Migne Reading Room

PG 28 · cols. 344–353 · Read from the page

Synopsis of Sacred Scripture

Synopsis of Sacred Scripture

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:344Read from the page
καὶ πάλιν· « Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ τραπέζης δυναστῶν, νοητῶς νόει τὰ παρατιθέμενά σοι. » Καὶ τὰ ὅμοια τούτοις δικαιοσύνης ἀληθοῦς νόησις εἴρηται· ἐπειδή τινες διαφόρως ἐξειλήφασι τὸ δίκαιον, τῶν μὲν λεγόντων, δίκαιόν ἐστι τὸ ἀποδιδόναι ἅπερ ἔλαβέ τις φυλάξαι· τῶν δὲ, τὸ διδόναι κακὸν ἀντὶ κακοῦ, καὶ ἀγαθὸν ἀντὶ ἀγαθοῦ. Συμβαίνει δὲ μὴ ἀκριβεῖς εἶναι τοὺς τοιούτους ὅρους. Μὴ εἴπῃς γὰρ, Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, τίσομαι δὲ αὐτὸν ἃ με ἠδίκησε. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ δικαιοσύνην διδάσκει, ὅτι τοῦτό ἐστι τὸ ἀληθῶς δίκαιον, ἀποδιδόναι ἑκάστῳ τὸ ἴδιον. « Προηγουμένως μὲν τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν δικαιοσύνης. » Ἔπειτα· « Τίμα βασιλέα, καὶ τοῖς μὲν γονεῦσι τὸ καθῆκον ἀποδίδου, τοῖς δὲ πᾶσι τὸ ἴσον. » Καὶ οὗτος μὲν εἷς τύπος· δεύτερος δὲ δικαιοῦν τὴν ψυχὴν ἑαυτοῦ, τὴν ἰσότητα φυλάττειν, ὥστε μὴ κλίνειν εἰς ἀνισότητα· ἀλλὰ τῷ μὲν λογικῷ· Μή σε καταλάβῃ βουλὴ κακὴ, ἡ ἀπολείπουσα διδασκαλίαν νεότητος, ἀλλὰ μετὰ βουλῆς πάντα ποίει, καὶ οἱ λογισμοί σου ἔστωσαν κρίματα· ὥστε κρίνειν ἑαυτὸν ἕκαστον, καὶ τὴν μὲν ἐπιθυμίαν πᾶσαν ἔχειν ἀγαθήν· ἐπιθυμία γὰρ δικαίων πᾶσα ἀγαθὴ, καὶ ἐπιθυμία δικαίου δεκτή. Κατὰ δὲ τὸ θυμικόν· « Μὴ ἴσθι ἑταῖρος ἀνδρὶ θυμώδει, φίλῳ δὲ ὀργίλῳ μὴ συναυλίζου. Ὅλον γὰρ τὸν θυμὸν αὐτοῦ ἐκφέρει ἄφρων· ὁ δὲ σοφὸς ταμιεύεται κατὰ μέρος. » Οὕτω δὲ ἑαυτὸν ῥυθμίζων ἄνθρωπος, καὶ τὴν ἰδίαν ἑκάστου μέρους τῆς ψυχῆς πρᾶξιν ὑγιῆ καὶ ἀσινῆ φυλάττων, ἔσται γινώσκων τὴν ἀληθῆ δικαιοσύνην. Κρίματα δὲ κατευθύνειν ἐστὶ προηγουμένως μὲν κρίνειν δικαίως κατὰ τὸν τοῦ Θεοῦ νόμον, ὥς φησι· « Ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντας ὑγιῶς. Διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Ὁ γὰρ εἰπὼν τὸν ἀσεβῆ, Δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς, καὶ μισητὸς εἰς ἔθνη. Αἰδεῖσθαι γὰρ πρόσωπον ἐν κρίσει οὐ καλόν. » Τοῦτο μὲν ἐκ τοῦ φανεροῦ ῥητέον· ἔπειτα δὲ ἵνα ὅπερ ἑτέρους κρίνει τις, τοῦτο καὶ εἰς ἑαυτὸν τὸ κρῖμα κατευθύνῃ, καὶ ἑαυτὸν δοκιμάζῃ, ἐπιτιμῶν μὲν ἑαυτῷ, ἐὰν πλεονεκτῇ ὁ θυμός· ἐπέχων δὲ, ἐὰν περισσεύῃ ἡ ἐπιθυμία· διεγείρων δὲ, ἐὰν ἀφυπνοῖ τὸ λογιστικὸν, λέγων· « Ἕως πότε, ὀκνηρὲ, κατάκεισαι ; » Οὕτω γὰρ ἑαυτὸν δικαίως ἄγων, καὶ κατήγορος ἑαυτοῦ γινόμενος, κρῖμα κατευθύνειν μαθήσεται, καὶ οὐκ ἀκούσεται παρ' ἑτέρου· « Ὁ διδάσκων ἕτερον, σεαυτὸν οὐ διδάσκεις ; Ὁ λέγων, Μὴ μοιχεύσῃς, μοιχεύεις ; » ὥσπερ γὰρ ὁ ὁδεύων καὶ κατευθύνων τὴν ὁδὸν, φθάνει εἰς τὸ τέλος· οὕτως ὁ κατευθύνων κρίματα δίκαιος γνωσθήσεται καὶ σοφός. Παραβολαὶ δὲ λέγονται λόγοι, ὥσπερ εἰκόνες τῶν λεγομένων. Ἐξ αὐτῶν γὰρ διὰ τὴν ὁμοιότητα τὸ λεγόμενον καταλαμβάνεται. Οὕτω γὰρ ὁ Κύριος ἔλεγεν, ὡς ὁ Μάρκος φησί· « Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ ; ἢ ἐν ποίᾳ παραβολῇ παραβάλωμαι αὐτήν ; » ὡς τῶν κατὰ ὁμοίωσιν λεγομένων παραβολῆς οὔσης. Καὶ γὰρ λέγων· « Ὁμοία ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ , » ὕστερον ἐπέφερε·
and again: "If thou sit to dine at the table of rulers, consider intelligently the things set before thee" (Prov. 23:1). And the like to these is called perception of true righteousness: since some have understood what is just in different ways, some saying that what is just is to restore what one has received to keep; and others, to give evil for evil, and good for good. Yet it happens that such definitions are not exact. For say not, "In the manner he treated me, I will treat him, and I will avenge myself on him for the things wherein he wronged me" (Prov. 24:29). On this account this author teaches the true righteousness, that this is what is truly just, to render to each what is his own. "First of all, honour the Lord from thy righteous labours, and offer firstfruits to Him from thy fruits of righteousness" (Prov. 3:9). Next: "Honour the king" (Prov. 24:21), and render to parents what is due, and to all what is equal. And this indeed is one form; and a second is to justify one's own soul, to preserve equality, so as not to incline to inequality; but in the rational part: "Let not an evil counsel overtake thee, which forsakes the instruction of youth, but do all things with counsel, and let thy thoughts be judgements" (Prov. 2:11, 17), so that each man judges himself, and holds every desire good; for every desire of the righteous is good, and the desire of the righteous is acceptable (Prov. 11:23, 10:24). And according to the spirited part: "Be not a companion to a wrathful man, and lodge not with a passionate friend. For a fool brings forth all his wrath, but a wise man husbands it in part" (Prov. 22:24, 29:11). And a man thus regulating himself, and preserving the proper action of each part of the soul sound and unharmed, shall know the true righteousness. And to direct judgements is, first of all, to judge justly according to the law of God, as he says: "Open thy mouth with the word of God, and judge all men soundly. And judge the poor and needy. For he who says of the ungodly, He is righteous, is accursed among peoples and hateful among nations. For to respect a person in judgement is not good" (Prov. 31:8-9, 24:24, 23). This indeed must be spoken openly; and next, that whatever judgement one passes upon others, he should direct this judgement upon himself also, and examine himself, rebuking himself if wrath gains the upper hand, restraining himself if desire abounds, and rousing himself if the reasoning faculty falls asleep, saying: "How long, O sluggard, dost thou lie down?" (Prov. 6:9). For by thus conducting himself justly, and becoming his own accuser, he will learn to direct judgement, and will not hear from another: "Thou who teachest another, dost thou not teach thyself? Thou who sayest, Commit not adultery, dost thou commit adultery?" (Rom. 2:21-22). For just as he who travels and keeps straight upon the road reaches the end, so he who directs judgements shall be known as righteous and wise. And parables are so called as being words that are like images of the things spoken. For from them, through the likeness, that which is spoken is apprehended. For thus the Lord used to speak, as Mark says: "To what shall I liken the kingdom of God? or in what parable shall I set it forth?" (Mark 4:30), inasmuch as a parable consists of things spoken by way of likeness. For indeed, after saying: "The kingdom of God is like," He afterwards added:
PG 28:345Read from the page
« Διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ. » Εἰσὶν οὖν τοιαῦται αἱ παραβολαί· « Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ κατάκαυμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς τοὺς ἀποστείλαντας αὐτόν· » καὶ πάλιν· « Ὥσπερ ἄνεμοι καὶ νέφη καὶ ὑετοὶ, οὕτως οἱ καυχώμενοι ἐπὶ δόσει ψευδεῖ· » καὶ τὰ ὅμοια τούτοις. Ῥήσεις δὲ σοφῶν εἰσι λόγοι οὐ σεσοφισμένοι, οὐδὲ ἐν τῷ πιθανῷ ἀπατῶντες, ἀλλὰ ἠκριβωμένοι· οὐχ ὡς κατὰ πρόσταξιν δὲ λεγόμενοι, ἀλλ' ὡς παρ' αὐτῶν γνωσθέντες, καὶ ὡς ἀποφάσεις αὐτῶν προσφερόμενοι. Οἷοί εἰσι· « Καρδίας εὐφραινομένης, πρόσωπον θάλλει· ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει· » καὶ, « Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν· στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά· » καὶ, « Μῖσος ἐγείρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία· » καὶ, « Ὅς καταφρονεῖ πράγματος, καταφρονηθήσετα⟨…⟩ ὑπ' αὐτοῦ· ὁ δὲ φοβούμενος ἐντολὴν, οὗτος ὑγιαίνει. » Τῶν μὲν γὰρ ἄλλων ἀνθρώπων οἱ λόγοι κατὰ πλεῖστον ἀμφίβολοι τυγχάνουσιν ὄντες· οἱ δὲ τῶν σοφῶν, οἷοί εἰσιν οὗτοι, ἀληθεῖς εἰσι, καὶ πανταχόθεν ἠκρίβωνται, ὥστε μηδὲ ἀντιλέγεσθαι αὐτούς. Καὶ οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ τοῦ τέλους τῆς πράξεως γνωρίζουσι τὸ πρᾶγμα, οἷον· ὅτι Ὁ ἄδικος φαῦλόν ἐστι, καὶ ὁ μοιχὸς κακόν· τοῦτο δὲ καὶ παντί τῳ δῆλον ἂν εἴη· οἱ δὲ σοφοὶ τὰς ἀρχὰς τῶν πράξεων προλέγουσι, καὶ ὥσπερ σύμβολα τῶν τῆς ψυχῆς κινημάτων προαπαγγέλλουσιν· ἵν' ἕκαστος, γινώσκων τὰς ἀρχὰς τῶν κακῶν, φυλάττηται, οἷά ἐστι τὰ προειρημένα· « Μῖσος ἐγείρει νεῖκος· πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. » Ὁ γὰρ φίλερις ἀπὸ μίσους ἔχει τὴν ἀρχὴν τῆς τοιαύτης κακίας, καὶ οὐκ ἄν τις εἴποι ἀγαπᾷν τὸν φιλονεικοῦντα. Πάλιν δὲ ἐκ τοῦ ἐναντίου, ὁ μὴ φιλονεικῶν γνώρισμα ἀγάπης ἔχει· καὶ οὐκ ἄν τις εἴποι φιλόνεικον τὸν ἀγαπῶντα, ὡς πάλιν τό· « Ἐν ἐπιθυμίαις ἐστὶ πᾶς ἀεργὸς, καὶ ὀξύθυμος πράσσει μετὰ ἀβουλίας. » Τοῦ γὰρ ἀεργοῦ ἐσήμανε τὴν ψυχὴν ἐν πάσαις ἐπιθυμίαις βεβυθίσθαι, καὶ τὸν ὀξύθυμον μηδὲ μίαν ἔχοντα βουλὴν ὀρθὴν ἐδήλωσε. Καὶ ὅλως οὗτοι τὰ ἠθικὰ μᾶλλον ἀπαγγέλλουσι, τὴν ἀρχὴν τῆς πράξεως ὅθεν συνίσταται, λέγοντες, ὅτι τῆς μὲν φιλονεικίας προηγεῖται μῖσος· τοῦ δὲ μὴ φιλονεικεῖν προηγεῖται ἀγάπη· καὶ τῆς μὲν ἀεργίας προηγεῖται ἡδονὴ κακή· τοῦ δὲ ὀξυθύμου προηγεῖται ἀβουλία· καὶ τοῦ μὲν ἐξουθενημένου ἀρχή ἐστι τὸ καταφρονεῖν αὐτὸν τοῦ νόμου· τῆς δὲ ὑγείας προηγεῖται ὁ φόβος τοῦ Θεοῦ· καὶ τῆς μὲν ἀπωλείας τῆς ψυχῆς ἐστιν ἀρχὴ τὸ ἀφύλακτον ἔχειν τὸ στόμα· τοῦ δὲ πτοεῖσθαί τινα προηγεῖται ἡ προπέτεια. Οὕτω δὲ ἑκάστην ῥῆσιν ἀναλύων, εὑρήσεις εἰρημένην καὶ γεγραμμένην ὑπὲρ τοῦ τοὺς ἀκούοντας καὶ μανθάνοντας τὰς ἀρχὰς τῶν κακῶν καὶ τῶν ἀγαθῶν, φεύγειν μὲν τὰ φαῦλα, πράττειν δὲ τὰ ἀγαθά. Αἰνίγματα δὲ καὶ σκοτεινοὶ λόγοι, οἵτινες ἀσφαλεῖς μὲν οὕτως εἰσὶν, ὥστε ἀνιᾷν τὸν ἐντυγχάνοντα τῷ μηδὲν ἐμφαίνειν, μηδέ τινα ὑπόνοιαν παρέχειν· ἐρευνώμενοι δὲ ὅμως δεικνύουσι τὸν ἐν αὐτοῖς νοῦν. Οἷοί εἰσι· « Τῇ βδέλλῃ τρεῖς θυγατέρες
"Therefore in parables I speak to them" (Matt. 13:13). Such, therefore, are the parables: "As the coming forth of snow in harvest relieves burning heat, so a faithful messenger relieves those who sent him" (Prov. 25:13); and again: "As winds and clouds and rains, so are those who boast over a false gift" (Prov. 25:14); and the like to these. And sayings of wise men are words not sophistical, nor deceiving by plausibility, but exact; and spoken not as by way of command, but as known by them and brought forward as their pronouncements. Such as are: "When the heart rejoices, the countenance blooms; but when it is in sorrows, it is downcast" (Prov. 15:13); and, "An upright heart seeks perception, but the mouth of the uninstructed will know evils" (Prov. 15:14); and, "Hatred stirs up strife, but friendship covers all who are not contentious" (Prov. 10:12); and, "He who despises a matter shall be despised by it, but he who fears the commandment, he is in health" (Prov. 13:13). For the words of other men are for the most part ambiguous; whereas those of the wise, such as these are, are true, and are exact on every side, so that they cannot even be gainsaid. And other men recognize a matter from the end of the action, as for instance that the unjust man is a vile thing, and the adulterer an evil thing—and this would be evident to everyone; whereas the wise foretell the beginnings of actions, and proclaim beforehand as it were tokens of the movements of the soul, so that each one, knowing the beginnings of evils, may guard himself, such as are the things said before: "Hatred stirs up strife, but friendship covers all who are not contentious" (Prov. 10:12). For the lover of strife has the beginning of such malice from hatred, and no one would say that the contentious man loves. And again, on the contrary, he who is not contentious has the mark of love, and no one would call him who loves contentious; as again the saying: "Every idle man is in desires, and a quick-tempered man acts with want of counsel" (Prov. 13:4, 14:17). For he signified that the soul of the idle man is sunk in all desires, and he showed that the quick-tempered man has not even one upright counsel. And in general these declare rather moral matters, whence the beginning of an action arises, saying that hatred precedes contentiousness, and love precedes non-contentiousness; and evil pleasure precedes idleness, and want of counsel precedes the quick-tempered man; and the beginning of the despised man is his despising the law, and the fear of God precedes health; and the beginning of the perdition of the soul is to keep the mouth unguarded, and rashness precedes a man's being terrified. And thus analysing each saying, you will find it spoken and written in order that those who hear and learn the beginnings of evils and of good things may flee base things and practise good things. And riddles and dark words are those which are so secure as to grieve the reader by showing nothing on the surface, nor affording any hint; yet when searched into, they show the sense within them. Such as are: "The leech had three daughters
PG 28:348Read from the page
ἦσαν ἀγαπήσει ἀγαπώμεναι· καὶ αἱ τρεῖς αυται, καὶ ἡ τετάρτη οὐκ ἠρκέσθη εἰπεῖν, Ἱκανόν. Ἅδης, καὶ ἔρως γυναικὸς, καὶ τάρταρος, καὶ γῆ οὐκ ἐμπιπλαμένη ὕδατος, καὶ ὕδωρ, καὶ πῦρ, οὐ μὴ εἴπωσιν, Ἀρκεῖ· » καὶ πάλιν· « Τρία δέ ἐστιν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ ἐπιγινώσκω· ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδοὺς ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς ποντοπορούσης, καὶ ὁδοὺς ἀνδρὸς ἐν νεότητι, » καὶ ὅσα τοιαῦτά ἐστιν αἰνίγματα· ἕτερα γάρ τινα δηλοῖ, καὶ ἑτέρων ἔννοιαν παρίστησι· καὶ ἀσαφῆ μὲν ἔστι, κεκρυμμένον δὲ ἔχει τὸν νοῦν.
were loved with love; and these three, and the fourth was not satisfied so as to say, Enough. Hades, and the love of a woman, and Tartarus, and earth not filled with water, and water, and fire, will never say, It sufficeth (Prov. 30:15-16);” and again: “And there are three things impossible for me to understand, and the fourth I know not: the tracks of a flying eagle, and the ways of a serpent upon a rock, and the paths of a ship traversing the sea, and the ways of a man in youth (Prov. 30:18-19),” and as many such riddles as there are; for they indicate certain other things, and present the notion of others; and they are obscure indeed, yet hold their sense hidden.
Βιβλίον ιεʹ, Ἐκκλησιαστής.
Book XV, Ecclesiastes.
23. Καὶ τοῦτο Σολομὼν ἔγραψε τὸ βιβλίον, καθάπερ προείρηται. Λέγεται δὲ Ἐκκλησιαστὴς, ἐπειδὴ οὕτως ὠνόμασεν αὐτὸς ὁ γράψας, εἰπὼν ἐν ἀρχῇ· « Ῥήματα Ἐκκλησιαστοῦ υἱοῦ Δαβὶδ βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ· Ματαιότης ματαιοτήτων, εἶπεν ὁ Ἐκκλησιαστής. » Ποικίλως δ' ἂν ἐκλήθη ὁ Σολομών· σοφὸς μὲν, ὅτι σοφίας μετέσχε· φρόνιμος δὲ, ὅτι φρόνησις ἀληθείας ἦν ἐν αὐτῷ· πεπαιδευμένος δὲ, ὅτι τὴν ἀληθινὴν παιδείαν παρὰ Κυρίου εἶχεν. Ἐκλήθη οὖν Ἐκκλησιαστὴς, ὅτι αὐτὸς ἐξεκλησίαζε τοὺς λαοὺς, καὶ ἐλάλει τὰ τοῦ πνεύματος. Ἐν τούτῳ δὲ τῷ βιβλίῳ περὶ τῆς φυσικῆς θεωρίας φιλοσοφῶν φαίνεται. Ἐπειδὴ γὰρ Αἰγύπτιοι μὲν ἐφαντάζοντο, Ἕλληνες δὲ ἔμελλον περὶ τούτων μυθολογεῖν· διὰ τοῦτο οὗτος, Πνεύματι ἁγίῳ κινούμενος, παύει μὲν τοὺς ἐπιχειροῦντας περὶ τούτων ζητεῖν, φάσκων· « Οὐ δυνήσεται ἄνθρωπος τοῦ εὑρεῖν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον· ὅσα ἂν μοχθήσῃ ἄνθρωπος τοῦ ζητῆσαι, καὶ οὐχ εὑρήσει· » διαβάλλει δὲ καὶ τὴν Αἰγυπτίων περὶ γενεθλιαλογίας νόησιν, λέγων· « Τηρῶν ἄνεμον οὐ σπερεῖ, καὶ βλέπων ἐν ταῖς νεφέλαις οὐ θερίσει, ἐν οἷς οὐκ ἔστι γινώσκων, τί ἡ ὁδὸς τοῦ πνεύματος. Ὡς ὀστᾶ ἐν γαστρὶ κυοφορούσης, οὕτως οὐ γνώσῃ τὰ ποιήματα τοῦ Θεοῦ, ὅσα ποιήσει τὰ σύμπαντα. » Εἶτα καὶ περὶ τὴν θεωρίαν ἑκάστου γιγνόμενος συνεῖδεν, ὅτι μάτην ἐστὶ περὶ τοιούτων ζητεῖν, καὶ μόνον τὰ τοιαῦτα μόχθον γεννᾷ. Οὐ γὰρ ἀπὸ τοῦ γινώσκειν τὰ τοιαῦτα, ἀλλ' ἀπὸ τοῦ πρακτικοῦ βίου ὁ σοφὸς καὶ δίκαιος συνίσταται. Λέγει γάρ· « Καί γε ὅσα ἐὰν εἴπῃ σοφὸς τοῦ γνῶναι, οὐ δυνήσεται τοῦ εὑρεῖν. Ὅτι σύμπαν τοῦτο ἔδωκα εἰς καρδίαν μου, καὶ ψυχή μου σύμπαν εἶδε τοῦτο, ὡς οἱ δίκαιοι καὶ οἱ σοφοὶ καὶ αἱ ἐργασίαι αὐτῶν ἐν χειρὶ Θεοῦ. » Εἰκότως τοίνυν περὶ τῶν τοιούτων ζήτησιν διαβὰς, καὶ περὶ τὴν ἀνθρωπίνην πολιτείαν καταγιγνόμενος, ὁρῶν τε πολλὰ καὶ ποικίλα τὰ τῶν ἀνθρώπων συμπτώματα, συνίστησιν, ὅτι προνοίᾳ τὰ πάντα διοικεῖται, λέγων· « Οὐ τοῖς κούφοις ὁ δρόμος, καὶ οὐ τοῖς συνετοῖς [δυνατοῖς] ὁ πόλεμος, καί γε οὐ τῷ σοφῷ
23. Solomon wrote this book also, just as has been said before. And it is called Ecclesiastes, since he who wrote it so named it himself, saying at the beginning: “The words of the Ecclesiast, the son of David, king of Israel in Jerusalem: Vanity of vanities, said the Ecclesiast (Eccles. 1:1-2).” Now Solomon might be called in manifold ways: wise indeed, because he partook of wisdom; prudent, because the prudence of truth was in him; and instructed, because he had true instruction from the Lord. He was therefore called Ecclesiastes, because he himself assembled the peoples in the assembly, and spoke the things of the Spirit. And in this book he appears philosophizing concerning natural contemplation. For since the Egyptians indeed were imagining vain things, and the Greeks were about to fabricate myths concerning these matters, on this account he, moved by the Holy Spirit, checks those who attempt to inquire into these things, saying: “A man shall not be able to find out the work that is done under the sun; howsoever much a man may labour to seek, yet he shall not find (Eccles. 8:17);” and he also discredits the notion of the Egyptians concerning astrology, saying: “He that observeth the wind shall not sow, and he that looketh at the clouds shall not reap, among whom there is none that knoweth what is the way of the spirit. As bones in the womb of her that is with child, so thou shalt not know the works of God, even all things whatsoever He shall do (Eccles. 11:4-5).” Then also, engaging in the contemplation of each thing, he perceived that it is in vain to seek concerning such things, and that such matters only beget toil. For not from knowing such things, but from the practical life is the wise and righteous man commended. For he says: “Yea, howsoever much a wise man may speak of knowing, he shall not be able to find it out. Because all this I laid to my heart, and my soul saw all this, that the righteous and the wise and their works are in the hand of God (Eccles. 8:17-9:1).” Reasonably therefore passing over the inquiry concerning such things, and occupying himself with human conduct, and seeing the many and varied fortunes of men, he establishes that all things are governed by providence, saying: “The race is not to the swift, nor the battle to the understanding [mighty], yea, nor to the wise
Notes, col. 348

On the reading

Printed αυται, for αὗται.

PG 28:349Read from the page
ὁ ἄρτος, καί γε οὐ τοῖς συνετοῖς ὁ πλοῦτος, καί γε οὐ τοῖς γινώσκουσιν ἡ χάρις· ὅτι καιρὸς καὶ ἀπάντημα συναντήσεται τοῖς πᾶσιν αὐτοῖς. Ἐν παντὶ γάρ ἐστι βασιλεὺς τοῦ ἀγροῦ εἰργασμένου. Καὶ γὰρ οὐδεὶς κύριός φησιν ἐν τούτοις τῆς ἑαυτοῦ βουλῆς. Ὅτι τίς ἄνθρωπος, ὃς ἐπελεύσεται ὀπίσω τῆς βουλῆς τὰ ὅσα ἐποίησεν αὐτήν; καὶ ὅτι οὐδὲν πλέον ἄνθρωπος ἐν τῷ βίῳ τούτῳ ἐξουσιάσαιτο, ἢ τοῦ ποιεῖν πονηρὸν καὶ ἀγαθὸν, καὶ ἑτοιμάζειν εἰς τὴν ἔξοδον τὰ ἔργα αὐτοῦ. Καὶ γὰρ καὶ ὃ φάγεται καὶ πίεται, τοῦτο δόμα Θεοῦ ἐστιν. Ὅθεν εἴτε ζήτησίς ἐστι περὶ τοῦ, πῶς γέγονε τὰ φαινόμενα, εἴτε κτῆσίς ἐστι χρημάτων, εἴτε τρυφὴ περιουσίας, πάντα ταῦτα ματαιότης ματαιοτήτων ἐστὶ, καὶ πλέον οὐδὲν ἢ περισσεία βουλῆς καὶ προαιρέσεως ἐπιχήρησις. » Ἐν δὲ τῷ λέγειν ταῦτα ματαιότητα, ἐμφαίνει τῶν μελλόντων τὸ αἰώνιον. Διὸ καὶ πάντα ὑπερβὰς, παραινεῖ τῶν αἰωνίων μνημονεύειν, καὶ εἰδέναι τέλος ἔσεσθαι τοῦ κόσμου τούτου, ἐν τῷ λέγειν, ἀργεῖν τὰς ἀληθούσας, « ἐν ἡμέρᾳ ᾗ ἂν σαλευθῶσι φύλακες τῆς οἰκίας, καὶ διαστραφῶσιν ἄνδρες τῆς δυνάμεως, καὶ ἤργησαν αἱ ἀλήθουσαι. » Καὶ τὰ μετὰ τὸ τέλος δὲ ἐξηγεῖται· « Ὅτι σύμπαν τὸ ποίημα ὁ Θεὸς ἄξει ἐν κρίσει ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν. » Ἐκ δὴ τούτων δείκνυσιν, ὅτι ἅπερ ἔλεγε, « Ματαιότης ματαιοτήτων, » οὐ τὴν κτίσιν διαβάλλων ἔφη, ἀλλ' ὅτι, τὰ αἰώνια θεωρῶν, ἔλεγε τὴν τῶν προσκαίρων ἐπιθυμίαν εἶναι ματαιότητα. Καὶ κρίσιν δὲ διαδιδάσκων, σημαίνει τὴν ἀνάστασιν τῶν νεκρῶν, καὶ τῶν πράξεων ἀνταπόδοσιν. Ἔπειτα λέγων, « Ἤργησαν αἱ ἀλήθουσαι, » δείκνυσι πάλιν μὴ εἶναι ματαίαν αὐτὴν τὴν κτίσιν, ἀλλὰ καὶ μᾶλλον διδάσκαλον πᾶσιν αὐτὴν οὖσαν εἰς εὐσέβειαν. Ἡ γὰρ τάξις αὐτῆς καὶ ἡ διακόσμησις διήγησίς ἐστι περὶ τοῦ πεποιηκότος καὶ κτίσαντος αὐτὴν, ἐν ᾗ καὶ οἱ προφῆται καὶ οἱ εὐαγγελισταὶ, καὶ οἱ διδάσκαλοί εἰσιν, ὥσπερ ἀλήθοντες ἑκάστῳ τροφὴν διὰ τῆς διδασκαλίας τὴν εἰς εὐσέβειαν γνῶσιν· οἵτινες ἀλήθοντες ἀργήσουσι λοιπὸν ἐν τῇ συντελείᾳ. Οὐκ ἔτι γὰρ ὡς ἀλήθοντες διδάξουσιν αὐτοὶ, ἀλλ' ἐκ τῶν πράξεων ἑκάστου ἡ κρίσις γίνεται.
bread, yea, nor wealth to the men of understanding, yea, nor favour to those who know; for time and chance will befall them all. For in everything there is a king of the tilled field. For indeed no one, he says, is master in these things of his own counsel. For what man is there who will come after counsel in all the things wherein he made it? And that a man could have power over nothing more in this life than to do evil and good, and to prepare his works for his departure. For indeed both what he shall eat and what he shall drink, this is a gift of God. Whence, whether there is inquiry concerning how visible things came to be, or possession of wealth, or luxury of abundance, all these things are vanity of vanities, and nothing more than superfluity of counsel and an enterprise of choice (Eccles. 9:11, 5:8-9, 17-18).” And in calling these things vanity, he indicates the eternity of the things to come. Wherefore also, passing beyond all things, he exhorts us to remember the eternal things, and to know that there will be an end of this world, in saying that the grinding women cease, “in the day wherein the keepers of the house shall tremble, and the men of might shall be bent, and the grinding women have ceased (Eccles. 12:3).” And he also expounds the things after the end: “Because God will bring the whole work into judgement in every overlooked thing, whether it be good or whether it be evil (Eccles. 12:14).” From these things, then, he shows that what he said, “Vanity of vanities,” he did not say as slandering the creation, but because, contemplating the eternal things, he said that the desire for temporary things is vanity. And in teaching fully concerning judgement, he signifies the resurrection of the dead, and the recompense of deeds. Next, in saying, “The grinding women have ceased,” he shows again that the creation itself is not vain, but rather is a teacher of godliness unto all. For its order and its arrangement are a narration concerning Him Who made and created it, wherein are also the prophets and the evangelists and the teachers, grinding, as it were, for each one as food through their teaching the knowledge unto godliness; which grinders shall henceforth cease at the consummation. For no longer as grinders shall they themselves teach, but from the deeds of each one does the judgement take place.
Βιβλίον ιςʹ, Ἆσμα ᾀσμάτων.
Book XVI, Song of Songs.
24. Τοῦ Σολομῶντός ἐστι καὶ τοῦτο τὸ βιβλίον συγγραφὴ, καθὰ προδεδήλωται. Ὅλον δὲ αὐτῷ γέγραπται ἀπ' ἀρχῆς μέχρι τέλους μυστικῶς μετὰ ἀλληγορίας αἰνιγματώδους. Οὐ γὰρ ἐν τῷ προφανεῖ, ἀλλ' ἐν ἀποῤῥήτῳ κέκρυπται τῶν ἐν αὐτῷ δογμάτων ὁ νοῦς. Ἐρευνώμενος δὲ εὑρίσκεται, διότι μετὰ ἀλληγορίας ἐντυγχάνειν ὅλῳ τούτῳ προσήκει τοὺς συνετούς· ἵνα μὴ δι' ἄγνοιαν τῶν ἀμαθῶν εἰς ἀτιμίαν ἐμπέσῃ τὰ εἰρημένα. Ἆσμα δὲ ᾀσμάτων διὰ τοῦτο καλεῖται, ἐπειδὴ μετὰ μὲν τὰ ἄλλα ᾄσματα τοῦτο, μετὰ δὲ τοῦτο οὐκ ἔτι ἄλλο προσδοκᾷν ἔστιν· ἄλλο δὲ λέγω οὐ βιβλίον, ἀλλὰ τὸ ἐκ τοῦ βιβλίου σημαινόμενον. Ὃ δὲ λέγω τοιοῦτόν ἐστι· Πᾶσα ἡ θεία Γραφὴ περὶ τῆς εἰς ἡμᾶς καθόδου τοῦ Λόγου καὶ ἐνσάρκου παρουσίας αὐτοῦ προφητεύει. Τοῦτο γὰρ τὸ βούλημα
24. This book also is a composition of Solomon, just as has been declared before. And the whole of it has been written by him from beginning to end mystically with enigmatic allegory. For the sense of the doctrines within it is not in the open, but lies hidden in secret. Yet when searched out it is found, wherefore it befits the understanding to read the whole of it with allegory, lest through the ignorance of the unlearned the things spoken should fall into dishonour. Now it is called the Song of Songs for this reason, since this comes after the other songs, and after this one may no longer look for another; and by another I mean not a book, but that which is signified by the book. And what I mean is of this sort: All the divine Scripture prophesies concerning the descent of the Word unto us and His bodily coming. For this will
Notes, col. 349

On the reading

Printed ἐπιχήρησις, for ἐπιχείρησις.

Printed Ἆσμα, for ᾎσμα.

PG 28:352Read from the page
τοῦ Θεοῦ ἐστι· τοῖς τε προφήταις καὶ πάσῃ τῇ θείᾳ Γραφῇ τοῦτο προηγούμενον ἦν ἀπαγγέλλειν. Παρακολουθήματα δὲ τῷ θείῳ διηγήματι τούτῳ ποιοῦνται λόγους περὶ τῶν ἐθνῶν Βαβυλῶνος, τῆς Δαμασκοῦ, Μωὰβ, καὶ τῶν ἄλλων. Καὶ δι' ἑκάστης Γραφῆς τοῖς μὲν ἁμαρτάνουσιν ἐπιτιμῶσι· τοὺς δὲ προληφθέντας προτρέπονται μετανοεῖν, ἀπειλοῦντες τὴν μέλλουσαν τοῦ πυρὸς κρίσιν. Αἱ μὲν οὖν ἄλλαι Γραφαὶ προλέγουσιν, οἷον Μωσῆς μέν· « Προφήτην ὑμῖν ἀναστήσει, » λέγων, « Κύριος ὁ Θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ἡμῶν, ὡς ἐμέ· » Ἠσαΐας δέ· « Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν· » ὁ δὲ Μιχαίας· « Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσται τὸ ὄρος Κυρίου· » καὶ ἄλλος ἄλλως προλέγει, κατὰ τὴν τοῦ Πνεύματος χάριν. Τούτων δὲ πάντων λεγόντων προσεδοκᾶτο ὁ ἀπαγγελλόμενος Κύριος. Διὰ τοῦτο καὶ πολλοὶ ἀπήγγελλον· καὶ ἕως ἦλθεν, οὐκ ἐπαύοντο οἱ προφητεύοντες. Καὶ ἔστι ταῦτα πάντα ᾄσματα. Τὸ δὲ Ἆσμα τῶν ᾀσμάτων οὐχ ὡς προφητεῦόν ἐστιν, οὐδὲ ὡς προσημαῖνον· ἀλλὰ ὃν ἄλλοι προαπήγγελλον, τοῦτον ὡς ἤδη ἐλθόντα δείκνυσι, καὶ ἤδη ἀναλαβόντα τὴν σάρκα· διὸ καὶ ὡς ἐπὶ συζυγίᾳ τοῦ Λόγου καὶ τῆς σαρκὸς ἐπιθαλάμιον ᾄδει τὸ Ἆσμα τῶν ᾀσμάτων. Καὶ αἱ μὲν ἄλλαι Γραφαὶ λέγουσι περὶ τοῦ Σωτῆρος, μεταξὺ δὲ καὶ περὶ ἄλλων τινῶν ἀπαγγέλλουσι· τὸ δὲ βιβλίον τοῦτο μόνην τὴν τοῦ Λόγου πρὸς τὸ σῶμα συζυγίαν ᾄδει. Διὸ καὶ ἐν μὲν ταῖς ἄλλαις Γραφαῖς διὰ τὰ μεταξὺ δηλούμενα εἰσὶ καὶ θυμοῦ καὶ ὀργῆς λόγοι, καὶ φόβων ἀπειλαί· ἡ δὲ βίβλος αὕτη, ἐπειδὴ οὐδὲν ἕτερον ἢ τὴν παρουσίαν μόνην τοῦ Λόγου σημαίνει, θυμηδίας καὶ χαρᾶς, καὶ εὐφροσύνης μόνης ἔχει λόγους. Νυμφίου γὰρ παρόντος, πάντας χαίρειν προσήκει, καὶ μηδένα πενθεῖν, ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν. Αὐτὸς γὰρ παρὼν τὰς ἀσθενείας ἡμῶν ἐβάστασε, καὶ τὰς λύπας ἔστρεψεν εἰς χαράν. Ὥσπερ οὖν μετὰ τὴν οἰκονομίαν τὴν τοῦ Σωτῆρος οὐκ ἔτι προφήτην προσδοκῶμεν, οὕτως μετὰ τὰ ἐν τῷ Ἆσματι τῶν ᾀσμάτων σημαινόμενα οὐκ ἔστιν ἄλλο τι καινότερον προσδοκᾷν σημαινόμενον. Καὶ γὰρ τὰ ἐν τῷ Ἆσματι σημαινόμενα, ταῦτα καὶ ἐν τοῖς προφήταις καὶ ἐν ταῖς ἄλλαις Γραφαῖς ἐκ διαστημάτων λεγόμενα εὑρίσκεται. Πάλιν τε ὥσπερ δεικνύντος τοῦ Ἰωάννου τὸν Ἀμνὸν, ἕως Ἰωάννου ὁ νόμος καὶ οἱ προφῆταί εἰσίν· οὕτως τὰ ἐν τῷ Ἆσματι τῶν ᾀσμάτων σημαινόμενα τέλος ἐστὶ πάντων ἐν πάσῃ τῇ θείᾳ Γραφῇ σημαινομένων. Τί γὰρ ἄλλο μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν προσδοκᾷν δεῖ ἢ κρίσιν καὶ ἀνταπόδοσιν; Καὶ διὰ τοῦτο οἱ κατὰ Φρύγας παρεισάγοντες προφήτας μετὰ τὸν Κύριον, σφάλλονται, καὶ ὡς αἱρετικοὶ κατεκρίθησαν. Ἆσμα οὖν ᾀσμάτων, διὰ τὸ μετὰ τὰ ἐκ τούτου μηδὲν ἕτερον προσδοκᾷν. Καὶ ὥσπερ κατὰ τὸν νόμον Ἅγια ἦν, καὶ μετὰ τὰ Ἅγια Ἅγια ἁγίων, μετὰ δὲ τὰ Ἅγια τῶν ἁγίων οὐκ ἔτι ἦν ἐσώτερος τόπος· οὕτως μετὰ τὰ ᾄσματα τὸ Ἆσμα τῶν ᾀσμάτων, μετὰ δὲ τὸ Ἆσμα τῶν ᾀσμάτων οὐκ ἔτι προσδοκᾷν ἔστιν ἐσωτέραν καὶ καινοτέραν ἐπαγγελίαν. Ἅπαξ γὰρ ὁ Λόγος ἐγένετο σὰρξ, καὶ τετελείωκε τὸ ἔργον. Ἔστι δὲ ὅλον τὸ βιβλίον τοῦτο διαλόγων
is of God; and both for the prophets and for all the divine Scripture this was the primary thing to proclaim. And as accompaniments to this divine narration they compose discourses concerning the nations of Babylon, of Damascus, of Moab, and of the rest. And through each Scripture they rebuke those who sin, and exhort those who have been overtaken in a fault to repent, threatening the coming judgement of fire. Now the other Scriptures foretell, as Moses indeed saying: “A Prophet shall the Lord our God raise up unto you from your brethren, like unto me (Deut. 18:15);” and Isaiah: “Behold, the Virgin shall conceive in the womb, and shall bring forth a son (Isa. 7:14);” and Micah: “In the last days the mountain of the Lord shall be manifest (Mic. 4:1);” and another foretells in another way, according to the grace of the Spirit. And while all these were speaking, the Lord Who was proclaimed was looked for. On this account also many proclaimed Him; and until He came, those who prophesied did not cease. And all these things are songs. But the Song of Songs is not as prophesying, nor as foreshowing; rather, Him Whom others proclaimed beforehand, this One it shows as having already come, and having already assumed the flesh; wherefore also, as upon the union of the Word and the flesh, the Song of Songs sings a bridal hymn. And the other Scriptures indeed speak concerning the Saviour, and in the meantime also proclaim concerning certain other things; whereas this book sings only the union of the Word with the body. Wherefore also in the other Scriptures, on account of the things signified in the meantime, there are both words of wrath and anger, and threats of fears; whereas this book, since it signifies nothing else than the coming alone of the Word, contains words of gladness and joy and cheerfulness alone. For when the Bridegroom is present, it befits all to rejoice, and no one to mourn, as the Lord Himself has said. For He Himself, being present, bore our infirmities, and turned our sorrows into joy. Just as, therefore, after the dispensation of the Saviour we no longer look for a prophet, so after the things signified in the Song of Songs there is no other newer thing signified to be looked for. For indeed the things signified in the Song, these are also found spoken at intervals in the prophets and in the other Scriptures. And again, just as when John points out the Lamb, the law and the prophets are until John, so the things signified in the Song of Songs are the end of all things signified in all the divine Scripture. For what else after the coming of Christ must one look for than judgement and recompense? And on this account the Phrygians, who secretly bring in prophets after the Lord, err, and were condemned as heretics. It is the Song of Songs, therefore, because after the things therein nothing else is to be looked for. And just as according to the law there was the Holy Place, and after the Holy Place the Holy of Holies, and after the Holy of Holies there was no longer an inner place; so after the songs is the Song of Songs, and after the Song of Songs one may no longer look for an inner and newer promise. For once for all the Word became flesh, and has perfected the work. And the whole of this book is of dialogues
Notes, col. 352

On the reading

Printed Ἆσμα, for ᾎσμα.

Printed Ἆσματι, for ᾌσματι.

PG 28:353Read from the page
πλῆρες τοῦ παλαιοῦ· πρὸς τὸν Λόγον, καὶ καθόλου τοῦ ἀνθρωπίνου γένους πρὸς τὸν Λόγον, καὶ τῆς ἐξ ἐθνῶν Ἐκκλησίας πρὸς αὐτὸν, καὶ τοῦ Λόγου πάλιν πρὸς αὐτὴν καὶ πρὸς τὸ ἀνθρώπινον γένος· εἶτα τῶν ἐθνῶν πρὸς τὴν Ἱερουσαλὴμ, καὶ τῆς Ἱερουσαλὴμ περὶ τῆς ἐξ ἐθνῶν καὶ περὶ αὐτῆς διάλογος· εἶτα καὶ τῶν διακονούντων ἀγγέλων πρὸς τοὺς κληθέντας ἀνθρώπους τὸ κήρυγμα. Τοῦ μὲν οὖν παλαιοῦ λαοῦ ἀξιοῦντος αὐτὸν κατελθεῖν καὶ συναφθῆναι τῇ σαρκὶ ταῦτα· « Φιλησάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ· ὅτι ἀγαθοὶ μαστοί σου ὑπὲρ οἶνον. » Καὶ πάλιν διὰ τούτων προτρέπεται· « Νέα πρὸς παλαιὰ ἐτήρησά σοι, ἀδελφιδέ μου. » Καὶ κοινῇ δὲ πάντων πρὸς τὸν Λόγον, ἵνα τὸ ἡμῶν ἀναλάβῃ σῶμα· « Τίς δῴη σε, ἀδελφιδέ μου, θηλάζοντα μαστοὺς μητρός μου; εὑροῦσά σε ἔξω, φιλήσω σε, καὶ οὐκ ἐξουδενήσουσί με. Παραλήψομαί σε, εἰσάξω σε εἰς οἶκον μητρός μου, καὶ εἰς τὸ ταμεῖον τῆς συλλαβούσης με. » Οὐ γὰρ ἔξωθεν, ἀλλ' ἀφ' ἧς ἐγεννήθημεν μήτρας, ἀναλαβεῖν αὐτὸν ἠξίουν τὸ σῶμα, εἰ καὶ μὴ ὡς ἡμεῖς ἐξ ἀνδρὸς καὶ γυναικός. Ἐκ γὰρ μόνης Παρθένου, ὡς πλάστης, ἑαυτῷ ἔλαβε τὸ σῶμα, πλὴν ὅτι ἐξ ἀνθρώπου· ἄνθρωπος γὰρ ἡ Θεοτόκος Μαρία. Καὶ τοῦ Λόγου δὲ πρὸς τοὺς ἀξιώσαντας, ἀναλαμβάνοντος ἤδη τὴν σάρκα ἐκ τῆς Παρθένου, ταῦτα· « Εἰσῆλθον εἰς κῆπόν μου, ἀδελφή μου νύμφη, ἐτρύγησα σμύρναν μου μετὰ ἀρωμάτων μου, ἔφαγον ἄρτον μου μετὰ μέλιτός μου, ἔπιον οἶνόν μου μετὰ γάλακτός μου. » Εἰς γὰρ τὸν ἴδιον κῆπον εἰσελθὼν, τὴν κτίσιν, ἔλαβεν ἑαυτῷ ἐκ τῆς Παρθένου τὸ σῶμα, καὶ γέγονεν ἄνθρωπος. Θνητὸν μὲν ἦν τὸ σῶμα, ἀλλὰ μετὰ εὐωδίας τοῦ παναγίου Λόγου συνῆπτο. Καὶ εἰ γάλα, ὡς ἄνθρωπος, ἠφίει τὸ σῶμα φαγεῖν, ἀλλὰ μετεδίδου αὐτῷ καὶ οἴνου τῆς ἑαυτοῦ τελειότητος. Καὶ γὰρ ὥσπερ ἤσθιε γάλα, οὕτως ἐν αὐτῷ τὰ τῆς θεότητος ἐποίει ἔργα. Εἶτα ὁ Λόγος λοιπὸν ἐνδυσάμενος τὸ σῶμα προσκαλεῖται τὸν παλαιὸν λαὸν, ὡς πρῶτον πιστευθέντα τὰ λόγια, διὰ τούτων· « Ἀνάστα, ἐλθὲ πλησίον μου, καλή μου, περιστερά μου· ὅτι ἰδοὺ ὁ χειμὼν παρῆλθεν, ὁ ὑετὸς ἀπῆλθεν, ἐπορεύθη ἑαυτῷ. Τὰ ἄνθη ὤφθη ἐν τῇ γῇ, καιρὸς τῆς τομῆς ἔφθακε, φωνὴ τοῦ τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν, ἡ συκῆ ἐξήνεγκεν ὀλύνθους αὐτῆς, αἱ ἄμπελοι ἡμῶν κυπρίζουσιν. » Ὡς γὰρ λαβόντος τοῦ πρώτου λαοῦ ἕως καιροῦ τὴν σκιὰν τὴν ἐν νόμῳ, διδάσκει, καὶ ὡς εἰδότα τὴν φωνὴν τοῦ τρυγόνος, ὑπομιμνήσκει. Προσκαλεσάμενος δὲ ὁ Λόγος τὴν Ἱερουσαλὴμ, προσκαλεῖται λοιπὸν καὶ τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ τούτων· (εἷς γάρ ἐστι Κύριος καὶ Ἰουδαίων καὶ ἐθνῶν·) « Δεῦρο ἀπὸ Λιβάνου, νύμφη. Ἀπὸ Λιβάνου ἐλεύσῃ, καὶ διελεύσῃ ἀπ' ἀρχῆς πίστεως, ἀπὸ κεφαλῆς Σανεὶρ καὶ Ἀερμὼν, ἀπὸ μανδρῶν λεόντων, ἀπὸ ὀρέων παρδάλεων. » Ἀπὸ γὰρ εἰδωλολατρείας καὶ θηριώδους τρόπου προσκαλεῖται ταύτην εἰς τὴν πίστιν. Κληθεῖσα τοίνυν ἐξ ἐθνῶν καὶ ἤδη κατανυγεῖσα, λέγει πρὸς τὸν Λόγον ταῦτα· « Ἀπάγγειλόν μοι, ὃν ἠγάπησεν ἡ ψυχή μου· ποῦ ποιμαίνεις, ποῦ κοιτάζεις ἐν μεσημβρίᾳ· μήποτε γένωμαι ὡς περιβαλλομένη ἐπ' ἀγέλαις ἑταί-
full, of the ancient people with the Word, and in general of the human race with the Word, and of the Church from the Gentiles with Him, and of the Word again with her and with the human race; then of the Gentiles with Jerusalem, and a dialogue of Jerusalem concerning the Church from the Gentiles and concerning herself; and then also the proclamation of the ministering angels to the men who have been called. Now of the ancient people entreating Him to come down and be united to the flesh are these words: “Let Him kiss me with the kisses of His mouth; for Thy breasts are better than wine (Song 1:2).” And again through these words He is entreated: “New things besides old I have kept for Thee, my kinsman (Song 7:13).” And in common also of all unto the Word, that He may take up our body: “Who would give Thee to me, my kinsman, sucking the breasts of my mother? Finding Thee without, I will kiss Thee, and they shall not despise me. I will take Thee, I will bring Thee into the house of my mother, and into the chamber of her that conceived me (Song 8:1-2).” For not from without, but from the womb from which we were born, did they entreat Him to take up the body, even though not as we from man and woman. For from the Virgin alone, as fashioner, He took for Himself the body, save that it was from a human being; for the Mother of God, Mary, was a human being. And of the Word also unto those who entreated Him, already taking up the flesh from the Virgin, are these words: “I have entered into My garden, My sister, My bride; I have gathered My myrrh with My spices, I have eaten My bread with My honey, I have drunk My wine with My milk (Song 5:1).” For having entered into His own garden, the creation, He took for Himself from the Virgin the body, and became man. Mortal indeed was the body, yet it was united with the sweet savour of the all-holy Word. And though as man He suffered the body to eat milk, yet He imparted to it also the wine of His own perfection. For indeed, just as He ate milk, so in it He wrought the works of the Godhead. Then the Word, having now put on the body, calls to Himself the ancient people, as having first been entrusted with the oracles, through these words: “Arise, come near Me, My fair one, My dove; for behold, the winter is past, the rain is gone, it has departed for itself. The flowers have appeared in the land, the time of pruning has arrived, the voice of the turtledove has been heard in our land, the fig tree has put forth its green figs, our vines are in blossom (Song 2:10-13).” For as the first people had received for a season the shadow in the law, He teaches them, and as knowing the voice of the turtledove, He reminds them. And having called Jerusalem to Himself, the Word henceforth calls also those from the Gentiles through these words (for there is one Lord both of Jews and of Gentiles): “Come hither from Lebanon, O bride. Thou shalt come from Lebanon, and shalt pass through from the beginning of faith, from the head of Sanir and Hermon, from the dens of lions, from the mountains of leopards (Song 4:8).” For from idolatry and a beastly way of life He calls her unto the faith. Being called, therefore, from the Gentiles and already pricked in heart, she speaks to the Word these words: “Tell me, O Thou Whom my soul hath loved, where Thou feedest Thy flock, where Thou makest it to lie down at noon; lest I become as one veiled beside the flocks of Thy