ἀγγέλῳ τῶν προειρημένων Ἐκκλησιῶν κατὰ τὰς ἑκάστου πράξεις. Πολλὰς μὲν οὖν ἑώρακε καὶ παραδόξους ὀπτασίας, εἶδε δὲ ἑπτὰ λυχνίας χρυσᾶς, καὶ ἐν μέσῳ αὐτῶν ὅμοιον Υἱῷ ἀνθρώπου· καὶ ἡρμηνεύθησαν αὐτῷ, ὅτι αἱ λυχνίαι εἰσὶν αἱ ἑπτὰ Ἐκκλησίαι· ὁ δὲ ἐν μέσῳ αὐτῶν ὁ Κύριος. Εἶδε καὶ θύραν ἀνεῳγμένην ἐν τῷ οὐρανῷ, καὶ ἐν θρόνῳ καθήμενον τὸν Κύριον, καὶ πρεσβυτέρους κδʹ, καθημένους ἐπὶ θρόνους καὶ προσκυνοῦντας τὸν Κύριον. Ἑώρακε καὶ σφραγῖδας λυομένας, καὶ λυομένης ἑκάστης, ὀπτασία τις ἐγίνετο. Εἶτα ἑώρακεν ἑπτὰ ἀγγέλους ἔχοντας ἑπτὰ σάλπιγγας, καὶ ἑκάστου σαλπίζοντος, ἐγίνετο σημεῖον· τοῦ δὲ ἑβδόμου σαλπίζοντος, ἤκουσε λεγόντων, ὅτι « Ἡ βασιλεία τοῦ κόσμου ἐγένετο τοῦ Κυρίου. » Καὶ ἑώρακε τὴν κιβωτὸν τῆς Διαθήκης ἐν οὐρανῷ. Εἶτα ἑώρακε γυναῖκα ὠδίνουσαν, καὶ δράκοντα πυρὸς διώκοντα αὐτήν. Ἡ μὲν οὖν γυνὴ ἐσώθη εἰς τὴν ἔρημον· ὁ δὲ δράκων ἐβλήθη εἰς τὸ πῦρ. Εἶτα ἑώρακε θηρίον ἔχον κέρατα δέκα, καὶ κεφαλὰς ἑπτὰ, καὶ τὸ διάδημα αὐτοῦ βλασφημίας γέμον· τὸ δὲ ὄνομα αὐτοῦ οὐκ ἐδήλωσεν, ἀλλὰ τὸν ἀριθμὸν τοῦ ὀνόματος αὐτοῦ χξςʹ. Ἤκουσε καὶ παρθένων ᾀδόντων, καὶ ἀκολουθούντων τῷ Ἀρνίῳ, καὶ εἶδεν ἄγγελον πετόμενον ἐν μεσουρανήματι, καὶ ἄλλον ἀκολουθοῦντα, καὶ ἄλλον, καὶ νεφέλην λευκὴν, καὶ ἐπ' αὐτῆς καθήμενον ὅμοιον Υἱῷ ἀνθρώπου, ἔχοντα ἐπὶ τῆς κεφαλῆς αὐτοῦ στέφανον χρυσοῦν, καὶ ἐν τῇ χειρὶ αὐτοῦ δρέπανον ὀξύ. Εἶτα ἑώρακεν ἀγγέλους ἑπτὰ, ἔχοντας πληγὰς ἑπτὰ τὰς ἐσχάτας, καὶ φιάλας χρυσᾶς γεμούσας ἐκ τοῦ θυμοῦ τοῦ Θεοῦ. Εἶτα ἀπηνέχθη τῷ πνεύματι εἰς ἔρημον, καὶ ἑώρακε γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, ἔχον κεφαλὰς ἑπτά· καὶ ἐσήμανεν ἀπὸ ταύτης ἔσεσθαι τὸν Ἀντίχριστον. Εἶτα ἑώρακε τὸν οὐρανὸν ἀνεῳγμένον, καὶ ἔφιππον λευκὸν, καὶ ἐκαλεῖτο τὸ ὄνομα αὐτοῦ ὁ Λόγος τοῦ Θεοῦ. Εἶτα ἑώρακε τὸ θηρίον καὶ τοὺς βασιλεῖς τῆς γῆς, θέλοντας ποιῆσαι πόλεμον μετὰ τοῦ καθημένου ἐπὶ τοῦ ἵππου τοῦ λευκοῦ. Καὶ ἐπιάσθη τὸ θηρίον, καὶ μετ' αὐτοῦ ὁ ψευδοπροφήτης, ὅστις ἦν ὁ Ἀντίχριστος, καὶ εἶδε βαλλομένους αὐτοὺς εἰς τὴν λίμνην τοῦ πυρός. Εἶτα ἑώρακε καταβαίνοντα ἄγγελον ἐκ τοῦ οὐρανοῦ, καὶ βάλλοντα τὸν Σατανᾶν καὶ τοὺς ἔχοντας τὸ χάραγμα αὐτοῦ εἰς τὴν ἄβυσσον, καὶ κλείοντα ἐπάνω αὐτοῦ, ἵνα μηκέτι πλανήσῃ τὰ ἔθνη ἕως ἐτῶν χιλίων. Εἶτα ἑώρακε τοὺς μάρτυρας ἐν δόξῃ βασιλεύοντας ἐν Χριστῷ. Εἶτα ἑώρακεν, ὅτι μετὰ χίλια ἔτη λυθήσεται ὁ Σατανᾶς, καὶ βληθήσεται εἰς τὴν λίμνην τοῦ πυρὸς μετὰ τοῦ Ἀντιχρίστου εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Εἶτα ἑώρακεν οὐρανὸν καινὸν, καὶ γῆν, καὶ τὴν Ἱερουσαλὴμ καινὴν, καὶ ἑώρακε ποταμὸν ὕδατος ζωῆς, καὶ τοὺς δούλους τοῦ Θεοῦ θεωροῦντας τὸ πρόσωπον αὐτοῦ, καὶ ἔχοντας ἐπὶ τοῦ μετώπου τὸ ὄνομα αὐτοῦ. Ταῦτα ἑωρακὼς Ἰωάννης ἔπεσε, θέλων προσκυνῆσαι τῷ ἀγγέλῳ δεικνύοντι αὐτῷ ταῦτα πάντα. Καὶ ἐκώλυσεν αὐτὸν ὁ ἄγγελος λέγων· « Μὴ ἐμοὶ προσκύνει, ἀλλὰ τῷ Θεῷ· ἐγὼ γὰρ σύνδουλός σου εἰμί. » Βλέπων δὲ ταῦτα, ἤκουε παρὰ τοῦ Κυρίου
angel of the aforesaid Churches according to the deeds of each. Many and marvellous visions, therefore, he saw; and he beheld seven golden lampstands, and in the midst of them One like the Son of man; and they were interpreted to him, that the lampstands are the seven Churches, and He Who is in the midst of them is the Lord. He beheld also a door opened in heaven, and the Lord sitting on a throne, and twenty-four elders sitting upon thrones and worshipping the Lord. He saw also seals being loosed, and as each was loosed, a certain vision took place. Next he saw seven angels having seven trumpets, and as each sounded his trumpet, a sign took place; and when the seventh sounded his trumpet, he heard voices saying, The kingdom of the world has become the Lord's (Rev. 11:15). And he saw the ark of the Covenant in heaven. Next he saw a woman travailing in birth, and a dragon of fire pursuing her. The woman, therefore, was saved into the wilderness; and the dragon was cast into the fire. Next he saw a beast having ten horns and seven heads, and its diadem full of blasphemy; and its name he did not declare, but the number of its name, 666. He heard also virgins singing and following the Lamb, and he beheld an angel flying in mid-heaven, and another following, and another, and a white cloud, and sitting upon it One like the Son of man, having upon His head a golden crown, and in His hand a sharp sickle. Next he saw seven angels having the seven last plagues, and golden bowls full of the wrath of God. Next he was carried away in the spirit into a wilderness, and saw a woman sitting upon a scarlet beast, having seven heads; and he signified that from her would be the Antichrist. Next he saw heaven opened, and a rider on a white horse, and His name was called the Word of God. Next he saw the beast and the kings of the earth, wishing to make war with Him Who sat upon the white horse. And the beast was seized, and with it the false prophet, who was the Antichrist, and he beheld them cast into the lake of fire. Next he saw an angel coming down out of heaven, and casting Satan and those who had his mark into the abyss, and shutting it over him, that he might no longer lead astray the nations until a thousand years. Next he saw the martyrs reigning in glory in Christ. Next he saw that after a thousand years Satan will be loosed, and will be cast into the lake of fire with the Antichrist unto the ages of the ages. Next he saw a new heaven, and earth, and the new Jerusalem, and he saw a river of water of life, and the servants of God beholding His face, and having upon their forehead His name. Having seen these things, John fell down, wishing to worship the angel who was showing him all these things. And the angel forbade him, saying, Worship not me, but God; for I am a fellow-servant of yours (Rev. 19:10). And seeing these things, he heard from the Lord