, but of torment the hours have the power of thirty days. If therefore someone luxuriates for one day and is called to account, and is tormented for one day, that day of torment has the force of a whole year. For as many days therefore as anyone luxuriates, for so many years shall he be tormented. You see therefore that the time of luxury and deceit is nothing, but that of punishment and torment is much. He who luxuriates and is deceived and does what he wishes has clothed himself with much folly; for in return for the luxury and deceit of each day he shall pay a great torment, a year for the