τὸν Κυριον Ιησοῦν Χριστόν· θατέραν δὲ τὸν διάβολον, λύσσαν καὶ ἰὸν ἀποστάζοντα, κατὰ τὸ γεγραμμένον· « Ἡ γὰρ ἄμπελος αὐτῶν ἐκ Σοδόμων, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόῤῥας· ἡ σταφυλὴ αὐτῶν σταφυλὴ χολῆς, βότρυς πικρίας· ὁ οἶνος αὐτῶν θυμὸς ἀσπίδων ἀνίατος. » Καὶ ὁ λαὸς δὲ ἄμπελος ὠνομάσθη, καὶ δίκαιοι πολλαχοῦ ἐκλήθησαν ἀμπελῶνες, ἁπλῶς μέντοι καὶ ἀπολελυμένως, χωρὶς τοῦ, « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. » Ἵνα μὴ οὖν καὶ ὁ Σωτὴρ ἐκ τῆς ἐπωνυμίας προσλογισθῇ ταῖς προειρημέναις ἀμπέλοις, οὐ λέγω τῷ διαβόλῳ, ἀλλ' οἷον τῇ μετενεχθείσῃ ἐξ Αἰγύπτου καὶ φυτευθείσῃ, ἵνα ποιήσῃ καρπὸν σταφυλῆς, ἐποίησε δὲ ἀκάνθας, εἶπε μετὰ προσθήκης· « Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, » ἧς ὁ καρπὸς ζωὴ, χαρὰ, εἰρήνη, ἀγάπη, δικαιοσύνη, πίστις εἰλικρινεστάτη, γνῶσις, εὐσέβεια, ἁγνεία, σεμνότης, φιλανθρωπία, πραότης, ἐγκράτεια, καὶ τὰ παραπλήσια τούτοις. Ἐπειδὴ καὶ τὰ κλήματα, τῆς αὐτῆς εὐγενείας τῆς ἀληθινῆς ἀμπέλου τυγχάνοντα, δεῖ ὅμοιον καρπὸν προβάλλεσθαι, ἧς εἰσιν ἀμπέλου κλήματα. Τοὺς ἀποστόλους οὖν ἔφη, ἅμα παρασκευάζων αὐτοὺς ἐμμένειν ἐν τῇ πίστει, καὶ μὴ ἀποσκιρτήσαντας ἐκ τῆς ἀληθείας, ὥσπερ Ἰούδας, ἀκάρπους ἀπομεῖναι. Οἵτινες γὰρ ἐξολισθήσουσιν ἐκ τῆς τοῦ Κυρίου ἀγάπης καὶ πίστεως, δίκην κλημάτων ἀποτεμνόμενοι, ῥίπτονται ἔξω τῶν θείων. Νηφαλίους οὖν καὶ προθύμους προτρέπει γίνεσθαι τοὺς μαθητὰς διὰ τοῦ φῆσαι· « Ὁ Πατήρ μου γεωργός ἐστιν, » ὡσανεὶ ἔλεγεν· Εἰδέναι ὑμᾶς βούλομαι, ὅτι, εἴ τινα ὁ Πατὴρ ὁ ἐμὸς γεωργεῖ, ὁ τοιοῦτος τὸν ἐμὸν καρπὸν ἀποδίδωσι μὴ ἐῶντος καρπὸν ἀλλότριον ἐν τοῖς ἀληθινοῖς κλήμασι τῆς ἀμπέλου βλαστῆσαι. Ἐμπεριπατῶν γὰρ ἐν τῷ ἀμπελῶνι, τουτέστιν ἐν τοῖς τῆς ψυχῆς ταμείοις, πάντα τὰ σαθρὰ καὶ μανιώδη περιαιρεῖ, πρὸς τὸ μὴ ὑλομανοῦσαν διαφθείρειν ὅνπερ ὁ γεωργὸς ποθεῖ προβαλέσθαι καρπόν. Ἀλλ' ἐπειδὴ ὁ τῆς αἰσθητῆς ἀμπέλου λόγος δύναται συμβαλέσθαι ἡμῖν εἰς τὸ ζητούμενον, ἀρκτέον ἐντεῦθεν ἐκθέσθαι καὶ περὶ τούτου τὴν ἀφήγησιν.
the Lord Jesus Christ; and the other the devil, dripping madness and venom, according as it is written: "For their vine is from Sodom, and their tendril from Gomorrah; their grape is a grape of gall, a cluster of bitterness; their wine is the incurable wrath of asps" (Deut. 32:32-33). And the people also was named a vine, and the righteous in many places were called vineyards, yet simply and absolutely, without "I am the true vine" (John 15:1). Lest, therefore, the Saviour also from the appellation should be reckoned along with the aforesaid vines—I do not mean the devil, but such as the one transferred out of Egypt and planted so that it might produce the fruit of the grape, yet it produced thorns—He spoke with the addition: "I am the true vine," whose fruit is life, joy, peace, love, righteousness, most sincere faith, knowledge, piety, purity, gravity, humanity, meekness, self-control, and the things similar to these. Since the branches also, being of the same noble stock of the true vine, must put forth like fruit of the vine whose branches they are, He therefore called the apostles branches, at the same time preparing them to abide in the faith, and not, having bounded away from the truth like Judas, to remain unfruitful. For those who slip away from the love and faith of the Lord, being cut off like branches, are cast outside of divine things. He exhorts the disciples, therefore, to become sober and eager by saying: "My Father is the vinedresser" (John 15:1), as though He were saying: I wish you to know that, if My Father cultivates anyone, such a one yields My fruit, since He does not allow foreign fruit to sprout in the true branches of the vine. For walking about in the vineyard, that is to say, in the chambers of the soul, He takes away all things that are rotten and frenzied, so that running wild with wood it may not corrupt the fruit that the vinedresser desires to be put forth. But since the account of the perceptible vine can contribute for us towards the matter in question, we must begin from here to set forth the explanation concerning this also.
33. Ἐπειδήπερ καταλειφθεῖσα πρὸ τοῦ χειμῶνος ἡ ἄμπελος εὐθαλής τε καὶ εὐκλήματος ἔστηκε καρτερῶς πρὸς τὰς ἐφόδους τοῦ χειμῶνος· ὁ δὲ, τῇ ἀπηνεστάτῃ προσβολῇ τοῦ κρύους αὐτοῦ προσεληλυθὼς, ἀπομαραίνειν ἄρχεταί τινα τῶν φύλλων αὐτῆς, αὐτὰ δὲ, διὰ τὴν σαθρότητα ἀτονοῦντα, ἐκπίπτουσιν ἀπὸ τῶν ὑψωμάτων, ἀπὸ τῶν ἀνωτέρω ἐπὶ τὰ βαθύτερα φερόμενα, εἶτα μένει ἡ ἄμπελος εὐκλήματος ἀντέχουσα τῇ φορᾷ τοῦ χειμῶνος. Εἰ δὲ τῇ παραμονῇ τῆς ἀκράτου ψυχρότητος κατέβλαψέ τινα τῶν κλημάτων, ὅμως τῇ ἐνστάσει ἡ ἄμπελος σὺν τοῖς περιλειφθεῖσιν αὐτῇ ὑγιεινοῖς κλήμασιν ἐπεραίωσε τὸν χειμῶνα, καὶ ἐκ τοῦ χειμερινοῦ καμάτου ἐξέφυγε.
33. Since, having been left before the winter, the vine, both flourishing and fair-branched, stood fast strongly against the onsets of the winter; and when it has approached with the most harsh assault of its cold, it begins to wither some of its leaves, and they, losing strength through rottenness, fall off from the heights, carried from the upper parts to the deeper parts, and then the vine remains fair-branched, holding out against the rush of the winter. And if by the persistence of the unmixed chill it damaged some of the branches, nevertheless by its endurance the vine, together with the healthy branches left remaining on it, passed through the winter, and escaped from the wintry toil.