7. Καὶ τοῦτο τὸ Λευϊτικὸν βιβλίον παρὰ τοῦ προδηλωθέντος Μωϋσέως συνεγράφη. Ὀνομάζεται δὲ οὕτως, ἐπειδὴ καὶ ἰδικῶς πᾶσαν τῆς Λευϊτικῆς λειτουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς ὁ Ἀαρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐκλέγονται ἐκ τῆς φυλῆς Λευῒ, καὶ χρίονται εἰς ἱερέας· πᾶσάν τε τὴν διαφορὰν τῶν θυσιῶν καὶ τῶν προσφορῶν, καὶ τὴν ποιότητα πάσης τῆς ἐν τῷ ἱερῷ λατρείας, καὶ τῆς Λευϊτικῆς καὶ ἱερατικῆς λειτουργίας· καὶ τὸν νόμον δὲ ἑκάστης θυσίας· περί τε τοῦ σωτηρίου καὶ τοῦ ἑκουσίου καὶ ἀκουσίου πλημμελήματος, καὶ πῶς ἕκαστον τῶν προσφερομένων διαιρεῖσθαι καὶ ἀναφέρεσθαι ὀφείλει, ἐξηγεῖται. Διείληπται δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἡ χρίσις ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις καὶ γνῶσις σημείων περὶ λέπρας ἀνθρώπων καὶ ἱματίων, καὶ τοίχων οἰκίας, καὶ ὁ νόμος ὁ περὶ τοῦ καθαρισμοῦ αὐτῶν· νόμος τε καὶ διαστολὴ περὶ νομίμων γάμων, καὶ τίνες εἰσὶ παράνομοι· καὶ πάλιν διαστολὴ καθαρῶν καὶ ἀκαθάρτων κτηνῶν τε καὶ πετεινῶν καὶ ἰχθύων· δηλονότι τίνων μὲν ἐκ τούτων ἀπογεύεσθαι ὤφειλον οἱ Ἑβραῖοι, τίνων δὲ ἀπέχεσθαι. Καὶ τὴν μὲν ἡμέραν τῶν σαλπίγγων τῇ νεομηνίᾳ τοῦ ἑβδόμου μηνὸς δηλοῖ, τὸ δὲ παράγγελμα τῆς μεγάλης νηστείας αὐτῷ ἑβδόμῳ μηνὶ, δεκάτῃ τοῦ μηνὸς ποιῶσι ταύτην, ἥντινα σάββατα σαββάτων, καὶ ἄφεσιν ἁμαρτίας καλεῖ. Περιέχει τὴν δὲ Σκηνοπηγίαν τῇ ιεʹ τοῦ αὐτοῦ μηνός. Καὶ περὶ ἑορτῶν δὲ, καὶ τῶν ἐν αὐταῖς ὀφειλόντων προσφέρεσθαι· καὶ περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ ἀναπαύσεως τῆς γῆς, κατὰ ἑπτὰ ἔτη ὀφειλούσης γενέσθαι, ἐξηγεῖται. Πάλιν τε ὑπόμνησιν νομίμων καὶ προσταγμάτων, καὶ μαρτυρίων· περιέχει καὶ ἐπαγγελίας μὲν τοῖς φυλάσσουσιν αὐτὰ, ἀπειλὰς δὲ τοῖς παραβαίνουσι δεινοτάτας. Τὴν δὲ διαστολὴν καὶ τὴν αἰτίαν τῶν καθαρῶν καὶ ἀκαθάρτων βρωμάτων οὕτω ποιεῖται. Τὰ μὲν ἀπὸ τῶν κτηνῶν καθαρὰ τοιαῦτα λέγει· τὰ διχηλοῦντα ὁπλὴν, καὶ ὀνυχιστῆρας ὀνυχίζοντα δύο χηλῶν, καὶ ἀνάγοντα μηρυκισμόν· οἷά ἐστι, μόσχος, πρόβατον, αἲξ, ἔλαφος, δορκὰς, ὄρυξ, βούβαλος, πύγαργος, τραγέλαφος, καμηλοπάρδαλις, καὶ τὰ τοιαῦτα. Εἰ δέ τινι ἀπὸ τούτων τι ἐνέλειπε, τοῦτο ἀκάθαρτον ἦν· οἷά εἰσι, κάμηλος, καὶ δασύπους, καὶ χοιρογρύλλιος· ταῦτα γὰρ μηρυκᾶται μὲν, οὐ διχηλεῖ δὲ ὁπλήν· καὶ ὁ ὗς· καὶ οὗτος γὰρ διχηλεῖ μὲν καὶ ὀνυχίζει, οὐ μηρυκᾶται δέ. Ἀπὸ δὲ τῶν πετεινῶν πάλιν, ἃ κελεύει μὴ ἐσθίειν, ταῦτά ἐστιν· ὁ ἀετὸς, ὁ γρὺψ, ὁ ἁλιάετος, ὁ γὺψ, ὁ ἰκτῖνος, καὶ τὰ τούτοις ὅμοια· καὶ κόραξ, καὶ τὰ ὅμοια τούτῳ, καὶ στρουθὸς, καὶ γλαὺξ, καὶ λάρος, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἱέραξ, καὶ τὰ τούτῳ ὅμοια, καὶ νυκτικόραξ, καὶ καταράκτης, καὶ ἶβις, καὶ πορφυρίων, καὶ πελεκὰν, καὶ κύκνος, καὶ ἐρωδιὸς, καὶ χαραδριὸς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ἔποψ, καὶ
7. And this book of Leviticus also was written by the aforesaid Moses. And it is named thus because it also specially contains the entire ordinance of the Levitical ministry, and how Aaron and his sons are chosen out of the tribe of Levi and are anointed to be priests; and it expounds all the difference between the sacrifices and the offerings, and the nature of all the worship in the temple, and of the Levitical and priestly ministry; and the law of each sacrifice, both concerning the peace-offering and the voluntary and involuntary trespass-offering, and how each of the things offered ought to be divided and offered up. And there is treated in this book also the anointing of the high priest and of the priests, and the discernment and knowledge of the signs concerning leprosy of men and of garments, and of the walls of a house, and the law concerning their cleansing; and the law and distinction concerning lawful marriages, and which ones are unlawful; and again the distinction of clean and unclean beasts and birds and fishes, namely of which of these the Hebrews ought to partake, and from which to abstain. And the day of trumpets on the new moon of the seventh month it declares, and the command of the great fast in the seventh month itself, that on the tenth of the month they should keep this, which it calls a sabbath of sabbaths and remission of sin. And it contains the Feast of Tabernacles on the 15th of the same month. And it also expounds concerning feasts, and the things that ought to be offered in them; and concerning the release of Hebrews who are sold, and the remission of debts, and the rest of the land, which ought to take place every seven years. And again a reminder of statutes and ordinances and testimonies; and it contains promises to those who keep them, and most dreadful threats against those who transgress them. And the distinction and the reason of clean and unclean foods it makes thus. The clean among the beasts it says are such: those that part the hoof and divide the clefts of two hooves, and bring up the cud; such as are the calf, sheep, goat, stag, gazelle, oryx, buffalo, white-rumped antelope, tragelaphus, giraffe, and suchlike. But if any one of these things was lacking to any, this was unclean; such as are the camel, and the hare, and the rock-badger; for these chew the cud indeed, yet do not part the hoof; and the swine, for this too parts and divides the hoof indeed, yet does not chew the cud. And among the birds again, those which it commands not to eat are these: the eagle, the griffon-vulture, the sea-eagle, the vulture, the kite, and the likes of these; and the raven, and the likes of it, and the ostrich, and the owl, and the gull, and the likes of them, and the hawk, and the likes of it, and the night-raven, and the cormorant, and the ibis, and the purple coot, and the pelican, and the swan, and the heron, and the plover, and the likes of them, and the hoopoe, and