Migne Reading Room

PG 28 · cols. 565–576 · Read from the page

Doctrine to Antiochus

Doctrine to Antiochus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:565Read from the page
δεῖ σε ἐγκρατεύεσθαι, ἐπί τινων δὲ οὐ δεῖ. Τὸ πονηρὸν ἐγκρατεύεσθαι καὶ μὴ ποιεῖν αὐτό· τὸ δὲ ἀγαθὸν μὴ ἐγκρατεύου, ἀλλὰ ποίει αὐτό. Ἄκουε δὲ λεπτομερῶς. Λέγει αὐτῷ ὁ Ἀντίοχος· Ναὶ, δέομαί σου, πάντα μοι λεπτομερῶς δήλωσον· ὅτι οὐδέποτε ἤκουσα τοιοῦτον λόγον σωτηρίας καθοπλίζοντα τὸν ἄνθρωπον κατὰ πάσης μηχανῆς τοῦ διαβόλου. Διὰ τοῦτο ἐποίησα καὶ τὸν νοτάριόν μου πᾶσαν τὴν ἔνδοξον καὶ ἐνάρετον ταύτην διδαχὴν γράψαι. Λέγει ὁ ἐπίσκοπος· Ἐγκρατεύου ἀπὸ πάσης πονηρίας, ἀπὸ μεθύσματος, ἀνομίας, ἀπὸ τρυφῆς πονηρᾶς, ἀπὸ ἐδεσμάτων πολλῶν καὶ πολυτελῶν, πλούτου, καυχήσεως, ὑψηλοφροσύνης καὶ ὑπερηφανίας καὶ ψεύδους καὶ καταλαλιᾶς καὶ ὑποκρίσεως καὶ μνησικακίας καὶ πάσης βλασφημίας. Ταῦτα τὰ ἔργα πονηρά ἐστι τῇ ζωῇ τῶν ἀνθρώπων. Τούτων οὖν τῶν ἔργων δεῖ ἐγκρατεύεσθαι τὸν δοῦλον τοῦ Θεοῦ. Ὁ γὰρ μὴ ἐγκρατευόμενος τούτων οὐ δύναται ζῆσαι τῷ Θεῷ. Ἄκουε δὲ καὶ τὰ ἀκόλουθα τούτων. Λέγει ὁ δοὺξ Ἀντίοχος· Ἔτι γὰρ, κύριε, πονηρά εἰσιν ἔργα; Λέγει αὐτῷ ὁ ἐπίσκοπος· Καὶ πολλά εἰσιν ἀφ' ὧν δεῖ τὸν δοῦλον τοῦ Θεοῦ ἐγκρατεύεσθαι, κλοπὴ, ψεῦδος, ἀποστέρησις, ψευδομαρτυρία, πλεονεξία, ἀλαζονεία καὶ ὅσα τούτοις ὅμοια. Εἰ οὐ δοκεῖ σοι πονηρὰ εἶναι ταῦτα; Ἀπεκρίθη· Καὶ λίαν πονηρὰ τοῖς δούλοις τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ ἐπίσκοπος· Ἐγκρατεῦσαι οὖν ἀπὸ πάντων τούτων, ἵνα ζήσῃς τῷ Θεῷ καὶ ἐγγραφήσῃ μετὰ τῶν ἐγκρατευομένων. Ἃ μὲν οὖν δεῖ ἐγκρατεύεσθαι, ταῦτά ἐστιν· ἃ δὲ δεῖ σε μὴ ἐγκρατεύεσθαι, ἀλλὰ ποιεῖν, ἄκουε· Πάντων πρῶτον πίστις, φόβος Κυρίου, ὁμόνοια, ἀγάπη, ῥήματα δικαιοσύνης, ἀλήθεια, ὑπομονή. Τούτων ἀγαθώτερον οὐδέν ἐστιν ἐν τῇ ζωῇ τῶν ἀνθρώπων. Ταῦτα ἐάν τις φυλάσσῃ καὶ μὴ ἐγκρατεύηται ἀπ' αὐτῶν, μακάριός ἐστιν ἐν τῇ ζωῇ αὐτοῦ. Εἶτα τούτων τὰ ἀκόλουθα ἄκουε· χήρας ὑπηρετεῖν καὶ ὀρφανοὺς ὑστερουμένους ἐπισκέπτεσθαι, ἐξ ἀνάγκης λυτρώσασθαι τοὺς δούλους τοῦ Θεοῦ, φιλόξενον εἶναι (ἐν γὰρ τῇ φιλοξενίᾳ εὑρίσκεται ἀγαθοποίησις), ἡσύχιον εἶναι, ἐνδεέστερον γενέσθαι, πάντα ἄνθρωπον πρεσβύτην σέβεσθαι, ἀσκεῖν δικαιοσύνην, ἀδελφότητα συντηρεῖν, ὕβριν ὑποφέρειν, μακρόθυμον εἶναι, ἀμνησίκακον, κάμνοντας τῇ ψυχῇ παρακαλεῖν, ἐσκανδαλισμένους ἀπὸ τῆς πίστεως μὴ ἀποβαλέσθαι, ἀλλ' ἐπιστρέφειν καὶ εὐθύμους ποιεῖν, ἁμαρτάνοντας νουθετεῖν, χρεώστας μὴ θλίβειν, ἐνδεεῖς μὴ λυπεῖν καὶ ὅσα τούτοις ὅμοιά ἐστι. Δοκεῖ σοι ταῦτα ἀγαθὰ εἶναι; Ἀπεκρίθη ὁ Ἀντίοχος· Τί γὰρ, κύριε, δύναται τούτων ἀγαθώτερον εἶναι; Λέγει αὐτῷ ὁ ἐπίσκοπος· Γύμναζε σεαυτὸν ἐν τούτοις, καὶ μὴ ἐγκρατεύου πάντων, καὶ ζήσεις τῷ Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν.
you must exercise self-control, and in some things you must not. Exercise self-control toward evil and do not do it; but toward good do not exercise self-control, rather do it. And hear in detail. Antiochus says to him: Yes, I beg you, make all things clear to me in detail; for I have never heard such a word of salvation arming a man against every device of the devil. On account of this I also made my notary write down all this glorious and virtuous teaching. The bishop says: Exercise self-control from all wickedness, from drunkenness, lawlessness, from wicked luxury, from many and costly meats, wealth, boasting, high-mindedness and pride and falsehood and backbiting and hypocrisy and bearing of malice and all blasphemy. These works are wicked for the life of men. From these works therefore the servant of God must exercise self-control. For he who does not exercise self-control from these cannot live to God. And hear also the things that follow these. The duke Antiochus says: Are there still wicked works, lord? The bishop says to him: There are indeed many from which the servant of God must exercise self-control: theft, falsehood, defrauding, false witness, covetousness, boastfulness, and whatever things are like these. Do not these seem to you to be wicked? He answered: Exceedingly wicked indeed to the servants of God. The bishop says to him: Exercise self-control therefore from all these, that you may live to God and be enrolled with those who exercise self-control. What things therefore one must exercise self-control from, are these; and what things you must not exercise self-control from, but do, hear: First of all, faith, fear of the Lord, concord, love, words of righteousness, truth, patience. Nothing is better than these in the life of men. If anyone keeps these things and does not hold back from them, he is blessed in his life. Then hear the things that follow these: to minister to widows and to visit orphans in need, to ransom the servants of God out of necessity, to be hospitable (for in hospitality is found well-doing), to be quiet, to become poorer, to reverence every aged man, to practise righteousness, to preserve brotherhood, to endure insult, to be long-suffering, not bearing malice, to comfort those weary in soul, not to cast away those stumbled from the faith, but to turn them back and make them cheerful, to admonish sinners, not to oppress debtors, not to grieve the needy, and whatever things are like these. Do these things seem to you to be good? Antiochus answered: Why, lord, what can be better than these? The bishop says to him: Train yourself in these things, and do not hold back from them all, and you shall live to God unto the ages. Amen.
9. Καὶ εὐξαμένων αὐτῶν ἀναστὰς λέγει ὁ ἐπίσκοπος· Ἄκουε καὶ ταύτην ἔτι τὴν διδασκαλίαν· πάνυ γὰρ ὠφέλιμός ἐστιν. Ἄρον ἀπὸ σοῦ τὴν διψυ-
9. And when they had prayed, having risen, the bishop says: Hear this teaching also; for it is very profitable. Take away from yourself double-
Notes, col. 565

On the reading

Printed Ἄρον, for Ἆρον.

PG 28:568Read from the page
χίαν, καὶ μηδενὸς ὅλως διψυχήσῃς αἰτήσασθαι παρὰ τοῦ Θεοῦ λέγων ἐν ἑαυτῷ, ὅτι Πῶς δυνήσομαι αἰτήσασθαι παρὰ τοῦ Κυρίου λαβεῖν ἡμαρτηκὼς τοσαῦτα εἰς αὐτόν; Μὴ διαλογίζου ταῦτα, ἀλλ' ἐξ ὅλης καρδίας σου ἐπίστρεψον πρὸς Κύριον, καὶ αἰτοῦ παρ' αὐτοῦ ἀδιστάκτως, καὶ γνώσῃ τὴν πολυευσπλαγχνίαν αὐτοῦ, ὅτι οὐ μή σε ἐγκαταλείπῃ, ἀλλὰ τὸ αἴτημα τῆς ψυχῆς σου πληροφορήσει. Οὐκ ἔστι γὰρ ὁ Θεὸς ὡς οἱ ἄνθρωποι μνησικακοῦντες, ἀλλ' αὐτὸς ἀμνησίκακός ἐστι καὶ σπλαγχνίζεται ἐπὶ τὴν ποίησιν αὐτοῦ. Σὺ οὖν καθάρισον τὴν καρδίαν σου ἀπὸ πάντων τῶν ματαίων τούτων, καὶ τῶν προειρημένων σοι ῥημάτων, καὶ αἰτοῦ παρὰ τοῦ Κυρίου, καὶ λήψῃ, καὶ ἀπὸ πάντων τῶν αἰτημάτων σου ἀστέρητος ἔσῃ, ἐὰν ἀδιστάκτως αἰτήσῃς. Ἐὰν δὲ διστάσῃς ἐν τῇ καρδίᾳ σου, οὐδὲν οὐ μὴ λήψῃ τῶν αἰτημάτων σου. Οἱ γὰρ διστάζοντες εἰς τὸν Θεὸν, οὗτοί εἰσιν ὡς δίψυχοι, καὶ οὐδὲν ὅλως λαμβάνουσι τῶν αἰτημάτων αὐτῶν. Οἱ δὲ ὁλοτελεῖς ὄντες ἐν τῇ πίστει πάντα αἰτοῦνται πεποιθότες ἐπὶ τὸν Θεὸν καὶ λαμβάνουσιν, ὅτι ἀδιστάκτως αἰτοῦνται μηδὲν διψυχοῦντες. Πᾶς γὰρ δίψυχος ἀνὴρ, ἐὰν μὴ μετανοήσῃ, δυσκόλως σωθήσεται. Καθάρισον οὖν τὴν καρδίαν σου ἀπὸ τῆς διψυχίας· ἔνδυσαι δὲ τὴν πίστιν, ὅτι ἰσχυρά ἐστι, καὶ πίστευε τῷ Θεῷ, ὅτι πάντα τὰ αἰτήματά σου, ἃ αἰτῇ, λήψῃ. Καὶ ἐὰν αἰτησάμενός ποτε παρὰ τοῦ Κυρίου αἴτημά τι καὶ [μὴ ἀπολήψῃ], μὴ διψυχήσῃς, ὅτι τάχιον οὐκ ἔλαβες τὸ αἴτημα τῆς ψυχῆς σου· πάντως γὰρ διὰ πειρασμόν τινα ἢ παράπτωμά τι ὃ σὺ ἀγνοεῖς, οὐκ ἔλαβες. Σὺ οὖν μὴ διαλίπῃς εὐχόμενος τὸ αἴτημα τῆς ψυχῆς σου, ἕως οὗ ἀπολήψῃ αὐτό. Ἐὰν δὲ ἐκκακήσῃς καὶ διψυχήσῃς αἰτούμενος, ἑαυτὸν αἰτιῶ, καὶ μὴ τὸν μὴ διδόντα σοι. Βλέπε οὖν τὴν διψυχίαν ταύτην· πονηρὰ γάρ ἐστι καὶ ἀσύνετος καὶ πολλοὺς ἐκριζοῖ ἀπὸ τῆς πίστεως, καί γε λίαν πιστοὺς καὶ ἰσχυρούς. Καταφρόνησον οὖν αὐτῆς ἐν παντὶ πράγματι, ἐνδυσάμενος τὴν πίστιν τὴν ἰσχυρὰν καὶ δυνατήν· ἡ γὰρ πίστις πάντα ἐπαγγέλλεται, πάντα τελειοῖ· ἡ δὲ διψυχία, μὴ καταπιστεύουσα ἑαυτὴν, πάντων ἀποτυγχάνει τῶν ἔργων αὐτῆς, ὧν πράσσει. Σὺ οὖν δούλευε τῇ εὐχῇ σου, τῇ δυνάμει τῆς πίστεως, καὶ ζήσῃ τῷ Θεῷ καὶ πάντες οἱ καταφρονήσαντες εἰς τοὺς αἰῶνας. Ἀμήν.
mindedness, and do not be double-minded at all to ask anything from God, saying in yourself: How shall I be able to ask from the Lord to receive, having sinned so much against Him? Do not reason these things, but with your whole heart turn to the Lord, and ask from Him without wavering, and you shall know His manifold compassion, that He will by no means forsake you, but will fulfil the request of your soul. For God is not like men who bear malice, but He Himself is unmindful of malice and has compassion upon His creation. Purify your heart therefore from all these vain things, and the words spoken to you before, and ask from the Lord, and you shall receive, and you shall not be deprived of any of your requests, if you ask without wavering. But if you waver in your heart, you shall by no means receive any of your requests. For those who waver towards God, these are as double-minded, and they receive nothing at all of their requests. But those who are complete in the faith ask all things trusting in God and receive, because they ask without wavering, being double-minded in nothing. For every double-minded man, unless he repents, shall with difficulty be saved. Purify your heart therefore from double-mindedness; and put on faith, because it is strong, and believe God, that you shall receive all your requests which you ask. And if, having ever asked some request from the Lord, you also [do not receive it], do not be double-minded because you did not quickly receive the request of your soul; for altogether on account of some trial or some transgression of which you are ignorant, you did not receive it. Do not cease therefore praying for the request of your soul, until you receive it. But if you lose heart and are double-minded while asking, blame yourself, and not Him Who does not give to you. See to this double-mindedness therefore; for it is wicked and senseless, and uproots many from the faith, even very faithful and strong ones. Despise it therefore in every matter, having put on the strong and mighty faith; for faith promises all things, perfects all things; whereas double-mindedness, not having confidence in itself, fails of all its works which it does. Serve your prayer therefore in the power of faith, and you shall live to God, and all who have despised it, unto the ages. Amen.
10. Καὶ εὐξαμένων αὐτῶν, λέγει αὐτῷ ὁ ἐπίσκοπος· Ἄκουε καὶ τῆς δεκάτης ἐντολῆς· Ἄρον ἀπὸ σοῦ πᾶσαν ἐπιθυμίαν πονηρὰν, ἔνδυσαι τὴν ἐπιθυμίαν τὴν ἀγαθὴν, καὶ σεμνήν· ἐνδεδυμένος γὰρ τὴν ἐπιθυμίαν ταύτην, μισήσεις τὴν πονηρὰν ἐπιθυμίαν. Ἀγρία γὰρ ἐπιθυμία εἰς τάδε ἀνεμπεσεῖ, εἰς λύπην (..... ἐὰν μὴ ᾖ) συνετὸς δαπανᾶται ὑπ' αὐτῆς δεινῶς. Δαπανᾷ δὲ τούτους μὴ ἔχοντας ἔνδυμα ἐπιθυμίας ἀγαθῆς, ἀλλ' ἐμπεφυρμένους τῷ αἰῶνι τούτῳ· τούτους οὖν παραδίδωσιν εἰς θάνατον. Καὶ λέγει ὁ Ἀντίοχος· Ποῖα, κύριε, εἰσὶ τῆς ἐπιθυμίας τῆς πονηρᾶς τὰ παραδιδόντα τοὺς ἀνθρώπους εἰς θάνατον; Γνώρισόν μοι, ἵνα φύγω ἀπ' αὐτῶν. Λέγει αὐτῷ ὁ ἐπίσκοπος· Ἄκου-
10. And when they had prayed, the bishop says to him: Hear also the tenth commandment: Take away from yourself every wicked desire, put on the desire that is good and grave; for being clothed with this desire, you shall hate the wicked desire. For wild desire will fall back into these things, into grief (..... unless he be) prudent, he is terribly consumed by it. And it consumes these who do not have the garment of good desire, but are mingled with this age; these therefore it delivers over to death. And Antiochus says: What sort of things, lord, are those of wicked desire that deliver men over to death? Make them known to me, that I may flee from them. The bishop says to him: Hear
Notes, col. 568

On the reading

Printed Ἄρον, for Ἆρον.

PG 28:569Read from the page
σον. Πρῶτον πάντων ἐπιθυμία γυναικὸς καὶ πολυτέλεια πλούτου, ἥ ἐστι φιλαργυρία, καὶ ἐδεσμάτων πολλῶν καὶ ματαίων, καὶ μεθύσματος πολλοῦ, διαφόρων γεύσεων, καὶ ἑτέρων τρυφῶν πολλῶν καὶ μωρῶν, καὶ δόξης ἀνθρωπίνης καὶ ματαίας. Πᾶσα τρυφὴ μωρά ἐστι καὶ κενὴ τοῖς δούλοις τοῦ Θεοῦ. Ἀπέχεσθαι οὖν δεῖ τῶν ἐπιθυμιῶν τούτων, ἵνα ἀπεχόμενοι ζήσητε τῷ Θεῷ. Ἐὰν δὲ δουλεύσῃς τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ καὶ ὑποταγῇς αὐτῇ, δύνασαι κατακυριεῦσαι τῆς ἐπιθυμίας τῆς πονηρᾶς καὶ ὑποτάξαι αὐτὴν, καθὼς βούλει. Ὁ Ἀντίοχος λέγει· Ἤθελον γνῶναι ποίοις τρόποις δεῖ με δουλεῦσαι τῇ ἐπιθυμίᾳ τῇ ἀγαθῇ. Ὁ ἐπίσκοπος λέγει· Ἄκουε· Ἔργασαι δικαιοσύνην καὶ ἀρετὴν ἀληθείας καὶ φόβον Κυρίου καὶ πίστιν καὶ ἀγάπην καὶ ταπεινοφροσύνην καὶ ἀκτημοσύνην . . . . . ιθην ποιῆσαι τῆς κοσμικῆς . . . . . . ότητος, καὶ ὅσα τούτοις ὅμοια τοῖς προειρημένοις, ταῦτα ἐργαζόμενος, εὐάρεστος ἔσῃ δοῦλος Θεοῦ εἰς τοὺς αἰῶνας. Ἀμήν.
first of all, desire for a woman and extravagance of wealth, which is love of money, and of many and vain meats, and of much drunkenness, of various tastes, and of other luxuries many and foolish, and of human and vain glory. Every luxury is foolish and vain to the servants of God. One must therefore abstain from these desires, so that abstaining you may live to God. But if you serve the good desire and are subject to it, you are able to have dominion over the wicked desire and to subject it, just as you wish. Antiochus says: I wished to know in what ways I must serve the good desire. The bishop says: Hear: Work righteousness and the virtue of truth and the fear of the Lord and faith and love and humility and non-possession . . . . . to make of worldly . . . . . . -ness, and whatever things are like these aforesaid; working these things, you shall be an acceptable servant of God unto the ages. Amen.
Πάλιν λέγει αὐτῷ ὁ ἐπίσκοπος· Ὁ διάβολος, ὅταν ἴδῃ ὅτι δι' ἑαυτοῦ, τουτέστι διὰ τοῦ ἰδίου λογισμοῦ, οὐδὲν δύναταί σε βλάψαι, τότε φέρει πρὸς σὲ ἀσθενεστέρους μοναχοὺς, καὶ δι' αὐτῶν πρόφασίν τινα διαλόγων ἢ ἔργων, ἢ ἀναπαύσεως, ἢ ζήλου σαρκικοῦ δίδωσί σοι, εἰς τὸ σκανδαλίσαι καὶ ταράξαι. Σὺ δὲ νοῶν τοῦ ἐχθροῦ εἶναι κατασκευὴν τοῦτο, μὴ ἄρξῃ τὴν εἰς διάνοιάν σου λέγειν· Ἐγὼ ἀπὸ τοῦ τοιούτου γένους εἰμὶ μεγάλου, καὶ οὗτος ἰδιώτης καὶ εὐτελὴς, κἀγὼ εἰς τοὺς πόδας αὐτοῦ ἔχω πεσεῖν; μᾶλλον δὲ διὰ τοῦτο πρόσπεσε αὐτῷ, μεμνημένος τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐντολῆς, ἥτις σοι παρακελεύεται· « Ἐάν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην, » καὶ μὴ πρότερον αὐτοῦ ἀποστῇς τῶν ποδῶν, ἕως οὗ συγχώρησιν μετ' εὐχῆς παρ' αὐτοῦ δέξῃ, ὅπως τέλειός σοι ἀποδοθῇ τῆς ταπεινοφροσύνης ὁ στέφανος εἰς τοὺς αἰῶνας. Ἀμήν.
Again the bishop says to him: The devil, whenever he sees that through himself, that is, through his own thought, he is able to harm you in nothing, then brings to you weaker monks, and through them gives you some pretext of conversations or deeds, or of rest, or of fleshly jealousy, to cause stumbling and to trouble you. But you, understanding this to be a contrivance of the enemy, do not begin to say into your mind: I am from such a great family, and this man is unlearned and lowly, and do I have to fall at his feet? Rather on account of this fall down before him, remembering the commandment of our Saviour Jesus Christ, which commands you: "If anyone strikes you on the right cheek, turn to him the other also" (Matt. 5:39), and do not depart from his feet before you receive forgiveness with prayer from him, so that the crown of humility may be rendered to you complete unto the ages. Amen.
11. Καὶ εὐξαμένων αὐτῶν, λέγει αὐτῷ ὁ ἐπίσκοπος· Ἄκουε καὶ τῆς ἑνδεκάτης ἐντολῆς· Ἄρον ἀπὸ σοῦ τὴν λύπην· καὶ γὰρ αὕτη ἀδελφή ἐστι τῆς διψυχίας· καὶ τῆς ὀξυχολίας. Λέγει ὁ Ἀντίοχος· Πῶς, κύριε, ἀδελφή ἐστιν αὐτῆς; Ἄλλο γάρ μοι δοκεῖ ὀξυχολία, καὶ ἄλλο διψυχία, καὶ ἄλλο λύπη. Λέγει αὐτῷ ὁ ἐπίσκοπος· Διὰ τί οὐ νοεῖς τὰ λεγόμενά σοι; Καὶ γὰρ ἐκεῖνοι οὐ νοοῦσιν, οἱ βάλλοντες ἑαυτοὺς εἰς τὰ σαρκικὰ καὶ κοσμικὰ πράγματα. Οὐ νοεῖς ὅτι ἡ λύπη πάντων τῶν παθῶν πονηροτέρα ἐστὶ καὶ δεινοτάτη τοῖς δούλοις τοῦ Θεοῦ, καὶ παρὰ πάντα τὰ πνεύματα καταφθείρει τὸν ἄνθρωπον; Οἱ δὲ φόβον ἔχοντες Θεοῦ καὶ ἐρευνῶντες περὶ Θεοῦ ἔργων καὶ ἀληθείας καὶ τὴν καρδίαν ἔχοντες πρὸς Κύριον, πάντα τὰ λεγόμενα αὐτοῖς τάχιον νοοῦσι καὶ συνιοῦσιν, ὅτι καθαροί εἰσι καὶ ἀμέριμνοι ἀπὸ πάσης φροντίδος καὶ μερίμνης κοσμικῆς, καὶ οὐδὲν ἄλλο εἰ μὴ τὸν φόβον τοῦ Θεοῦ ἔχουσιν ἐν ἑαυτοῖς.
11. And when they had prayed, the bishop says to him: Hear also the eleventh commandment: Take away from yourself grief; for this also is a sister of double-mindedness and of quick-temperedness. Antiochus says: How, lord, is it her sister? For quick-temperedness seems to me one thing, and double-mindedness another, and grief another. The bishop says to him: Why do you not understand the things spoken to you? For those also do not understand who cast themselves into fleshly and worldly affairs. Do you not understand that grief is more wicked than all the passions and most terrible to the servants of God, and beyond all the spirits destroys man? But those who have the fear of God and search concerning the works and truth of God and have their heart towards the Lord, understand and comprehend more quickly all the things spoken to them, because they are pure and free from care from every worldly anxiety and care, and have nothing else save the fear of God in themselves.
Notes, col. 569

On the reading

Printed Ἄρον, for Ἆρον.

PG 28:572Read from the page
Ὅπου γὰρ ὁ Κύριος κατοικεῖ, ἐκεῖ καὶ σύνεσις πολλή. Κολλήθητι οὖν τοῦ Κυρίου, καὶ πάντων νοήσεις. Ἄκουε οὖν πῶς ἡ λύπη ἐκτρίβει τὸ πνεῦμα, καὶ πάλιν σώζει. Ὅταν ὁ δίψυχος ἐπιβάληται πρᾶξαί τι, καὶ ἀποτύχῃ διὰ τὴν διψυχίαν αὐτοῦ, ἡ λύπη ἐκπορεύεται εἰς τὸν ἄνθρωπον καὶ λυπεῖ τὸ Πνεῦμα τὸ ἅγιον καὶ στενοχωρεῖ αὐτό. Εἶτα πάλιν ὀξυχολία ὅταν κολληθῇ τῷ ἀνθρώπῳ περὶ πράγματός τινος, καὶ λίαν πικρανθῇ, καὶ ποιήσῃ τι κακὸν, πάλιν ἡ λύπη εἰσπορεύεται εἰς τὴν καρδίαν τοῦ ἀνθρώπου τοῦ ὀξυχολήσαντος, καὶ λυπεῖται ἐπὶ τῇ πράξει αὐτοῦ, ᾗ ἔπραξε, καὶ μετανοεῖ, ὅτι πονηρὸν εἰργάσατο. Αὕτη οὖν ἡ λύπη δοκεῖ σωτηρίαν ἔχειν, ὅτι τὸ πονηρὸν πράξας μετενόησεν. [Ἀμφότεραι δὲ τῶν] πράξεων λυποῦσι τὸν ἄνθρωπον· [ἡ μὲν λύπη, ὅτι] ἀπέτυχε τῆς πράξεως, ἡ δὲ ὀξυχολία, ὅτι ἔπραξε τὸ πονηρόν. Ἀμφότερα οὖν λυπηρά ἐστι τῷ Πνεύματι τῷ ἁγίῳ. Ἄρον οὖν ἀπὸ σοῦ τὴν λύπην καὶ μὴ θλίβε τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐν σοὶ κατοικοῦν, μήποτε ἐντεύξηται τῷ Θεῷ, καὶ ἀποστῇ ἀπὸ σοῦ. Τὸ γὰρ Πνεῦμα τοῦ Θεοῦ, τὸ δοθὲν εἰς τὴν σάρκα ταύτην, λύπην σαρκικὴν οὐχ ὑποφέρει, οὐδὲ στενοχωρίαν. Λύπη γὰρ ἡ ἐπὶ τοῖς πρώτοις ἁμαρτήμασι μόνη ἔχει ὠφέλειαν, ἐὰν μὴ πάλιν ἁμαρτήσῃς. Ἔνδυσαι οὖν τὴν ἱλαρότητα, τὴν πάντοτε ἔχουσαν χάριν παρὰ τῷ Θεῷ καὶ εὐπρόσδεκτον οὖσαν αὐτῷ καὶ ἐντρύφησον ἐν αὐτῇ. Πᾶς γὰρ ἱλαρὸς ἀνὴρ ἀγαθὰ ἐργάζεται καὶ ἀγαθὰ φρονεῖ καὶ καταφρονεῖ τῆς ματαίας λύπης. Ὁ δὲ λυπηρὸς ἀνὴρ πάντοτε ὀργίζεται καὶ ἀνομίαν ἐργάζεται μὴ ἐντυγχάνων μηδὲ ἐξομολογούμενος τῷ Θεῷ. Πάντοτε γὰρ λυπηροῦ ἀνδρὸς ἡ ἔντευξις οὐκ ἔχει δύναμιν τοῦ ἀναβῆναι ἐπὶ τὸ θυσιαστήριον τοῦ Θεοῦ· ὅτι ἡ λύπη ἐγκάθηται εἰς τὴν καρδίαν αὐτοῦ. Μεμιγμένη οὖν ἡ λύπη· ἡ κοσμικὴ μετὰ τῆς ἐντεύξεως οὐκ ἀφίησι τὴν ἔντευξιν ἀναβῆναι καθαρὰν εἰς τὸ θυσιαστήριον. Ὥσπερ γὰρ ὄξος καὶ οἶνος μεμιγμένα τὴν αὐτὴν ἡδονὴν οὐκ ἔχουσιν, οὕτω καὶ λύπη μεμιγμένη μετὰ τοῦ ἁγίου Πνεύματος τὴν αὐτὴν ἔντευξιν [οὐκ ἔχει]. Καθάρισον οὖν ἑαυτὸν ἀπὸ τῆς λύπης πονηρᾶς ταύτης, καὶ ζήσῃ τῷ Θεῷ εἰς τοὺς αἰῶνας. Ἀμήν.
For where the Lord dwells, there also is much understanding. Cleave therefore to the Lord, and you shall understand all things. Hear therefore how grief wears out the spirit, and again saves. Whenever the double-minded man undertakes to do something, and fails on account of his double-mindedness, grief goes forth into the man and grieves the Holy Spirit and straitens it. Then again, whenever quick-temperedness cleaves to the man concerning some matter, and he is exceedingly embittered, and does some evil thing, again grief enters into the heart of the man who was quick-tempered, and he is grieved over his deed which he did, and repents because he worked wickedness. This grief therefore seems to have salvation, because having done the wicked thing he repented. [Yet both of the] deeds grieve the man: [grief on the one hand, because] he failed of the deed, and quick-temperedness on the other, because he did the wicked thing. Both therefore are grievous to the Holy Spirit. Take away from yourself therefore grief and do not afflict the Holy Spirit that dwells in you, lest it intercede with God, and depart from you. For the Spirit of God, which was given into this flesh, does not endure fleshly grief, nor straitness. For grief over former sins alone has profit, if you do not sin again. Put on therefore cheerfulness, which always has grace with God and is acceptable to Him, and delight in it. For every cheerful man works good things and thinks good things and despises vain grief. But the gloomy man is always angry and works lawlessness, neither interceding nor confessing to God. For the intercession of a gloomy man never has power to ascend upon the altar of God; because grief sits in his heart. Grief therefore being mingled, the worldly with the intercession, does not suffer the intercession to ascend pure to the altar. For just as vinegar and wine mingled do not have the same pleasantness, so also grief mingled with the Holy Spirit [does not have] the same intercession. Purify yourself therefore from this wicked grief, and you shall live to God unto the ages. Amen.
12. Καὶ εὐξαμένων αὐτῶν, λέγει αὐτῷ ὁ ἐπίσκοπος· Βλέπε στερεῶς, καὶ ἐξ ὅλης τῆς καρδίας σου ἐπίστρεφε πρὸς Κύριον· καὶ μὴ φοβηθῇς τὸν διάβολον· δύναμις γὰρ ἐν αὐτῷ οὐκ ἔστι κατὰ τῶν δούλων τοῦ Θεοῦ. Ὁ Θεὸς γάρ ἐστιν ὁ παρέχων τὴν νίκην. Ὁ διάβολος μόνον φόβον ἔχει· ὁ δὲ φόβος αὐτοῦ τόνους οὐκ ἔχει. Μὴ φοβηθῇς οὖν αὐτὸν, καὶ φεύξεται ἀπὸ σοῦ, μηδὲ τὴν ἀπειλὴν αὐτοῦ δειλιάσῃς. Ἄτονος γὰρ ὡς νεκροῦ νεῦρα. Οὐ δύναται γὰρ καταδυναστεύειν τῶν δούλων τοῦ Θεοῦ τῶν ἐξ ὅλης καρδίας ἐλπιζόντων ἐπ' αὐτόν. Δύναται οὖν ὁ διάβολος παλαῖσαι, καταπαλαῖσαι δὲ οὐ δύναται. Ἐὰν οὖν ἀντιστῇς αὐτὸν, νικηθεὶς φεύξεται ἀπὸ σοῦ κατῃσχυμμένος. Μᾶλλον φοβήθητι τὸν Κύριον τὸν δυνά-
12. And when they had prayed, the bishop says to him: Look steadfastly, and with your whole heart turn to the Lord; and do not fear the devil; for there is no power in him against the servants of God. For it is God Who grants the victory. The devil has only fear; and his fear has no sinews. Do not fear him therefore, and he shall flee from you, nor be cowardly before his threat. For he is sinewless as the sinews of a corpse. For he cannot exercise dominion over the servants of God who with their whole heart hope in Him. The devil is able therefore to wrestle, but he is not able to wrestle down. If therefore you resist him, having been conquered he shall flee from you put to shame. Rather fear the Lord Who is able
Notes, col. 572

On the reading

Printed Ἄρον, for Ἆρον.

PG 28:573Read from the page
μενον σῶσαι καὶ ἀπολέσαι. Μὴ δειλιάσῃς, μηδὲ φοβηθῇς τὸν θάνατον, φθαρτὸς γάρ ἐστιν· ἀλλὰ φοβοῦ τὴν ἁμαρτίαν, προαιρετικὴ γάρ ἐστι. Φύλασσε σεαυτὸν ἀπὸ τῶν τρίτων μελῶν τοῦ σώματός σου, ὀφθαλμοῦ, στόματος καὶ ἀκοῆς· μήποτε διὰ τῶν ὀφθαλμῶν σου φθονερῶς καὶ ἀκολάστως προσέχῃς τινὶ, καὶ διὰ στόματος τοῦ μὴ λαλεῖν ποτε ἀσύμφορα, καὶ ἀκοὴν τῇ ὑγιαινούσῃ [διδασκαλίᾳ ἐπίστρεφε], μήποτε καταδέξῃ λόγ[ους ἀσεβεῖς], μήποτε ἡττηθῇς ἀσυνέτοις λογισμοῖς, ἀκοῇ βλαβερᾷ, καὶ ἐπιστρέψῃς ὡς κύων ἐπὶ τὸν ἴδιον ἐμετόν. Ἀλλὰ λάβε μᾶλλον εἰς τὴν σὴν ἔννοιαν τὴν ἐσχάτην ἡμέραν. Οὐ γὰρ μόνος τὸν αἰῶνα βιώσεις, ἀλλὰ τὴν τότε μνήσθητι συνοχὴν καὶ πνιγμὸν καὶ θανάτου ὥραν καὶ ἀπόφασιν Θεοῦ κατεπείγουσαν καὶ ἀγγέλους ἐπισπεύδοντας καὶ ψυχὴν ἐν τούτοις θορυβουμένην καὶ ἅμα τῷ συνειδότι πικρῶς μαστιγουμένην καὶ πρὸς τὰ ὧδε ἐλεεινῶς ἐπιστρέφουσαν. Καὶ τὴν ἀπαραίτητον τῆς μακρᾶς ἐκείνης ἀποδημίας ἀνάγκην διάγραψόν μοι τῇ διανοίᾳ, τὴν τελευταίαν τοῦ κοινοῦ βίου καταστροφὴν, ὅταν ἔλθῃ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῇ δόξῃ αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ τῶν ἁγίων. Ἥξει γὰρ καὶ οὐ παρασιωπήσεται, ὅταν ἔλθῃ ὁ Κύριος κρῖναι ζῶντας καὶ νεκροὺς καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Μνήσθητι τὸν πύρινον ποταμὸν, τὸν σκώληκα τὸν ἀκοίμητον, τὸν δεινὸν ᾅδην, τὸ σκότος τὸ ἐξώτερον, τὸν πικρὸν κλαυθμὸν, τὸν βρυγμὸν τῶν ὀδόντων, τὴν ἄσβεστον κάμινον. Πάντα γὰρ γυμνὰ καὶ τετραχηλισμένα παραστήσεται· ὅταν ἡ σάλπιγξ ἐκείνη μέγα τι καὶ φοβερὸν ἠχήσασα τοὺς ἀπ' αἰῶνος ἐξ. . . . . καθεύδοντας, « καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς· οἱ δὲ τὰ φαῦλα πράξαντες εἰς ἀνάστασιν κρίσεως. » Μνήσθητι τῆς τοῦ Δανιὴλ ὀπτασίας, πῶς ὑπ' ὄψεσιν ἄγει τὴν κρίσιν, ὅτι, φησὶν, « Ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ Παλαιὸς ἡμερῶν ἐκάθισε, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡς ἔριον καθαρόν. Ὁ θρόνος αὐτοῦ ὡς φλὸξ πυρός· οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον· ποταμὸς πυρὸς εἷλκεν ἔμπροσθεν αὐτοῦ. Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ καὶ μύριαι μυριάδες παρειστήκεισαν αὐτῷ. Κριτήριον ἐκάθισε καὶ βίβλοι ἠνεῴχθησαν. » Τὰ ἀγαθὰ, τὰ φαῦλα, τὰ φανερὰ, τὰ κεκρυμμένα, τὰ πράγματα, τὰ ῥήματα, τὰ ἐνθυμήματα, εὐθέως οὖν εἰς ἐξάκουστον τοῖς πᾶσι, καὶ ἀγγέλοις καὶ ἀνθρώποις σαφῶς ἀνακαλύψει. Πάντα γὰρ, ὡς προεῖπον, γυμνὰ καὶ τετραχηλισμένα παραστήσει τῷ βήματι τῷ φοβερῷ. Βλέπε λοιπὸν τὸν χρόνον ἐν ᾧ δεῖ σε καρπώσασθαι τὸ ἀμέτρητον αὐτοῦ ἔλεος, μὴ ἐν ματαιότητι ἀναλώσῃς, καὶ ἐν πύλαις ᾅδου ζητήσεις τοῦτο καὶ οὐχ εὑρήσεις ὃ ἐν τῷ ὕψει τῶν ἡμερῶν σου προκείμενον οὐκ ἠθέλησας. Μνήσθητι οὖν καὶ ταύτην τὴν φρικτὴν τῆς ἀπολογίας ἡμέραν τῆς κρίσεως, καὶ ἴδε πῶς μέλλεις ἀπολογεῖσθαι τῷ πλάσαντί σε Θεῷ, ὅτι αὐτός ἐστι κριτὴς
to save and to destroy. Do not be cowardly, nor fear death, for it is corruptible; rather fear sin, for it is of free choice. Keep yourself from the three members of your body, eye, mouth, and hearing: lest through your eyes you attend to anyone enviously and licentiously, and through the mouth so as never to speak unprofitable things, and [turn] your hearing to sound [teaching], lest you accept [ungodly] words, lest you be overcome by senseless thoughts, by harmful hearing, and turn back as a dog to his own vomit. But rather take into your thought the last day. For you shall not live forever alone, but remember the distress at that time and the choking and the hour of death and the urgent sentence of God and the hastening angels and the soul troubled among these things and at the same time bitterly scourged by conscience and pitiably turning back towards the things here. And trace out for me in your mind the inexorable necessity of that long departure, the final overthrow of the common life, when the Son of God comes in His glory with His holy angels. For He shall come and shall not keep silence, when the Lord comes to judge the living and the dead and to render to each according to his works. Remember the fiery river, the sleepless worm, the terrible Hades, the outer darkness, the bitter weeping, the gnashing of teeth, the unquenchable furnace. For all things shall stand presented naked and laid bare; when that trumpet, having sounded something great and fearful, [shall rouse] those sleeping from of old out of . . . . . , "and those who have done good things shall come forth unto a resurrection of life; and those who have done vile things unto a resurrection of judgement" (John 5:29). Remember the vision of Daniel, how he brings the judgement before the eyes, for he says: "Until thrones were set, and the Ancient of Days sat, and His garment was white as snow, and the hair of His head as pure wool. His throne was as a flame of fire; His wheels were burning fire; a river of fire drew along before Him. A thousand thousands ministered to Him, and ten thousand ten thousands stood before Him. The court sat and books were opened" (Dan. 7:9-10). The good things, the vile things, the manifest things, the hidden things, the deeds, the words, the thoughts, straightway therefore in the hearing of all, both angels and men, He shall clearly uncover. For all things, as I said before, He shall present naked and laid bare before the fearful judgement-seat. See to it henceforth that you do not spend in vanity the time in which you must reap His immeasurable mercy, and in the gates of Hades seek this and not find what, when it lay before you in the height of your days, you did not wish. Remember therefore also this dread day of defence of the judgement, and see how you are about to make your defence to God Who fashioned you, because He Himself is judge
PG 28:576Read from the page
ζώντων καὶ νεκρῶν, ὅτι δεδόξασται τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος, ὡς ἐπ' ἀρχῆς καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
of the living and the dead, because glorified is the name of the Father and of the Son and of the Holy Spirit, as in the beginning, both now and always and unto the ages of the ages. Amen.
13. Καὶ συντελέσας τὰς δώδεκα ταύτας ἐντολὰς, ὁ ἐπίσκοπος λέγει αὐτῷ· Πορεύου ἐν ταῖς ἐντολαῖς ταύταις καὶ παρακάλει καὶ τοὺς ἀκούοντας πορεύεσθαι ἐν αὐταῖς, ἵνα ἡ μετάνοια αὐτῶν καθαρὰ γένηται τὰς λοιπὰς ἡμέρας τῆς ζωῆς αὐτῶν· θαῤῥοῦντες, ὅτι λήψονται, οὐ μόνον ἄφεσιν ἁμαρτιῶν, ἀλλὰ καὶ τὴν κληρονομίαν τῆς ἐπουρανίου βασιλείας, ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ καὶ ζωοποιῷ Πνεύματι δόξα, τιμὴ, κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
13. And having completed these twelve commandments, the bishop says to him: Walk in these commandments and exhort those also who hear to walk in them, that their repentance may become pure for the remaining days of their life; being confident that they shall receive not only remission of sins, but also the inheritance of the heavenly kingdom, which may it befall us all to attain by the grace and loving-kindness of our Lord Jesus Christ, with Whom to the Father together with the Holy and life-giving Spirit be glory, honour, might unto the ages of the ages. Amen.
14. Ταύτας ἀκούσας τὰς ἐντολὰς ὁ Ἀντίοχος καὶ γράψας αὐτὰς ἐπὶ τὴν καρδίαν αὐτοῦ ὡς ἐν βιβλίῳ, σπεύσας ὀρθοδρόμησε τῷ κοινοβίῳ, λέγων ἐν ἑαυτῷ· Μήπως κατὰ μόνας οἰκῶν ὑψωθῶ καὶ βλάψω ἑαυτόν· ἀλλὰ μᾶλλον δίδωμι ἐμαυτὸν εἰς ὑπακοὴν ἀδελφῶν· καὶ θεωρῶν ἑνὸς ἑκάστου τὴν πολιτείαν, ζήλῳ κρατούμενος κἀγὼ τῇ τοῦ Θεοῦ χάριτι τὴν αὐτὴν πληρώσω ἀρετήν· ὅπερ καὶ γέγονεν· εἰσελθὼν γὰρ εἰς κοινόβιον, οὕτως [ἐπολιτεύσατο] μετὰ τῆς ἀδελφότητος, ὡς νομίζειν αὐτὸν μὴ μετὰ ἀνθρώπων οἰκεῖν, ἀλλὰ μετὰ ἀγγέλων Θεοῦ, καὶ τὰ κελευόμενα μετὰ πάσης σπουδῆς καὶ προθυμίας καὶ χαρᾶς ἐποίει. Πάντα τύφον καὶ ὑπερηφανίαν καὶ μνήμην κοσμικὴν ἐκποδὼν ποιήσας, πᾶσαν ἤσκει σωφροσύνην, ὑπακοὴν, ταπεινοφροσύνην, φιλαδελφίαν, σιωπὴν, ἀγάπην, οὐδὲν ἄλλο ἐννοῶν, εἰ μὴ τὰς ἐντολὰς καὶ νουθεσίας τοῦ ἁγίου πατρὸς καὶ ἐπισκόπου Ἀθανασίου καὶ τὴν ἐλπίδα τὴν ἐν Χριστῷ Ἰησοῦ. Καὶ πάντες ὠφελοῦντο οἱ ἀδελφοὶ βλέποντες τὸν ἄνδρα ποτὲ μὲν ἐν τῷ κόσμῳ πλούσιον καὶ ἔνδοξον καὶ μετὰ πάσης πολιτείας ἀνατραφέντα, νῦν δὲ μὴ λογιζόμενον ἑαυτὸν ἄνθρωπον εὐγενῆ καὶ ἐλεύθερον, ἀλλὰ πᾶσαν εὐτέλειαν ἀσκοῦντα, καὶ ἐδόξαζον τὸν Θεὸν τὸν πλείονα χαριζόμενον τοῖς ἀνθρώποις ὧν αἰτοῦσιν ἢ ζητοῦσιν αὐτόν. Ὅνπερ ἰδὼν ὁ ἡγούμενος τοῦ μοναστηρίου τοσούτων τῇ τοῦ Θεοῦ χάριτι γέμοντα κατορθωμάτων καὶ πᾶσαν ἀρετὴν ἠμφιεσμένον, τῷ δευτέρῳ ἐνιαυτῷ τῆς εἰσόδου αὐτοῦ, κατέστησεν αὐτὸν ἀποκρισιάριον τῆς μονῆς, ὅπως ἐξερχόμενος ἐπὶ τὴν πόλιν πᾶσαν χρείαν μετὰ πάσης εὐλαβείας διακονήσῃ, ᾧτινι καὶ πᾶσα ἡ ἀδελφότης συνήνεσεν.
14. Having heard these commandments and written them upon his heart as in a book, Antiochus hastened and ran straight to the cenobium, saying in himself: Lest dwelling alone I be exalted and harm myself; rather I give myself to the obedience of the brethren; and beholding the way of life of each one, being held by zeal, I too by the grace of God shall fulfil the same virtue; which indeed came to pass; for having entered into a cenobium, he so [conducted himself] with the brotherhood that he thought he dwelt not with men, but with angels of God, and he did the things commanded with all earnestness and readiness and joy. Having put away all conceit and pride and worldly remembrance, he practised all temperance, obedience, humility, brotherly love, silence, love, thinking of nothing else save the commandments and admonitions of the holy father and bishop Athanasius and the hope that is in Christ Jesus. And all the brethren were profited, seeing the man who once in the world was rich and glorious and brought up with all civil elegance, yet now not reckoning himself a noble and free man, but practising all lowliness, and they glorified God Who bestows upon men more than they ask or seek from Him. And when the hegumen of the monastery saw him by the grace of God full of so many virtuous achievements and clothed with every virtue, in the second year of his entrance he appointed him apocrisiarius of the monastery, so that going out to the city he might minister to every need with all reverence, to which the whole brotherhood also agreed.
Ὁ δὲ δοῦλος τοῦ Θεοῦ Ἀντίοχος ἀντιλέγειν μὴ εἰδὼς, μετὰ πάσης εὐλαβείας, ὡς ἀπ' ἀρχῆς, καὶ ταύτην ἐποίησε τὴν ὑπακοήν· καὶ αἰτήσας εὐχὴν παρὰ πάσης τῆς ἀδελφότητος, ἐξήρχετο λοιπὸν ἐπὶ τὴν πόλιν εἰς πᾶσαν ἀπόκρισιν τοῦ μοναστηρίου. Εὑρὼν δὲ εἰς τὴν πόλιν φίλον ἀρχαῖον, διάκονον τῆς Ἐκκλησίας, ὀνόματι Πιστὸν, παρ' αὐτῷ ἔμενεν, ὅτε ἤρχετο εἰς τὴν πόλιν προφάσει διακονίας. Ἰδὼν οὖν ὁ φθονερὸς δαίμων τὴν τοσαύτην ἐπιστήμην καὶ ἀρετὴν τοῦ ἀνδρὸς, καὶ μὴ φέρων, ὅρα τί μηχανᾶται.
And the servant of God Antiochus, not knowing how to gainsay, with all reverence, as from the beginning, performed this obedience also; and having asked for prayer from the whole brotherhood, he went out henceforth to the city for every business commission of the monastery. And having found in the city an old friend, a deacon of the Church, by name Pistus, he stayed with him whenever he came into the city on the occasion of ministry. When therefore the envious demon saw such knowledge and virtue of the man, and could not bear it, see what he devises.