Migne Reading Room

PG 28 · cols. 332–341 · Read from the page

Synopsis of Sacred Scripture

Synopsis of Sacred Scripture

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:332Read from the page
Ἐν δὲ τῷ δευτέρῳ λόγῳ τὰ αὐτὰ μὲν πάλιν λέγει περὶ τῆς ἐπανόδου, χωρὶς τῶν προβλημάτων· τὰ πλείω δὲ ἐξηγεῖται περὶ Νεεμίου τοῦ εὐνούχου, ὅτι καὶ αὐτὸς ἠξίωσε περὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ, καὶ ὅτι ὁ μὲν Ἔσδρας ἀνεγίνωσκεν· Ἰησοῦς δὲ καὶ Βαναίας καὶ Ἀβίας ἦσαν συνετίζοντες τὸν λαόν. Καὶ ὁ μὲν Ἔσδρας ἀναγινώσκων διέστελλεν ἐπιστήμῃ Κυρίου· ὁ δὲ λαὸς συνῆκεν ἐν τῇ ἀναγνώσει, καὶ ἐποίησε τὸ Πάσχα. Καὶ τῷ ἑβδόμῳ μηνὶ ἐποίησαν τὴν νηστείαν, καὶ τὴν Σκηνοπηγίαν, ὡς γέγραπται· «Ὅτι,» φησὶν, « οὐκ ἐποίησαν οὕτως ἀπὸ τῶν ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυῆ.» Ἔσδρας δὲ, ἑωρακὼς ἐπιμιγείσας γυναῖκας Ἀσωτίους τοῖς Ἑβραίοις, πενθήσας καὶ κλαύσας, ἐποίησε πάντας ἐπαγγείλασθαι φυλάττειν τὸν νόμον τοῦ Θεοῦ· καὶ ἐξέβαλε τὰς γυναῖκας ὡς παράνομον γάμον· καὶ ὤμοσαν πάντες φυλάξαι τὸν νόμον. Καὶ οὕτως ἁγιασθέντες καὶ καθαρισθέντες, ηὐφράνθησαν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ. Ἱστορεῖται δὲ καὶ τοῦτο περὶ τοῦ Ἔσδρα, ὅτι, ἀπολομένων τῶν βιβλίων ἐξ ἀμελείας τῶν λαῶν, καὶ διὰ τὴν πολυχρόνιον αἰχμαλωσίαν, αὐτὸς Ἔσδρας, φιλόκαλος ὢν καὶ εὐφυὴς, καὶ ἀναγνώστης, ἐφύλαξε πάντα καθ' ἑαυτὸν, καὶ λοιπὸν προήνεγκε, καὶ πᾶσιν ἐκδέδωκε, καὶ οὕτως διασώζεται τὰ βιβλία.
And in the second book he again says the same things concerning the return, apart from the problems; and for the most part he sets forth concerning Neemias the eunuch, that he too made request concerning the building of the temple, and that Esdras read aloud, while Jesus and Banaeas and Abias were instructing the people. And Esdras, as he read aloud, explained distinctly by the knowledge of the Lord; and the people understood in the reading, and kept the Passover. And in the seventh month they kept the fast, and the Feast of Tabernacles, as it is written: "For," he says, "they had not done so since the days of Jesus the son of Naue." And Esdras, having seen Azotian women mingled with the Hebrews, mourned and wept, and caused them all to promise to keep the law of God; and he cast out the women as an unlawful marriage, and they all swore to keep the law. And having thus been sanctified and purified, they rejoiced, and each departed to his own house. And this also is recorded concerning Esdras, that when the books had been lost through the negligence of the peoples and because of the long captivity, Esdras himself, being a lover of what is noble, and of good natural parts, and a reader, preserved them all by himself, and thereafter brought them forth and delivered them to all, and thus the books are preserved.
Βιβλίον ιγʹ, Ψαλτήριον Δαβίδ.
Book 13, Psalter of David.
21. Εἰ καὶ τοῦ Δαβὶδ ἐπιγραφὴν ἔχει μόνου τοῦτο τὸ βιβλίον τῶν Ψαλμῶν, ἀλλὰ πολλῶν καὶ ἄλλων εἰσὶν ἐν τούτῳ ψαλμοὶ, τοῦ τε Ἀσὰφ δηλονότι, καὶ τῶν Ἰδιθοὺμ, καὶ τῶν υἱῶν Κορὲ, καὶ Ἀγγαίου, καὶ Ζαχαρίου, καὶ Αἰμὰν τοῦ Ἰσραηλίτου. Εἰσὶ δὲ καὶ κοινῶς παρὰ πάντων ὁμοῦ εἰρημένοι τινὲς, ὅσοι δηλαδὴ ἔχουσι τὸ « Ἀλληλούϊα. » Ὁ γοῦν Ἔσδρας, συναγαγὼν τούτους πάντας τοὺς παρ' ἑκάστου εἰρημένους ψαλμοὺς, εἰς μίαν συνέθηκε βίβλον· καὶ ὡς μὲν κοινῶν ὄντων πάντων τῶν ἐν αὐτῇ περιεχομένων, βίβλος καλεῖται Ψαλμῶν· ἐπιγράφεται δὲ μόνον τὸν Δαβὶδ, ἐπειδὴ αὐτὸς πρὼτος λαβὼν τὸ πνεῦμα τοῦ ψάλλειν παρὰ τοῦ Θεοῦ, πρῶτός τε συνέθηκε καὶ ἔγραψε ψαλμούς· τούς τε προλεχθέντας λοιποὺς ψαλτῳδοὺς, αὐτὸς ἀπὸ τῶν ἱερέων ἐκλεξάμενος διετύπωσε, καὶ τήν τε στάσιν αὐτοῖς τῶν τόπων, καὶ τὴν τάξιν τῆς μελῳδίας, καὶ τὸν καιρὸν τὸν πρωϊνὸν, καὶ τὸν ἑσπερινὸν ὥρισε καὶ διέταξεν· ὥστε τοὺς μὲν ἀνοιγομένου τοῦ ἱεροῦ, τοὺς δὲ κλειομένου, καὶ τοὺς μὲν ἐκ δεξιῶν, τοὺς δὲ ἐξ ἀριστερῶν ἱστάναι· καὶ οὕτως, τοὺς μὲν ψάλλειν, καὶ αἰνεῖν, καὶ ᾄδειν, καὶ ὑμνεῖν τὸν Θεόν· τοὺς δὲ ἀνακρούειν ἐξομολόγησιν καὶ αἶνον· καὶ τοὺς μὲν ἀποφθέγγεσθαι ἐν κινύραις καὶ νάβλαις, καὶ ἐν κυμβάλοις· τοὺς δὲ εἰς τὸ ὑψῶσαι ἐν σάλπιγξιν. Οἱ μὲν οὖν ἱερεῖς, οἱ ἀναφέροντες τὴν κιβωτὸν ἐπὶ τοῦ Δαβὶδ, ἦσαν χίλιοι καὶ δύο, οὕτως· υἱῶν Καὰθ Οὐριὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ριʹ· υἱῶν Μεραρεὶ Ἀσὲ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, σνʹ· υἱῶν Γεδεὼν Ἰωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ρνʹ· τῶν υἱῶν Ἐλισάφατ Σαμαίας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, σʹ· τῶν υἱῶν Χεβρὼν Ἐνὴρ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ πʹ· τῶν υἱῶν Ἐζιὴλ, Ἀμιναδὰμ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ριβʹ· οἱ δὲ ψαλτῳδοὶ ἐξ αὐτῶν ἦσαν ἐκλεχθέντες οἱ προειρημένοι, καὶ ἦσαν οὕτω τυπωθέντες· ὁ μὲν Ἀσὰφ καὶ Αἰθὰμ υἱοὶ Κορὲ ἐν
21. Even though this book of the Psalms bears the inscription of David alone, yet there are in it psalms of many others also, namely of Asaph, and of those of Idithum, and of the sons of Core, and of Aggaeus, and of Zacharias, and of Aeman the Israelite. And there are also some spoken in common by them all together, namely as many as have the "Alleluia." Esdras, therefore, having gathered all these psalms spoken by each one, put them together into one book; and inasmuch as all the things contained in it are common, it is called the Book of Psalms; yet it is inscribed with the name of David alone, because he first received the spirit of psalmody from God, and first composed and wrote psalms; and having himself chosen the aforesaid remaining psalm-singers from among the priests, he appointed them, and defined and ordained for them both the station of their places, and the order of the melody, and the morning time and the evening time, so that some should stand when the temple was opened and others when it was closed, and some on the right hand and others on the left; and thus some should play the harp, and praise, and sing, and hymn God, and others should strike up confession and praise, and some should sound forth on citharas and nablas and on cymbals, and others with trumpets for exaltation. Now the priests who brought up the ark in the time of David were a thousand and two, thus: of the sons of Caath, Uriel the chief and his brethren, 110; of the sons of Merarei, Ase the chief and his brethren, 250; of the sons of Gedeon, Joel the chief and his brethren, 150; of the sons of Elisaphat, Samaeas the chief and his brethren, 200; of the sons of Chebron, Ener the chief and his brethren, 80; of the sons of Eziel, Aminadam the chief and his brethren, 112; and the psalm-singers chosen from among them were the aforesaid, and they were appointed thus: Asaph and Aetham the sons of Core on
Notes, col. 332

On the reading

Printed πρὼτος, for πρῶτος.

PG 28:333Read from the page
κυμβάλοις χαλκοῖς ἀναφωνοῦντες εἰς τὸ ἀκουσθῆναι πᾶσι· Ζαχαρίας δὲ καὶ Ὀζιὴλ Σαμειραμωθὶθ, Ἠλωνὶ, Ἐλιὰβ, Μασαίας, Βαναίας, οἱ τοῦ Ἰδιθοὺμ, ἐν νάβλαις καὶ ψαλτηρίῳ· ὁ δὲ Ματθαίας, καὶ Ἐμφαναίας, καὶ Μακαία, καὶ Ἀβδεδὼμ, καὶ Ἠεὶλ, καὶ Ὀζίας ὁ τοῦ Αἰμὰν, ἐν κινύραις καὶ κιθάραις· καὶ Μασσὲ δὲ, καὶ Ἀγγαῖος, καὶ Ζαχαρίας, καὶ Βανὲ, καὶ Ἐλιέζερ, οἱ ἱερεῖς, σαλπίζοντες ταῖς σάλπιγξι· καὶ λοιποὺς, οὓς ἔγραψαν καὶ οὗτοι, ψαλμοὺς, τῷ Πνεύματι τῷ ἁγίῳ κινούμενοι, καὶ τούτους ὁ Ἔσδρας λαβὼν, τοῖς τοῦ Δαβὶδ ψαλμοῖς συνηρίθμησε, καὶ πάντων ἅμα συνθεὶς, μίαν ταύτην βίβλον Ψαλμῶν ἐποίησεν, ὡς προείρηται. Διαιρετέον οὖν οὕτω περὶ τούτων σαφῶς. Ἴδιοι μὲν γάρ εἰσιν αὐτοῦ τοῦ Δαβὶδ, ὅσοι καὶ τὴν ἐπιγραφὴν οὕτως ἔχουσι, « Τοῦ Δαβὶδ, » οἵτινες ὑπάρχουσιν οὗτοι· κεʹ, κςʹ, κζʹ, λςʹ, ρναʹ. Οἱ δὲ παρὰ τῶν ἄλλων μὲν συντεθέντες, ἀνατεθέντες δὲ αὐτῷ τῷ Δαβὶδ, εἰσὶ πάλιν ὅσοι καὶ τὴν ἐπιγραφὴν ὁμοίως ἔχουσι, « τῷ Δαβὶδ, » οἵτινες, ὑπάρχουσιν οἵδε· γʹ, δʹ, εʹ, ςʹ, ζʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιεʹ, ιςʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, κγʹ, κδʹ, κηʹ, κθʹ, λʹ, λαʹ, λβʹ, λγʹ, λδʹ, λεʹ, λζʹ, λθʹ, μʹ, μαʹ, μθʹ, νʹ, ναʹ, νβʹ, νδʹ, νεʹ, νςʹ, νζʹ, νηʹ, νθʹ, ξ, ξβʹ, ξγʹ, ξδʹ, ξζʹ, ξηʹ, ξθʹ, οʹ, πεʹ, ϟʹ, ϟβʹ, ϟγʹ, ϟδʹ, ϟεʹ, ϟςʹ, ϟζʹ, ϟηʹ, ρʹ, ρβʹ, ργʹ, ρζʹ, ρηʹ, ρθʹ, ρλςʹ, ρλζʹ, ρληʹ, ρλθʹ, ρμʹ, ρμγʹ, ρμδʹ. Πάλιν δὲ τούτων τῶν ἐχόντων ἐπιγραφὴν, « Τῷ Δαβὶδ, » οἱ μὲν εἰσὶν ἐπιγραφόμενοι καὶ, « Εἰς τέλος, » οἱ δὲ μόνον, « Ψαλμός. » Καὶ οἱ μὲν ἔχοντες ἐπιγραφὴν, « Εἰς τὸ τέλος Ψαλμὸς τῷ Δαβὶδ, » εἰσὶν οὗτοι· δʹ, εʹ, ςʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κθʹ, λʹ, λθʹ, μʹ, νʹ, ξδʹ, ξζʹ, ρηʹ, ρληʹ, ρλθʹ. Οἱ ἔχοντες ἐπιγραφὴν μόνον, « Τῷ Δαβὶδ, » χωρὶς τοῦ, « Εἰς τέλος, » εἰσὶν οὗτοι· γʹ, ζʹ, ιδʹ, κβʹ, κδʹ, κηʹ, λζʹ, μβʹ, ξβʹ, ϟγʹ, ϟζʹ, ϟηʹ, ρζʹ, ρμʹ, ρμβʹ. Πάλιν δὲ τούτων τῶν ἐχόντων ἐπιγραφὴν, « Εἰς τὸ τέλος Ψαλμὸς τῷ Δαβὶδ, » ὑποδιαίρεσις αὕτη· οἱ μὲν γὰρ ἐπιγράφουσι· « Ψαλμὸς ᾠδῆς, » δʹ, ξδʹ· οἱ δὲ, « Ψαλμὸς » μόνον, εʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, λʹ, λθʹ, μʹ, νʹ, ξγʹ, ρηʹ, ρληʹ, ρλθʹ· ὁ δὲ ἐπιγέγραπται « Ἐν ὕμνοις, » ψαλμὸς ςʹ· οἱ δὲ « Ψαλμοὶ ᾠδῆς, » κθʹ, ξγʹ. Καὶ ἄλλοι δὲ ἐπιγραφὴν μὲν ἔχουσιν, « Εἰς τὸ τέλος τῷ Δαβὶδ, » οὔτε δὲ Ψαλμὸς, ἀλλὰ διάφορόν τινα ἐπιγραφὴν ἔχουσι, καί εἰσιν οὗτοι, ιζʹ, λεʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ, νςʹ, νζʹ, νηʹ, νθʹ, ξʹ, ξηʹ, ξθʹ. Τούτων οὖν τῶν ἐχόντων διάφορον τὴν ἐπιγραφὴν ὁ μὲν ἔχει, « Λόγοι ᾠδῆς, » ιζʹ· οἱ δὲ μόνον, « Τῷ Δαβὶδ, » λεʹ, ξηʹ, ξθʹ· οἱ δὲ, « Συνέσεως, » ναʹ, νβʹ· οἱ δὲ, « Ἐν ὕμνοις συνέσεως, » νγʹ, νδʹ· οἱ δὲ, « Εἰς στηλογραφίαν, » νεʹ, νςʹ, νζʹ, νηʹ, νθʹ· ὁ δὲ, « Ἐν ὕμνοις, » ξʹ· τῶν δὲ ἐχόντων ἐπιγραφὴν, « Ψαλμὸς τῷ Δαβὶδ, » χωρὶς τοῦ, « Εἰς τὸ τέλος, » ἐστὶν ᾠδὴ ψαλμοῦ μόνος ρζʹ. Οἱ δὲ μὴ, « Εἰς τέλος, » ἔχοντες, μήτε, « Ψαλμὸς, » ἀλλ' ἁπλῶς, « Τῷ Δαβὶδ, » εἰσὶν ουτοι, ιεʹ, ιςʹ, λαʹ, λβʹ, οʹ, πεʹ, ϟʹ, ϟβʹ, ϟδʹ, ϟεʹ, ϟςʹ, ρʹ, ρβʹ, ργʹ, ρλςʹ, ρλζʹ, ρμαʹ, ρμγʹ, ρμδʹ. Καὶ τούτων πάλιν ὁ μὲν ἔστι, « ᾨδὴ, » ϟεʹ· ὁ δὲ « Στηλογραφία, » ιεʹ· οἱ δὲ, « Προσευχὴ, » ιςʹ, πβʹ· οἱ δὲ, « Συνέσεως, » λαʹ,
sounding aloud on brazen cymbals so as to be heard by all; and Zacharias and Oziel, Sameiramothith, Eloni, Eliab, Masaeas, Banaeas, those of Idithum, on nablas and psaltery; and Matthaeas, and Emphanaeas, and Macaea, and Abdedom, and Eeil, and Ozias the son of Aeman, on citharas and harps; and Masse also, and Aggaeus, and Zacharias, and Bane, and Eliezer, the priests, blowing with the trumpets; and the remaining psalms, which these also wrote, being moved by the Holy Spirit, Esdras took these too and numbered them with the psalms of David, and having put them all together, made this one Book of Psalms, as has been said before. We must therefore distinguish clearly concerning them thus. For those are properly of David himself which also have the inscription thus, "Of David," which are these: 25, 26, 27, 36, 151. And those composed by the others, but dedicated to David himself, are again as many as likewise have the inscription, "To David," which are these: 3, 4, 5, 6, 7, 8, 9, 10, 11, 12, 13, 14, 15, 16, 17, 18, 19, 20, 21, 22, 23, 24, 28, 29, 30, 31, 32, 33, 34, 35, 37, 39, 40, 41, 49, 50, 51, 52, 54, 55, 56, 57, 58, 59, 60, 62, 63, 64, 67, 68, 69, 70, 85, 90, 92, 93, 94, 95, 96, 97, 98, 100, 102, 103, 107, 108, 109, 136, 137, 138, 139, 140, 143, 144. And again, of these that have the inscription, "To David," some are inscribed also, "Unto the end," and others only, "A Psalm." And those having the inscription, "Unto the end, a Psalm to David," are these: 4, 5, 6, 8, 9, 10, 11, 12, 13, 18, 19, 20, 21, 29, 30, 39, 40, 50, 64, 67, 108, 138, 139. Those having the inscription only, "To David," without the "Unto the end," are these: 3, 7, 14, 22, 24, 28, 37, 42, 62, 93, 97, 98, 107, 140, 142. And again, of those having the inscription, "Unto the end, a Psalm to David," the subdivision is this: for some inscribe, "A Psalm of an ode," 4, 64; and others, "A Psalm" only, 5, 8, 9, 10, 11, 12, 13, 18, 19, 20, 21, 30, 39, 40, 50, 63, 108, 138, 139; and one is inscribed, "In hymns," Psalm 6; and others, "Psalms of an ode," 29, 63. And others have the inscription, "Unto the end, to David," yet not "A Psalm," but have some different inscription, and they are these: 17, 35, 51, 52, 53, 54, 55, 56, 57, 58, 59, 60, 68, 69. Of these, therefore, that have the inscription different, one has, "Words of an ode," 17; others only, "To David," 35, 68, 69; others, "Of understanding," 51, 52; others, "In hymns, of understanding," 53, 54; others, "For a pillar inscription," 55, 56, 57, 58, 59; and one, "In hymns," 60; and of those having the inscription, "A Psalm to David," without the "Unto the end," there is an ode of a psalm, 107 alone. And those not having "Unto the end," nor "A Psalm," but simply "To David," are these: 15, 16, 31, 32, 70, 85, 90, 92, 94, 95, 96, 100, 102, 103, 136, 137, 141, 143, 144. And of these again, one is, "An Ode," 95; another, "A Pillar Inscription," 15; others, "A Prayer," 16, 82; others, "Of understanding," 31,
Notes, col. 333

On the reading

Printed ξ, for ξʹ.

Printed ουτοι, for οὗτοι.

PG 28:336Read from the page
ρʹ, ρμαʹ· ὁ δὲ, « Τῶν υἱῶν Ἀμιναδὰμ, » οʹ· οἱ δὲ, « Αἶνος ᾠδῆς, » ϟʹ, ϟβʹ, ϟδʹ· ὁ δὲ, « Αἰνέσεως, » ρμδʹ. Πάλιν οἱ μήτε « Τῷ Δαβὶδ » ἐπιγράφοντες, ἀλλὰ ἄλλοις ἀναφερόμενοι, εἰσὶν οὗτοι, ληʹ, μαʹ, μγʹ, μδʹ, μεʹ, μςʹ, μζʹ, μηʹ, οβʹ, ογʹ, οδʹ, οεʹ, οςʹ, οζʹ, οηʹ, οθʹ, πʹ, παʹ, πβʹ, πγʹ, πδʹ, πςʹ, πζʹ, ϟαʹ, ϟθʹ, ρδʹ, ρεʹ, ρςʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριεʹ, ριςʹ, ριζʹ, ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμςʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ. Καὶ τούτων, οἱ μὲν ἐπιγράφονται, « Τῷ Ἀσάφ· » οἱ δὲ, « Τοῖς υἱοῖς Κορέ, Ἀσὰφ καὶ Αἰθάμ· » οἱ δὲ, « Τῷ Ἰδιθούμ· » οἱ δὲ, « Ἀγγαίου καὶ Ζαχαρίου· » οἱ δὲ, « Ἀλληλούϊα. » Οἱ μὲν οὖν τοῦ Ἀσάφ εἰσιν οὗτοι· οβʹ, ογʹ, οδʹ, οεʹ, οςʹ, οζʹ, οηʹ, οθʹ, πʹ, παʹ, πβʹ. Καὶ τούτων οἱ μὲν ἔχοντες ἐπιγραφὴν, « Εἰς τὸ τέλος, Ψαλμὸς τῷ Ἀσὰφ, » εἰσὶν οὗτοι, οδʹ, οεʹ, οςʹ, οθʹ, πʹ· οἱ δὲ μόνον, « Ψαλμὸς τῷ Ἀσὰφ, » οὗτοι· οβʹ, οηʹ, παʹ· ὁ δὲ, « Ἐν ὕμνοις, » οεʹ· οἱ δὲ, « Ὠδὴ Ψαλμοῦ τῷ Ἀσὰφ, » οθʹ, πβʹ· οἱ δὲ, « Συνέσεως, » ογʹ, οζʹ· ὁ δὲ, « Ὑπὲρ τῶν ληνῶν, » πʹ· ὁ δὲ, « Ὑπὲρ τῶν ἀλλοιωθησομένων, » οθʹ· ὁ δὲ, « Ψαλμὸς ᾠδῆς, » οδʹ· οἱ δὲ ἔχοντες ἐπιγραφὴν, « Ἀλληλούϊα, » εἰσὶν οὗτοι· ρδʹ, ρεʹ, ρςʹ, ριʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριεʹ, ριςʹ, ριζʹ, ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμςʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ. Ἐκ τούτων εἰσὶν, « Ἀγγαίου καὶ Ζαχαρίου » ρμεʹ, ρμζʹ, ρμηʹ. Οἱ δὲ ἐπιγραφὴν ἔχοντες, « Τοῖς υἱοῖς Κορὲ, » εἰσὶν οὗτοι· μαʹ, μγʹ, μδʹ, μεʹ, μςʹ, μζʹ, μηʹ, πγʹ, πδʹ, πςʹ, πζʹ. Καὶ τούτων πάλιν οἱ μὲν ἔχοντες, « Εἰς τὸ τέλος τοῖς υἱοῖς Κορὲ, » εἰσὶν οὗτοι· μαʹ, μγʹ, μδʹ, μηʹ, πγʹ, πδʹ· οἱ δὲ, « Εἰς τὸ τέλος ὑπὲρ τῶν υἱῶν Κορὲ, » μεʹ, μςʹ· οἱ δὲ, « Ψαλμὸς ᾠδῆς τοῖς υἱοῖς Κορὲ, » μζʹ, πςʹ, πζʹ· ὁ δὲ, « Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ, » πηʹ· οἱ δὲ, « Εἰς τὸ τέλος, τῷ Ἰδιθοὺμ ᾠδὴ, » ληʹ, ξαʹ. Οἱ δὲ, « Τῶν ἀναβαθμῶν, » πάντες εἰσὶν ᾠδαὶ, καί εἰσιν οὗτοι· ριθʹ, ρκʹ, ρκαʹ, ρκβʹ, ρκγʹ, ρκδʹ, ρκεʹ, ρκςʹ, ρκζʹ, ρκηʹ, ρκθʹ, ρλʹ, ρλαʹ, ρλβʹ, ρλγʹ. Καὶ τούτων ὁ μέν ἐστι, « Τῷ Σαλομὼν, » ρκςʹ· οἱ δὲ, « Τῷ Δαβὶδ, » ρλʹ, ρλαʹ, ρλβʹ. Ἡ μὲν οὖν διαίρεσις τῶν ἐπιγραφῶν, τῶν οὐσῶν ἐπὶ τῶν ψαλμῶν, αὕτη. Κοινοὶ δὲ πάντως εἰσὶν ὁμοῦ ἐν τῇ βίβλῳ ταύτῃ « Ψαλμοὶ » μόνον, δʹ, εʹ, ςʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιδʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κθʹ, λʹ, λθʹ, μʹ, νʹ, ξʹ, ξαʹ, ξγʹ, ξδʹ, ξεʹ, ξςʹ, ξζʹ, οβʹ, οηʹ, παʹ, ρηʹ, ρληʹ, ρλθʹ· « Ψαλμὸς ᾠδὴ, » δʹ, ξδʹ· « Ψαλμοὶ ᾠδῆς, » κθʹ, μζʹ, ξζʹ, πςʹ, πζʹ· « Ὠδὴ » μόνον, ληʹ, οςʹ, ϟεʹ, ριθʹ, ρκʹ, ρκαʹ, ρκβʹ, ρκγʹ, ρκδʹ, ρκεʹ, ρκςʹ, ρκζʹ, ρκηʹ, ρκθʹ, ρλʹ, ρλαʹ, ρλβʹ, ρλγʹ· « Ὠδὴ Ψαλμοῦ, » ξεʹ, πβʹ· ρζʹ· « Λόγοι ᾠδῆς, » ιζʹ· « Αἶνος ᾠδῆς, » ϟʹ, ϟβʹ, ϟδʹ· « Αἴνεσις, » ρμδʹ· « Ἐν ὕμνοις, » ξʹ, οεʹ. « Ἐν ὕμνοις συνέσεως, » νγʹ, νδʹ· « Ἐν ὕμνοις Ψαλμὸς, » ςʹ, ξςʹ· « Συνέσεως, » λαʹ, ναʹ, νβʹ, ογʹ, οζʹ, πηʹ, ρʹ, ρμαʹ· « Εἰς στηλογραφίαν, » ιεʹ, νεʹ, νςʹ, νζʹ, νηʹ, νθʹ· « Προσευχὴ, » ιςʹ, πεʹ, πθʹ, ραʹ· « Προσευχὴ τῷ Μωϋσῇ ἀνθρώπῳ τοῦ Θεοῦ, » πθʹ· « Εἰς Σαλομῶνα, » οαʹ· ἀνώνυμοι, θʹ, ξεʹ, ξςʹ, ϟαʹ, ϟθʹ, ραʹ· « Ἀλληλούϊα, » ρδʹ,
100, 141; one, "Of the sons of Aminadam," 70; others, "Praise of an ode," 90, 92, 94; and one, "Of praise," 144. Again, those that do not inscribe "To David," but are referred to others, are these: 38, 41, 43, 44, 45, 46, 47, 48, 72, 73, 74, 75, 76, 77, 78, 79, 80, 81, 82, 83, 84, 86, 87, 91, 99, 104, 105, 106, 111, 112, 113, 114, 115, 116, 117, 118, 134, 135, 145, 146, 147, 148, 149, 150. And of these, some are inscribed, "To Asaph"; others, "To the sons of Core, Asaph and Aetham"; others, "To Idithum"; others, "Of Aggaeus and Zacharias"; and others, "Alleluia." Now those of Asaph are these: 72, 73, 74, 75, 76, 77, 78, 79, 80, 81, 82. And of these, those having the inscription, "Unto the end, a Psalm to Asaph," are these: 74, 75, 76, 79, 80; those only, "A Psalm to Asaph," are these: 72, 78, 81; one, "In hymns," 75; others, "An Ode of a Psalm to Asaph," 79, 82; others, "Of understanding," 73, 77; one, "For the winepresses," 80; one, "For those that shall be changed," 79; one, "A Psalm of an ode," 74; and those having the inscription, "Alleluia," are these: 104, 105, 106, 110, 111, 112, 113, 114, 115, 116, 117, 118, 134, 135, 145, 146, 147, 148, 149, 150. Of these, there are "Of Aggaeus and Zacharias," 145, 147, 148. And those having the inscription, "To the sons of Core," are these: 41, 43, 44, 45, 46, 47, 48, 83, 84, 86, 87. And of these again, those having, "Unto the end, to the sons of Core," are these: 41, 43, 44, 48, 83, 84; others, "Unto the end, for the sons of Core," 45, 46; others, "A Psalm of an ode to the sons of Core," 47, 86, 87; one, "Of understanding, to Aetham the Israelite," 88; and others, "Unto the end, to Idithum, an ode," 38, 61. And those "Of the degrees" are all odes, and they are these: 119, 120, 121, 122, 123, 124, 125, 126, 127, 128, 129, 130, 131, 132, 133. And of these, one is, "To Solomon," 126; and others, "To David," 130, 131, 132. Such, then, is the division of the inscriptions that are upon the psalms. And in common altogether in this book there are together "Psalms" only, 4, 5, 6, 8, 9, 10, 11, 12, 13, 14, 18, 19, 20, 21, 29, 30, 39, 40, 50, 60, 61, 63, 64, 65, 66, 67, 72, 78, 81, 108, 138, 139; "A Psalm, an ode," 4, 64; "Psalms of an ode," 29, 47, 67, 86, 87; "An Ode" only, 38, 76, 95, 119, 120, 121, 122, 123, 124, 125, 126, 127, 128, 129, 130, 131, 132, 133; "An Ode of a Psalm," 65, 82, 107; "Words of an ode," 17; "Praise of an ode," 90, 92, 94; "Praise," 144; "In hymns," 60, 75. "In hymns, of understanding," 53, 54; "In hymns, a Psalm," 6, 66; "Of understanding," 31, 51, 52, 73, 77, 88, 100, 141; "For a pillar inscription," 15, 55, 56, 57, 58, 59; "A Prayer," 16, 85, 89, 101; "A Prayer to Moses the man of God," 89; "For Solomon," 71; anonymous, 9, 65, 66, 91, 99, 101; "Alleluia," 104,
Notes, col. 336

On the reading

Printed οςʹ, for ξεʹ.

PG 28:337Read from the page
ρεʹ, ρςʹ, ριʹ, ριαʹ, ριβʹ, ριγʹ, ριδʹ, ριςʹ, ριζʹ, ριηʹ, ρλδʹ, ρλεʹ, ρμεʹ, ρμςʹ, ρμζʹ, ρμηʹ, ρμθʹ, ρνʹ. « Τῷ Δαβὶδ, » ἁπλῶς, λβʹ, λδʹ, λεʹ, ϟςʹ, ρβʹ, ργʹ, ρλςʹ, ρλζʹ. Ὅσοι δὲ παρὰ τοῦ Δαβὶδ καὶ τῶν ἄλλων πάντων ἐλέχθησαν, καὶ ἔχουσιν, « Εἰς τὸ τέλος, » εἰσὶν οὗτοι· δʹ, εʹ, ςʹ, ηʹ, θʹ, ιʹ, ιαʹ, ιβʹ, ιγʹ, ιζʹ, ιηʹ, ιθʹ, κʹ, καʹ, κβʹ, λʹ, λεʹ, ληʹ, λθʹ, μʹ, μαʹ, μγʹ, μδʹ, μεʹ, μςʹ, μηʹ, νʹ, ναʹ, νβʹ, νγʹ, νδʹ, νεʹ, νςʹ, νζʹ, νηʹ, νθʹ, ξʹ, ξαʹ, ξγʹ, ξδʹ, ξεʹ, ξςʹ, ξζʹ, ξηʹ, ξθʹ, οδʹ, οεʹ, οςʹ, οθʹ, πʹ, πγʹ, πδʹ, ρηʹ, ρληʹ, ρλθʹ. Τοῦ Δαβὶδ μόνου ἰδίου αὐτοῦ, κεʹ, κςʹ, κζʹ, λςʹ, καὶ ρναʹ. Μετὰ δὲ τὴν διαίρεσιν πᾶσαν ταύτην, ἀναγκαῖον λοιπὸν καὶ τὰς ἐπιγραφὰς ἰδικῶς, τὰς ἐπί τινων ψαλμῶν κειμένας, εἰδέναι. Ὁ μὲν αʹ, καὶ βʹ, ἀνεπίγραφοί εἰσιν· ὁ δὲ τρίτος, « Ὁπότε ἀπεδίδρασκεν ἀπὸ προσώπου Ἀβεσαλὼμ τοῦ υἱοῦ αὐτοῦ· ὁ ρμβʹ, Ὅτε ὁ υἱὸς αὐτὸν καταδιώκει· ὁ εʹ, Ὑπὲρ τῆς κληρονομούσης· ὁ ςʹ, καὶ ιαʹ, Ὑπὲρ τῆς ὀγδόης· ὁ ζʹ, Ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενῆ· οι ηʹ, πʹ, πγʹ, Ὑπὲρ τῶν ληνῶν· ὁ θʹ, Ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ· ὁ μεʹ, Ὑπὲρ τῶν κρυφίων· ὁ ιεʹ, Εἰς στηλογραφίαν· οἱ ιςʹ, πεʹ, Προσευχή· ὁ ιζʹ, Ὅτε ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ· ὁ καʹ, Ὑπὲρ τῆς ἀντιλήψεως τῆς ἑωθινῆς· ὁ κγʹ, Τῆς μιᾶς Σαββάτων· ὁ κςʹ, Πρὸ τοῦ χρισθῆναι· ὁ κηʹ, Ἐξοδίου σκηνῆς· ὁ κθʹ, Τοῦ ἐγκαινισμοῦ τοῦ οἴκου· ὁ λʹ, Ἐκστάσεως· ὁ λαʹ, Συνέσεως· ὁ λγʹ, Ὁπότε ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ· ὁ λεʹ, Τῷ δούλῳ Κυρίου τῷ Δαβίδ· ὁ λζʹ, Εἰς ἀνάμνησιν περὶ Σαββάτου· ὁ μδʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν ᾨδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ· ὁ ξηʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων· ὁ οθʹ, Ὑπὲρ τῶν ἀλλοιωθησομένων μαρτύριον ὑπὲρ τοῦ Ἀσσυρίου· ὁ νʹ, Ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Ναθὰν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βερσαβεέ· ὁ ναʹ, Ἐν τῷ ἐλθεῖν Δωὴκ τὸν Ἰδουμαῖον, καὶ ἀναγγεῖλαι τῷ Σαοὺλ, καὶ εἰπεῖν αὐτῷ, Ἦλθε Δαβὶδ εἰς τὸν οἶκον Ἀβιμελέχ· ὁ νβʹ, Ὑπὲρ Μαελέθ· ὁ νγʹ, Ἐν τῷ ἐλθεῖν τοὺς Ζιφαίους καὶ εἰπεῖν τῷ Σαοὺλ, Οὐ Δαβὶδ κέκρυπται παρ' ἡμῖν ; ὁ νεʹ, Ὁπότε ἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι ἐν Γέθ· ὁ νςʹ, Ἐν τῷ αὐτὸν ἀποδιδράσκειν ἀπὸ προσώπου Σαοὺλ εἰς τὸ σπήλαιον· ὁ νηʹ, Ὁπότε ἀπέστειλε Σαοὺλ καὶ ἐφύλαξε τὸν οἶκον αὐτοῦ, τοῦ θανατῶσαι αὐτόν· ὁ νθʹ, Ὁπότε ἐνεπύρισε τὴν Μεσοποταμίαν Συρίας, καὶ τὴν Συρίαν Σωβὰλ, καὶ ἀπέστρεψεν Ἰωὰβ, καὶ ἐπάταξε ἐν τῇ φάραγγι τῶν Ἁλῶν ιβʹ χιλιάδας· ὁ ξβʹ, Ἐν τῷ εἶναι αὐτὸν ἐν τῇ ἐρήμῳ τῆς Ἰδουμαίας· ὁ ξεʹ, Ἀναστάσεως· ὁ ξθʹ, Εἰς ἀνάμνησιν, εἰς τὸ σῶσαί με Κύριον· ὁ οʹ, Τῶν υἱῶν Ἀδὰμ [ Ἰωναδὰβ ] τῶν πρώτων αἰχμαλωτισθέντων· ὁ οαʹ, Εἰς Σολομῶνα· ὁ οεʹ, Πρὸς τὸν Ἀσσύριον· ὁ πζʹ, Ὑπὲρ Μαελὲθ τοῦ ἀποκριθῆναι· ὁ ϟαʹ, Εἰς τὴν ἡμέραν τοῦ Σαββάτου· ὁ κγʹ, Τῆς μιᾶς τῶν Σαββάτων· ὁ ϟβʹ, Εἰς τὴν ἡμέραν τοῦ προσαβ-
105, 106, 110, 111, 112, 113, 114, 116, 117, 118, 134, 135, 145, 146, 147, 148, 149, 150. "To David," simply, 32, 34, 35, 96, 102, 103, 136, 137. And as many as were spoken by David and all the others, and have, "Unto the end," are these: 4, 5, 6, 8, 9, 10, 11, 12, 13, 17, 18, 19, 20, 21, 22, 30, 35, 38, 39, 40, 41, 43, 44, 45, 46, 48, 50, 51, 52, 53, 54, 55, 56, 57, 58, 59, 60, 61, 63, 64, 65, 66, 67, 68, 69, 74, 75, 76, 79, 80, 83, 84, 108, 138, 139. Of David alone, his own proper psalms, 25, 26, 27, 36, and 151. And after all this division, it is necessary henceforth to know specifically also the inscriptions that are set upon certain psalms. The 1st and 2nd are uninscribed; the third, "When he fled from the face of Abesalom his son; the 142nd, When his son pursues him; the 5th, For her that inherits; the 6th and 11th, For the eighth; the 7th, For the words of Chusi the son of Jemene; the 8th, 80th, 83rd, For the winepresses; the 9th, For the hidden things of the son; the 45th, For the hidden things; the 15th, For a pillar inscription; the 16th, 85th, A Prayer; the 17th, When the Lord delivered him out of the hand of all his enemies; the 21st, For the morning help; the 23rd, Of the first day of the week; the 26th, Before he was anointed; the 28th, Of the going forth of the tabernacle; the 29th, Of the dedication of the house; the 30th, Of ecstasy; the 31st, Of understanding; the 33rd, When he changed his countenance before Abimelech; the 35th, To David the servant of the Lord; the 37th, For a remembrance concerning the Sabbath; the 44th, For those that shall be changed, to the sons of Core, for understanding, an Ode for the beloved; the 68th, For those that shall be changed; the 79th, For those that shall be changed, a testimony for the Assyrian; the 50th, When Nathan the prophet came to him, when he had gone in to Bersabee; the 51st, When Doec the Idumaean came and told Saul, and said to him, David has come to the house of Abimelech; the 52nd, For Maeleth; the 53rd, When the Ziphaeans came and said to Saul, Is not David hidden with us?; the 55th, When the foreigners took hold of him in Geth; the 56th, When he fled from the face of Saul into the cave; the 58th, When Saul sent and watched his house, to put him to death; the 59th, When he burned Mesopotamia of Syria, and Syria Sobal, and Joab returned and struck in the Valley of Salt 12 thousand; the 62nd, When he was in the wilderness of Idumaea; the 65th, Of resurrection; the 69th, For a remembrance, that the Lord may save me; the 70th, Of the sons of Adam [Jonadab], the first who were led captive; the 71st, For Solomon; the 75th, Against the Assyrian; the 87th, For Maeleth, to answer; the 91st, For the day of the Sabbath; the 23rd, Of the first day of the week; the 92nd, For the day before the Sab-
Ἀναληπτέον καὶ περὶ τοῦ διαψάλματος, ἐν ποίοις
We must also take up concerning the diapsalma, in which
Notes, col. 337

On the reading

Printed οι, for οἱ.

PG 28:340Read from the page
καὶ τοῦτο ψαλμοῖς εὑρίσκεται, καὶ ποσάκις ἐν ἑκάστῳ, ἐν τῷ βʹ, ἅπαξ ἔχει· ἐν τῷ γʹ, δὶς ἔχει· ἐν τῷ δʹ, δὶς ἔχει· ἐν τῷ ζʹ, ἅπαξ ἔχει· ἐν τῷ θʹ, ᾠδὴ διαψάλματος· ἐν τῷ κγʹ, ἅπαξ ἔχει· ἐν τῷ λαʹ, δὶς ἔχει· ἐν τῷ λγʹ, ἅπαξ ἔχει· ἐν τῷ ληʹ, δὶς ἔχει· ἐν τῷ μγʹ, ἅπαξ ἔχει· ἐν τῷ μεʹ, δὶς ἔχει· ἐν τῷ μςʹ, ἅπαξ ἔχει· ἐν τῷ μζʹ, ἅπαξ ἔχει· ἐν τῷ μηʹ, δὶς ἔχει· ἐν τῷ ναʹ, δὶς ἔχει· ἐν τῷ νγʹ, ἅπαξ ἔχει· ἐν τῷ νδʹ, δὶς ἔχει· ἐν τῷ νςʹ, δὶς ἔχει· ἐν τῷ νηʹ, δὶς ἔχει· ἐν τῷ νθʹ, ἅπαξ ἔχει· ἐν τῷ ξʹ, ἅπαξ ἔχει· ἐν τῷ ξαʹ, δὶς ἔχει· ἐν τῷ ξεʹ, τρὶς ἔχει· ἐν τῷ ξςʹ, δὶς ἔχει· ἐν τῷ ξζʹ, τετράκις ἔχει· ἐν τῷ οδʹ, ἅπαξ ἔχει· ἐν τῷ οεʹ, δὶς ἔχει· ἐν τῷ οςʹ, τρὶς ἔχει· ἐν τῷ πʹ, ἅπαξ ἔχει· ἐν τῷ παʹ, ἅπαξ ἔχει· ἐν τῷ πβʹ, ἅπαξ ἔχει·
psalms this too is found, and how many times in each: in the 2nd, it has it once; in the 3rd, it has it twice; in the 4th, it has it twice; in the 7th, it has it once; in the 9th, an ode of diapsalma; in the 23rd, it has it once; in the 31st, it has it twice; in the 33rd, it has it once; in the 38th, it has it twice; in the 43rd, it has it once; in the 45th, it has it twice; in the 46th, it has it once; in the 47th, it has it once; in the 48th, it has it twice; in the 51st, it has it twice; in the 53rd, it has it once; in the 54th, it has it twice; in the 56th, it has it twice; in the 58th, it has it twice; in the 59th, it has it once; in the 60th, it has it once; in the 61st, it has it twice; in the 65th, it has it thrice; in the 66th, it has it twice; in the 67th, it has it four times; in the 74th, it has it once; in the 75th, it has it twice; in the 76th, it has it thrice; in the 80th, it has it once; in the 81st, it has it once; in the 82nd, it has it once;
Βιβλίον ιδʹ, Παροιμίαι Σολομῶντος.
Book 14, Proverbs of Solomon.
22. Σαλομὼν υἱὸς Δαβὶδ, διαδεξάμενος τὴν βασιλείαν τοῦ πατρὸς, ηὔξατο τῷ Θεῷ λαβεῖν σοφίαν ὑπὲρ πλοῦτον, καὶ ὑπὲρ ἄμυναν ἐχθρῶν. Λαβὼν τοίνυν καὶ γενόμενος σοφὸς ὑπὲρ πάντας τοὺς πρὸ αὐτοῦ καὶ μετ' αὐτὸν ἀνθρώπους, θαυμασθείς τε ἐπὶ πᾶσιν οἷς ἐποίει τε καὶ ἔλεγε, τρισχιλίας μὲν παραβολὰς καὶ πεντακισχιλίους ᾠδὰς ἐλάλησε· καὶ ἐφυσιολόγησε περὶ πάντων τῶν τε ἐκ γῆς φυομένων καὶ ὅλων τῶν ζώων. Συνέγραψε δὲ βιβλία, κανονιζόμενα μὲν τρία· ἤγουν τοῦτό τε τὸ καλούμενον Παροιμίαι, καὶ τὸν Ἐκκλησιαστὴν, καὶ τὸ Ἆσμα τῶν ᾀσμάτων· καὶ ἕτερον δὲ ἐκτὸς τούτων, μὴ κανονιζόμενον, ὡς προείρηται, ὅπερ ὀνομάζεται Σοφία Σολομῶντος. Παροιμίας δὲ ἐπέγραψε τὸ παρὸν βιβλίον, ἐπειδὴ παροιμίαι εἰσὶ λόγοι σοφῶν, ὡς αἰνίγματα, ἅτινα ἕτερον μέν τι αὐτόθεν δηλοῦντά ἐστιν, ἕτερον δὲ ἐν ὑπονοίᾳ ἀπαγγέλλουσι. Τῶν δὲ τοιούτων εἶδός εἰσιν αἱ Παροιμίαι. Οὕτω γὰρ καὶ οἱ μαθηταὶ τοῦ Κυρίου λέγουσιν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ, ὅτε, τοῦ Χριστοῦ πολλὰ εἰρηκότος πρότερον ἐν κεκρυμμένῃ διανοίᾳ, ὕστερόν φασιν αὐτῷ· « Ἰδὲ νῦν παῤῥησίᾳ λαλεῖς, καὶ παροιμίαν οὐδὲ μίαν λέγεις· » ὡς τῶν παροιμιῶν μὴ ἐκ φανεροῦ, ἀλλὰ κεκρυμμένως λεγομένων. Ἐπεὶ οὖν ἐν τῷ βιβλίῳ τούτῳ πλεῖστοι λόγοι τοιοῦτοί εἰσι, διὰ τοῦτο Παροιμίας ἔγραψε τὸ βιβλίον. Ὠνομάσθη δὲ Παροιμία, ἐπειδὴ παρὰ τὰς ὁδοὺς ἐγράφοντο οἱ τοιοῦτοι λόγοι πρὸς διόρθωσιν καὶ διδασκαλίαν τῶν ἐν ταῖς ὁδοῖς διαπορευομένων. Παρὰ τὰς ὁδοὺς δὲ ἐγράφοντο, ἐπεὶ μὴ πάντες ἐχώρουν τοὺς τῆς ἀληθείας λόγους· ἵνα κἂν διερχόμενοι καὶ βλέποντες διερευνῶσι τὰ γεγραμμένα, καὶ οὕτως παιδεύωνται οἱ ἄνθρωποι. Τινὲς γοῦν ὁρίζονται αὐτὰς οὕτως· ῥῆμα παρόδιον ἀπό τινος ἑνὸς εἰς πολλὰ
22. Solomon the son of David, having succeeded to the kingdom of his father, prayed to God to receive wisdom above wealth and above vengeance upon enemies. Having received it, therefore, and having become wise above all men before him and after him, and being marvelled at for all the things that he both did and spoke, he uttered three thousand parables and five thousand odes; and he discoursed on nature concerning all things that spring from the earth and all living creatures. And he wrote three canonical books: namely, both this one called Proverbs, and Ecclesiastes, and the Song of Songs; and also another besides these, not canonical, as has been said before, which is named the Wisdom of Solomon. And he entitled the present book Proverbs, because proverbs are words of wise men, like riddles, which on the surface indicate one thing, but under a hidden sense declare another. And of such sayings Proverbs are a species. For thus also the disciples of the Lord say in the Gospel according to John, when, after Christ had previously spoken many things in a hidden meaning, afterwards they say to Him: "Behold, now Thou speakest openly, and speakest no proverb" (John 16:29), inasmuch as proverbs are spoken not openly, but in a hidden manner. Since, therefore, in this book very many sayings are of such a kind, on this account he entitled the book Proverbs. And it was named Proverb because such sayings used to be written beside the ways for the correction and instruction of those passing along the ways. And they used to be written beside the ways because not all were capable of receiving the words of truth, so that even in passing by and seeing them, men might search into the things written and thus be instructed. Some, accordingly, define them thus: a wayside saying, from some one thing to many
PG 28:341Read from the page
μεταλαμβανόμενον. Ἔστιν οὖν ἐν τῷ βιβλίῳ τούτῳ γνῶσις σοφίας καὶ παιδείας, νόησις λόγων φρονήσεως, στροφαὶ λόγων, δικαιοσύνης ἀληθοῦς νόησις, κρίματα κατευθύνειν, καὶ ἐπαγγελία τοῦ γινώσκειν ἐκ τούτων παραβολὰς, ῥήσεις σοφῶν, αἰνίγματα, σκοτεινοὺς λόγους. Καὶ εἰσὶ γνώσεις σοφίας καὶ παιδείας· ἐπειδὴ καὶ Ἕλληνες μὲν σοφίαν ἔχειν ἐπαγγέλλονται, αἱρετικοὶ δὲ νομίζουσι παιδείαν ἔχειν. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ σοφίαν καὶ παιδείαν διδάσκει, ἵνα μὴ τῇ ὁμονοίᾳ τῆς σοφίας εἰς τὰ σοφίσματα τῶν Ἑλλήνων καὶ τῶν αἱρετικῶν τις ἐμπέσῃ. Καὶ γὰρ Ἕλληνες μὲν οἰόμενοί τινες εἶναι, καὶ « φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν. » Αἱρετικοὶ δὲ, παιδεύεσθαι νομίζοντες, ἐξεστράφησαν, καὶ ἁμαρτάνουσιν, ὄντες αὐτοκατάκριτοι. Τῶν δὲ θείων λόγων ὁ ἀκούσας σοφὸς, σοφώτερος ἔσται. Τῶν γὰρ νομίμων τοῦ Θεοῦ ἀκούσας, καὶ ταῦτα φυλάξας, ἐπί τε τῇ παιδείᾳ Κυρίου μὴ ὀλιγωρήσας, μηδὲ ἐκλυθεὶς ἐπ' αὐτῇ, υἱὸς σοφὸς γενήσεται, καὶ πεπαιδευμένος γενόμενος, ταχέως καὶ τὴν περὶ Θεοῦ γνῶσιν δέξεται. Ταύτην γὰρ οἱ σοφοὶ παιδεύονται. Νόησις δὲ λόγων φρονήσεως ἡ περὶ τοῦ μόνου καὶ ἀληθινοῦ Θεοῦ διδασκαλία. Ἐπὶ γὰρ Ἑλλήνων οἱ μὲν σῶμα τὸν Θεὸν εἶπον· οἱ δὲ καὶ εἰδώλοις αὐτὸν ὡμοίωσαν. Αἱρετικοὶ δὲ, καὶ αὐτοὶ περὶ τοῦ ὄντος παρεφρόνησαν. Διὰ τοῦτο οὗτος τὴν ἀληθῆ περὶ Θεοῦ γνῶσιν ἐξηγεῖται, τὸ μὲν ἀνέκφραστον αὐτοῦ· « Δόξα Θεοῦ κρύπτει λόγον. » Τὸ δὲ προνοητικὸν αὐτοῦ φησιν· « Ἐν παντὶ τόπῳ ὀφθαλμοὶ Κυρίου σκοπεύουσι κακούς τε καὶ ἀγαθούς· » καὶ πάλιν· « Πλούσιος καὶ πτωχός συνήντησαν ἀλλήλοις· ἀμφοτέρους δὲ ἐποίησεν ὁ Κύριος· » καὶ, « Δανειστοῦ καὶ χρεωφειλέτου ἀλλήλοις συνελθόντων, ἐπισκοπὴν ποιεῖται ὁ Κύριος ἀμφοτέρων· » καὶ, « Ἐνώπιον γάρ εἰσι τῶν τοῦ Θεοῦ ὀφθαλμῶν ὁδοὶ ἀνδρός· εἰς δὲ πάσας τροχιὰς αὐτοῦ σκοπεύει. » Καὶ τὸ μὲν κριτικὸν αὐτοῦ φησι· « Θυσίαι ἀσεβῶν βδέλυγμα Κυρίου· εὐχαὶ δὲ κατευθυνόντων, δεκταὶ παρ' αὐτῷ· » καὶ πάλιν· « Οἴκους ὑβριστῶν κατασπᾷ Κύριος, ἔστησε δὲ ὅριον χήρας. » Τὸ δὲ δημιουργικὸν αὐτοῦ οὐχ ἁπλῶς, ἀλλ' ὅτι διὰ τοῦ ἰδίου Λόγου καὶ σοφίας πάντα ποιεῖ· ὃ μάλιστα καὶ χαρακτηρίζει τὸν ἀληθινὸν Θεὸν, ὅτι Υἱοῦ Πατήρ ἐστι, λέγει γοῦν· « Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· » καὶ πάλιν· « Κύριος ἐποίησε χώρας, καὶ ἀοικήτους, καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων, ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, ἤμην παρ' αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσέχαιρε, καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ. » Στροφαὶ λόγων εἴρηνται· ἐπειδὴ στρέφων τις αὐτοὺς τῇ διανοίᾳ, ἀνοίγει καὶ εὑρίσκει τὸν ἐν αὐτοῖς ἐγκείμενον νοῦν· οἷά εἰσι· « Διεσώθη ἀπὸ τοῦ καύματος υἱὸς νοήμων, ἀνεμόφθορος δὲ γίνεται ἐν ἀμητῷ υἱὸς παράνομος· » καὶ πάλιν· « Ἐπιμελοῦ τῶν ἐν τῷ πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν, καὶ συνάγαγε χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα εἰς ἱματισμόν· »
transferred. There is, therefore, in this book knowledge of wisdom and instruction, perception of words of prudence, turns of words, perception of true righteousness, how to direct judgements, and a promise of knowing from these things parables, sayings of wise men, riddles, and dark words. And there are branches of knowledge of wisdom and instruction: since the Greeks, on the one hand, profess to have wisdom, and the heretics, on the other, suppose that they have instruction. On this account this author teaches the true wisdom and instruction, lest through the likeness of the name of wisdom anyone should fall into the sophistries of the Greeks and of the heretics. For indeed the Greeks, thinking themselves to be somebody, and "professing themselves to be wise, became fools" (Rom. 1:22). And the heretics, supposing that they are instructed, have been turned aside, and sin, being self-condemned (Tit. 3:11). But the wise man who hears the divine words shall be wiser. For having heard the ordinances of God, and having kept them, and neither having made light of the instruction of the Lord nor fainted under it, he shall become a wise son, and having become instructed, he shall quickly receive the knowledge of God also. For in this the wise are instructed. And perception of words of prudence is the teaching concerning the only and true God. For among the Greeks some said that God is a body, and others even likened Him to idols. And the heretics themselves also were beside themselves concerning Him Who is. On this account this author sets forth the true knowledge concerning God, on the one hand His ineffability: "The glory of God conceals a word" (Prov. 25:2). And on the other hand, His providence he declares: "In every place the eyes of the Lord behold the evil and the good" (Prov. 15:3); and again: "The rich and the poor have met together; the Lord has made them both" (Prov. 22:2); and, "When the usurer and the debtor meet together, the Lord oversees them both" (Prov. 29:13); and, "For the ways of a man are before the eyes of God, and He looks upon all his paths" (Prov. 5:21). And His judicial power he declares: "The sacrifices of the ungodly are an abomination to the Lord, but the prayers of the upright are acceptable with Him" (Prov. 15:8); and again: "The Lord pulls down the houses of the insolent, but He has established the border of the widow" (Prov. 15:25). And His creative power he declares not simply, but that through His own Word and wisdom He makes all things, which above all characterizes the true God, that He is the Father of the Son; accordingly he says: "God by wisdom founded the earth" (Prov. 3:19); and again: "The Lord made countries, both uninhabited and the inhabited heights of that which is under heaven. When He prepared the heaven, I was present with Him, and when He set apart His own throne upon the winds; when He made strong the clouds above, I was with Him fitting all things together. I was she in whom He took delight, and daily I rejoiced before His face" (Prov. 8:26-30). Turns of words are so called because when one turns them over in his mind, he opens and finds the sense lying within them; such as are: "A discreet son is saved from the heat, but a lawless son becomes wind-blasted in harvest" (Prov. 10:5); and again: "Take care of the green herbs in the plain, and thou shalt cut grass, and gather mountain hay, that thou mayest have sheep for clothing" (Prov. 27:25-26);