εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, κλέπτης ἐστὶ καὶ λῃστής. » Θύραν ὁ Κύριος ἑαυτὸν προσηγόρευσε· καὶ γὰρ ὅπως μή τινες, θύραν ἀκούσαντες, δόξουσιν ἁπλῶς αὐτὸν περὶ θύρας λιτῆς λέγειν, ἐπάγει τὴν ἑρμηνείαν, ἵνα κρατύνῃ τὴν διδασκαλίαν· εὐθέως γὰρ προσθεὶς ἔλεγεν· « Ἀμὴν, ἀμὴν λέγω ὑμῖν· Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων· δι' ἐμοῦ ἐάν τις εἰσέλθῃ καὶ ἐξέλθῃ, νομὴν εὑρήσει. » Καλῶς ὁ Κύριος θύραν ἑαυτὸν προσηγόρευσεν, ὡς φυλάττων τοὺς ἔνδον τῆς πίστεως, ὡς ἀποσοβῶν τοὺς ἔξω περιαθροῦντας, καὶ εἰσάγων εἰς τὴν τοῦ οἰκοδεσπότου πατρὸς συντυχίαν. Οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα εἰ μὴ διὰ τοῦ Υἱοῦ, κατ' αὐτὸν τὸν λέγοντα· « Οὐδεὶς γινώσκει τὸν Πατέρα εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. » Ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Καλῶς ὁ Κύριος ἑαυτὸν προσηγόρευσε θύραν, καὶ οὐ θύρας· εἷς γὰρ ὁ Πατὴρ, καὶ εἷς ὁ Υἱὸς, καὶ ἓν Πνεῦμα τὸ ἅγιον, καὶ οὐ τρεῖς θεοί· ἀλλὰ μία θύρα γνώσεως. Καὶ τίς τούτου μάρτυς; Παῦλος βοῶν· « Εἷς Κύριος, μία πίστις, ἓν βάπτισμα. » Οὐδαμοῦ, οὐ δύο, οὐ τρεῖς, οὐ τέσσαρες, οὐ πέντε, ἀλλὰ πανταχοῦ τὸ εἷς, ἐπειδὴ καὶ μία θύρα, εἷς Κύριος, ἀδιαίρετος οὐσία· μία πίστις, ἡ ἀβαθμίδοτος δοξολογία, ἓν βάπτισμα, καὶ ἀκαπήλευτον φώτισμα· ὁ ταύτην ἔχων τὴν γνῶσιν διὰ τῆς θύρας εἰσέρχεται, καὶ τῇ θύρᾳ Χριστοῦ περιπτύσσεται, καὶ τῆς θύρας οὐ χωρίζεται.
into the fold of the sheep, but climbeth up some other way, the same is a thief and a robber" (John 10:1). The Lord called Himself a door; and indeed, lest some, having heard "door", should suppose that He speaks simply about an ordinary door, He subjoins the interpretation, in order to strengthen the teaching; for straightway adding, He said: "Amen, amen, I say unto you: I am the door of the sheep; if anyone enter in and go out through Me, he shall find pasture" (John 10:7, 9). Well did the Lord call Himself a door, as guarding those within the faith, as driving away those who peer around outside, and bringing men into communion with the Householder the Father. For no one knows the Father except through the Son, according to Him Who Himself says: "No one knoweth the Father save the Son, and he to whomsoever the Son willeth to reveal Him" (Matt. 11:27). I am the door of the sheep. Well did the Lord call Himself a door, and not doors; for there is one Father, and one Son, and one Holy Spirit, and not three gods; but one door of knowledge. And who is witness of this? Paul crying out: "One Lord, one faith, one baptism" (Eph. 4:5). Nowhere two, not three, not four, not five, but everywhere "one", since there is also one door, one Lord, an undivided essence; one faith, the ungraded doxology, one baptism, and an unadulterated illumination; he who has this knowledge enters in through the door, and cleaves to the door of Christ, and is not separated from the door.
14. Ἡμᾶς ὁ Κύριος ἀρτίως ἴδια πρόβατα ἀκολακεύτως προσηγόρευσεν· ἴδια πρόβατα, ὡς πολυποκοῦντα τῇ φιλοπτωχίᾳ· ὡς πλεονάζοντα τὸ γάλα τοῦ θρεπτικοῦ λόγου· ὡς χλοαζόμενα τὸ τοῦ Κυρίου σῶμα· ὡς πειθομένους τῇ σταυρικῇ βακτηρίᾳ· ὡς συναγομένους τῇ τριπλόκῳ τῆς πίστεως ἁλύσει· ὡς μὴ λειποτακτοῦντας, ἀλλ' ἐπερειδομένους τῷ ἀκρογωνιαίῳ λίθῳ Χριστῷ. Θύραν ὁ Κύριος ἑαυτὸν προσηγόρευσε· καὶ καλῶς θύραν· ἔχει γὰρ δύο παραστάδας, τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην· ὁδὸν καὶ ὑπέρθυρον, περιτομὴν καὶ ἀκροβυστίαν· οἶκον τὴν ἐκκλησίαν· τράπεζαν τὸ θυσιαστήριον· ἄρτον τὸν ἀμνόν· κρατῆρα τὸν μυστικὸν οἶνον· χρυσὸν τὴν ἀκίβδηλον πίστιν· ἄργυρον τὴν λαμπρὰν πολιτείαν· μαργαρίτας τὰ θεῖα δόγματα· χλαῖναν τὴν στολὴν τοῦ βαπτίσματος. Ἤκουες ἀρτίως αὐτοῦ λέγοντος· « Ἐγώ εἰμι ὁ Ποιμὴν ὁ καλός· ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων. » Ἑαυτὸν ὁ Κύριος ἠνίττετο· ὃ γὰρ ἤμελλε ποιεῖν, προέλεγεν· οὐδεὶς γὰρ ὑπὲρ τῶν προβάτων θάνατον κατεδέξατο εἰ μὴ μόνος ὁ Κύριος. Αὐτὸς μόνος ὑπὲρ τῶν λογικῶν προβάτων κατεδέξατο θάνατον, οὐκ ἀκούσιον, ἀλλ' ἑκούσιον· θάνατον οὐκ ἐπιζήμιον, ἀλλ' ἐπικερδῆ· θάνατον οὐ φθορᾶς δεκτικὸν, ἀλλ' ἀφθαρ-
14. Us the Lord just now without flattery called His own sheep: His own sheep, as bearing rich fleeces in love for the poor; as abounding in the milk of the nourishing word; as pasturing upon the green grass of the Lord's body; as obeying the staff of the cross; as being gathered together by the three-stranded chain of the faith; as not deserting the ranks, but leaning upon the cornerstone, Christ. A door the Lord called Himself, and well a door: for He has two doorposts, the Old and the New Testament; threshold and lintel, circumcision and uncircumcision; for a house, the Church; for a table, the altar; for bread, the Lamb; for a mixing-bowl, the mystical wine; for gold, unadulterated faith; for silver, a shining way of life; for pearls, the divine doctrines; for a cloak, the robe of baptism. Thou heardest Him just now saying: "I am the good Shepherd; the good shepherd layeth down his life for the sheep" (John 10:11). The Lord was hinting at Himself; for what He was about to do, He foretold; for no one accepted death on behalf of the sheep save the Lord alone. He alone on behalf of the rational sheep accepted death, not involuntary, but voluntary; a death not harmful, but profitable; a death not susceptible of corruption, but of incorrup-