Migne Reading Room

PG 28 · cols. 485–496 · Read from the page

Disputation against Arius in the Nicene council

Disputation against Arius in the Nicene council

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:485Read from the page
όδους ἀθεμίτους συγκροτοῦσιν οἱ καὶ τὸ γαζοφυλάκιον πιστευθέντες. Οὐκ ἠγνόει αὐτῶν τὴν σαθρότητα, ἀλλ' ἵνα παρασκευάσῃ αὐτοὺς τὰ Δεσποτικὰ χρωμένους ἑτοιμοτάτους εἶναι ὑπὲρ τοῦ Δεσπότου ἀνδρίζεσθαι, ἢ κατὰ τοῦ βασιλέως αὐτῶν στρατεύεσθαι προφάσει φιλίας κοσμικῆς. Οἱ τοιοῦτοι, κλημάτων δίκην ἀγενεστάτων καὶ ἀκάρπων ἐπέχοντες, τεμνόμενοι δὲ πρὸς τοῦ γεωργοῦ, κατάβρωμα πυρὸς αἰωνίου γίνονται. Ὅμως τῶν χειμώνων ἐπὶ πολὺ προσπελασάντων τῇ ἀληθινῇ ἀμπέλῳ, λέγω δὴ τῷ Κυρίῳ Ἰησοῦ, πὴ μὲν βουλομένων λιθάσαι αὐτὸν Γραμματέων τε καὶ Φαρισαίων· φοβηθέντες δὲ μὴ ἀναιρεθῶσι πρὸς τῶν ὄχλων τῶν τὸν Κύριον φιλούντων, ἐπαύσαντο· πὴ δὲ βουλομένων συλλαβέσθαι αὐτὸν, καὶ τοῦ Ἰησοῦ μὴ συγχωρήσαντος αὐτοὺς κρατῆσαι αὐτὸν, ἕως ἡ προωρισμένη ὑπ' αὐτοῦ τοῦ Κυρίου πρὸ τῶν αἰώνων ὥρα καὶ ἡμέρα παραγένηται, ἐν ᾗ ἔδει αὐτὸν παθεῖν. Ἐν ἄλλῳ δὲ καιρῷ θελόντων τινῶν κατακρημνίσαι αὐτὸν, καὶ αὐτοῦ ἐν εἰρήνῃ διὰ μέσου αὐτῶν διεξεληλυθότος, καὶ μυρία ἦν τὰ ἐπερχόμενα πειρατήρια, ἃ, προσβάλλοντα καὶ κωλυόμενα, εἰς τὸ μηδὲν ἐρχόμενα ἐχώρουν. Ἐκεῖ δὲ ἡ ἀρχὴ τοῦ νέου ἔτους, ᾧ καιρῷ ἔδει τὸ Πάσχα θύεσθαι κατὰ τὰ θεσπισθέντα παρὰ τοῦ Κυρίου, λύειν μὲν πάντα σύνδεσμον ἀδικίας, προστάγματος θείου φοιτήσαντος πρὸς αὐτοὺς, ἐλεημοσύναις δὲ ἐξιλασκομένους ἑαυτοὺς προσοικειοῦν τῷ Θεῷ, μὴ ἐχθραίνειν δὲ πρὸς τὸν πλησίον, μήτε μὴν ζητεῖν κακὰ κατά τινος ἀνθρώπου διὰ τὸ κοινὸν τοῦ γένους, ἀλλ' εἰρήνῃ καθαρωτάτους ὄντας κελεύει προσάγειν τὴν λατρείαν.
ther unlawful synods, even they who were entrusted with the treasury. He was not ignorant of their unsoundness, but acted thus so that He might prepare them, using the Master's goods, to be most ready to play the man on behalf of the Master, rather than to wage war against their King under pretext of worldly friendship. Such men, holding the manner of most base and unfruitful branches, and being cut down by the husbandman, become food for eternal fire. Nevertheless, when the winter storms approached the true vine to a great degree, I mean the Lord Jesus, at one time when both the Scribes and Pharisees wished to stone Him—yet fearing lest they be slain by the crowds who loved the Lord, they ceased—and at another time when they wished to seize Him, and Jesus did not permit them to lay hold of Him, until the hour and day foreordained before the ages by the Lord Himself should arrive, in which it behoved Him to suffer. And at another time, when certain men wished to cast Him down headlong, and He had passed through the midst of them in peace, ten thousand also were the trials coming upon Him, which, assaulting and being hindered, went away coming to nothing. And there was the beginning of the new year, at which season the Passover had to be sacrificed according to the things decreed by the Lord, when a divine command had come unto them to loose every bond of iniquity, and by propitiating with alms to reconcile themselves to God, and not to bear enmity towards one's neighbour, nor indeed to seek evils against any man on account of the fellowship of race, but being most pure in peace He commands them to offer worship.
36. Ὡς ἐν καιρῷ οὖν εἰρήνης καὶ ἑορτῆς ἥκει ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα σὺν τοῖς μαθηταῖς αὐτοῦ, οὐχ ὡς ἀγνοῶν τὰ μέλλοντα αὐτῷ συμβαίνειν, ἀλλὰ καί γε σφόδρα γινώσκων. Ἀμέλει γ' οὖν καὶ τοῖς μαθηταῖς προειρήκει τὰ ἑπόμενα· « Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται εἰς τὰς χεῖρας τῶν πρεσβυτέρων καὶ τῶν γραμματέων, καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσι, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ. » Ἵνα οὖν τὸ ἄδικον τοῦ παρανόμου συναθροίσματος τῶν Ἰουδαίων διαφανῇ, εἰσελήλυθεν ἡ εἰρήνη εἰς Ἱεροσόλυμα. Οἱ δὲ τῆς εἰρήνης ἀλλότριοι ἑωρακότες διεταράχθησαν· ἐχθρὸν γὰρ πολεμίοις καὶ ἀνδροφόνοις εἰρήνη. Χαίρειν γὰρ μᾶλλον πεφύκασι τοῖς κακοῖς ἤπερ τοῖς ἀγαθοῖς ἔργοις καὶ τῇ καρποφορίᾳ τῆς εἰρήνης. Οἱ δὲ ἐπιτηρησάμενοι, ἄφνω ἐπιστάντες ξιφήρεις τῷ τόπῳ, ἔνθα ἦν σὺν τοῖς μαθηταῖς ὁ Ἰησοῦς, κατοπτρισάμενοι ἅπαντες, ἐν πρώτοις ἐπιβάλλουσι τὰς μιαρὰς χεῖρας αὐτῶν ἐπ' αὐτὸν, ἔτι τῶν μαθητῶν αὐτοῦ συνεστώτων αὐτῷ. Ὁ δέ φησιν εἰρηνικῶς τοῖς μιαιφόνοις· « Εἰ ἐμὲ ζητεῖτε, ἄφετε τούτους ὑπάγειν. » Τῶν δὲ μαθητῶν ἑωρακότων τὰ δύσφορα πειρατήρια, μὴ παρούσης αὐτοῖς τῆς δυνάμεως τοῦ ἁγίου Πνεύματος, καταλιπόντες αὐτὸν τὸν διδάσκαλον καὶ Κύ-
36. As in a season, therefore, of peace and feast, Jesus comes to Jerusalem with His disciples, not as being ignorant of the things about to happen to Him, but indeed knowing them exceedingly well. Doubtless, therefore, He had also foretold to the disciples the things that followed: "Behold, we go up to Jerusalem, and the Son of man shall be delivered into the hands of the elders and of the scribes, and they shall deliver Him to the Gentiles, and shall condemn Him to death." In order, therefore, that the injustice of the lawless assembly of the Jews might be made manifest, Peace entered into Jerusalem. And those alien to peace, having seen it, were troubled; for peace is hostile to enemies and murderers. For by nature they rejoice rather in evils than in good works and the fruit-bearing of peace. And they, having watched closely, suddenly coming with swords upon the place where Jesus was with His disciples, having all spied Him out, first lay their defiled hands upon Him, while His disciples were still standing with Him. And He says peaceably to the bloodthirsty men: "If ye seek Me, let these go their way." But when the disciples saw the grievous trials, the power of the Holy Spirit not being present with them, leaving Him their Teacher and Lo-
PG 28:488Read from the page
ριον φυγῇ ἐχρήσαντο. Οἱ δὲ οἰκεῖοι τοῦ Σατανᾶ, συλλαβόμενοι τὸν Ἰησοῦν, ἄγουσιν ἐπὶ τὸν Κρανίου τόπον, εἰς τὸ σταυρῶσαι αὐτὸν ἐκεῖ, ἅπαντα ἐκπληρώσαντες τὰ πρὶν ἐπ' αὐτῷ γεγραμμένα, καὶ ἀναρτήσαντες, κατέπηξαν αὐτὸν, ὡς ἐπὶ χάρακι ἄμπελον, ἐπὶ τοῦ σταυροῦ. Ὁ δὲ καταλειφθεὶς μόνος ἐπὶ τοῦ σταυροῦ, ὥσπερ δικλήματος ἢ τρικλήματος ἐκπετάσας κατὰ μὲν τοῦ πλαγίου τὰς χεῖρας, κατὰ δὲ τοῦ ὀρθοῦ κεφαλὴν σὺν θώρακι ἅμα ποσί. Περιαιρεθείσης δὲ τῆς κόμης ἁπάσης τῶν λοιπῶν κλημάτων, πληγεὶς πρὸς τῶν ἥλων καὶ τῆς λόγχης, ἐδάκρυε τῷ ἁγίῳ αἵματι κρουνηδόν. Αἰφνιδίως δὲ ἀνέστη τριήμερος, μηδὲν μειωθεὶς, ὅπερ ἦν τὸ πρὶν, μᾶλλον δὲ ἐνδοξότερος ἐκφανεὶς, πίστει πληροφορήσας τὰς καρδίας τῶν μαθητῶν εἶναι αὐτὸν τὴν ζωήν. Πολὺν δὲ ἀριθμὸν βλαστήσας, ὄχλον μαθητῶν μετὰ τὴν ἀνάστασιν, ἢ τὸ πρὶν, οὐκ ἔτι ἐν Ἰουδαίᾳ μόνον, ἀλλ' « ἐξέτεινε τὰ κλήματα αὐτῆς ἕως θαλάσσης· ἐκάλυψεν ὄρη ἡ σκιὰ αὐτῆς, καὶ αἱ ἀναδενδράδες αὐτῆς τὰς
rd, they took to flight. And the household of Satan, having seized Jesus, lead Him to the place of a Skull, in order to crucify Him there, having fulfilled all the things previously written concerning Him, and having hung Him up, they fastened Him, as a vine upon a stake, upon the cross. And He, having been left alone upon the cross, as if of two branches or three branches, spread out His hands crosswise, and upright His head with His chest together with His feet. And all the foliage of the remaining branches having been stripped away, struck by the nails and the spear, He wept with His holy blood in streams. And suddenly He rose on the third day, in nothing diminished from what He was before, but rather having appeared more glorious, by faith assuring the hearts of the disciples that He is the life. And having sprouted forth a great number, a multitude of disciples after the resurrection, more than before, no longer in Judaea only, but "it stretched out its branches unto the sea; its shadow covered the mountains, and its climbing shoots the
37. Ἄρ. εἶπε· Σφόδρα ὀρθῶς ἔχειν φημί. Ἔτι δὲ ὑπολέλειπταί μοι περὶ τῆς ζητήσεως τοῦ ἁγίου Πνεύματος· περὶ γὰρ τοῦ Υἱοῦ συνομολογῶ κἀγὼ τὸ ἴσον αὐτὸν εἶναι τῷ Πατρὶ κατὰ πάντα, ἐκτὸς τοῦ παντοκράτορα αὐτὸν εἶναι. Ἀθ. εἶπεν· Οὐδὲν ὡμολόγησας τῶν τῇ εὐσεβείᾳ ἀνηκόντων. Ἄρ. εἶπε· Τίνος ἕνεκεν; Ἀθαν. εἶπεν· Ἴσος τυγχάνει τοῦ ἰδίου Πατρὸς ὁ Υἱὸς ἀραρότως, καὶ πάντων Κύριός ἐστιν, ὧν κυριεύει ὁ Πατὴρ αὐτοῦ. Ἄρ. εἶπεν· Ἐγὼ περὶ παντοκρατορίας ἔφην, οὐ περὶ τοῦ κυριεύειν τὸν Υἱὸν ἁπάντων, ὧν κυριεύει ὁ Πατὴρ αὐτοῦ. Ἀθ. εἶπε· Παντοκράτωρ τί ἐστιν; Ἄρ. εἶπεν· Ἐκ τοῦ πάντων κρατεῖν. Ἀθαν. εἶπεν· Ὁ Υἱὸς οὖν κατὰ σὲ πάντων οὐ κρατεῖ; Ἄρ. εἶπε· Καλῶς ἔφης σὺν τοῖς λοιποῖς καὶ τοῦτο· πάντων γὰρ κρατεῖ καὶ παντοκράτωρ ἐστὶν ὁ Υἱὸς, ὥσπερ καὶ ὁ Πατήρ. Ὁπότε μιᾶς οὔσης οὐσίας τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ τῆς θεότητος, καὶ μία παντοκρατορία τυγχάνει. Λοιπὸν περὶ τοῦ ἁγίου Πνεύματος ζητήσωμεν· ἐπειδὴ μάλιστα ὡρίσω σὺ ἐν ἀρχῇ ὁμοούσιον αὐτὸ εἶναι Πατρὶ καὶ Υἱῷ, ἐγὼ δὲ ἀντιλέγω, ἔχων τὴν ἀπόδειξιν ἐκ τῶν ἁγίων Γραφῶν, ὅτι κτιστὸν τυγχάνει· καὶ διὰ συντόμου ἐρῶ τὴν περὶ τούτου παράστασιν, ἐν τῷ τὸν Ἰωάννην διισχυρίσασθαι φάσκοντα, πάντα διὰ τοῦ Υἱοῦ γεγενῆσθαι, μὴ συμπαραλαβόντα καὶ τὸ Πνεῦμα ἐν τούτῳ τῷ λόγῳ, ἔτι μὴν καὶ ἀποστελλόμενον πρὸς τοῦ Πατρὸς ἐκ τῶν οὐρανῶν πρὸς βοήθειαν τῶν ἀποστόλων· τὸ δὲ ἀπὸ τόπου εἰς ἕτερον τόπον μετιὸν μεταβατικῆς οὐσίας τυγχάνει. Ἐκ τούτου καταδήλου ὄντος κτιστῆς αὐτὸν φύσεως εἶναι, καὶ οὐκ ἀκτίστου, τῆς μακαρίας οὐσίας ἐκείνης Πατρὸς καὶ Υἱοῦ λεγομένης, καὶ περιεχούσης τὰ ὅλα, καὶ πανταχοῦ
37. Arius said: I say that these things are exceedingly right. Yet there still remains for me concerning the inquiry of the Holy Spirit; for concerning the Son, I too agree that He is equal to the Father in all things, except His being Almighty. Athanasius said: You have confessed nothing of the things pertaining to piety. Arius said: On account of what? Athanasius said: The Son is firmly equal to His own Father, and is Lord of all things of which His Father is Lord. Arius said: I spoke concerning almightiness, not concerning the Son's being Lord of all things of which His Father is Lord. Athanasius said: What is Almighty? Arius said: From holding sway over all things. Athanasius said: Does the Son, then, according to you, not hold sway over all things? Arius said: Well have you spoken this also along with the rest; for the Son holds sway over all things and is Almighty, just as the Father also is. Since there is one essence of the Godhead of the Father and of the Son, there is also one almightiness. For the rest, let us inquire concerning the Holy Spirit; since especially you defined at the beginning that He is consubstantial with the Father and the Son, whereas I gainsay this, having the proof from the holy Scriptures, that He is created; and briefly I will state the demonstration concerning this, in that John strongly affirmed, saying that all things were made through the Son, not having included the Spirit also in this statement, and furthermore being sent by the Father from the heavens for the help of the apostles; and that which passes from place to place is of a transitive essence. From this it is manifest that He is of a created nature, and not uncreated, as that blessed essence of the Father and the Son is said to be, both encompassing all things, and everywhere
PG 28:489Read from the page
παρούσης κατ' οὐσίαν· καθὼς προαποδέδοται ὑπὸ σοῦ ἐν τοῖς ἔμπροσθεν εἰρημένοις, κἀμοῦ συνευδοκήσαντος οὐ σοὶ, ἀλλὰ τῇ ἀληθείᾳ· ἔτι δὲ καὶ τοῦ Θεοῦ λέγοντος διὰ τοῦ προφήτου· « Ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, » οἷς ἐγὼ νομίζω μὴ δύνασθαί σε ἀντειπεῖν.
present according to essence; just as has been previously rendered by you in the things said before, I also having consented not to you, but to the truth; and furthermore God saying through the prophet: "I Who establish thunder and create spirit," to which things I think that you are not able to reply.
38. Ἀθ. εἶπε· Γέγραπται· « Γένεσθε ἅγιοι, ὅτι ἐγὼ ἅγιος ἁγιάζων ὑμᾶς. » Καὶ πάλιν ὁ Σωτὴρ πρὸς τὸν ἑαυτοῦ Πατέρα ὑπὲρ τοῦ ἁγιασθῆναι τοὺς μαθητὰς ἔφη οὕτω· « Πάτερ, ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου· » καὶ πάλιν περὶ ἑαυτοῦ ὁ Σωτήρ φησιν· « Ἐγώ εἰμι ἡ ἀλήθεια. » Κατὰ ταῦτα ἡ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεότης ἐστὶν ἡ ἁγία καὶ ἁγιοποιὸς, ἡ ἁγιάζουσα πάντα τὰ λογικὰ, τὰ καταξιούμενα ἐξ αὐτεξουσίου γνώμης τε καὶ σπουδῆς τὴν ἁγίαν δέξασθαι καὶ μακαρίαν οὐσίαν εἰς κοινωνίαν ἁγιασμοῦ. Εἰ οὖν οὐκ ἔστι τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ οὐσίας τὸ ἅγιον Πνεῦμα, τίνος ἕνεκεν συνηρίθμησεν αὐτὸ ὁ Υἱὸς τοῦ Θεοῦ ἐν τῷ συμβόλῳ τοῦ ἁγιασμοῦ; Φησὶ γὰρ ὁ Κύριος πρὸς τοὺς μαθητάς· « Πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. » Εἰ οὖν πάντα τὰ ἔθνη τὰ πιστεύοντα καὶ ἁγιαζόμενα ἁγιάζονται τῇ τρισμακαριωτάτῃ ὀνομασίᾳ, δῆλόν ἐστιν ὅτι καὶ τὸ Πνεῦμα τῆς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ θεότητος ὑπάρχει, ἐκ τοῦ ἅγιον αὐτὸ εἶναι κατ' οὐσίαν, καὶ ἁγίους ποιεῖν πάντας τοὺς προσβάλλοντας αὐτοῦ τῇ κοινωνίᾳ, καθὼς φησιν ὁ Ἀπόστολος πρὸς οὓς ἔφη· « Ἀλλ' ἀπελούσασθε, ἀλλ' ἡγιάσθητε ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἐν τῷ Πνεύματι αὐτοῦ τῷ ἁγίῳ. » Εἰ δὲ οὐκ ἔστι τῆς τοῦ Θεοῦ καὶ Πατρὸς καὶ Υἱοῦ ὑποστάσεως, πάλιν φημὶ, πῶς συνηριθμήθη Πατρὶ καὶ Υἱῷ· ὡς μὴ δυναμένης τῆς τοῦ Πατρὸς καὶ Υἱοῦ θεότητος ἐπαρκέσαι πρὸς ἁγιασμὸν τοῖς πιστοῖς, προσέλαβε τὸν Παράκλητον, τὸ Πνεῦμα τῆς ἀληθείας εἰς συμπλήρωσιν ἁγιασμοῦ, τὸν οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ ὄντα; Εἰ δὲ τοῦθ' οὕτω νομισθείη, πῶς φαμεν ἀπροσδεὲς τὸ Θεῖον; αὐτοτελὲς, μηδαμῶς χρῆζον παρ' ἑτέρου τινός τι τῶν ὁ προσδεόμενος τοῦ εὐεργετεῖν δυναμένου.
38. Athanasius said: It is written: "Be ye holy, because I am holy Who sanctify you." And again the Saviour spoke thus unto His own Father on behalf of the disciples being sanctified: "Father, sanctify them in Thy truth;" and again concerning Himself the Saviour says: "I am the truth." According to these things, the Godhead of the Father and of the Son is the holy and sanctifying One, which sanctifies all rational beings who are counted worthy out of free-willed purpose and zeal to receive the holy and blessed essence unto fellowship of sanctification. If, therefore, the Holy Spirit is not of the essence of the Father and of the Son, on account of what did the Son of God number Him together in the symbol of sanctification? For the Lord says unto the disciples: "Go ye, make disciples of all the nations, baptizing them into the name of the Father and of the Son and of the Holy Spirit." If, therefore, all the nations that believe and are sanctified are sanctified by the thrice-most-blessed naming, it is plain that the Spirit also belongs to the Godhead of the Father and of the Son, from His being holy according to essence, and making holy all who approach unto His fellowship, just as the Apostle says unto those to whom he spoke: "But ye were washed, but ye were sanctified in the name of our Lord Jesus Christ, and in His Holy Spirit." But if He is not of the hypostasis of God both Father and Son, again I say, how was He numbered together with Father and Son? As though the Godhead of the Father and Son were not able to suffice for sanctification for the faithful, did He take in addition the Paraclete, the Spirit of truth, for the completion of sanctification, Who is not of His essence? And if this should be thought so, how do we say that the Divine is without need, self-complete, in no way needing anything from another, of the things which he who stands in need requires from one able to confer benefits?
39. Ἄρ. εἶπεν· Εἰ τῆς ἀϊδίου θεότητος ἦν τὸ Πνεῦμα ὁμοούσιον, πάντως οὖν πανταχοῦ κατ' οὐσίαν παρῆν, καὶ οὐκ ἀποστελλόμενον ἀπὸ τόπου εἰς ἕτερον τόπον ἐπορεύετο. Ἀθ. εἶπεν· Οἱ ἅγιοι ἄγγελοι τὸ Πνεῦμα ἔχουσι; ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Καὶ πάνυ. Ἀθ. εἶπε· Διαπαντὸς συνὸν αὐτοῖς τυγχάνει, ἢ πρὸς καιρὸν συνῆν καὶ τὸ ἅγιον Πνεῦμα ταῖς ἁγίαις δυνάμεσιν; ἆρα πὴ μὲν λέξεις τοὺς ἀγγέλους ἁγίους, πὴ δὲ οὐχ ἁγίους; Τῇ μὲν γὰρ παρουσίᾳ τοῦ ἁγίου Πνεύματος ἅγιοι τυγχάνουσιν, ἐν τῇ ἀπουσίᾳ δὲ αὐτοῦ δῆλόν ἐστι μὴ εἶναι ἁγίους αὐτοὺς, κατὰ τὸ εἰρημένον πρὸς τοῦ Θεοῦ· « Οὐ μὴ καταμείνῃ τὸ
39. Arius said: If the Spirit were consubstantial with the eternal Godhead, He would altogether then be present everywhere according to essence, and would not go, being sent, from place to place. Athanasius said: Do the holy angels have the Spirit; yes or no? Arius said: Very much so. Athanasius said: Is He continually present with them, or was the Holy Spirit with the holy powers only for a season? Will you then say that the angels are partly holy, and partly not holy? For by the presence of the Holy Spirit they are holy, whereas in His absence it is plain that they are not holy, according to that which was spoken by God: "My Spirit shall certainly not remain
Notes, col. 489

On the reading

Printed καθὼς φησιν, for καθώς φησιν.

PG 28:492Read from the page
Πνεῦμά μου μετὰ τῶν ἀνθρώπων τῆς γενεᾶς ταύτης, διὰ τὸ εἶναι αὐτοὺς σάρκας. » Καὶ Παῦλος ὁ ἀπόστολός φησιν· « Εἰ δέ τις Πνεῦμα Χριστοῦ οὐκ ἔχει, οὗτος οὐκ ἔστιν αὐτοῦ. » Εἰ οὖν ἡ τῶν κακῶν πράξεων αἰτία γίνεται μὴ συνεῖναι τὸ Πνεῦμα τοῖς ἁμαρτάνουσιν, ἐκ τοῦ μὴ εἶναι καὶ ἐνοικεῖν ἔν τισι τὸ ἅγιον Πνεῦμα, δείκνυται μὴ εἶναι Χριστοῦ. Ἄρα οὖν ἅγιοι ἄγγελοι ἁμαρτίας διάκονοι, εἰ μὴ διαπαντὸς ἔχουσι τὸ Πνεῦμα τὸ ἅγιον. Πῶς οὖν ἀδιαλείπτως προσέχουσι τῇ δόξῃ τοῦ Θεοῦ, εἰ μὴ ἅγιοι καὶ κοινωνοὶ Πνεύματος ἁγίου εἶεν διαπαντός; Ἄρ. εἶπε· Διαπαντὸς ἔχουσιν αἱ ἅγιαι δυνάμεις τὸ Πνεῦμα. Ἀθ. εἶπεν· Οἱ ἅγιοι Πατέρες οἱ ἀπ' αἰῶνος εὐαρεστήσαντες τῷ Θεῷ συνὸν ἔσχον τὸ ἅγιον Πνεῦμα, καὶ νῦν ἔχουσιν αὐτό; ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Καὶ ἔσχον καὶ ἔχουσι πάντες οἱ ἅγιοι τὸ ἅγιον Πνεῦμα ἀχωρίστως. Ἀθ. εἶπε· Τοῖς ἀποστόλοις συνῆν τὸ ἅγιον Πνεῦμα ἐν σαρκὶ οὖσι; ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ἀθέμιτόν ἐστι φάναι μὴ συνεῖναι τὸ ἅγιον Πνεῦμα τοῖς ἀποστόλοις. Ἀθ. εἶπεν· Ἅμα πάντες ἐπορεύοντο κηρύττοντες τὴν βασιλείαν τῶν οὐρανῶν, ἢ διεσπάρησαν εἰς τὰ δώδεκα μέρη τοῦ κόσμου; Ἄρ. εἶπεν· Ἐχωρίσθησαν ἀπ' ἀλλήλων σαρκὶ, πρὸς τὸ μαθητεῦσαι πάντα τὰ ἔθνη εἰς τὴν ἐν Χριστῷ πίστιν. Ἀθ. εἶπεν· Εἰ οὖν ἀγγέλοις σύνεστι τὸ ἅγιον Πνεῦμα, καὶ ταῖς ἁγίαις ψυχαῖς τῶν Πατέρων τῶν εὐαρεστησάντων τῷ Θεῷ συνὸν τυγχάνει τὸ ἅγιον Πνεῦμα, καὶ τῶν ἀποστόλων διαστάντων μακραῖς διαστάσεσιν
among the men of this generation, because they are flesh." And Paul the apostle says: "But if anyone has not the Spirit of Christ, this man is not His." If, therefore, the cause of evil deeds comes to be that the Spirit is not with those who sin, from the Holy Spirit's not being and dwelling in certain men, they are shown not to be Christ's. Consequently, the holy angels would be ministers of sin, if they do not continually have the Holy Spirit. How then do they unceasingly attend to the glory of God, unless they are holy and partakers of the Holy Spirit continually? Arius said: The holy powers have the Spirit continually. Athanasius said: Did the holy Fathers who from of old were well-pleasing to God have the Holy Spirit present with them, and do they have Him now; yes or no? Arius said: All the saints both had and have the Holy Spirit inseparably. Athanasius said: Was the Holy Spirit with the apostles when they were in the flesh; yes or no? Arius said: It is unlawful to say that the Holy Spirit was not with the apostles. Athanasius said: Did they all go together preaching the kingdom of the heavens, or were they scattered into the twelve parts of the world? Arius said: They were separated from one another in flesh, in order to make disciples of all the nations unto the faith in Christ. Athanasius said: If, therefore, the Holy Spirit is with angels, and the Holy Spirit is present with the holy souls of the Fathers who were well-pleasing to God, and when the apostles were separated by long distances
40. Ἄρ. εἶπε· Δεδόσθω κατ' οὐσίαν πανταχοῦ παρεῖναι τὸ ἅγιον Πνεῦμα· διὰ τί οὖν ὁ προφήτης ἐκ προσώπου τοῦ Θεοῦ ἔλεξεν· « Ἐγὼ Κύριος ὁ Θεὸς ὑμῶν, στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, » εἰ μὴ ἦν κτιστὴ δύναμις; Ἀθ. εἶπεν· Ἀεὶ τὸ Πνεῦμα τὸ ἅγιον κτίζεται, ἢ ἅπαξ ἐκτίσθη κατὰ σέ; Ἄρ. εἶπε· Μὴ παρὰ τὸν ὀρθὸν νοῦν πεύσεις πρόσαγε. Πρὸ πάντων τῶν αἰώνων φημὶ ἐκτίσθαι τὸ Πνεῦμα. Ἀθ. εἶπεν· Ὁ προφήτης εἶπε, « κτίζων, » ὡς διαπαντὸς κτίζοντος τοῦ Θεοῦ ἡ τοῦ προφήτου δηλοῖ φωνή. Ἄρα οὖν οὐ περὶ τοῦ ἁγίου Πνεύματος φάσκει τὸ « κτίζων, » ἀλλὰ περὶ πνοῆς ἀνέμων πρὸς ἀνάκτησιν ἁπάσης τῆς κτίσεως. Ἔσται δέ σοι σαφεστάτη ἡ περὶ τούτου γνῶσις, ἐὰν, λαβὼν τὸν προφήτην, ἐντύχῃς ἐκ τῶν ἑπομένων. Εἰ γὰρ, καθὼς ἔδωκας, πρὸ πάντων τῶν αἰώνων ἔκτισται τὸ Πνεῦμα, εἰρήκει ἂν, Ἐγὼ ὁ Θεὸς στερεῶν βροντὴν καὶ κτίσας Πνεῦμα. Νῦν δὲ οὐχ οὕτως ἔφη. Ἄρ. εἶπε· Παρατετηρημένως οὖν τοῦτο καλῶς ἔφης. Τὸ δέ· « Πάντα δι' αὐτοῦ ἐγένετο, » ἅπαντα περιγράφει, ὡς καὶ τοῦ Πνεύματος σὺν πᾶσι ταγέντος, εἰ καὶ μεγίστη δύναμις ὑπέστη πρὸς δημιουργίαν. Ἀθ. εἶπεν· Ὁ τῶν ὅλων Δεσπότης, ὁ Πατὴρ τοῦ Κυρίου
40. Arius said: Let it be granted that the Holy Spirit is present everywhere according to essence; why then did the prophet speak from the person of God: "I am the Lord your God, Who establish thunder and create spirit," unless He were a created power? Athanasius said: Is the Holy Spirit always being created, or was He created once for all according to you? Arius said: Do not bring forward questions contrary to right mind. Before all the ages I say that the Spirit was created. Athanasius said: The prophet said, "creating," as the voice of the prophet declares that God is continually creating. Consequently, it does not say "creating" concerning the Holy Spirit, but concerning the blowing of winds for the refreshment of all the creation. And the knowledge concerning this will be most clear to you, if, taking the prophet, you read from the things that follow. For if, just as you granted, the Spirit has been created before all the ages, He would have said, I am God Who establish thunder and created Spirit. But now He did not speak thus. Arius said: Observantly, then, have you spoken this well. Yet the saying: "All things were made through Him," circumscribes all things, as the Spirit also was ranged along with all things, even if He subsisted as the greatest power for creation. Athanasius said: The Master of all things, the Father of our Lord
PG 28:493Read from the page
ἡμῶν Ἰησοῦ Χριστοῦ, ὑπὸ κτιστῆς οὖν φύσεως καταλαμβάνεται κατὰ σέ; Ἄρ. εἶπε· Μὴ γένοιτο τοῦτο φῆσαί ποτε! Καὶ γὰρ ἀκούομεν τὸ παρὰ τοῦ Σωτῆρος λεχθὲν, « Οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός. » Ἀθ. εἶπεν· Ἔστιν ἄνθρωπος, ὅστις ἐκτὸς ἢ ἔνδον γινώσκεται πρὸς τοῦ ἰδίου πνεύματος; ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Ἀποστόλου φωνή ἐστιν ἡ φάσκουσα ἕτερον μὴ ἐπίστασθαι τὰ ἑτέρου, εἰ μὴ μόνον γινωσκόμενον ἕκαστον πρὸς τοῦ ἰδίου πνεύματος. Καὶ πῶς ἐγχωρεῖ λέξαι μὴ οὕτως ἔχειν;
Jesus Christ, is He then comprehended by a created nature according to you? Arius said: Far be it ever to say this! For indeed we hear that which was spoken by the Saviour, "No one knows the Son except the Father; nor does anyone know the Father except the Son." Athanasius said: Is there a man who is known without or within by his own spirit; yes or no? Arius said: It is the voice of the Apostle that says that another does not know the things of another, except only each man being known by his own spirit. And how is it possible to say that it is not so?
41. Ἀθ. εἶπε· Τοῦ Θεοῦ οὖν τὰ βάθη τίς γινώσκει, κτιστὴ φύσις, ἢ ἄκτιστος οὐσία; Ἢ τὴν ἄκτιστον οὐσίαν πρὸς τῆς κτίσεως καταλαμβάνεσθαι λέξεις; Εἰ δὲ πρὸς ἀκτίστου λέξεις, λείπεται λοιπὸν ὁμοούσιον ὁμολογεῖσθαι ὑπὸ σοῦ τὸ ἅγιον Πνεῦμα Πατρὶ καὶ Υἱῷ. Πάντα γὰρ τὰ τοῦ Θεοῦ καὶ τὰ βάθη ἐπίσταται τὸ Πνεῦμα τὸ ἅγιον, κατὰ τὸν μακάριον Παῦλον φάσκοντα· « Οὐδεὶς ἀνθρώπων οἶδε τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου, τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ Θεοῦ οὐδεὶς ἔγνω εἰ μὴ τὸ Πνεῦμα τοῦ Θεοῦ. Τὸ γὰρ Πνεῦμα πάντα ἐρευνᾷ καὶ τὰ βάθη τοῦ Θεοῦ. » Ἄρ. εἶπε· Τὰ τοῦ Θεοῦ πάντα ἅπερ ἂν δόξῃ αὐτῷ, ταῦτα οἶδε τὸ Πνεῦμα, τουτέστι τὰς βουλὰς, ἅσπερ ἂν καταδήλους αὐτῷ ποιήσῃ ὁ Θεός. Ἀθ. εἶπεν· Οὐκοῦν οὐδὲν περισσὸν δίδως τῷ Πνεύματι παρὰ τὸ γένος τῶν ἀνθρώπων. Εἰ ποιήσει γὰρ πρᾶγμα ὁ Θεὸς, ἐὰν μὴ ἀποκαλύψῃ τοῖς δούλοις αὐτοῦ τοῖς προφήταις. Ἄρ. εἶπεν· Οὐ δοκεῖ σοι « τὰ τοῦ Θεοῦ πάντα » τὰς βουλὰς αὐτοῦ εἶναι; Ἀθ. εἶπε· « Τὰ τοῦ Θεοῦ » λέγονται « πάντα, » καὶ αἱ ἐνέργειαι, καὶ τὰ ποιήματα αὐτοῦ, τὰ ὁρατὰ καὶ τὰ μὴ ὁρώμενα· λέγονται δὲ καὶ αἱ βουλαὶ αὐτοῦ, καὶ πολλά ἐστιν, ἅπερ ὀνομάζεται Θεοῦ. Εἰπέ μοι οὖν σὺ ἐπὶ τοῦ παρόντος· Τῷ πνεύματι τοῦ ἀνθρώπου ὁ ἄνθρωπος τὰ ἴδια ἀποκαλύπτει, ἢ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ πάντα ἐπίσταται ἀφ' ἑαυτοῦ τὰ πραττόμενα ὑπὸ τοῦ ἀνθρώπου, ὑπ' αὐτοῦ τοῦ πνεύματος δηλαδὴ κινουμένου τοῦ ἀνθρώπου πρὸς τὸ ἅπαντα δρᾷν. Ἄρ. εἶπεν· Ἀφ' ἑαυτοῦ ἐπίσταται τὸ πνεῦμα τοῦ ἀνθρώπου τὰ ἐν αὐτῷ. Ἀθ. εἶπε· Τῷ μὲν πνεύματι τοῦ ἀνθρώπου ἀποδέδωκας ἀφ' ἑαυτοῦ εἰδέναι πάντα, τῷ δὲ Πνεύματι τοῦ Θεοῦ οὐδὲ οὕτω παρεχώρησας ἔχειν τὴν γνῶσιν; Πρὸς δὲ τούτοις λέγε μοι, « βάθη Θεοῦ » τί νοεῖς; Ἄρ. εἶπε· Πρῶτον φιλαλήθως ὁμολογῆσαι δεῖ, ὅτι πάντα ἀφ' ἑαυτοῦ γινώσκει τὰ τοῦ Θεοῦ τὸ Πνεῦμα· ἔπειτα δὲ δεῖ φάναι « βάθη Θεοῦ » τὸ ἀπέραντον καὶ ἀκατάληπτον, ὅπερ ἐστὶ, καὶ ὥσπερ ἐστὶν ὁ Θεός· ταῦτα εἰδέναι φημί. Ἀθ. εἶπεν· Εἰ οὖν τὸ ἀπέραντον καὶ ἀκατάληπτον, καὶ ὅπερ ἐστὶ καὶ ὡς ἔστι ταῦτα φὴς,
41. Athanasius said: Who then knows the depths of God, a created nature, or an uncreated essence? Or will you say that the uncreated essence is comprehended by the creation? But if you say by an uncreated one, it remains consequently that the Holy Spirit is confessed by you to be consubstantial with the Father and the Son. For the Holy Spirit knows all the things of God and the depths, according to the blessed Paul when he says: "No one of men knows the things of the man except the spirit of the man which is in him; so also the things of God no one has known except the Spirit of God. For the Spirit searches all things, even the depths of God." Arius said: All the things of God, whatsoever may seem good to Him, these the Spirit knows, that is to say, the counsels whichsoever God may make manifest to Him. Athanasius said: Well then, you grant nothing more to the Spirit beyond the race of men. For indeed God will not do a thing, unless He reveal it to His servants the prophets. Arius said: Does it not seem to you that "all the things of God" are His counsels? Athanasius said: Both His operations, and His works, the things visible and the things invisible, are called "all the things of God;" and His counsels also are so called, and many are the things which are named God's. Tell me therefore at present: Does the man reveal his own things to the spirit of the man, or does the spirit of the man which is in him know of itself all the things done by the man, the man manifestly being moved by the spirit itself towards doing all things? Arius said: Of itself the spirit of the man knows the things in him. Athanasius said: To the spirit of the man indeed you have attributed knowing all things of itself, yet to the Spirit of God have you not even thus conceded to have knowledge? And in addition to these things tell me, what do you understand by "depths of God"? Arius said: First in love of truth one must confess that the Spirit knows of Himself all the things of God; and next one must say that "depths of God" mean the boundless and incomprehensible, what God is, and how He is; these things I say that He knows. Athanasius said: If therefore the boundless and incomprehensible, both what He is and how He is, you say that these things
PG 28:496Read from the page
τὸν Θεὸν ὑπὸ κτιστῆς φύσεως καταλαμβάνεσθαι ἐρεῖς. Εἰ δὲ τοῦθ' οὕτως ἔχει, οὐκέτι ἀκατάληπτός ἐστι
you will say that God is comprehended by a created nature. And if this is so, no longer is He incomprehensible
42. Ἀθ. εἶπε· Γέγραπται ἐν τῷ νόμῳ τοῦ Θεοῦ· « Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. » Καὶ περὶ τοῦ Πνεύματος εὑρίσκομεν γεγραμμένον πρὸς τοῦ Σωτῆρος. Φησὶ γὰρ πρὸς τοὺς τοῦ Βεελζεβοὺλ υἱοὺς, τοὺς ἐνυβρίζειν θέλοντας αὐτόν· « Πᾶσα βασιλεία ἐφ' ἑαυτὴν μερισθεῖσα ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθ' ἑαυτὴν πίπτει. Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, καὶ ἐφ' ἑαυτὸν ἀνέστη καὶ μεμέρισται, πῶς οὖν σταθήσεται αὐτοῦ ἡ βασιλεία; Ἢ πῶς δύναταί τις τὰ σκεύη τοῦ ἰσχυροῦ διαρπάσαι, ἐὰν μὴ πρότερον, εἰσελθὼν ἐν τῇ οἰκίᾳ, δήσῃ τὸν ἰσχυρὸν, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει; Καὶ εἰ ἐγὼ ἐν Βεελζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσι; » Καὶ μετ' ὀλίγα φησί· « Διὰ τοῦτο λέγω ὑμῖν, ὅτι πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις· ἡ δὲ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται. Καὶ ὃς ἂν εἴπῃ λόγον εἰς τὸν Υἱὸν ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δ' ἂν εἴπῃ κατὰ τοῦ Πνεύματος τοῦ ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. » Ὁρᾷς, ὅτι καὶ ἐνταῦθα ἰσότιμον τοῦ Θεοῦ γνωρίζομεν τὸ Πνεῦμα καὶ ἐν τῷ μέλλοντι; Ὡς γὰρ ὁ εἰς τὸν Θεὸν Πατέρα βλασφημῶν οὐ καθαρισθήσεται τοῦ εἶναι αὐτὸν αἰωνίου κολάσεως ἔνοχον, οὕτω καὶ ὁ εἰς τὸ Πνεῦμα τὸ ἅγιον βλασφημήσας ὑπεύθυνος γίνεται αἰωνίου ἁμαρτίας, μὴ συγχωρουμένου τοῦ πταίσματος. Εἰ γὰρ ἦν δοῦλον, οὐκ ἂν ὁ σφαλεὶς εἰς αὐτὸ αἰωνίῳ κολάσει ἐτιμωρεῖτο, ὥσπερ ὁ εἰς τὴν ἄκτιστον τοῦ Θεοῦ μεγαλειότητα βλασφημῶν. Ὅπερ δὲ ἐνταῦθα ὁ τοῦ Θεοῦ Υἱὸς φάσκει Πνεῦμα τοῦ Θεοῦ, περὶ αὐτοῦ τις διαλαβὼν τῶν μαθητῶν τοῦ Χριστοῦ, δάκτυλον Θεοῦ ἔφη. Ἀναλογίσασθαι θέλησον τὴν περὶ τοῦ Υἱοῦ συνοδοιπορήσασαν συνεξέτασιν, καὶ εὑρήσεις τὴν ἀΐδιον τοῦ ἁγίου Πνεύματος δύναμιν ὁμοούσιον τῷ Πατρὶ, ἐκ τοῦ δάκτυλον αὐτὸ εἰρῆσθαι. Ἀμέλει γοῦν τὴν ἀκαταμάχητον δύναμιν τοῦ ἁγίου Πνεύματος θεωρήσαντες οἱ μάγοι ἐν Αἰγύπτῳ, ἐβόων λέγοντες· « Τοῦτο δάκτυλος Θεοῦ ἐστιν. » Οὐδὲν ἕτερον ἢ τὴν ὁμοούσιον τοῦ ἁγίου Πνεύματος δύναμιν ὡμολόγουν, ἣν ἔχει πρὸς τὸν Θεὸν Πατέρα διὰ τῆς τοῦ δακτύλου Θεοῦ φωνῆς, ἧς ἀντοφθαλμῆσαί τινα ἀδύνατον. Καὶ ἵνα μή τις σοφίσασθαι θέλων μὴ ὀρθῶς εἰρῆσθαι πρὸς τῶν μάγων, οἱ ἀπόστολοι, μᾶλλον δὲ ὁ ἐν αὐτοῖς Κύ-
42. Athanasius said: It is written in the law of God: "Thou shalt not take the name of the Lord thy God in vain; for the Lord will certainly not hold guiltless him who takes His name in vain." And concerning the Spirit we find it written by the Saviour. For He says unto the sons of Beelzebul, who wished to insult Him: "Every kingdom divided against itself is brought to desolation, and every city or house divided against itself falls. And if Satan casts out Satan, he both rose up against himself and has been divided; how then shall his kingdom stand? Or how can anyone plunder the vessels of the strong man, unless first, having entered into the house, he bind the strong man, and then he will plunder his house? And if I by Beelzebul cast out demons, by whom do your sons cast them out?" And after a little He says: "Therefore I say to you, that every sin and blasphemy shall be forgiven to men; but the blasphemy of the Spirit shall not be forgiven. And whosoever speaks a word against the Son of man, it shall be forgiven him; but whosoever speaks against the Holy Spirit, it shall not be forgiven him, neither in the present age nor in the coming one." Do you see that here also we recognize the Spirit as equal in honour with God, even in the coming age? For just as he who blasphemes against God the Father will not be held guiltless from his being liable to eternal punishment, so also he who has blasphemed against the Holy Spirit becomes subject to eternal sin, the offence not being pardoned. For if He were a servant, he who stumbled against Him would not be punished with eternal punishment, just as he who blasphemes against the uncreated majesty of God. And that which the Son of God here calls the Spirit of God, a certain one of the disciples of Christ, speaking concerning Him, called the finger of God. Be willing to reflect upon the joint inquiry regarding the Son that accompanied us on the way, and you will find the eternal power of the Holy Spirit consubstantial with the Father, from His having been called the finger. Doubtless, then, the magicians in Egypt, having beheld the invincible power of the Holy Spirit, cried out saying: "This is the finger of God." They confessed nothing other than the consubstantial power of the Holy Spirit, which He has with God the Father, through the expression "finger of God," which it is impossible for anyone to look in the face. And lest anyone wishing to devise subtleties should say that it was not rightly spoken by the magicians, the apostles, or rather the Lo-