Migne Reading Room

PG 28 · cols. 356–365 · Read from the page

Synopsis of Sacred Scripture

Synopsis of Sacred Scripture

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:356Read from the page
ρων σου. » Πεῖραν γὰρ ἔχουσα τῆς εἰς πολλὰ μεταβολῆς, ἠξίου στηριχθῆναι λοιπὸν καὶ βεβαιωθῆναι· μήποτε πάθῃ πάλιν τὸ αὐτό. Παρακληθεὶς ὁ Λόγος, διδάσκει λοιπὸν αὐτὴν διὰ τούτων· « Ἐὰν μὴ γνῷς ἑαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. » Οὐ δύναται γάρ τις γνῶναι Θεὸν, μὴ πρότερον γνοὺς ἑαυτόν. Εὐσέβεια γὰρ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως· αἴσθησις δὲ οὐχ ἡ ἔξωθεν, ἀλλ' ἡ κατὰ ψυχὴν διάνοια μετὰ πίστεως. Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τὴν κλῆσιν τῶν ἐθνῶν γινομένην ἐν ἀκροβυστίᾳ πίστεως, θαυμάζουσα λέγει· « Τί ὄψεσθε ἐν τῇ Σουναμίτιδι, ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν; » Οὐ γὰρ ἐξ ἑνὸς, ἀλλ' ἐκ παντὸς ἔθνους ἤρχοντο, ἀφέντες τὰς ἰδίας παρεμβολὰς, καὶ συντρίψαντες τὰς μαχαίρας, καὶ λοιπὸν εἰρηνικὰ φρονοῦντες. Ἡ ἐξ ἐθνῶν ὁρῶσα τὴν Ἱερουσαλὴμ, ὥσπερ μεμφομένην, ἀπολογεῖται περὶ ἑαυτῆς· ὅτι μὴ ἀργὴ αὐτῆς ἐστιν ἡ κλῆσις· « Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλὴμ, ὡς σκηνώματα Κηδὰρ, ὡς δέρῥεις Σαλομῶν. Μὴ βλέψητέ με, ὅτι ἐγὼ μεμελανωμένη εἰμὶ, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν. Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. » Μέλαινά εἰμι· ἀλλ' ὑπ' αὐτὸν τὸν ἥλιόν εἰμι. Εἰ γὰρ καὶ ἀκρόβυστός εἰμι, φησὶν, ἀλλ' ἀπεταξάμην εἰδώλοις, καὶ ἐξῆλθον ἐκ τοῦ οἴκου τῆς μητρός μου, ὥσπερ καὶ ὁ Ἀβραάμ· ἐκείνης γάρ εἰμι τῆς πίστεως. Καὶ διὰ τοῦτο ἀξιῶ, « Εἰσάγαγέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην, τηρήσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις· ὅτι τετρωμένη ἀγάπης ἐγώ. » Μὴ τῇ ἀκροβυστίᾳ προσέχητε, ἀλλ' ἐν ἀγάπῃ προσλάβου με, ὦ νόμε καὶ προφῆται. Καὶ εἰ δυσώδης εἰμὶ τῇ ἀγριότητι, ἀλλὰ σύ με παίδευε, καὶ εὐωδίᾳ σου στήριξον· τέτρωμαι γὰρ τῇ ἀγάπῃ. Καὶ διὰ τοῦτο, « Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ταῖς ἰσχύσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε, καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. » Ὁρκίζω ὑμᾶς, ὦ πατέρες, οὐ κατὰ τῶν δυνάμεων, οὐκ ἔξεστι γὰρ, ἀλλ' ἐν δυνάμεσι τοῦ παραδείσου, ἵν', εἰς ἐκεῖνον βλέποντες, ὡς τὸν Ἀδὰμ, οὕτως με προσδέξησθε. Καὶ γὰρ κἀκεῖ οὐκ ἦν περιτομή· ἄρτι δὲ τὰ τοῦ Ἀδὰμ ἀνακαινίζεται. Ὁ Λόγος ὁρῶν τὴν πίστιν τῶν ἐθνῶν, καὶ ἀποδεχόμενος λέγει· « Καλὴ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέναι. » Οὐ γὰρ ἄλλως, ἢ ὡς τὴν Ἱερουσαλὴμ δεῖ εἶναι τοὺς ἀπὸ τῶν ἐθνῶν, ἵνα εἷς λαὸς γένηται. Τοῦτο δὲ γίνεται, ὅταν μετὰ τοῦ τιμᾷν τὸν νόμον πιστεύωμεν τὸν Χριστόν. Εἷς γὰρ ὁ Θεὸς τοῦ νόμου καὶ τῶν Εὐαγγελίων. Καὶ ὁ μὴ ὡς Ἱερουσαλὴμ γενόμενος οὐ γίνεται πλησίον τοῦ Λόγου. Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τῶν τέκνων τὴν πίστιν, καὶ τὴν τοῦ Λόγου φιλανθρωπίαν, λέγει· « Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήματι τοῦ χειμάῤῥου, εἰ ἤνθησαν αἱ ῥοιαί· ἐκεῖ δώσω τοὺς μαστούς μου. Οὐκ ἔγνω ἡ ψυχή μου, ἔθετό με ἅρματα Ἀμιναδάβ. » Εἰς γὰρ τὸν κῆπον τῆς καρύας, τοῦτ' ἔστιν εἰς τὰς Γραφὰς, ἐγενόμην, αἵτινες ὡς καρύαι εἰσὶν, ἔξωθεν μὲν σκλη-
companions (Song 1:7).” For having experience of turning unto many things, she entreated to be henceforth established and confirmed, lest she should suffer the same thing again. Being entreated, the Word henceforth teaches her through these words: “If thou know not thyself, O fair one among women, go forth in the footsteps of the flocks, and feed thy kids beside the tents of the shepherds (Song 1:8).” For no one can know God without first knowing himself. For godliness towards God is the beginning of perception (Prov. 1:7); and perception is not that from without, but the understanding in the soul with faith. Jerusalem, seeing the calling of the Gentiles taking place in the uncircumcision of faith, marveling says: “What will ye see in the Shulammite, who cometh as dances of the camps (Song 6:13)?” For not from one, but from every nation they came, leaving their own camps, and having shattered their swords, and henceforth minding the things of peace. The Church from the Gentiles, seeing Jerusalem as though reproaching her, makes defence concerning herself, that her calling is not idle: “I am black and fair, O daughters of Jerusalem, as the tents of Kedar, as the curtains of Solomon. Look not upon me, because I am darkened, because the sun hath looked askance upon me. The sons of my mother fought against me; they set me as keeper in the vineyards. Mine own vineyard I have not kept (Song 1:5-6).” I am black, yet I am under the sun itself. For even though I am uncircumcised, she says, yet I renounced idols, and came forth out of the house of my mother, just as Abraham also did; for I am of that faith. And on this account I entreat: “Bring me into the house of wine, set love upon me, sustain me with perfumes, compass me about with apples; because I am wounded with love (Song 2:4-5).” Regard not the uncircumcision, but receive me in love, O law and prophets. And even though I am foul-smelling with wildness, yet do thou instruct me, and establish me with thy sweet savour; for I am wounded with love. And on this account, “I have adjured you, O daughters of Jerusalem, by the powers and the virtues of the field, whether ye shall rouse and awaken love, until he please (Song 2:7).” I adjure you, O fathers, not by the powers, for it is not lawful, but in the powers of paradise, that, looking unto it, as Adam, so ye may receive me. For indeed there also there was no circumcision; and now the things of Adam are renewed. The Word, seeing the faith of the Gentiles, and accepting it, says: “Thou art fair, My companion, as good pleasure, comely as Jerusalem, a wonder as armies set in array (Song 6:4).” For those from the Gentiles must be no otherwise than as Jerusalem, that there may become one people. And this comes to pass when, along with honouring the law, we believe in Christ. For one is the God of the law and of the Gospels. And he who does not become as Jerusalem does not become the companion of the Word. Jerusalem, seeing the faith of her children, and the loving-kindness of the Word towards man, says: “I went down into the garden of nuts to see the fruits of the valley, whether the pomegranates had blossomed; there will I give my breasts. My soul knew it not: it set me as the chariots of Aminadab (Song 6:11-12).” For I came into the garden of the nut tree, that is, into the Scriptures, which are like nuts, outwardly indeed hard-
PG 28:357Read from the page
ραὶ, ἔσωθεν δὲ πνευματικαί. Εἶδον, ὅτι ζευχθῆναί με δεῖ ὡς ἐν ἅρματι τῇ ἐξ ἐθνῶν κλήσει. Ζευχθέντων τοίνυν ἀμφοτέρων τῶν λαῶν, λοιπὸν πανταχοῦ τὸ κήρυγμα ἀπεστάλη, καὶ τούτου γίνονται διάκονοι οἱ ἄγγελοι, λέγοντες· « Ἐξέλθετε καὶ ἴδετε ἐν τῷ Σαλομὼν ἐν τῷ στεφάνῳ, ᾧ ἐστεφάνωσεν αὐτὸν ἡ μήτηρ αὐτοῦ ἐν ἡμέρᾳ νυμφεύσεως αὐτοῦ, καὶ ἐν ἡμέρᾳ εὐφροσύνης καρδίας αὐτοῦ. » Ὁ γὰρ ἐξερχόμενος ἀπὸ τῆς κακίας ὄψεται καὶ τὴν τοῦ Λόγου πρὸς τὸ σῶμα ἄτρεπτον ἕνωσιν. Ὅτε γὰρ γέγονε νύμφευσις τοῦ Λόγου πρὸς ἡμᾶς διὰ τῆς τοῦ σώματος ἑνώσεως, τότε καὶ τὴν κατὰ τοῦ θανάτου νίκην πεποίηκε, δι' ἣν εὐφροσύνης πάντα πεπλήρωκε. Τοιαῦτα ἐν τῷ Ἆσματι τῶν ᾀσμάτων τὰ τῶν διαλόγων ἐστίν· ἐξ ὧν ἀφορμήν τις λαβὼν, δύναται ἀπ' αὐτοῦ τοῦ βιβλίου τὰ ὅμοια τοῖς ὁμοίοις συνάπτειν κατὰ τὸν νοῦν.
shelled, but inwardly spiritual. I saw that I must be yoked, as in a chariot, with the calling from the Gentiles. Both peoples, therefore, having been yoked together, the proclamation was henceforth sent forth everywhere, and of this the angels become ministers, saying: “Go forth and behold Solomon in the crown wherewith his mother crowned him in the day of his espousals, and in the day of the gladness of his heart (Song 3:11).” For he who goes forth from wickedness shall behold also the immutable union of the Word with the body. For when the espousal of the Word unto us took place through the union of the body, then also He wrought the victory over death, through which He has filled all things with gladness. Such are the matters of the dialogues in the Song of Songs; taking occasion from which, one is able from the book itself to join like things with like according to the sense.
Βιβλίον ιζʹ, Ἰώβ.
Book XVII, Job.
25. Ἰὼβ ἐπιγέγραπται τὸ βιβλίον, ἐπειδὴ τὴν κατ' αὐτὸν ἱστορίαν περιέχει, πῶς τε πέπονθε, πειρασθεὶς ὑπὸ τοῦ διαβόλου· καὶ νικήσας καὶ ὑπομείνας εὐσεβῶς τὰς ἐπενεχθείσας αὐτῷ πληγὰς, διπλᾶ πάλιν πάντα ἀπέλαβε, καὶ γέγονεν ἐνδοξότερος ὑπὲρ ὃ ἦν, καὶ ἔσχε πάλιν τέκνα δέκα. Πέπονθε δὲ ἐτῶν ὢν οʹ, ὡς εἶναι πάντα τὰ ἔτη τῆς ζωῆς αὐτοῦ σμʹ. Μετὰ γὰρ τὰς πληγὰς ἔζησεν ἕτερα ἔτη ροʹ. Γέγονε δὲ Ἰὼβ πρὸ Μωϋσέως· ἀπὸ γὰρ Ἀβραὰμ πέμπτος ἦν, ἔκγονος τοῦ Ἠσαῦ. Διὰ τὴν γενομένην κατ' αὐτοῦ πληγὴν ἦλθον τρεῖς αὐτοῦ φίλοι παρακαλέσαι αὐτὸν, Ἐλιφὰζ ὁ Θαιμανῶν βασιλεὺς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σοφὰρ ὁ Μιναίων βασιλεύς. Καὶ φιλονείκως μὲν καὶ ἀνελεημόνως αὐτοὶ ἐλάλησαν αὐτῷ, ἐναλλόμενοι κατ' αὐτοῦ· ὥστε καὶ ἁμαρτίαν αὐτοῖς ἐκ τούτου λογισθῆναι. Ὁ δὲ Ἰὼβ παρεκάλεσεν ὑπὲρ αὐτῶν τὸν Θεὸν, καὶ συνεχωρήθη αὐτοῖς. Εἰσὶν οὖν τοῦ μὲν Ἰὼβ διάλογοι πρὸς τοὺς φίλους ἐννέα· τοῦ δὲ Ἐλιφὰζ πρὸς αὐτὸν τρεῖς, τοῦ δὲ Σοφὰρ πρὸς αὐτὸν δύο, καὶ τοῦ Βαλδὰδ τρεῖς. Ἔστι δὲ καὶ τοῦ Ἐλιοῦς τοῦ Βαραχιὴλ, τοῦ Βουζίτου, αʹ. Καὶ λοιπὸν ὁ Κύριος χρηματίζει τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν. Ἀποκρίνεται δὲ καὶ Ἰὼβ τῷ Κυρίῳ διὰ λόγων δεύτερον.
25. The book is entitled Job, since it contains the history concerning him, both how he suffered, being tempted by the devil, and how, having conquered and piously endured the plagues brought upon him, he received all things back again twofold, and became more glorious than he was, and again had ten children. And he suffered when he was 70 years old, so that all the years of his life were 240; for after the plagues he lived another 170 years. Now Job lived before Moses; for he was fifth from Abraham, a descendant of Esau. On account of the plague that came upon him, his three friends came to comfort him: Eliphaz the king of the Temanites, Bildad the ruler of the Shuhites, and Zophar the king of the Minaei. And they spoke to him contentiously and pitilessly, leaping upon him, so that sin was even imputed to them from this. But Job entreated God on their behalf, and it was forgiven them. Now the dialogues of Job with his friends are nine; and those of Eliphaz with him are three, and those of Zophar with him two, and those of Bildad three. And there is also 1 of Elihu the son of Barachel, the Buzite. And finally the Lord speaks to Job through a whirlwind and clouds. And Job also answers the Lord in words a second time.
Βιβλίον ιηʹ, Οἱ ιβʹ προφῆται. Ὡσηὲ, αʹ.
Book XVIII, The 12 Prophets. Hosea, 1.
26. Γεγόνασι μὲν καὶ πρὸ τούτου προφῆται· ἐπὶ μὲν τοῦ Δαβὶδ, Σαμουὴλ, καὶ Ναθὰν, καὶ Γάδ· ἐπὶ δὲ τοῦ Ῥοβοὰμ καὶ Ἀβιᾶ καὶ Ἀσᾶ, Ἀχίας ὁ Σηλωνίτης, καὶ Σαμαίας, καὶ Ἀδδὼ, καὶ Ἀζαρίας, καὶ Ἀνεμῆ· ἐπὶ δε τοῦ Ἰωσαφὰτ καὶ τοῦ Ἀχαὰβ Ἠλίας καὶ Ἐλισσαῖος, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας, καὶ ὁ πατάξας ἑαυτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ Ἰοῦ ὁ τοῦ Ἀμῆ, καὶ Ὀζιὴλ, καὶ Ἐλιάδα. Ἀλλ' οὐ φέρεται τούτων ἴδια συγγράμματα, εἰ μὴ μόνον οἱ λόγοι αὐτῶν ἐν ταῖς Βασιλείαις καὶ ταῖς Παραλειπομέναις. Ἐν δὲ τοῖς συγγράψασιν, ὧν καὶ τὰ συγγράμματα φέρεται, πρῶτοι γεγόνασιν
26. There were indeed prophets before this man also: in the time of David, Samuel, and Nathan, and Gad; in the time of Rehoboam and Abijah and Asa, Ahijah the Shilonite, and Shemaiah, and Iddo, and Azariah, and Hanani; and in the time of Jehoshaphat and Ahab, Elijah and Elisha, and he who prophesied to Ahab concerning Syria, and he who smote himself with a wound and rebuked Ahab, and Jehu the son of Hanani, and Jahaziel, and Eliezer. Yet no separate writings of these are extant, save only their words in the Books of Kingdoms and Chronicles. But among those who wrote, whose writings also are extant, the first were
Notes, col. 357

On the reading

Printed Ἆσματι, for ᾌσματι.

Printed δε, for δὲ.

PG 28:360Read from the page
οὗτοι, Ὡσηὲ, καὶ Ἠσαΐας. Ἐπὶ γὰρ τῶν αὐτῶν βασιλέων, τοῦ τε Ἰούδα, Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου βασιλέως Ἰούδα· καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωᾶς, βασιλέως Ἰσραὴλ προεφήτευσαν. Ἐγένετο δὲ λόγος πρὸς τὸν Ὡσηὲ, καὶ προφητεύει οὗτος τοὺς ἱερέας, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ τον οἶκον τοῦ βασιλέως, καὶ περὶ τῆς ἀπωλείας τῆς Σαμαρείας. Καὶ ἐλέγξας καὶ συγκλείσας αὐτοὺς εἰς ἀπείθειαν, σημαίνει τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, δι' ἧς αὐτὸς ἔλαβε πόρνης γυναικὸς, ἣν καὶ λαβὼν ἐσωφρόνισεν, ἀνάγων αὐτὴν πρὸς ἑαυτόν. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας.
these, Hosea and Isaiah. For they prophesied under the same kings, both of Judah—Uzziah, and Jotham, and Ahaz, and Hezekiah king of Judah—and in the days of Jeroboam the son of Joash, king of Israel. And the word came unto Hosea, and this man prophesies against the priests, and against Israel, and against the house of the king, and concerning the destruction of Samaria. And having rebuked them and shut them up unto disobedience, he signifies the Church from the Gentiles through the harlot woman whom he himself took, whom also having taken he sobered, bringing her up unto himself. And he prophesies also concerning the coming of the Saviour.
Ἀμὼς, βʹ.
Amos, 2.
27. Καὶ οὗτος συνεχρόνισε κατὰ τὴν ἀρχὴν τῷ Ὡσηὲ καὶ τῷ Ἠσαΐᾳ· ἐπὶ γὰρ Ὀζίου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωᾶς, βασιλέως Ἰσραὴλ, γέγονε πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Λόγους δὲ εἶδε, καὶ προφητεύει κατὰ τῆς Ἱερουσαλὴμ, καὶ κατὰ τοῦ Ἰσραὴλ τῆς Σαμαρείας, καὶ κατὰ τῶν ἐθνῶν Δαμασκοῦ, Γάζης, Ἀσκάλωνος, Ἀζώτου, Ἀκκάρων, Τύρου, Ἰδουμαίας, Θαιμὰν, υἱῶν Ἀμμὼν καὶ Μωάβ. Καὶ οὗτος ἐλέγχει καὶ συγκλείει πάντας εἰς ἀπείθειαν. Ἀλλὰ καὶ Ἀμασίου τοῦ ἱερέως Βαιθὴλ, διαβάλλοντος αὐτὸν τῷ βασιλεῖ Ἱεροβοὰμ, ὡς λέγοντα κατ' αὐτοῦ καὶ κατὰ τῆς Σαμαρείας, καὶ κατὰ τοῦ λαοῦ, αὐτὸς οὐδὲν ἧττον οὐκ ἐπαύσατο παῤῥησιαζόμενος, καὶ λέγων τὰ λόγια, καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος.
27. This man also was contemporary at the beginning with Hosea and Isaiah; for he lived under Uzziah king of Judah and in the days of Jeroboam the son of Joash, king of Israel, two years before the earthquake. And he saw words, and prophesies against Jerusalem, and against Israel of Samaria, and against the nations of Damascus, Gaza, Ashkelon, Ashdod, Ekron, Tyre, Idumaea, Teman, the children of Ammon, and Moab. And this man also rebukes and shuts up all unto disobedience. Moreover, even when Amaziah the priest of Bethel accused him to King Jeroboam as speaking against him and against Samaria and against the people, he nonetheless did not cease speaking boldly, and uttering the oracles, and concerning the coming of the Saviour.
Μιχαίας, γʹ.
Micah, 3.
28. Οὗτος δεύτερος μὲν τῶν προειρημένων γέγονεν· ὅτι μετὰ Ὀζίαν προεφήτευσε· συνεχρόνισε δὲ αὐτοῖς, ἐπεὶ καὶ αὐτὸς ἐπὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, ἤρξατο προφητεύειν. Ἐγένετο δὲ λόγος πρὸς αὐτὸν τοῦ Κυρίου, καὶ προφητεύει ἐπὶ Ἱερουσαλὴμ, καὶ Σαμάρειαν, καὶ ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαὸν, καὶ κατὰ τοῦ Ἀχαάβ. Προσημαίνει δὲ καὶ τὴν παρουσίαν τοῦ Σωτῆρος, λέγων· « Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσται τὸ ὄρος Κυρίου. »
28. This man was second indeed to those aforesaid, because he prophesied after Uzziah; yet he was contemporary with them, since he himself also began to prophesy under Jotham, and Ahaz, and Hezekiah. And the word of the Lord came unto him, and he prophesies against Jerusalem, and Samaria, and against the prophets who lead the people astray, and against Ahab. And he foreshows also the coming of the Saviour, saying: “In the last days the mountain of the Lord shall be manifest (Mic. 4:1).”
Ἰωὴλ ὁ τοῦ Βαθουὴλ, δʹ.
Joel the son of Bethuel, 4.
29. Λόγος Κυρίου ἐγένετο πρὸς τοῦτον, καὶ προφητεύει τοῖς πρεσβυτέροις καὶ πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν περὶ τῆς ἁλώσεως τῆς γῆς καὶ τῶν ἐν αὐτῇ. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος, καὶ τῆς εἰς πάντας γενησομένης ὑπὸ τοῦ Σωτῆρος. Κηρύττει δὲ καὶ περὶ νηστείας καὶ μετανοίας, καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ τῶν ἐπὶ τοῦ σταυροῦ γενομένων σημείων.
29. The word of the Lord came unto this man, and he prophesies to the elders and to all who inhabit the land concerning the capture of the land and of those in it. And he prophesies also concerning the grace of the Holy Spirit, and that which was to come upon all from the Saviour. And he preaches also concerning fasting and repentance, and concerning the coming of the Saviour, and the signs that took place upon the cross.
Ἀβδιοῦ, εʹ.
Obadiah, 5.
30. Ὅρασιν ἀπαγγέλλει οὗτος κατὰ τῆς Ἰδουμαίας καὶ τοῦ τέλους αὐτῆς, καὶ κατὰ τῶν ἐθνῶν τῶν ἐμπαροινησάντων τῷ Ἰσραήλ. Ἀναλωθήσεσθαι γὰρ τὸν οἶκον Ἠσαῦ ὑπὸ τοῦ Ἰακὼβ προσημαίνει.
30. This man proclaims a vision against Idumaea and her end, and against the nations that raged drunkenly against Israel. For he foreshows that the house of Esau shall be consumed by Jacob.
Ἰωνᾶς, ςʹ.
Jonah, 6.
31. Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν ἀπελθεῖν εἰς Νινευΐ, καὶ κηρύξαι ἐν αὐτῇ, ὅτι « Ἔτι τρεῖς ἡμέραι
31. The word of the Lord came unto him to go unto Nineveh, and to preach in it: “Yet three days
Notes, col. 360

On the reading

Printed τον, for τὸν.

PG 28:361Read from the page
καὶ καταστραφήσεται Νινευΐ. » Ἀλλ' Ἰωνᾶς, φεύγων τὸ κήρυγμα, ἀνέβη εἰς πλοῖον, χειμῶνός τε γενομένου, ἐξεβλήθη, καὶ κατεπόθη ὑπὸ κήτους θαλασσίου. Εἶτα μετὰ τρεῖς ἡμέρας ἐξέβαλε τὸ κῆτος τὸν Ἰωνᾶν ζῶντα. Καὶ πάλιν ἐκ δευτέρου λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ ἀπελθὼν ἐκήρυξεν εἰς τὴν Νινευΐ. Ἐκεῖνοί τε, ἀκούσαντες, μετενόησαν, καὶ παρήγαγε Κύριος τὴν ὀργὴν ἀπ' αὐτῶν. Τῆς μέντοι παρουσίας τοῦ Σωτῆρος σημεῖον αὐτὸς ἐξ ἔργων ἐγένετο, καταποθεὶς ὑπὸ τοῦ κήτους, καὶ μετὰ τρεῖς ἡμέρας σῶος πάλιν ἐκδοθείς.
and Nineveh shall be overthrown (Jonah 3:4).” But Jonah, fleeing the preaching, went up into a ship, and when a storm arose, he was cast forth, and was swallowed by a sea monster. Then after three days the sea monster cast forth Jonah alive. And again a second time the word of the Lord came unto him, and having gone he preached unto Nineveh. And they, having heard, repented, and the Lord turned away His wrath from them. Of the coming of the Saviour, however, he himself became a sign by his deeds, having been swallowed by the sea monster, and after three days given back again safe.
Ναοὺμ ὁ τοῦ Ἐλκεσαίου, ζʹ.
Nahum the son of Elkesai, 7.
32. Λῆμμα περὶ τῆς ἀπωλείας Νινευΐ, βιβλίον ὁράσεως προφητεύει ὁ τοιοῦτος· καὶ κηρύττει μὲν καὶ περὶ ἑορτῆς· προσημαίνει δὲ ἐν αὐτῇ περὶ τοῦ Σωτῆρος. Καὶ τὰ λοιπὰ πάντα κατὰ τῆς Νινευΐ καὶ τοῦ τέλους αὐτῆς καὶ τῶν ἐχθρῶν τοῦ Ἰσραὴλ ἀπαγγέλλει.
32. An oracle concerning the destruction of Nineveh, a book of vision, does such a one prophesy; and he preaches indeed also concerning a feast, and foreshows in it concerning the Saviour. And all the rest he proclaims against Nineveh and her end and the enemies of Israel.
Ἀμβακούμ, ηʹ.
Habakkuk, 8.
33. Λῆμμα καὶ αὐτὸς εἶδε, καὶ προφητεύει, δεόμενος μὲν περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ· προσημαίνων δὲ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Λέγει δὲ καὶ προφητεύει κατὰ τῶν καταφρονητῶν. Εἶτα μεταξύ ἐστι προσευχὴ τοῦ προφήτου μετ' ᾠδῆς, καὶ τρία διαψάλματά ἐστιν ἐν τῇ λεγομένῃ ᾠδῇ, ᾄδοντος αὐτοῦ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος, καὶ τῆς κατὰ τοῦ θανάτου νίκης.
33. An oracle he himself also saw, and prophesies, praying indeed concerning the capture of Jerusalem, and foreshowing concerning the coming of the Saviour. And he speaks and prophesies against the despisers. Then in the midst is a prayer of the prophet with a song, and there are three selahs in the aforesaid song, as he sings concerning the coming of the Saviour, and the victory over death.
Σοφονίας ὁ τοῦ Χουσὶ, θʹ.
Zephaniah the son of Cushi, 9.
34. Οὗτος καὶ Ἱερεμίας συνεχρόνισαν ἀλλήλοις. Ἀμφότεροι γὰρ ἐπὶ τοῦ Ἰωσίου βασιλέως Ἰούδα ἐπροφήτευσαν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ, καὶ παντὶ Ἰούδᾳ· καὶ προλέγει περὶ ἡμέρας ἐσομένης, ὥστε ἐξαρθῆναι πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση, καὶ πολὺν θρῆνον, καὶ κοπετὸν γίνεσθαι. Προφητεύει δὲ καὶ περὶ τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως, ἣν δι' ἡμᾶς ποιεῖ. Προφητεύει δὲ καὶ κατὰ Γάζης, καὶ Ἀσκάλωνος, καὶ Ἀζώτου, καὶ τῆς Ἀκκαρὼν, καὶ κατὰ Μωὰβ, καὶ Ἀμμὼν, καὶ κατὰ Δαμασκοῦ, καὶ κατὰ Νινευΐ, καὶ κατὰ τῶν Αἰθιόπων.
34. This man and Jeremiah were contemporary with one another. For both prophesied under Josiah king of Judah. And the word of the Lord came unto him, and he prophesies in Jerusalem and in all Judah; and he foretells concerning a day to come, so that all the idols and the groves shall be taken away, and great lamentation and wailing shall take place. And he prophesies also concerning the Saviour, and the resurrection which He works for our sake. And he prophesies also against Gaza, and Ashkelon, and Ashdod, and Ekron, and against Moab, and Ammon, and against Damascus, and against Nineveh, and against the Ethiopians.
Ἀγγαῖος, ιʹ.
Haggai, 10.
35. Οὗτος μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ ἐπανόδῳ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ ἐπὶ Δαρείου βασιλέως Περσῶν, βʹ ἔτους αὐτοῦ, τῷ ἕκτῳ μηνὶ, λόγος Κυρίου ἐγένετο ἐν χειρὶ αὐτοῦ, καὶ προφητεύει τῷ Ζοροβάβελ, καὶ τῷ Ἰησοῦ τῷ Ἰωσεδὲκ, καὶ τῷ λαῷ, περὶ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλήμ. Προφητεύει δὲ καὶ περὶ τῆς παρελεύσεως τῶν οἰκείων, καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν.
35. This man after the captivity, at the return, prophesies in Jerusalem under Darius king of the Persians; in his 2nd year, in the sixth month, the word of the Lord came by his hand, and he prophesies to Zerubbabel, and to Joshua the son of Jozadak, and to the people, concerning the building of Jerusalem. And he prophesies also concerning the passing away of their own things, and concerning the calling of the Gentiles.
Ζαχαρίας υἱὸς Ἀδδὼ, ιαʹ.
Zechariah the son of Iddo, 11.
36. Καὶ οὗτος τῷ δευτέρῳ ἔτει Δαρείου προφητεύει· ἀλλὰ τῷ ὀγδόῳ μηνὶ λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν καὶ ἄγγελος Κυρίου ἐλάλησεν αὐτῷ, καὶ προφητεύει πρὸς τοὺς πατέρας καὶ τὴν Ἱερουσαλήμ. Πολλὰς δὲ καὶ ποικίλας ὁράσεις βλέπει, καὶ
36. This man also prophesies in the second year of Darius; but in the eighth month the word of the Lord came unto him and an angel of the Lord spoke to him, and he prophesies unto the fathers and Jerusalem. And he sees many and varied visions, and
PG 28:364Read from the page
προφητεύει περὶ τοῦ Σωτῆρος διὰ πολλῶν, καὶ σημαίνει αὐτὸν ἐξέρχεσθαι ἐπὶ ὄνον καὶ πῶλον ὑποζυγίου.
prophesies concerning the Saviour through many things, and signifies that He comes forth upon an ass and the foal of a beast of burden (Zech. 9:9).
Μαλαχίας, ιβʹ.
Malachi, 12.
37. Καὶ οὗτος μετὰ τὴν αἰχμαλωσίαν γέγονεν ἐπὶ Δαρείου. Λῆμμα δὲ λόγου Κυρίου ἐν χειρὶ ἀγγέλου αὐτοῦ, καὶ προφητεύει ἐπὶ τὸν Ἰσραήλ. Ὀνειδίζει δὲ τὸν Ἰσραὴλ ἐπὶ ταῖς παραβάσεσι, καὶ μέμφεται ἐπὶ τῇ ἀμελείᾳ τῶν δεκάτων, καὶ τῆς πρὸς τοὺς πτωχοὺς κοινωνίας. Προφητεύει δὲ περὶ τῆς ἡμέρας τῆς κρίσεως, καὶ τῆς τοῦ Σωτῆρος ἐπιλάμψεως, καὶ πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἀποστέλλεσθαι τὸν Ἠλίαν σημαίνει.
37. This man also lived after the captivity under Darius. And the oracle of the word of the Lord is by the hand of his messenger, and he prophesies against Israel. And he reproaches Israel for their transgressions, and blames them for the neglect of the tithes and of fellowship towards the poor. And he prophesies concerning the day of judgement, and the shining forth of the Saviour, and signifies that Elijah is sent before the coming of the Saviour.
Βιβλίον ιθʹ. Ἠσαΐας υἱὸς Ἀμώς.
Book XIX. Isaiah the son of Amoz.
38. Οὗτος καὶ Ὡσηὲ, καθὰ προείπομεν, συνεχρόνισαν ἀλλήλοις. Καὶ γὰρ καὶ οὗτος ἐπὶ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰζ, καὶ Ἐζεκίου, βασιλέων Ἰούδα, γέγονεν. Ὅρασιν δὲ ἑωρακὼς, προφητεύει κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. Καὶ λόγος δὲ Κυρίου πρὸς αὐτὸν γέγονε. Καὶ τὸ πλεῖστον τῆς προφητείας αὐτοῦ ἐστιν εὐαγγέλια περὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ὧν ἀνεδέξατο δι' ἡμᾶς παθῶν. Προφητεύει δὲ καὶ ἐπὶ ἔθνη ταῦτα, κατὰ Βαβυλῶνος, ἐπὶ τοὺς ἀλλοφύλους, κατὰ Δαμασκοῦ· ὅρασιν Αἰγύπτου, ὅραμα τῆς Ἰδουμαίας, ὅραμα τῆς φάλαγγος Σιὼν, ὅραμα Τύρου, ὅρασιν τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Διηγεῖται δὲ καὶ τὴν ἔξοδον Σεναχηρεὶμ, καὶ Ῥαψάκου τὴν ἀλαζονείαν, τήν τε πτῶσιν καὶ ἀπώλειαν αὐτῶν. Καὶ ὅτι νοσήσας Ἐζεκίας, καὶ μέλλων ἀποθνήσκειν, εὐξάμενος, προσθήκην ἔσχε ζωῆς ἐτῶν ιεʹ. Προφητεύει δὲ καὶ εὐνούχοις, καὶ τοῖς ἔθνεσι, καὶ ἐν τῷ τέλει περὶ τῆς ἡμέρας τῆς κρίσεως.
38. This man and Hosea, just as we said before, were contemporary with one another. For indeed this man also lived under Uzziah, and Jotham, and Ahaz, and Hezekiah, kings of Judah. And having seen a vision, he prophesies against Judea and against Jerusalem. And the word of the Lord also came unto him. And the greatest part of his prophecy is good tidings concerning the bodily coming of the Word of God, and the sufferings which He took upon Himself for our sake. And he prophesies also against these nations: against Babylon, against the Philistines, against Damascus; the vision of Egypt, the vision of Idumaea, the vision of the host of Zion, the vision of Tyre, the vision of the quadrupeds in the wilderness. And he narrates also the expedition of Sennacherib, and the arrogance of Rabshakeh, and their fall and destruction; and that Hezekiah, having fallen sick and being about to die, having prayed, received an addition of 15 years of life. And he prophesies also to eunuchs, and to the Gentiles, and at the end concerning the day of judgement.
Βιβλίον κʹ. Ἱερεμίας ὁ Χελκίου ἐκ τῶν ἱερέων.
Book XX. Jeremiah the son of Hilkiah, of the priests.
39. Οὗτος πάλιν καὶ Σοφονίας, καθὰ προείπομεν, συνεχρόνισαν ἀλλήλοις. Παρέμεινε δὲ Ἱερεμίας ἕως Ἰωακεὶμ, καὶ ἕως ἑνδεκάτου ἔτους Σεδεκίου βασιλέως Ἰούδα, ἕως τῆς αἰχμαλωσίας τοῦ λαοῦ. Ῥῆμα δὲ Θεοῦ ἐγένετο πρὸς αὐτὸν, ὃς ἐγενήθη λόγος Κυρίου πρὸς αὐτόν. Καὶ πολλάκις δὲ ἐγένετο λόγος Κυρίου πρὸς αὐτὸν, καὶ ἐλέγχει τὰς ἀδικίας τῆς Ἱερουσαλὴμ διὰ πολλῶν. Προφητεύει δὲ ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀβροχίας, καὶ ἐπὶ τὰ ἔθνη Ἀειλὴμ, καὶ τοῦ ἐλθεῖν βασιλέα Βαβυλῶνος τοῦ ἐκκόψαι τὴν γῆν Αἰγύπτου, καὶ ἐπὶ Βαβυλῶνα. Καὶ ὁ λόγος ὃν ἐνετείλατο Κύριος τῷ Ἱερεμίᾳ εἰπεῖν τῷ Σαραίᾳ υἱῷ Νηρίου, καὶ τῇ Ἰδουμαίᾳ, καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ τῇ Κηδὰρ βασιλίσσῃ τῆς Αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ τῇ Δαμασκῷ, καὶ τῇ Μωὰβ, καὶ ἐπὶ Ἱερουσαλὴμ καὶ Ἰούδαν, καὶ εἰς οἶκον Ἀχαβὶν, περὶ τῶν υἱῶν Ἀδὰβ, τοῖς τε Ἰουδαίοις τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου, καὶ τοῖς καθημένοις ἐν Μαγδωλῷ, καὶ ἐν Τάφναις, καὶ ἐν γῇ Παθούρης· πρός τε τὸν Βαροὺχ, ὅτε ἔγραφε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἱερεμίου. Περιέχει δὲ τὸ βιβλίον ἐπὶ τέλους, ὅτι οἱ Ἰουδαῖοι, ἐπιβουλεύοντες τῳ προφήτῃ, ἔῤῥιψαν αὐτὸν εἰς λάκκον βορβόρου, καὶ Ἀβδεμέλεχ Αἰθίοψ ἀνήγαγεν αὐτόν.
39. This man again and Zephaniah, just as we said before, were contemporary with one another. And Jeremiah remained until Jehoiakim, and until the eleventh year of Zedekiah king of Judah, until the captivity of the people. And the word of God came unto him, which became the word of the Lord unto him. And oftentimes also the word of the Lord came unto him, and he rebukes the iniquities of Jerusalem through many things. And he prophesies against Jerusalem, and concerning the drought, and against the nations of Elam, and of the coming of the king of Babylon to cut off the land of Egypt, and against Babylon. And the word which the Lord commanded Jeremiah to speak to Seraiah the son of Neriah, and to Idumaea, and to the children of Ammon, and to Kedar queen of the Court, whom Nebuchadnezzar king of Babylon smote, and to Damascus, and to Moab, and against Jerusalem and Judah, and unto the house of the Rechabites, concerning the sons of Jonadab, and to the Jews who dwelt in the land of Egypt, and to those who sat in Migdol, and in Tahpanhes, and in the land of Pathros; and unto Baruch, when he wrote these words in the book from the mouth of Jeremiah. And the book contains at the end that the Jews, plotting against the prophet, cast him into a pit of mire, and Ebed-melech the Ethiopian brought him up.
Notes, col. 364

On the reading

Printed ἀλαζονειαν, for ἀλαζονείαν.

Printed τῳ, for τῷ.

PG 28:365Read from the page
Βαροὺχ δὲ ἐπιγράφει τὸ βιβλίον, ἐπειδὴ οὗτος, γράψας ἀπὸ στόματος Ἱερεμίου τοὺς ἐν τῷ βιβλίῳ λόγους, ἀνέγνω τοῖς ἐν τῇ Βαβυλῶνι αἰχμαλωτισθεῖσι, παραμυθούμενος αὐτοὺς, καὶ ἐπαγγελλόμενος τούτοις τὴν παρὰ Θεοῦ ἐλπίδα.
The book is entitled Baruch, because he, having written from the mouth of Jeremiah the words in the book, read them to those who had been taken captive in Babylon, comforting them, and promising to them the hope that is from God.
Θρῆνοι ἐπιγράφει τὸ βιβλίον, ἐπειδὴ τούτους τοὺς λόγους ἐθρήνησεν Ἱερεμίας περὶ τῆς Ἱερουσαλὴμ, ὅτε ἑάλω καὶ ἠχμαλωτίσθη ὁ λαός.
The book is entitled Lamentations, because Jeremiah lamented these words concerning Jerusalem, when it was captured and the people were led into captivity.
Ἐπιστολὴ Ἱερεμίου καλεῖται, ἐπειδὴ ταύτην ἔγραψεν Ἱερεμίας τοῖς ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τῶν εἰδώλων ἀσφαλιζόμενος αὐτοὺς, ἵνα μὴ βλέποντες αὐτὰ συναπαχθῶσι τοῖς σεβομένοις ταῦτα.
It is called the Epistle of Jeremiah, because Jeremiah wrote this to those in the captivity, safeguarding them against the idols, lest by beholding them they should be carried away together with those who worship these things.
Βιβλίον καʹ. Ἐζεκιὴλ υἱὸς Βουζὶ ἱερεύς.
Book 21. Ezekiel the son of Buzi, the priest.
40. Οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονε μετὰ Ἱερεμίαν, καὶ τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ ἤρξατο προφητεύειν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ χεὶρ Κυρίου ἐγένετο ἐπ' αὐτόν. Καὶ ὅρασιν μὲν ἐξ ἀρχῆς ζώου τετραπροσώπου θαυμαστὴν, καὶ ἐκπληκτικωτάτην, καὶ δυσερμήνευτον ὁρᾷ· προφητεύει δὲ ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ περὶ τοῦ ξύλου τῆς ἀμπέλου, καὶ διήγημα περὶ τοῦ ἀετοῦ, καὶ διαμαρτύρεται τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας καὶ τὰς ἁμαρτίας αὐτῆς, περί τε τῆς παραβολῆς, ἧς ἔλεγον· « Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ ὀδόντες τῶν τέκνων ἐμωδίασαν. » Καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ περὶ τῆς Ὀολᾶς, καὶ τῆς Ὀλιβᾶς, καὶ ἐπὶ Σοὺρ θρῆνον, καὶ ἐπὶ Σιδῶνα, καὶ περὶ τῆς ἡμέρας Κυρίου, καὶ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου, καὶ θρῆνον ἐπὶ Φαραὼ καὶ τὴν Αἴγυπτον, καὶ ἐπὶ ὄρος Σηεὶρ, καὶ περὶ τῶν ὀστέων τῶν ἀναζησάντων, καὶ ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγώγ. Τῷ τε ἄρχοντι Τύρου, καὶ θρῆνον κατ' αὐτοῦ, καὶ τοῖς υἱοῖς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ. Καὶ τὸ τελευταῖον τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ τῆς Ἱερουσαλὴμ διαγράφων, προφητεύει.
40. This man was in the captivity after Jeremiah, and in the fifth year of the captivity of Joakim he began to prophesy. And the word of the Lord came to him, and the hand of the Lord was upon him. And at the beginning he sees a marvellous, most astonishing, and hard-to-interpret vision of a four-faced living creature; and he prophesies against the prophets of Israel, and concerning the wood of the vine, and a narrative concerning the eagle, and he testifies to Jerusalem of her lawlessnesses and her sins, and concerning the parable which they used to speak: "The fathers ate sour grapes, and the teeth of the children were set on edge." And to the sons of Ammon, and concerning Oola, and Oliba, and a lamentation against Sur, and against Sidon, and concerning the day of the Lord, and to Pharaoh king of Egypt, and a lamentation against Pharaoh and Egypt, and against Mount Seir, and concerning the bones that came to life again, and against Gog, and the land of Magog. And to the prince of Tyre, and a lamentation against him, and to the sons of his people, and against the shepherds of Israel. And finally, delineating the building of the temple and of Jerusalem, he prophesies.
Βιβλίον κβʹ. Δανιήλ.
Book 22. Daniel.
41. Καὶ οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονεν ἕως τοῦ βασιλέως Κύρου Πέρσου. Καὶ τὰ μὲν κατὰ Σουσάνναν κρίνει αὐτὸς, καὶ κατακρίνει τοὺς πρεσβυτέρους, ὡς συκοφάντας· τὰ δὲ τοῦ βασιλέως ἐνύπνια αὐτὸς ἀπαγγέλλει τε καὶ ἑρμηνεύει. Βλέπει δὲ καὶ ὁράσεις τελείας περὶ μὲν τῶν βασιλειῶν δύο, περὶ δὲ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ καταπαύσεως τῆς Ἱερουσαλὴμ, καὶ τῆς τοῦ ἀντιχρίστου παρουσίας, δύο. Διηγεῖται δὲ περὶ τοῦ μαρτυρίου Σεδρὰχ, Μισὰχ, καὶ Ἀβδεναγὼ; καὶ περὶ τοῦ ὕμνου αὐτῶν· καὶ ὅτι αὐτοὶ μὲν διεσώθησαν, οἱ δὲ ὑποκαίοντες κατεφλέχθησαν, καὶ μετέγνω ὁ βασιλεύς· καὶ ὅτι αὐτὴς δὶς ἐβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· τὸ μὲν πρῶτον, ἐπειδὴ τῶν Βαβυλωνίων προσευχομένων Δαρείῳ τῷ βασιλεῖ μόνος αὐτὸς Θεῷ προσηύχετο· τὸ δὲ δεύτερον, διότι τὸν Βὴλ κατέστρεψε, καὶ τὸν δράκοντα ἀνεῖλεν ἐπὶ Κύρου τοῦ βασιλέως· καὶ αὐτὸς μὲν διεσώθη, καὶ ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκκου· οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλήθησαν εἰς τὸν λάκκον ⟨…⟩ αὐτῶν.
41. And this man was in the captivity until King Cyrus the Persian. And the matters concerning Susanna he himself judges, and he condemns the elders as false accusers; and the dreams of the king he himself both declares and interprets. And he sees also complete visions, two concerning the kingdoms, and two concerning the coming of the Saviour, and the cessation of Jerusalem, and the coming of the antichrist. And he relates concerning the martyrdom of Sedrach, Misach, and Abdenago; and concerning their hymn; and that they indeed were preserved safe, whereas those who kindled the fire were burned up, and the king repented; and that he himself was twice cast into the den of lions: the first time, because while the Babylonians were praying to Darius the king, he alone prayed to God; and the second time, because he overthrew Bel and slew the dragon in the time of Cyrus the king; and he himself was preserved safe, and from the lions came up out of the den; whereas those who had plotted against him were cast into the den [of lions, and were straightway devoured by] them.
Notes, col. 365

On the reading

Printed Ἀβδεναγὼ;, for Ἀβδεναγώ·.

Printed αὐτὴς, for αὐτὸς.