μαθὼν ὁ Ἀπόστολος, γράφει τὴν Ἐπιστολὴν αὐτοῖς ταύτην, ὥσπερ κατηχητικήν. Καὶ πρῶτον μὲν εὐχαριστῶν τῷ Θεῷ, σημαίνει ἀπὸ τοῦ σκότους αὐτοὺς μεταβεβηκέναι εἰς τὸ φῶς τῆς ἀληθείας, καὶ ὅτι ὁ Χριστὸς, εἰς ὃν ἐπίστευσαν, εἰκών ἐστι τοῦ Θεοῦ, καὶ Λόγος, δι' οὗ τὰ πάντα γέγονε· καὶ ὅτι ἔπρεπεν αὐτὸν δημιουργὸν ὄντα γενέσθαι καὶ πρωτότοκον τῆς κτίσεως καὶ πρωτότοκον ἐκ τῶν νεκρῶν, ἵνα τὰ ἀμφότερα συνάψῃ, καὶ ζωοποιήσῃ τὰ πάντα. Προτρέπει τε αὐτοὺς ἐμμένειν τῇ πίστει, σημαίνων, ὅτι αὐτὸς Παῦλος διάκονός ἐστι τοῦ Εὐαγγελίου, ἐν ᾧ κατηχήθησαν· εἶτα δὲ καὶ περὶ τοῦ νόμου καὶ τῶν ἐν αὐτῷ βρωμάτων διαλαμβάνει, καὶ περὶ ἡμερῶν καὶ ἐνιαυτῶν, ἃ ἐξηγεῖται, καὶ ἀποδείκνυσιν ἠργηκέναι λοιπὸν πάντα τὰ παλαιὰ καὶ τὴν περιτομήν· συμβουλεύει τε αὐτοὺς μὴ πλανᾶσθαι ἀπὸ τῶν σοφιζομένων, καὶ πλανᾷν αὐτοὺς θελόντων. Καὶ λοιπὸν παραινέσας κἀνταῦθα γονεῦσι καὶ τέκνοις, καὶ ἀνδράσι, καὶ γυναιξὶ, δούλοις καὶ κυρίοις, καὶ τὰ ἄλλα τὰ πρὸς τὰ ἤθη συμβουλεύσας, τελειοῖ τὴν Ἐπιστολήν. Παραγγέλλει μέντοι αὐτοὺς, ἵνα, ὅταν ἀναγνωσθῇ παρ' αὐτοῖς ἡ Ἐπιστολὴ, ποιήσωσι καὶ ἐν τῇ Λαοδικέων Ἐκκλησίᾳ
learned these things, the Apostle writes this Epistle to them, as it were catechetical. And first indeed, giving thanks to God, he signifies that they have passed over from the darkness into the light of the truth, and that Christ, in Whom they believed, is the image of God, and the Word, through Whom all things came to be; and that it was fitting that He, being the Creator, should become both firstborn of creation and firstborn from the dead, that He might join both together, and make all things alive. And he urges them to abide in the faith, signifying that Paul himself is a minister of the Gospel in which they were instructed; and next he treats also concerning the law and the foods in it, and concerning days and years, which he expounds, and proves that all the old things and circumcision have henceforth become idle; and he counsels them not to be led astray by those who use sophistries and wish to lead them astray. And finally, having exhorted here also parents and children, and husbands and wives, slaves and masters, and having counselled the other things that pertain to morals, he finishes the Epistle. Yet he charges them that, when the Epistle has been read among them, they should cause also in the Church of the Laodiceans
66. Ταύτην ἐπιστέλλει ἀπὸ Ἀθηνῶν, ἑωρακὼς πρότερον αὐτοὺς, καὶ διατρίψας παρ' αὐτοῖς. Ἡ δὲ πρόφασις τῆς Ἐπιστολῆς αὕτη· Ὁ Ἀπόστολος πολλὰς θλίψεις παθὼν ἐν Βεῤῥοίᾳ, καὶ ἐν Φιλίπποις τῆς Μακεδονίας, καὶ ἐν Κορίνθῳ, γινώσκων τε ὅσα πέπονθε καὶ ἐν Θεσσαλονίκῃ, φοβούμενος, μὴ ἀκούσαντες Θεσσαλονικεῖς, ἃ πέπονθεν ἐν ταῖς προειρημέναις πόλεσι, πειρασθῶσιν ὑπὸ τοῦ πειράζοντος, καὶ σκανδαλισθῶσι· μαθὼν δὲ ὅτι καὶ ἐπὶ τοῖς ἀποθνήσκουσι κατώδυνοι ἐγίνοντο, ἀποστέλλει Τιμόθεον πρὸς αὐτοὺς μετὰ τῆς Ἐπιστολῆς ταύτης. Καὶ πρῶτον μὲν ἐπιστηρίζει αὐτοὺς ἐν τῇ πίστει, ὥστε μὴ σαλεύεσθαι διὰ τὰς θλίψεις· ὑπομιμνήσκει γὰρ αὐτοὺς, ὡς καὶ ἐν τῇ κατηχήσει διδαχθέντας ὑπομένειν τὰς θλίψεις, καὶ μηδὲν ξένον αὐτοὺς πεπονθέναι ὑπὸ Ἰουδαίων, τῶν καὶ τὸν Χριστὸν ἀποκτεινάντων. Χριστιανῶν γὰρ ἴδιον τὸ θλίβεσθαι ἐν τῷ βίῳ τούτῳ ἔλεγε. Πολλὰ δὲ παραινέσας αὐτοῖς οὕτως ἀναστρέφεσθαι, ὡς παρέλαβον ἀπ' αὐτοῦ, γράφει καὶ περὶ τῶν τελευτώντων, παραμυθούμενος αὐτοὺς καὶ διδάσκων, μὴ βαρέως φέρειν. Οὐ γὰρ εἶναι τὸν θάνατον ἀπώλειαν, ἀλλ' ὁδὸν ἀναστάσεως. Ἔπειτα καὶ περὶ τῶν χρόνων αὐτοὺς διδάσκει, ἵν', ἄδηλον τὴν ἡμέραν γινώσκοντες, ἀεὶ ἕτοιμοι γίνωνται, καὶ μηδενὶ προσέχωσιν ἐπαγγελλομένῳ περὶ αὐτῆς. Ἔσεσθαι γάρ φησι τὴν παρουσίαν οὕτως, ὥστε τοὺς περιλειπομένους, καὶ εὑρισκομένους ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, μὴ φθάνειν τοὺς ἐκ νεκρῶν ἐγειρομένους. Ἅμα γὰρ γίνεσθαι τὴν πάντων ἀλλαγὴν διδάσκει. Πρὸς τούτοις, προτρέπων αὐτοὺς βελτιοῦσθαι ἐν τοῖς ἤθεσι, παραινεῖ ἀεὶ αὐτοῖς καὶ χαίρειν τῇ ἐλπίδι, καὶ προσεύχεσθαι, καὶ εὐχαριστεῖν ἀεὶ τῷ Κυρίῳ, ἐνορκίζων αὐτοὺς ἀναγνῶναι τὴν Ἐπιστολὴν ταύτην πᾶσι τοῖς ἀδελφοῖς, καὶ οὕτως αὐτὴν τελειοῖ.
66. This he sends from Athens, having previously seen them and spent time with them. And the occasion of the Epistle is this: the Apostle, having suffered many afflictions in Beroea, and in Philippi of Macedonia, and in Corinth, and knowing all that he had suffered also in Thessalonica, fearing lest the Thessalonians, having heard what he had suffered in the aforesaid cities, might be tempted by the tempter and be offended; and having learned that they were also becoming deeply grieved over those who were dying, he sends Timothy to them with this Epistle. And first indeed he establishes them in the faith, so as not to be shaken on account of the afflictions; for he reminds them, as having been taught also in their instruction to endure afflictions, and that they had suffered nothing strange from the Jews, who also killed Christ. For he said that to be afflicted in this life is proper to Christians. And having exhorted them much so to conduct themselves as they received from him, he writes also concerning those who are dying, comforting them and teaching them not to bear it heavily. For he says that death is not destruction, but a way of resurrection. Next he teaches them also concerning the times, so that, knowing the day to be uncertain, they may always be ready, and pay heed to no one making promises concerning it. For he says that the coming will be thus, that those who are left over and found in that day will not precede those who are raised from the dead. For he teaches that the change of all takes place together. In addition to these things, urging them to improve in morals, he exhorts them always both to rejoice in hope, and to pray, and to give thanks always to the Lord, adjuring them to read this Epistle to all the brethren, and thus finishes it.