Migne Reading Room

PG 28 · cols. 308–317 · Read from the page

Synopsis of Sacred Scripture

Synopsis of Sacred Scripture

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:308Read from the page
Ὧδε δὲ τροπώσας καὶ κρατήσας ἐθνῶν, ἐν τῷ πέραν τοῦ Ἰορδάνου Μωϋσῆς, καὶ ἀναιρεθέντος τοῦ Σηὼν βασιλέως τῶν Ἀμοῤῥαίων, καὶ τοῦ Ὢγ βασιλέως τῆς Βασὰν, ὃς ἦν ἐκ τῶν γιγάντων, κελεύεται διαδοῦναι τὰς χώρας τῷ Ῥουβὶμ, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ, καὶ συντάξαι τοῖς υἱοῖς Ἰσραὴλ δοῦναι τοῖς Λευΐταις ἀπὸ τῶν κλήρων τῆς κατασχέσεως αὐτῶν πόλεις κατοικεῖν καὶ τὰ προάστεια τῶν πόλεων· καὶ πάλιν δοῦναι πόλεις φυγαδευτηρίων, τρεῖς μὲν πέραν τοῦ Ἰορδάνου, τρεῖς δὲ ἐν γῇ Χαναὰν, καὶ εἶναι ταύτας ἐπὶ τῷ καταφυγεῖν ἐκεῖ τὸν ἀκουσίως φονεύσαντα, καὶ μὴ προπετῶς ἀναιρεῖσθαι ὑπὸ τοῦ συγγενοῦς τοῦ φονευθέντος, ἕως στῇ ἔναντι τῆς συναγωγῆς εἰς κρίσιν. Ἐν τούτῳ τῷ βιβλίῳ κελεύεται ὁ λαὸς ποιῆσαι κράσπεδα ἐν τοῖς ἱματίοις ἑαυτῶν, καὶ ἐπὶ τῶν κρασπέδων κλῶσμα ὑακίνθινον, ἵνα βλέποντες αὐτὰ μὴ ἐπιλανθάνωνται τῶν ἐντολῶν τοῦ Θεοῦ. Ὧδε λαμβάνουσι κλῆρον αἱ θυγατέρες Σαλπαὰδ, τὸν τοῦ πατρὸς ἑαυτῶν· καὶ ἐκ τῆς προφάσεως αὐτῶν γίνεται πρόσταγμα Κυρίου καὶ νόμος, νόμιμον εἶναι γάμον τὴν πρὸς ἀνεψιοὺς συζυγίαν. Καὶ Μωϋσῆς ὧδε εἶδεν ἀπὸ τοῦ ὄρους τοῦ Ἀβαρεὶμ, τουτέστιν Ἀβαῦ, τὴν γῆν τῆς ἐπαγγελίας· καὶ ἤκουσεν· Οὐ μὴ εἰσέλθῃς ἐκεῖ διὰ τὸν παροξυσμὸν τὸν ἐν τῷ ὕδατι τῆς ἀντιλογίας. Ἀπέθανε δὲ Ἀαρὼν ἐτῶν ρκγʹ τῷ τεσσαρακοστῷ ἔτει τῆς ἐξόδου, τῷ μηνὶ τῷ πέμπτῳ. Οἱ δὲ ἀποσταλέντες κατασκέψασθαι τὴν γῆν, ἐκ μὲν προστάγματος Κυρίου ἀπεστάλη ἀνὴρ ἕκαστος κατὰ φυλήν· τὰ δὲ ὀνόματα αὐτῶν ἐστι ταῦτα· τῆς φυλῆς τοῦ Ῥουβὶμ Σαλαμιὴλ υἱὸς Ζακχούρ· τῆς φυλῆς Συμεὼν Σαφὰτ υἱὸς Σουρεί· τῆς φυλῆς Ἰούδα Χαλὲβ υἱὸς Ἰεφονῆ· τῆς φυλῆς Ἰσαχὰρ Ἰλαὰλ υἱὸς Ἰωσήφ· τῆς φυλῆς Ἐφραΐμ Ναυσῆς υἱὸς Ναυῆ· τῆς φυλῆς Βενιαμὶν Φαλτεὶν υἱὸς Ῥαφοῦ· τῆς φυλῆς Ζαβουλὼν Γουδιὴλ υἱὸς Σουδί· τῆς φυλῆς Ἰωσὴφ, τῶν υἱῶν Μανασσῆ, Γαδδὶ υἱὸς Σουσσί· τῆς φυλῆς Δὰν Ἀμίης υἱὸς Γαμαί· τῆς φυλῆς Ἀσὴρ Σαθοὺρ υἱὸς Μιχαήλ· τῆς φυλῆς Νεφθαλεὶμ Ναβὶ υἱὸς Ναβί· τῆς φυλῆς Γὰδ Γαδδιδουδιὴλ υἱὸς Μαχί. Ὁ δὲ τόπος, ἀφ' οὗ ἀπεστάλησάν ἐστι Φαρὰν καὶ Κάδης Βάρνη. Τότε ἐπωνόμασε Μωϋσῆς τὸν Ναυσῆ τὸν υἱὸν Ναυῆ Ἰησοῦν. Ὁ δὲ καιρὸς, ἐν ᾧ ἐπέμφθησαν, τὸ μέσον τοῦ ἔαρος ἦν,
And here, Moses having routed and conquered the nations beyond the Jordan, and Sehon king of the Amorites having been slain, and Og king of Basan, who was of the giants, he is commanded to distribute the lands to Rubim, and to Gad, and to the half-tribe of Manasse, and to enjoin the sons of Israel to give to the Levites out of the lots of their possession cities to dwell in and the suburbs of the cities; and again to give cities of refuge, three beyond the Jordan and three in the land of Chanaan, and that these should be for him who had slain involuntarily to flee thither, and not be hastily slain by the kinsman of the slain man, until he should stand before the congregation for judgement. In this book the people are commanded to make fringes upon their garments, and upon the fringes a cord of blue, so that looking upon them they may not forget the commandments of God. Here the daughters of Salpaad receive an inheritance, that of their father; and on their occasion there is made an ordinance of the Lord and a law, that marriage with cousins is a lawful marriage. And here Moses saw from the mountain of Abareim, that is Abau, the land of promise; and he heard: Thou shalt by no means enter thither, because of the provocation at the water of strife. And Aaron died at 123 years of age in the fortieth year of the exodus, in the fifth month. And as for those sent to spy out the land, by the command of the Lord there was sent a man each according to tribe; and their names are these: of the tribe of Rubim, Salamiel son of Zacchur; of the tribe of Symeon, Saphat son of Surei; of the tribe of Juda, Chaleb son of Jephone; of the tribe of Isachar, Ilaal son of Joseph; of the tribe of Ephraim, Nauses son of Nave; of the tribe of Benjamin, Phaltein son of Raphu; of the tribe of Zabulon, Gudiel son of Sudi; of the tribe of Joseph, of the sons of Manasse, Gaddi son of Sussi; of the tribe of Dan, Amies son of Gamai; of the tribe of Aser, Sathur son of Michael; of the tribe of Nephthaleim, Nabi son of Nabi; of the tribe of Gad, Gaddidudiel son of Machi. And the place from which they were sent is Pharan and Cades Barne. Then Moses surnamed Nause the son of Nave Jesus. And the season in which they were sent was the middle of spring,
Βιβλίον εʹ, Δευτερονόμιον.
Book V, Deuteronomy.
9. Καὶ τοῦτο βιβλίον Μωϋσῆς ἐλάλησε καὶ ἔγραψε. Καλεῖται δὲ οὕτως, ἐπειδὴ μετὰ τὰ γεγραμμένα ἐν ταῖς πλαξὶ, δεύτερον ὥσπερ νόμον τοὺς λόγους τοῦ βιβλίου τούτου ἐλάλησε Μωϋσῆς τῷ Ἰσραὴλ ἐκ προστάγματος Κυρίου. Μετὰ γὰρ τὸ λαλῆσαι Μωϋσῆν τὰ ἐν τῷ βιβλίῳ τούτῳ, γέγραπται οὕτως ἐν αὐτῷ τούτῳ τῷ Δευτερονομίῳ· « Οὗτοι οἱ λόγοι τῆς διαθήκης, ὅσα ἐνετείλατο Κύριος Μωϋσῇ στῆσαι τοῖς
9. This book also Moses spoke and wrote. And it is called thus because after the things written on the tablets, Moses spoke the words of this book to Israel by the command of the Lord as it were a second law. For after Moses had spoken the things in this book, it is written thus in this same Deuteronomy: « These are the words of the covenant, which the Lord commanded Moses to establish with the
PG 28:309Read from the page
υἱοῖς Ἰσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης, ἧς διέθετο αὐτοῖς ἐν Χωρήβ. » Διὰ τοῦτο γὰρ αἱ μὲν πλάκες ἐν Χωρὴβ εἴρηνται, καὶ ἐν μέσῳ τῆς κιβωτοῦ ἐτέθησαν· τὸ δὲ βιβλίον τοῦτο ἐνετείλατο Μωϋσῆς τοῖς ἱερεῦσι τοῖς αἴρουσι τὴν κιβωτὸν θεῖναι ἐκ πλαγίων τῆς κιβωτοῦ εἰς μαρτύριον· ὅπερ καὶ κατὰ ἑπτὰ ἔτη ἐνετείλατο ἀναγινώσκεσθαι ἐν τῇ ἡμέρᾳ τῆς ἀφέσεως, ὅτε καὶ ἡ Σκηνοποιία ἐγένετο. Αὕτη μὲν πρώτη αἰτία τῆς ὀνομασίας τοῦ βιβλίου· δευτέρα δὲ πάλιν ἑτέρα, ἐπειδὴ ἐν αὐτῷ δευτεροῖ, καὶ διεσάφησε πάντα τὰ προειρημένα ἔν τε τῇ Ἐξόδῳ καὶ τῷ Λευϊτικῷ, καὶ τοῖς Ἀριθμοῖς, νόμιμά τε καὶ δικαιώματα καὶ προστάγματα· καὶ ὑπομιμνήσκει πάλιν τὸν λαὸν, ἵνα φυλάξῃ αὐτά. Καὶ ἐπαναλαμβάνει δὲ ἐν αὐτῷ τήν τε ἀπ' Αἰγύπτου ἔξοδον, καὶ πάσας τὰς γεγενημένας αὐτοῖς εὐεργεσίας, καὶ τὰ σημεῖα, καὶ τὰ τέρατα· ἵνα μὴ ἐπιλάθωνται τοῦ ποιήσαντος αὐτὰ Θεοῦ. Ὁρίζει δὲ ἐν αὐτῷ περί τε τῆς εὐλογίας τοῖς φυλάσσουσι τὸν νόμον, καὶ τῆς κατάρας τοῖς παραβαίνουσιν· ἵνα ἡ μὲν εὐλογία λέγηται ἐν τῷ ὄρει τῷ Γαριζεὶν διὰ τούτων· διὰ Συμεὼν, Λευΐ, Ἰούδα, Ἰσαχὰρ, Ἰωσὴφ, καὶ Βενιαμίν· ἡ δὲ κατάρα ἐν τῷ ὄρει Γαιβὰλ ἀπὸ Ῥουβὶμ, Γὰδ, Ἀσὴρ, Ζαβουλὼν, Δὰν, καὶ Νεφθαλείμ. Πρὸς ὑπόμνησιν δὲ καὶ τὴν διὰ παντὸς μελέτην, ἔγραψεν ἐκ προστάγματος Κυρίου τὴν μεγάλην ᾨδήν· ἵνα, ταύτην ἐκμαθόντες ἀεί τε μελετῶντες αὐτὴν, μὴ ἐπιλάθωνται τοῦ Θεοῦ. Εὐλογήσας τε ἑκάστην φυλὴν καὶ γράψας τὴν εὐλογίαν, καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ, εἰς τὸ δέξασθαι αὐτὸν κατὰ πρόσταγμα Θεοῦ, ἀνέβη λοιπὸν εἰς τὸ ὄρος τὸ Ἀβαρεὶμ, τουτέστιν Ἀβαῦ, καὶ ἐτελεύτησεν ἐκεῖ διὰ ῥήματος Κυρίου ἐτῶν ρκʹ, μὴ ἀμαυρωθέντων αὐτοῦ τῶν ὀφθαλμῶν, ἢ τοῦ προσώπου αὐτοῦ φθαρέντος· καὶ οὐκ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.
sons of Israel in the land of Moab, besides the covenant which He made with them in Choreb. » For on this account the tablets indeed were spoken in Choreb, and were placed in the midst of the ark; whereas this book Moses commanded the priests who bore the ark to place at the side of the ark for a testimony; which also he commanded to be read every seven years on the day of release, when also the Feast of Tabernacles took place. This indeed is the first reason for the naming of the book; and the second again is another, because in it he repeats and made clear all the things aforesaid in Exodus and Leviticus and Numbers, both statutes and judgements and ordinances, and reminds the people again so that they may keep them. And he recounts in it both the exodus from Egypt, and all the benefits done to them, and the signs, and the wonders, so that they may not forget God Who did them. And he ordains in it concerning both the blessing for those who keep the law, and the curse for those who transgress; so that the blessing indeed should be spoken on Mount Garizein through these: through Symeon, Levi, Juda, Isachar, Joseph, and Benjamin; and the curse on Mount Gaibal by Rubim, Gad, Aser, Zabulon, Dan, and Nephthaleim. And for a remembrance and continual meditation, he wrote by the command of the Lord the great Ode, so that having learned this thoroughly and ever meditating upon it, they might not forget God. And having blessed each tribe and written the blessing, and having laid his hands upon Jesus the son of Nave, that they might receive him according to the command of God, he went up thenceforth into the mountain of Abareim, that is Abau, and died there by the word of the Lord at 120 years of age, his eyes not having grown dim, nor his countenance having been marred; and no one knows his burial-place unto this day.
Βιβλίον ςʹ, Ἰησοῦς ὁ τοῦ Ναυῆ.
Book VI, Jesus the son of Nave.
10. Τὰ δὲ ἐντεῦθεν βιβλία μέχρι τοῦ Ἔσδρα, οὐ πάντα ἐκείνων εἰσὶ συγγραφαὶ, ὧν καὶ τὰς ἐπιγραφὰς φέρουσι, καὶ περὶ ὧν διαλαμβάνουσι. Λόγος δὲ φέρεται, παρὰ τῶν κατὰ τοὺς ἑκάστους καιροὺς προφητῶν συγγεγράφθαι αὐτά. Περὶ γοῦν τῶν ἐπιγραφῶν αὐτῶν τέως διαληπτέον. Τὸ παρὸν τοίνυν βιβλίον ἐπιγέγραπται Ἰησοῦς ὁ τοῦ Ναυῆ· ἐπειδὴ αὐτὸς Ἰησοῦς ὁ τοῦ Ναυῆ, διαδεξάμενος Μωϋσῆν, ἐστρατήγησε τοῦ λαοῦ, καὶ τὴν κατ' αὐτὸν ἱστορίαν καὶ τὰς πράξεις αὐτοῦ περιέχει. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ, πῶς τοῦ Ἰορδάνου ποταμοῦ τὸ μὲν ἄνωθεν ἐκ τῆς πηγῆς ἔστη ῥεῦμα, τὸ δὲ φθάσαν ἐξεκενώθη, καὶ ξηρῷ τῷ ποδὶ διέβησαν αὐτόν· καὶ ὅτι ἐν Γαλγάλοις περιέτεμε τοὺς ἐν τῇ ἐρήμῳ γεννηθέντας πάντας ἐν πετρίναις μαχαίραις, καὶ ἐκάλεσε τὸν τόπον Γαλγάλ· καὶ ὅτι, περάσαντος τοῦ λαοῦ, καὶ φαγόντος ἀπὸ τῶν καρπῶν τῆς γῆς, ἐξέλιπε λοιπὸν τὸ μάννα· καὶ τῆς μὲν Ἰεριχοῦς αὐτόματα τὰ τείχη πέπτωκεν· ἡ δὲ Ῥαὰβ ἡ πόρνη ἐσώθη, φυλάξασα τοὺς κατασκόπους· καὶ ὅτι ὁ ἥλιος ἐν τῷ μεσουρανήματι ὢν, εὐξαμένου Ἰησοῦ τοῦ υἱοῦ τοῦ Ναυῆ, ἔστη κατὰ Γαβαὼν ἡμέρας ὁλοκλήρου διάστημα, ἕως τροπώσηται τοὺς ἐχ-
10. Now the books from this point as far as Esdras are not all writings of those whose titles they bear and concerning whom they treat. Rather, a tradition is handed down that they were written by the prophets of each several period. We must therefore for the present treat of their titles. The present book, then, is entitled Jesus the son of Nave, because Jesus the son of Nave himself, having succeeded Moses, led the people as commander, and it contains the history concerning him and his deeds. And there is in this book how the stream of the river Jordan from above out of the source stood still, while that which had already come down was emptied out, and they crossed over it dry-shod; and that in Galgala he circumcised with stone knives all who had been born in the wilderness, and called the place Galgal; and that when the people had crossed over and eaten of the fruits of the land, the manna thenceforth ceased; and that the walls of Jericho fell down of their own accord, while Raab the harlot was saved, having protected the spies; and that the sun, being in mid-heaven, when Jesus the son of Nave prayed, stood still over against Gabaon for the space of a whole day, until he routed his en-
PG 28:312Read from the page
θρούς. Καταπολεμήσας δὲ τοὺς Ἀμοῤῥαίους καὶ πάντας τοὺς βασιλεῖς αὐτῶν, καὶ μερίσας ταῖς ἐννέα φυλαῖς, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ τὴν γῆν πᾶσαν, ἦρξε μὲν τοῦ λαοῦ, ἔτη κςʹ, ἐτελεύτησε δὲ ἐτῶν ριʹ. Οἱ δὲ διελόντες τὴν γῆν τῷ λαῷ ἦσαν Ἐλεαζὰρ ὁ ἱερεὺς, καὶ αὐτὸς Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ κατὰ φυλὴν εἷς· φυλῆς Ἰούδα Χαλέβ· τῆς Συμεὼν Σαλαμιήλ· τῆς Βενιαμὶν Ἐλδάδ· τῆς Δὰν Βακχείρ· τῆς Μανασσῆ Ἀνιήλ· τῆς Ἐφραΐμ Καμουήλ· τῆς Ζαβουλὼν Ἐλισάφαν· τῆς Ἰσάχαρ Φειτιήλ· τῆς Ἀσὴρ Ἀχιώρ· τῆς Νεφθαλεὶμ Φαθαήλ. Καὶ τοὺς μὲν βασιλεῖς τῆς γῆς, οὓς ἐπάταξαν Μωϋσῆς καὶ υἱοὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου ἀφ' ἡλίου ἀνατολῶν, ἀπὸ φάραγγος Ἀρνῶν ἕως τοῦ ὄρους Ἀερμὼν, καὶ πᾶσαν τὴν γῆν Ἄῤῥαβα ἀπὸ ἀνατολῶν, τούτους εἶναι λέγει· Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων, ὃς κατῴκει ἐν Ἐσεβὼν κυριεύων· καὶ Ὢγ βασιλέα τῆς Βάσαν, ὃς ὑπελείφθη ἐκ τῶν γιγάντων, ὃς κατῴκει ἐν Ἀσταρὼθ, καὶ ἐν Ἐδραεὶμ, ἄρχων ἀπὸ ὄρους Ἀερμὼν ἕως ὁρίων Γέργεσι καὶ τὸ ἥμισυ Γαλαάδ. Τούτων ἀναιρεθέντων, δέδωκε Μωϋσῆς τὴν γῆν αὐτῶν τῷ Ῥουβὶμ, καὶ τῷ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. Τοὺς δὲ βασιλεῖς πάλιν τῶν Ἀμοῤῥαίων, οὓς ἀνεῖλεν Ἰησοῦς ὁ τοῦ Ναυῆ καὶ υἱοὶ Ἰσραὴλ μετὰ τὸ περάσαι τὸν Ἰορδάνην παρὰ θάλασσαν ἐν τῷ πεδίῳ τοῦ Λιβάνου ἕως τοῦ ὄρους Χελχᾶ, ἀναβαινόντων εἰς Σχεὶρ, τούτους εἶναι λέγει, ὧν καὶ τὴν γῆν δέδωκεν Ἰησοῦς ταῖς ὑπολοίποις φυλαῖς εἰς κληρονομίαν κατὰ κλῆρον αὐτῶν· τὸν Χεταῖον, καὶ τὸν Ἀμοῤῥαῖον, καὶ τὸν Χαναναῖον, καὶ τὸν Φερεζαῖον, καὶ τὸν Εὐαῖον, καὶ τὸν Ἰεβουσαῖον, καὶ τὸν βασιλέα Ἰεριχὼ, καὶ τὸν βασιλέα τῆς Γαὶ, ἥ ἐστι πλησίον Βαιθὴλ, βασιλέα Ἰερουσαλὴμ, βασιλέα Χεβρὼν, βασιλέα Ἰεριμοὺθ, βασιλέα Λαχεὶς, βασιλέα Ἐλὰμ, βασιλέα Γαζὲρ, βασιλέα Δαβεὶρ, βασιλέα Γισὲ, βασιλέα Ἀερμὰθ, βασιλέα Αἰρὰθ, βασιλέα Ἀρὰθ, βασιλέα Λοβνᾶ, βασιλέα Ὀδολλὰμ, βασιλέα Ἠλὰτ, βασιλέα Ἀθαφοὺθ, βασιλέα Ὀφὲρ, βασιλέα Ὀφὲκ τῆς Ἀρὼθ, βασιλέα Ἀσὼμ, βασιλέα Σομοών, βασιλέα Μαμβρὸθ, βασιλέα Ζεὶφ, βασιλέα Κάδης, βασιλέα Ζαὰχ, βασιλέα Μανεδὼθ, βασιλέα Ἰωχὼμ τοῦ Χαρμὲλ, βασιλέα Ἐδδὼρ τοῦ Φενεδαὼρ, βασιλέα Γεὶδ τῆς Γαλιλαίας, βασιλέα Θερσᾶ.
emies. And having conquered in war the Amorites and all their kings, and having divided all the land to the nine tribes and to the half-tribe of Manasse, he ruled over the people for 26 years, and died at 110 years of age. And those who divided the land to the people were Eleazar the priest, and Jesus the son of Nave himself, and one according to tribe: of the tribe of Juda, Chaleb; of that of Symeon, Salamiel; of that of Benjamin, Eldad; of that of Dan, Baccheir; of that of Manasse, Aniel; of that of Ephraim, Camuel; of that of Zabulon, Elisaphan; of that of Isachar, Pheitiel; of that of Aser, Achior; of that of Nephthaleim, Phathael. And the kings of the land whom Moses and the sons of Israel smote beyond the Jordan towards the sunrising, from the ravine of Arnon as far as Mount Aermon, and all the land of Arrhaba on the east, he says were these: Sehon king of the Amorites, who dwelt in Esebon ruling; and Og king of Basan, who was left of the giants, who dwelt in Astaroth and in Edraeim, ruling from Mount Aermon as far as the borders of Gergesi and the half of Galaad. When these had been slain, Moses gave their land to Rubim, and to Gad, and to the half-tribe of Manasse. And again the kings of the Amorites whom Jesus the son of Nave and the sons of Israel slew after crossing the Jordan by the sea in the plain of Libanus as far as Mount Chelcha, as one goes up to Scheir, he says were these, whose land also Jesus gave to the remaining tribes for an inheritance according to their lot: the Hittite, and the Amorite, and the Canaanite, and the Perizzite, and the Hivite, and the Jebusite, and the king of Jericho, and the king of Gai, which is near Baithel, the king of Jerusalem, the king of Chebron, the king of Jerimuth, the king of Lacheis, the king of Elam, the king of Gazer, the king of Dabeir, the king of Gise, the king of Aermath, the king of Airath, the king of Arath, the king of Lobna, the king of Odollam, the king of Elat, the king of Athaphuth, the king of Opher, the king of Ophec of Aroth, the king of Asom, the king of Somoon, the king of Mambroth, the king of Zeiph, the king of Cades, the king of Zaach, the king of Manedoth, the king of Iochom of Charmel, the king of Eddor of Phenedaor, the king of Geid of Galilee, the king of Thersa (Josh. 12:9–24).
Βιβλίον ζʹ, Κριταί.
Book VII, Judges.
11. Καλεῖται τὸ βιβλίον Κριταὶ, ἐπειδὴ μετὰ τὸν θάνατον Ἰησοῦ υἱοῦ τοῦ Ναυῆ, διὰ τῶν κριτῶν ἔσωζεν ὁ Θεὸς τὸν λαὸν θλιβόμενον ὑπὸ τῶν ἀλλοφύλων, τῶν περιλειφθέντων Χαναναίων· καὶ τούτων τῶν κριτῶν ἑκάστου καὶ τὰς πράξεις καὶ τὸν χρόνον τῆς ζωῆς ἡ βίβλος αὕτη περιέχει. Γεγόνασι δὲ κριταὶ οὗτοι· πρῶτος Γοθονιήλ· οὗτος ἀνεῖλε τὸν Χουσαρσαθαΐμ, βασιλέα Συρίας ποταμῶν, θλίψαντα τὸν λαὸν ἔτη μʹ· μετὰ τοῦτον Αὐὼδ, ἀμφοτεροδέξιος· οὗτος ἀνεῖλε τὸν Αἰγλὼμ βασιλέα Μωάβ, ἐν μαχαίρᾳ διστόμῳ, δρακὸς ἐχούσῃ τὸ μῆκος, θλίψαντα τὸν λαὸν
11. The book is called Judges because after the death of Jesus the son of Nave, God saved through the judges the people when they were oppressed by the foreigners, the Canaanites who had been left behind; and this book contains both the deeds and the time of life of each of these judges. And the judges were these: first, Gothoniel; this man slew Chusarsathaim, king of Syria of the Rivers, who had oppressed the people for 40 years; after this man, Auod, a man ambidextrous; this man slew Aiglom king of Moab with a two-edged dagger having the length of a span, who had oppressed the people
Notes, col. 312

On the reading

Printed 319, for 312.

PG 28:313Read from the page
ἔτη ιηʹ· καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη πʹ· μετὰ τοῦτον Ταμεγὰρ, υἱὸς Δινάχ· οὗτος ἐπάταξεν ἑξακοσίους τῶν ἀλλοφύλων ἐν τῷ ἀροτρόποδι τῶν βοῶν· καὶ αὐτὸς ἔκρινε τὸν λαὸν ἔτος αʹ. Μετ' αὐτὸν Βαρὰχ, υἱὸς Ἀβινέχ. Οὗτος ἐπαλέμησεν Ἰαβὶν καὶ τὸν Σισάρα, θλίψαντας τὸν Ἰσραὴλ ἔτη κʹ. Τὸν μὲν οὖν Σισάρα ἀπέκτεινεν Ἰαὴλ, γυνὴ Χαθὲρ τοῦ Κιναίου ἐν πασσάλῳ· αὐτὸς δὲ ἔκρινεν τὸν Ἰσραὴλ ἔτη μʹ. Μετ' αὐτὸν Γεδεών· ᾶὐτός ἐστιν Ἱεροβαάλ. Αὐτὸς ἐπάταξε Μαδιὰν, καὶ τὸν Ὠρήβ, καὶ Ζεβεὲ, καὶ Σαλμανὰ τοὺς ἄρχοντας αὐτῶν, τόν τε πύργον Φανουὴλ κατέστρεψε, καὶ τοὺς ἄρχοντας αὐτῶν ἠλόησεν ἐν ταῖς ἀκάνθαις, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ζʹ. Αὐτὸς δὲ ἔκρινε τὸν Ἰσραὴλ ἔτη μʹ. Μετὰ τοῦτον Ἀβιμελὲχ, υἱὸς Γεδεὼν ἐκ παλλακῆς· οὗτος ἀπέκτεινε τοὺς ἀδελφοὺς ἑαυτοῦ, τοὺς ἐκ τῶν ἐλευθέρων, οʹ ἄνδρας ἐπὶ λίθον ἕνα. Ἔφυγε δὲ εἷς ἐξ αὐτῶν Ἰωάθαμ. Ἀλλὰ καὶ Ἀβιμελὲχ γέγονε μετὰ τῶν αὐτῷ συνελθόντων ὡς πῦρ ἀπὸ ῥάμνου· πολλούς τε ἀποκτείνας, ἀπέθανε καὶ αὐτὸς ῥιψάσης γυναικὸς ἀπὸ τοῦ τείχους ἐπ' αὐτὸν κλάσμα μύλου. Καὶ αὐτὸς δὲ ἦρξεν ἔτη τρία. Μετ' αὐτὸν Θωλὰ υἱὸς Φούα, υἱὸς πατραδέλφου Ἀβιμελέχ. Καὶ αὐτὸς ἦρξεν ἔτη κγʹ. Μετ' αὐτὸν Ἰαεὶρ ὁ Γαλααδίτης ἔτη κβʹ. Μετ' αὐτὸν Ἰεφθάε ὁ Γαλααδίτης· οὗτος ἀπέκτεινε τοὺς Ἀμανίτας καὶ τοὺς Φυλιστιεὶμ, θλίψαντας τὸν Ἰσραὴλ ἔτη ιηʹ. Εὐξάμενος δὲ ἐν τῷ πολέμῳ τὸν ἀπαντῶντα πρῶτον μετὰ τὴν νίκην ἀναφέρειν εἰς θυσίαν, ἀπαντήσασαν τὴν θυγατέρα, ἠξίωσεν πρότερον συγχωρηθῆναι αὐτῇ δίμηνον κλαῦσαι τὰ παρθένια αὐτῆς· οὕτως αὐτὴν ἀνενεγκὼν ὁ πατὴρ εἰς θυσίαν, ἔκρινε τὸν λαὸν ἔτη ἕξ. Μετ' αὐτὸν Ἀβαισὰν ἀπὸ Βηθλεὲμ ἔτη ἑπτά. Μετ' αὐτὸν Ἀῖλὼν ὁ Ζαβουλωνίτης ἔτη ιʹ. Μετ' αὐτὸν Λαβδὼν, ὁ Φαραθωνίτης ἔτη ηʹ. Μετ' αὐτὸν Σαμψὼν ἀπὸ Δάν· οὗτος ἐπάταξε τοὺς Φυλιστιεὶμ ἐν σιαγόνι ὄνου, καὶ ἄλλοτε ῥάβδῳ, καὶ αὖθις ἀλώπεξι, καὶ ὕστερον συμπτώματι τοῦ οἴκου, θλίψαντας τὸν Ἰσραὴλ ἔτη μʹ. Καὶ αὐτὸς ἔκρινε τὸν Ἰσραὴλ ἔτη κʹ. Ποσοῦνται οὖν οἱ πάντες κριταὶ εἰς ιγʹ· τὰ δὲ ἔτη αὐτῶν υιαʹ.
for 18 years; and he himself judged Israel for 80 years; after this man, Tamegar, son of Dinach; this man smote six hundred of the foreigners with the ploughshare of the oxen; and he himself judged the people for 1 year. After him, Barach, son of Abinech. This man warred against Jabin and Sisara, who had oppressed Israel for 20 years. Now Jael, the wife of Chather the Kenite, slew Sisara with a tent-peg; and he himself judged Israel for 40 years. After him, Gedeon; this same is Jerobaal. He himself smote Madian, and Oreb, and Zebee, and Salmana their rulers, and overthrew the tower of Phanuel, and threshed their rulers with thorns, who had oppressed Israel for 7 years. And he himself judged Israel for 40 years. After this man, Abimelech, son of Gedeon by a concubine; this man slew his own brothers, those born of free women, 70 men upon one stone. And one of them escaped, Joatham. Yet Abimelech also became with those who banded together with him like fire from a bramble; and having slain many, he himself also died when a woman cast a piece of a millstone upon him from the wall. And he himself ruled for three years. After him, Thola son of Phua, son of the paternal uncle of Abimelech. And he himself ruled for 23 years. After him, Jaeir the Galaadite for 22 years. After him, Jephthae the Galaadite; this man slew the Amanites and the Phylistieim, who had oppressed Israel for 18 years. And having vowed in the war to offer up for a sacrifice the first who met him after the victory, when his daughter met him, she asked that it first be granted her for two months to bewail her virginity; having thus offered her up for a sacrifice, her father judged the people for six years. After him, Abaisan from Bethlehem for seven years. After him, Ailon the Zabulonite for 10 years. After him, Labdon, the Pharathonite for 8 years. After him, Sampson from Dan; this man smote the Phylistieim with the jawbone of an ass, and at another time with a staff, and again with foxes, and afterwards by the collapse of the house, who had oppressed Israel for 40 years. And he himself judged Israel for 20 years. All the judges, then, amount to 13, and their years to 411.
Βιβλίον ηʹ, Ῥούθ.
Book VIII, Ruth.
12. Οὕτω λέγεται τὸ βιβλίον, ἐπειδὴ καὶ τὴν περὶ τῆς Ῥοὺθ ἱστορίαν μόνην περιέχει. Ἔστι δὲ αὕτη ἡ Ῥοὺθ τὸ μὲν γένος Μωαβῖτις, καὶ ἐν σωφροσύνῃ διαπρέψασα. Ἀποταξαμένη δὲ τῇ συγγενείᾳ καὶ τῇ πατρικῇ δεισιδαιμονίᾳ, μετέβαλεν εἰς θεοσέβειαν, καὶ μετῆλθεν εὐθὺς εἰς Βηθλεὲμ τῆς Ἰουδαίας, ἐκεῖ τε ἐζεύχθη τῷ Βοὸζ ἐκ φυλῆς Ἰούδα τυγχάνοντι, καὶ λοιπὸν ἐξ αὐτῆς γενεαλογεῖται ὁ Δαβὶδ οὕτω· Βοὸζ ἐκ τῆς Ῥοὺθ γεννᾷ τὸν Ὠβήδ· Ὠβὴδ δὲ τὸν Ἰεσσαί, Ἰεσσαὶ δὲ τὸν Δαβίδ.
12. The book is called thus because it contains the history concerning Ruth alone. Now this Ruth was by race indeed a Moabitess, and one who excelled in modesty. And having renounced her kindred and her ancestral superstition, she turned to godliness, and came straightway to Bethlehem of Judaea, and there was joined in marriage to Booz, who was of the tribe of Juda, and thenceforth from her David traces his genealogy thus: Booz of Ruth begets Obed; and Obed Jesse, and Jesse David.
Βιβλίον θʹ, Βασιλεῖαι πρώτη καὶ δευτέρα.
Book IX, Kingdoms First and Second.
13. Βασιλεῖαι ὀνομάζεται τὰ βιβλία, ἐπειδὴ καὶ τὰς πράξεις τῶν γενομένων βασιλέων ἔν τε τῷ Ἰούδα καὶ τῷ Ἰσραὴλ, καὶ τὰ ἔτη αὐτῶν περιέχει. Διείλη-
13. The books are named Kingdoms because they contain both the deeds of the kings who arose both in Juda and in Israel, and their years. And there is
Notes, col. 313

On the reading

Printed ἐπαλέμησεν, for ἐπολέμησεν.

Printed ᾶὐτός, for οὗτός.

Printed Ἀῖλὼν, for Αἰλὼν.

PG 28:316Read from the page
πται δὲ ἐν μὲν τῇ πρώτῃ βίβλῳ τῶν Βασιλειῶν ταῦτα· θάνατος μὲν Ἠλεὶ τοῦ ἱερέως καὶ τῶν υἱῶν αὐτοῦ· γένεσις δὲ τοῦ Σαμουήλ· πῶς τε ὁ λαὸς, τὸ πρότερον ἀρχόμενος ὑπὸ τοῦ Θεοῦ, ἐγείροντος αὐτοῖς κατὰ καιρὸν τὸν βοηθὸν, ὅμως ᾔτησε παρὰ τοῦ Σαμουὴλ, κατὰ τὸ ἔθος τῶν ἐθνῶν, βασιλέα, καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ, ἐκ φυλῆς Βενιαμίν· καὶ γέγονε λοιπὸν ἐξ ἐκείνου καὶ ἐν τῷ Ἰσραὴλ ἀρχὴ· βασιλείας. Περιέχεται δὲ ἐνταῦθα, πῶς ὁ μὲν Σαοὺλ παρέβη τὴν ἐντολὴν τοῦ Θεοῦ, καὶ ἀφῃρέθη ἀπὸ τοῦ γένους αὐτοῦ ἡ βασιλεία· ὁ δὲ Δαβὶδ ἀντ' αὐτοῦ ἐχρίσθη, καὶ μετηνέχθη εἰς τὸ γένος αὐτοῦ ἡ βασιλεία. Καὶ τὸν μὲν Γολιὰθ ἀνεῖλεν ὁ Δαβὶδ λιθαρίῳ μικροτάτῳ· ἐπειδὴ δὲ αἱ χορεύουσαι, τὰς μυριάδας δέδωκαν τῷ Δαβὶδ, τὰς δὲ χιλιάδας τῷ Σαοὺλ, φθονήσας ὁ Σαοὺλ, ἐδίωκε τὸν Δαβίδ· καὶ ὁ μὲν Δαβὶδ διεσώθη, ὁ δὲ Σαοὺλ πολεμούμενος ἐζήτησεν ἐγγαστριμύθους, καὶ τῇ ἐπαύριον ἀναιρεθεὶς ἀπέθανε. Καὶ ἐν τούτῳ συμπληροῦται ἡ πρώτη βίβλος τῶν Βασιλειῶν.
written in the first book of the Kingdoms are these things: the death of Eli the priest and of his sons; the birth of Samuel; and how the people, formerly ruled by God, Who raised up for them a helper from time to time, nevertheless asked for a king from Samuel, according to the custom of the nations, and he gave them Saul, of the tribe of Benjamin; and thenceforth from him there came about in Israel also the beginning of a kingdom. And there is contained here how Saul transgressed the commandment of God, and the kingdom was taken away from his race; and David was anointed in his stead, and the kingdom was transferred to his race. And David slew Goliath with a very small stone; and since the dancing women gave the tens of thousands to David, and the thousands to Saul, Saul grew jealous and pursued David; and David was preserved, whereas Saul, being hard pressed in war, sought out ventriloquists, and on the morrow was slain and died. And in this is completed the first book of the Kingdoms.
14. Ἐν δὲ τῇ δευτέρᾳ πάλιν Δαβὶδ διεδέξατο τὴν βασιλείαν· Καὶ κατ' ἀρχὰς μὲν ὁ υἱὸς Σαοὺλ Μεμφιβοσὲθ ἐφιλονείκει, θέλων βασιλεύειν· ὕστερον δὲ πάντες προσετέθησαν τῷ Δαβίδ. Πάντας δὲ τοὺς πολέμους περιεγένετο Δαβίδ. Τὴν μὲν τοῦ Οὐρίου γυναῖκα τὴν Βηρσαβεὲ ἔλαβεν· ὁ δὲ υἱὸς αὐτοῦ Ἀβεσαλὼμ ἐδίωξεν αὐτὸν, καὶ μετ' οὐ πολὺ συστάντος πολέμου, ἀνῃρέθη ὁ Ἀβεσαλώμ. Εἶτα τὸν λαὸν ἀριθμήσας, κεκίνηκεν ὀργὴν θείαν καθ' ἑαυτοῦ. Ἀλλὰ μετὰ ταῦτα, παρακληθέντος τοῦ Θεοῦ, ἡ ὀργὴ ἐπαύθη. Καὶ εἰς τοῦτο λήγει καὶ τὸ δεύτερον βιβλίον τῶν Βασιλειῶν, γηράσαντος τοῦ Δαβίδ. Δυνατοὺς δὲ ὑφ' ἑαυτὸν ἔσχεν ὁ Δαβὶδ, μεγάλους μὲν καὶ πολλοὺς, ὥστε τὸν μὲν μικρότερον αὐτῶν πρὸς ἑκατὸν ποιεῖν, τὸν δὲ μέγαν αὐτῶν πρὸς χιλίους. Ἔστι δέ τινων αὐτῶν τὰ ὀνόματα καὶ ἡ πρᾶξις· Σεβοχαὶ ὁ Ἀστωθί· οὗτος ἐπάταξεν τὸν Σὲρ, τὸν τοῦ Ῥαφᾶ, τοῦ ἀπογόνου τῶν γιγάντων. Ἐλεανᾶν, υἱὸς Ἀριωργὶ ὁ Βηθλεεμίτης· οὗτος ἐπάταξε Γολιὰθ τὸν Χεταῖον, οὗ ἦν τὸ ξύλον τοῦ δόρατος, ὡς ἀντίον ὑφαινόντων. Ἦν δὲ καὶ οὗτος υἱὸς τοῦ Ῥαφᾶ. Ἰωνάθαν υἱὸς Σεμεσεὶ, ἀδελφοῦ Δαβίδ· οὗτος ἐπάταξεν ὀνειδίσαντα τῷ Ἰσραὴλ ἄνδρα ἐκ Ῥαμεδῶν, ἔχοντα ἐν ταῖς χερσὶ καὶ τοῖς ποσὶν ἀνὰ δακτύλους ἓξ, υἱὸν ὄντα καὶ αὐτὸν τοῦ Ῥαφᾶ, τοῦ ἀπογόνου τῶν γιγάντων. Ἀδίνων ὁ Ἀσωναῖος· οὗτος ἐσπᾶτο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους στρατιώτας εἰσάπαξ. Ἰεσσαιβαδὰ υἱὸς Ἀχαμανῆ· καὶ οὗτος ἐσπᾶτο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ τριακοσίους τραυματίας ἐν καιρῷ ἑνί. Ἐλεανᾶν υἱὸς Σωσῆ· οὗτος, συναχθέντων τῶν ἀλλοφύλων, μόνος ἥλατο ἐπ' αὐτοὺς, καὶ αὐτοὺς μὲν ἀνῄρει, ὥστε τὸ δόρυ ἐμπαγῆναι τῇ χειρὶ αὐτοῦ· ὁ δὲ λαὸς ὀπίσω αὐτοῦ ἐσκύλευε. Μαρᾶ υἱὸς Ἀσᾶ, ὁ Σαρουχαῖος· οὗτος ἐπελθόντων τῶν ἀλλοφύλων, καὶ βουλομένων ἁρπάσαι τὴν μερίδα τοῦ ἀγροῦ, πλήρη οὖσαν φακῆς, τοῦ τε λαοῦ φυγόντος, μόνος ἔστη· καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὸν δὲ μερίδα τοῦ ἀγροῦ ἐφύλαξεν.
14. And in the second again David succeeded to the kingdom; and at first the son of Saul, Memphiboseth, contended, wishing to reign; but afterwards all were added to David. And David prevailed in all the wars. He took the wife of Urias, Bersabee; and his son Abesalom pursued him, and not long after, when war was joined, Abesalom was slain. Then, having numbered the people, he stirred up divine wrath against himself. But after these things, when God was entreated, the wrath ceased. And at this ends the second book of the Kingdoms also, when David had grown old. And David had mighty men under him, both great and many, so that the lesser of them matched a hundred, and the great among them matched a thousand. And there are the names and the exploit of certain of them: Sebochai the Astothite: this man struck down Ser, the son of Rapha, of the descendant of the giants. Eleanan, son of Ariorgi the Bethlehemite: this man struck down Goliath the Hittite, the staff of whose spear was like a weavers' beam. And this man also was a son of Rapha. Jonathan son of Semesei, brother of David: this man struck down a man of Ramedon who reproached Israel, having six fingers on each of his hands and six toes on each of his feet, being himself also a son of Rapha, of the descendant of the giants. Adinon the Asonaean: this man drew his broadsword against eight hundred soldiers at once. Jessaibada son of Achamane: this man also drew his broadsword against three hundred slain at one time. Eleanan son of Sose: when the Philistines were gathered together, this man alone leapt upon them, and slew them until the spear clave to his hand; and the people spoiled behind him. Mara son of Asa, the Saruchaean: when the Philistines came on and wished to seize the portion of the field, which was full of lentils, and the people fled, this man stood alone; and he pursued the Philistines, and guarded the portion of the field.
Notes, col. 316

On the reading

Printed τὸν δὲ μερίδα, for τὴν δὲ μερίδα.

PG 28:317Read from the page
Ἐλεάζαρ, υἱὸς Δωδεθαρχωνί· καὶ οὗτος, μερίδος οὔσης κριθῶν, καὶ ἐπελθόντων τῶν ἀλλοφύλων, τοῦ τε λαοῦ φυγόντος, μόνος ἐστηλώθη· καὶ τοὺς μὲν ἀλλοφύλους ἐδίωξε, τὴν δὲ κριθὴν ἔσωσε. Τρεῖς δὲ δυνατοὶ ἀπὸ τῶν τριάκοντα ἦσαν μετὰ τοῦ Δαβὶδ, καὶ τῶν ἀλλοφύλων κυκλωσάντων τὴν Βηθλεὲμ, τοῦ δὲ Δαβὶδ ἐπιθυμήσαντος πιεῖν ἐκ τοῦ λάκκου τοῦ ἐν Βηθλεὲμ, διέβησαν οἱ τρεῖς, καὶ διαρρήξαντες τὴν παρεμβολὴν τῶν ἀλλοφύλων, ὑδρεύσαντο ἐκ τοῦ λάκκου, καὶ ἤνεγκαν ὕδωρ τῷ Δαβίδ. Θαυμάσας δὲ ὁ Δαβὶδ τὴν δύναμιν αὐτῶν, τὸ μὲν ὕδωρ ἐδέξατο, πιεῖν δὲ οὐκ ἐθέλησεν· ἀλλ' ἔσπεισεν αὐτὸ τῷ Κυρίῳ λέγων· « Ἵλεώς μοι, Κύριε, τοῦτο ποιῆσαι· εἰ αἷμα τῶν ἀνθρώπων τῶν πορευθέντων ταῖς ψυχαῖς αὐτῶν πίομαι; » Βανέας, υἱὸς Ἰωδαὲ, πολλὰ μὲν ἐποίησεν ἔργα δυνατά· ἐπάταξε δὲ καὶ τοὺς υἱοὺς Ἀριὴλ τοῦ Μωὰβ, καὶ καταβὰς ἐν ἡμέρᾳ χιόνος εἰς λάκκον, ἐπάταξε τὸν λέοντα. Οὗτος ἐπάταξε καὶ ἄνδρα δυνατὸν Αἰγύπτιον πεντάπηχυν ὄντα, καὶ ἔχοντα δόρυ ὡς ξύλον διαβάθρας· ἁρπάσας γὰρ ἀπ' αὐτοῦ τὸ δόρυ μετ' αὐτοῦ τοῦτον ἀπέκτεινεν. Ἀβισᾶ ἀδελφὸς Ἰωὰβ, υἱὸς Σαρουίας τῆς ἀδελφῆς Δαβίδ. Ἄρχων μὲν ἦν καὶ οὗτος ἐν τοῖς προειρημένοις τρισίν· αὐτὸς δὲ ἐπάταξε τραυματίας τριάκοντα δόρατι ἐν καιρῷ τινι, καὶ ἔτρεχεν ὡς δορκὰς ἐν τοῖς ὄρεσι. Καὶ πάλιν αὐτὸς ἐπάταξε καὶ ἐθανάτωσε τὸν Ἐσβιὲν, θέλοντα ἀναιρῆσαι τὸν Δαβίδ. Ἦν δὲ ὁ Ἐσβιὲν ἔκγονος τοῦ Ῥαφᾶ· δόρυ δὲ εἶχε σταθμοῦ ὁλκῆς χαλκοῦ τριάκοντα σίκλων, καὶ περιεζωσμένος ἦν κορύνην. Οὗτοι μὲν οὖν μεγάλοι καὶ δυνα- Δαβὶδ μυριάδας τριάκοντα τέσσαρας καὶ διακοσίους.
Eleazar, son of Dodetharchoni: this man also, when there was a portion of barley, and the Philistines came on, and the people fled, stood fast alone like a pillar; and he pursued the Philistines, and saved the barley. And three mighty men of the thirty were with David, and when the Philistines had surrounded Bethlehem, and David longed to drink from the cistern that was in Bethlehem, the three crossed over, and having broken through the camp of the Philistines, they drew water from the cistern, and brought water to David. And David, marvelling at their might, received the water, but would not drink; rather, he poured it out as a drink-offering to the Lord, saying: 'Be merciful to me, O Lord, as to doing this: shall I drink the blood of the men who went at the peril of their lives?' Baneas, son of Jodae, did many mighty works; and he struck down the sons of Ariel of Moab, and having gone down into a cistern on a day of snow, he struck down the lion. This man also struck down a mighty Egyptian man five cubits tall, having a spear like a ladder's beam; for snatching the spear from him, he killed him with it. Abisa brother of Joab, son of Saruia the sister of David. This man also was a chief among the aforesaid three; and he himself struck down thirty slain with a spear at one time, and ran like a gazelle upon the mountains. And again he himself struck down and put to death Esbien, who wished to slay David. And Esbien was an offspring of Rapha; and he had a spear of a weight of three hundred shekels of brass, and was girded with a club. These then, great and mighty— David thirty-four myriads and two hundred.
Βιβλίον ιʹ, Βασιλεῖαι τρίτη καὶ τετάρτη.
Book 10, Third and Fourth Kingdoms.
15. Ἐν μὲν οὖν τῇ τρίτῃ πάλιν περιέχεται, ὅτι, γηράσαντος τοῦ Δαβὶδ, ἐπαίρει ἑαυτὸν Ἀδωνίας ὁ υἱὸς αὐτοῦ, καὶ χωρὶς τοῦ πατρὸς ἀναγορεύει ἑαυτὸν βασιλέα. Καὶ τοῦτο μαθὼν ὁ Δαβὶδ, ἀποστέλλει Ναθὰν τὸν προφήτην, καὶ Σαδὼκ τὸν ἱερέα, καὶ Βανέαν υἱὸν Ἰωδαὲ, καὶ ἐντέλλεται αὐτοῖς, καὶ χρίουσι τὸν Σαλομῶνα εἰς βασιλέα ἔτι ζῶντος τοῦ Δαβίδ. Ὁ μὲν οὖν Ἀδωνίας εὐθὺς καταλύεται· ὁ δὲ Σαλομὼν, διαδεξάμενος, οἰκοδομεῖ τὸν οἶκον τοῦ Κυρίου καὶ τὸ τεῖχος Ἱερουσαλὴμ ἐν ἑπτὰ ἔτεσιν. Ἦσαν δὲ αὐτῷ ἀπὸ τῶν προσηλύτων αἴροντες μὲν ἄρσιν ἑβδομήκοντα χιλιάδες· λατόμοι δὲ πάλιν ἀπὸ τῶν προσηλύτων μυριάδες ὀκτώ. Ἐπιστατοῦντας δὲ τοῖς ἔργοις εἶχε τρισχιλίους εἴκοσι. Καὶ εἰς μὲν τὴν τροφὴν αὐτῶν καὶ τὰ δέοντα δώδεκα ἦσαν οἱ χορηγοῦντες ἕκαστον μῆνα. Καὶ ἦν τὸ καθ' ἡμέραν αὐτῶν τοῦτο λʹ κόροι σεμιδάλεως, ξʹ κόροι ἀλεύρου κεκοπανισμένου, μόσχοι ἐκλεκτοὶ δέκα, βόες δὲ νομάδες εἴκοσι, πρόβατα ρʹ, ἐκτὸς ἐλάφων καὶ δορκάδων, καὶ ὀρνίθων ἐκλεκτῶν σιτευτῶν. Ἀγέλην δὲ εἶχε θηλειῶν μὲν ἵππων τοκάδων μυριάδας τέσσαρας, ἵππων δὲ εἰς ἅρματα χιλιάδας ιβʹ. Πλοῦτον δὲ εἶχε πολύν· ἐν γὰρ τῷ ἑνὶ ἐνιαυτῷ τοῦ κομισθέντος αὐτῷ χρυσίου ἦν ὁ σταθμὸς, τάλαντα χξϛʹ, χωρὶς τῶν φόρων τῶν ὑποτεταγμένων. Καὶ ἡ βασίλισσά δὲ Σαβὰ ἐλθοῦσα πρὸς αὐτὸν, δέδωκεν αὐτῷ χρυσίου τάλαντα ρπʹ, καὶ
15. In the third, then, again there is contained that, when David had grown old, Adonias his son exalts himself, and without his father proclaims himself king. And David, learning this, sends Nathan the prophet, and Sadoc the priest, and Baneas son of Jodae, and commands them, and they anoint Salomon as king while David is still living. Adonias, then, is straightway deposed; and Salomon, having succeeded, builds the house of the Lord and the wall of Jerusalem in seven years. And he had from among the proselytes seventy thousand bearing burdens, and stone-hewers again from among the proselytes eight myriads. And overseeing the works he had three thousand and twenty. And for their food and necessities there were twelve who furnished supplies each month. And their daily provision was this: 30 cors of fine flour, 60 cors of pounded meal, ten choice calves, twenty pasture oxen, 100 sheep, besides stags and gazelles, and choice fatted birds. And he had a herd of four myriads of brood mares, and 12 thousand horses for chariots. And he had much wealth; for in one year the weight of the gold brought to him was 666 talents, apart from the tributes of those made subject. And the queen of Saba also, having come to him, gave him 120 talents of gold, and
Notes, col. 317

On the reading

Printed διαρρήξαντες, for διαῤῥήξαντες.

Printed βασίλισσά δὲ, for βασίλισσα δὲ.