ρων σου. » Πεῖραν γὰρ ἔχουσα τῆς εἰς πολλὰ μεταβολῆς, ἠξίου στηριχθῆναι λοιπὸν καὶ βεβαιωθῆναι· μήποτε πάθῃ πάλιν τὸ αὐτό. Παρακληθεὶς ὁ Λόγος, διδάσκει λοιπὸν αὐτὴν διὰ τούτων· « Ἐὰν μὴ γνῷς ἑαυτὴν, ἡ καλὴ ἐν γυναιξὶν, ἔξελθε ἐν πτέρναις τῶν ποιμνίων, καὶ ποίμαινε τὰς ἐρίφους σου ἐπὶ σκηνώμασι τῶν ποιμένων. » Οὐ δύναται γάρ τις γνῶναι Θεὸν, μὴ πρότερον γνοὺς ἑαυτόν. Εὐσέβεια γὰρ εἰς Θεὸν ἀρχὴ αἰσθήσεως· αἴσθησις δὲ οὐχ ἡ ἔξωθεν, ἀλλ' ἡ κατὰ ψυχὴν διάνοια μετὰ πίστεως. Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τὴν κλῆσιν τῶν ἐθνῶν γινομένην ἐν ἀκροβυστίᾳ πίστεως, θαυμάζουσα λέγει· « Τί ὄψεσθε ἐν τῇ Σουναμίτιδι, ἡ ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν; » Οὐ γὰρ ἐξ ἑνὸς, ἀλλ' ἐκ παντὸς ἔθνους ἤρχοντο, ἀφέντες τὰς ἰδίας παρεμβολὰς, καὶ συντρίψαντες τὰς μαχαίρας, καὶ λοιπὸν εἰρηνικὰ φρονοῦντες. Ἡ ἐξ ἐθνῶν ὁρῶσα τὴν Ἱερουσαλὴμ, ὥσπερ μεμφομένην, ἀπολογεῖται περὶ ἑαυτῆς· ὅτι μὴ ἀργὴ αὐτῆς ἐστιν ἡ κλῆσις· « Μέλαινά εἰμι καὶ καλὴ, θυγατέρες Ἱερουσαλὴμ, ὡς σκηνώματα Κηδὰρ, ὡς δέρῥεις Σαλομῶν. Μὴ βλέψητέ με, ὅτι ἐγὼ μεμελανωμένη εἰμὶ, ὅτι παρέβλεψέ με ὁ ἥλιος. Υἱοὶ μητρός μου ἐμαχέσαντο ἐν ἐμοί· ἔθεντό με φυλάκισσαν ἐν ἀμπελῶσιν. Ἀμπελῶνα ἐμὸν οὐκ ἐφύλαξα. » Μέλαινά εἰμι· ἀλλ' ὑπ' αὐτὸν τὸν ἥλιόν εἰμι. Εἰ γὰρ καὶ ἀκρόβυστός εἰμι, φησὶν, ἀλλ' ἀπεταξάμην εἰδώλοις, καὶ ἐξῆλθον ἐκ τοῦ οἴκου τῆς μητρός μου, ὥσπερ καὶ ὁ Ἀβραάμ· ἐκείνης γάρ εἰμι τῆς πίστεως. Καὶ διὰ τοῦτο ἀξιῶ, « Εἰσάγαγέ με εἰς οἶκον τοῦ οἴνου, τάξατε ἐπ' ἐμὲ ἀγάπην, τηρήσατέ με ἐν μύροις, στοιβάσατέ με ἐν μήλοις· ὅτι τετρωμένη ἀγάπης ἐγώ. » Μὴ τῇ ἀκροβυστίᾳ προσέχητε, ἀλλ' ἐν ἀγάπῃ προσλάβου με, ὦ νόμε καὶ προφῆται. Καὶ εἰ δυσώδης εἰμὶ τῇ ἀγριότητι, ἀλλὰ σύ με παίδευε, καὶ εὐωδίᾳ σου στήριξον· τέτρωμαι γὰρ τῇ ἀγάπῃ. Καὶ διὰ τοῦτο, « Ὥρκισα ὑμᾶς, θυγατέρες Ἱερουσαλὴμ, ἐν ταῖς δυνάμεσι καὶ ταῖς ἰσχύσι τοῦ ἀγροῦ, ἐὰν ἐγείρητε, καὶ ἐξεγείρητε τὴν ἀγάπην, ἕως οὗ θελήσῃ. » Ὁρκίζω ὑμᾶς, ὦ πατέρες, οὐ κατὰ τῶν δυνάμεων, οὐκ ἔξεστι γὰρ, ἀλλ' ἐν δυνάμεσι τοῦ παραδείσου, ἵν', εἰς ἐκεῖνον βλέποντες, ὡς τὸν Ἀδὰμ, οὕτως με προσδέξησθε. Καὶ γὰρ κἀκεῖ οὐκ ἦν περιτομή· ἄρτι δὲ τὰ τοῦ Ἀδὰμ ἀνακαινίζεται. Ὁ Λόγος ὁρῶν τὴν πίστιν τῶν ἐθνῶν, καὶ ἀποδεχόμενος λέγει· « Καλὴ, ἡ πλησίον μου, ὡς εὐδοκία, ὡραία ὡς Ἱερουσαλὴμ, θάμβος ὡς τεταγμέναι. » Οὐ γὰρ ἄλλως, ἢ ὡς τὴν Ἱερουσαλὴμ δεῖ εἶναι τοὺς ἀπὸ τῶν ἐθνῶν, ἵνα εἷς λαὸς γένηται. Τοῦτο δὲ γίνεται, ὅταν μετὰ τοῦ τιμᾷν τὸν νόμον πιστεύωμεν τὸν Χριστόν. Εἷς γὰρ ὁ Θεὸς τοῦ νόμου καὶ τῶν Εὐαγγελίων. Καὶ ὁ μὴ ὡς Ἱερουσαλὴμ γενόμενος οὐ γίνεται πλησίον τοῦ Λόγου. Ἡ Ἱερουσαλὴμ, ὁρῶσα τῶν τέκνων τὴν πίστιν, καὶ τὴν τοῦ Λόγου φιλανθρωπίαν, λέγει· « Εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γεννήματι τοῦ χειμάῤῥου, εἰ ἤνθησαν αἱ ῥοιαί· ἐκεῖ δώσω τοὺς μαστούς μου. Οὐκ ἔγνω ἡ ψυχή μου, ἔθετό με ἅρματα Ἀμιναδάβ. » Εἰς γὰρ τὸν κῆπον τῆς καρύας, τοῦτ' ἔστιν εἰς τὰς Γραφὰς, ἐγενόμην, αἵτινες ὡς καρύαι εἰσὶν, ἔξωθεν μὲν σκλη-
companions (Song 1:7).” For having experience of turning unto many things, she entreated to be henceforth established and confirmed, lest she should suffer the same thing again. Being entreated, the Word henceforth teaches her through these words: “If thou know not thyself, O fair one among women, go forth in the footsteps of the flocks, and feed thy kids beside the tents of the shepherds (Song 1:8).” For no one can know God without first knowing himself. For godliness towards God is the beginning of perception (Prov. 1:7); and perception is not that from without, but the understanding in the soul with faith. Jerusalem, seeing the calling of the Gentiles taking place in the uncircumcision of faith, marveling says: “What will ye see in the Shulammite, who cometh as dances of the camps (Song 6:13)?” For not from one, but from every nation they came, leaving their own camps, and having shattered their swords, and henceforth minding the things of peace. The Church from the Gentiles, seeing Jerusalem as though reproaching her, makes defence concerning herself, that her calling is not idle: “I am black and fair, O daughters of Jerusalem, as the tents of Kedar, as the curtains of Solomon. Look not upon me, because I am darkened, because the sun hath looked askance upon me. The sons of my mother fought against me; they set me as keeper in the vineyards. Mine own vineyard I have not kept (Song 1:5-6).” I am black, yet I am under the sun itself. For even though I am uncircumcised, she says, yet I renounced idols, and came forth out of the house of my mother, just as Abraham also did; for I am of that faith. And on this account I entreat: “Bring me into the house of wine, set love upon me, sustain me with perfumes, compass me about with apples; because I am wounded with love (Song 2:4-5).” Regard not the uncircumcision, but receive me in love, O law and prophets. And even though I am foul-smelling with wildness, yet do thou instruct me, and establish me with thy sweet savour; for I am wounded with love. And on this account, “I have adjured you, O daughters of Jerusalem, by the powers and the virtues of the field, whether ye shall rouse and awaken love, until he please (Song 2:7).” I adjure you, O fathers, not by the powers, for it is not lawful, but in the powers of paradise, that, looking unto it, as Adam, so ye may receive me. For indeed there also there was no circumcision; and now the things of Adam are renewed. The Word, seeing the faith of the Gentiles, and accepting it, says: “Thou art fair, My companion, as good pleasure, comely as Jerusalem, a wonder as armies set in array (Song 6:4).” For those from the Gentiles must be no otherwise than as Jerusalem, that there may become one people. And this comes to pass when, along with honouring the law, we believe in Christ. For one is the God of the law and of the Gospels. And he who does not become as Jerusalem does not become the companion of the Word. Jerusalem, seeing the faith of her children, and the loving-kindness of the Word towards man, says: “I went down into the garden of nuts to see the fruits of the valley, whether the pomegranates had blossomed; there will I give my breasts. My soul knew it not: it set me as the chariots of Aminadab (Song 6:11-12).” For I came into the garden of the nut tree, that is, into the Scriptures, which are like nuts, outwardly indeed hard-