Migne Reading Room

PG 28 · cols. 1001–1012 · Read from the page

Sermon on the man blind from birth

Sermon on the man blind from birth

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:1001Read from the page
IN HOMILIAM DE CAECO NATO ADMONITIO.
Admonition on the Homily on the Man Born Blind.
Non est quod in hujusce homiliae νοθείᾳ commonstranda diu immoremur, cum orationis genus, voces caeteraque omnia scriptorem prodant Athanasio longe imparem. Et vero non ex vocibus et stylo tantum spuria illa deprehenditur : cum multa complectatur inepta, et sagaci quovis homine, ne dicam Athanasio, indigna; ut est illud de Samuele propheta commentum, et similia, quae lectori primo aspectu occurrent observanda.
There is no reason why we should linger long in demonstrating the spuriousness of this homily, since the style of speech, the words, and all other things betray a writer far inferior to Athanasius. And indeed it is detected as spurious not from the words and style alone: since it embraces many absurdities, unworthy of any discerning man, not to say of Athanasius; such as that fabrication concerning the prophet Samuel, and similar things, which will occur to the reader to be observed at first glance.
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
Of our Father among the saints,
ΑΘΑΝΑΣΙΟΥ
Athanasius,
ΟΜΙΛΙΑ ΕΙΣ ΤΟΝ ΕΚ ΓΕΝΕΤΗΣ ΤΥΦΛΟΝ
Homily on the Man Blind from Birth
1. Πολυσπούδαστόν ἐστι πᾶσιν ἀνθρώποις τὸ τῶν γονέων γλύκασμα, γνήσιον, ποθητὸν, παντὸς χρυσίου τιμιώτερον. Οὐκ ἔστιν ἐν τῷ παρόντι βίῳ γονεῦσιν ἀντισταθμιζόμενον κτῆμα. Χρυσὸς πολλάκις ἀπόλλυται· γονέων δὲ φίλτρον οὐ μαραίνεται. Ἄργυρος πολλάκις ἰοῦται· τῶν δὲ γεννησάντων αἱ ὠδῖνες οὐ μειοῦνται. Μαργαρίται πολλάκις διαφθείρονται· γονέων δὲ δάκρυα τῷ Κυρίῳ παρίστανται. Διὸ καὶ τῶν γονέων τὸ τίμιον ἡ θεία Γραφὴ γνωρίζουσα, παραινεῖ τοῖς τέκνοις βοῶσα· « Ὁ κακολογῶν πατέρα ἢ μητέρα, θανάτῳ τελευτάτω. » Ἔστι δὲ πάντως εἰπεῖν τινα· Καὶ εἰ περισπούδαστόν ἐστι τὸ τῶν γονέων γλύκασμα, τίνος ἕνεκεν ὁ Δαβὶδ τοὺς γονεῖς διαβάλλων ἔλεγεν· « Ὁ Πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος προσελάβετό με; » Τί λέγεις, ὦ φίλε, πρὸς τὰ παρόντα; Παντὸς κτίσματος τιμιώτερον τὸ τῶν γονέων γλύκασμα· μὴ γὰρ ὡς πρὸς τὸν δημιουργὸν τῶν ἁπάντων Θεόν· οὐκ ἔστι κτίσμα κτίστῃ συγκριθῆναι δυνάμενον. Εἰ μὲν ἦν ὁ Δαβὶδ εἰρηκώς· « Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με, » ἀντελάβετο δέ μου ὁ δεῖνα, ὁ γείτων, ἢ ὁ συγγενὴς, ἢ ὁ φίλος, ὡς ὑπεναντίον διεβεβαίου· εἰ δὲ καὶ τῶν γονέων τὸν Κύριον εὐσπλαγχνότερον ἀπεφήνατο, καὶ τοὺς γονεῖς οὐκ ἐνύβρισε, καὶ τὸν Θεὸν ἐδόξασεν.
1. Much eagerly sought by all men is the sweetness of parents, genuine, longed for, more precious than all gold. There is in the present life no possession that counterbalances parents. Gold often perishes; but the tender love of parents does not wither. Silver often rusts; but the travails of those who begot us are not diminished. Pearls are often spoiled; but the tears of parents stand before the Lord. Wherefore also the divine Scripture, making known the preciousness of parents, exhorts children, crying out: He that reviles father or mother, let him die the death. Yet someone may altogether say: And if the sweetness of parents is so eagerly sought, for what reason did David, traducing his parents, say: My father and my mother have forsaken me, but the Lord has taken me to Himself? What do you say, O friend, to the present matters? More precious than every creature is the sweetness of parents; yet not as compared towards God the Creator of all things: there is no creature able to be compared to the Creator. If indeed David had said: My father and my mother have forsaken me, and such a one took me up, my neighbour, or my kinsman, or my friend, he would have been affirming it as an opposition; but if he declared the Lord to be more compassionate even than parents, he both did not insult his parents, and glorified God.
2. Τίνος δὲ χάριν ὁ Δαβὶδ προσήκατο τὰς συλλαβὰς, λέγων· « Ὁ Πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος ἀντελάβετό με; » Ἴστε πάντες σαφῶς, ὅσα τε φιλόλογοι, πῶς ὁ τῶν ἁπάντων Θεὸς βουλόμενος τὸν Σαοὺλ, ὡς φαῦλον, τῆς βασιλείας διαδέξασθαι, καὶ τὸν Δαβὶδ, ὡς φίλον, εἰς τὴν
2. And for what reason did David admit these syllables, saying: My father and my mother have forsaken me, but the Lord has taken me up? You all know clearly, inasmuch as you are lovers of learning, how the God of all, willing to remove Saul, as wicked, from the kingdom, and David, as a friend, into the
PG 28:1004Read from the page
βασιλείαν προσήκασθαι, ἀποστέλλει τὸν ἑαυτοῦ διάκονον Σαμουὴλ εἰς τὸν οἶκον τῶν γονέων τοῦ Δαβὶδ, ἐπιφερόμενον τὸ κέρας τῆς χειροτονίας, λέγων πρὸς τὸν Σαμουὴλ ὁ Κύριος· Πορευθεὶς εἰς τὸν οἶκον Ἰεσσαὶ, χρῖσόν μοι ἕνα τῶν υἱῶν αὐτοῦ εἰς βασιλέα. Ὁ δὲ Σαμουὴλ ὡς εἰς διακονίαν στελλόμενο, ἀντερήσατο πρὸς τὸν Κύριον, λέγων· Καὶ τίνα προχειρίσομαι; Λέγε μοι τὸ ὄνομα, Δέσποτα, ἵνα σπουδαιότερον πρὸς τὸ δοκοῦν σοι διαβήσωμαι. Ὁ δὲ Κύριος πρὸς τὸν Σαμουήλ· Οὐ θέλω σε γινώσκειν τὸν προχειριζόμενον, ἵνα μὴ ὡς προσωπολήπτης διαβληθῇς. Ἔχεις τὸ κέρας τῆς χειροτονίας, ὅπου δ' ἂν ἐπινεύσει τὸ κέρας, καὶ τὸ ἔλαιον λιμνάσει, ἐκεῖνόν μοι προχείρισον εἰς βασιλέα. Κατέχων τὸ κέρας, ἀπροσωπόληπτον διαιτητὴν, μηδαμῶς δυσχέραινε. Ταῦτα ἀκούσας ὁ Σαμουὴλ, καὶ ὡς παρὰ Θεοῦ τὴν γνῶσιν δεξάμενος, εὐθέως ἀναμφιβόλῳ ποδὶ κατέδραμεν ἐπὶ τὸν οἶκον τοῦ Ἰεσσαὶ, λέγων πρὸς αὐτόν· Ἀπέστειλέ με ὁ Κύριος προχειρίσασθαι ἕνα τῶν υἱῶν σου εἰς βασιλέα. Εὐθέως δὲ ὁ Ἰεσσαὶ καὶ ἡ τούτου γαμετὴ τὸν πρῶτον υἱὸν προεβίβασαν, ὡς τὴν εὐλογίαν τῶν πρωτοτόκων βαστάζοντα, καὶ ἐν τοῖς τέκνοις τὴν εὐταξίαν φυλάττοντα. Ὁ δὲ Σαμουὴλ εὐθέως τὴν χεῖρα ὑψώσας, καὶ πρὸς τὴν χειροτονίαν σχηματισθεὶς, καὶ τὸ κέρας ἐπινεύσας, ἀπέλυσε τὸν πρῶτον ἀχειροτόνητον, θείῳ νεύματι τοῦ ἐλαίου
to enter upon the kingdom, the Lord sends His servant Samuel to the house of the parents of David, bearing the horn of ordination, saying to Samuel: Go to the house of Jesse, and anoint for Me one of his sons as king. And Samuel, being sent for ministry, inquired in turn of the Lord, saying: And whom shall I ordain? Tell me the name, O Master, so that I may proceed more eagerly towards what seems good to Thee. And the Lord said to Samuel: I do not wish you to know the one being ordained, lest you be slandered as a respecter of persons. You have the horn of ordination; wherever the horn shall incline, and the oil shall pool, ordain that one for Me as king. Holding the horn, an impartial arbiter, be in no way displeased. Having heard these things, and having received the knowledge as from God, Samuel straightway ran down with undoubting foot to the house of Jesse, saying to him: The Lord has sent me to ordain one of your sons as king. And straightway Jesse and his wife brought forward the first son, as bearing the blessing of the firstborn, and keeping good order among the children. And Samuel, straightway lifting up his hand, and composing himself for the ordination, and inclining the horn, dismissed the first unordained, since by a divine nod the oil
3. Ὑποστρεψάντων δὲ τούτων λιτῶν, ἀντέβαλλεν ὁ Ἰεσσαὶ πρὸς τὸν Σαμουὴλ, λέγων· Τί πεποίηκας, ἄνθρωπε; ἐσφάλης, καὶ οὐκ οἶδας. Ἢ ἐσφάλης, ἢ παῖξαί με παρέδραμες. Παρὰ θύρας εἰσήλυθες· ἀλλαχοῦ ἀπεστάλης, καὶ ὧδε τὸ κέρας ἐγύμνωσας· μάτην ἡμᾶς ἐχαροποίησας, θρυλλήσας, καὶ τὴν ἐπαγγελίαν μὴ πληρώσας. Ὁ δὲ Σαμουὴλ πρὸς τὸν Ἰεσσαί· Τί καταπλήττεις, πρεσβῦτα; καταψηφίζῃ τοῦ ἀποστείλαντός με. Ἔστι προφήτην πλανηθῆναί ποτε; Εἰ μὲν οἰκείᾳ γνώμῃ παρεγενόμην, καλῶς διστάζεις· εἰ δὲ ὁ τῶν καρδιῶν γνώστης ἀπέστειλέ με, τί ἀνανεύεις; Ὁ δὲ Ἰεσσαὶ πρὸς τὸν Σαμουήλ· Καὶ ἐν τίνι λοιπὸν ἐπινεύσω; Παρήγαγόν σοι πᾶσαν τῶν τέκνων μου τὴν καλλονὴν, καὶ οὐδαμοῦ τῆς ἐπαγγελίας τὸ γνώρισμα. Μὴ μᾶλλον οὐκ ἔγνως τὸν ἀποστείλαντά σε; Μὴ ἄρα ἀλλαχοῦ ἀπεστάλης; Μήτιγε ἐμὲ τὸν πρεσβύτην κατέδραμες χειροτονῆσαι; Ὁ δὲ Σαμουὴλ πρὸς τὸν Ἰεσσαί· Τί με καταπλήττεις, πρεσβῦτα; Οὐκ ἔχεις ἄλλον υἱόν; εἰ μὲν οὐκ ἔχεις, ἐσφάλην· εἰ δὲ ἔχεις, οὐκ ἐπλανήθην. Ὁ δὲ Ἰεσσαὶ πρὸς τὸν Σαμουήλ· Ἔχω μὲν καὶ ἄλλον υἱὸν, ἀλλ' ὅμως μικρὸν, εὐτελῆ, μὴ ποιοῦντα βασιλέα. Αἰσχύνομαι καὶ προβιβάσαι αὐτόν. Ὁ δὲ Σαμουὴλ πρὸς αὐτόν· Παραδιατάττῃ τῷ Κτίσαντι; αἰσχύνῃ προβιβάσαι τοῦτον; Τί γάρ; Πολυσαρκίαν χρίζει ὁ Θεός;
3. And when these had returned empty-handed, Jesse replied in opposition to Samuel, saying: What have you done, O man? You have erred, and do not know it. Either you have erred, or you have come along to mock me. You have entered at the wrong door; you were sent elsewhere, and here you have bared the horn; in vain have you gladdened us, having bruited it abroad and not fulfilled the promise. And Samuel said to Jesse: Why do you rebuke me, old man? You condemn Him Who sent me. Is it possible for a prophet ever to go astray? If I had come by my own resolve, you would rightly doubt; but if the Knower of hearts sent me, why do you refuse? And Jesse said to Samuel: And in what, then, shall I assent? I brought before you all the beauty of my children, and nowhere is the token of the promise. Did you rather not know Him Who sent you? Were you perhaps sent elsewhere? Did you perchance run down to ordain me, the old man? And Samuel said to Jesse: Why do you rebuke me, old man? Do you not have another son? If you do not have one, I have erred; but if you have one, I have not gone astray. And Jesse said to Samuel: I do indeed have another son, yet he is small, of no account, not suited to make a king. I am ashamed even to bring him forward. And Samuel said to him: Do you countermand the Creator? Are you ashamed to bring this one forward? What then? Does God anoint bulk of flesh?
Notes, col. 1004

On the reading

Printed στελλόμενο,, for στελλόμενος,.

Printed χρίζει, for χρίει.

PG 28:1005Read from the page
Προχείρισαι οὖν τοῦτον· λιμνάσει πάντως τὸ ἔλαιον, ἐπινεύσει, οἶδα, τὸ κέρας. Εὐφραινέσθω σου ὁ οἶκος. Τί γάρ; Ὅτι μικρός ἐστιν, οὐ ποιεῖ βασιλέα; Περίμεινον μικρὸν, καὶ ὄψῃ· πῶς οὗτος ὁ μικρὸς τὸν γιγανταῖον πύργον, τὸν Γολιὰθ λέγω δὴ, καταστρέψει. Τοιγαροῦν ταύτην τῶν γονέων τὴν λοιδορίαν ὁ Δαβὶδ κατανοήσας, καὶ τὴν τοῦ Κυρίου παράδοξον εὐεργεσίαν θείᾳ Γραφῇ παραδιδοὺς, ἐβόα· « Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος προσελάβετό με. »
Bring this one forward, then; the oil shall assuredly pool, the horn, I know, shall incline. Let your house rejoice. What then? Because he is small, does he not make a king? Wait a little, and you shall see how this small one will overthrow the gigantic tower, I mean Goliath. Wherefore David, having perceived this reproach of his parents, and handing down the marvellous beneficence of the Lord in divine Scripture, cried out: "My father and my mother have forsaken me, but the Lord has taken me to Himself."
4. Ταύτην τοίνυν τὴν τοῦ προφήτου Δαβὶδ εὐχάριστον φωνὴν, εὐκαίρως καὶ ὁ ἐκ γενετῆς τυφλὸς ἀναβλέψας, ἐρεῖ μεγαλοφώνως καὶ αὐτός· « Ὁ πατήρ μου καὶ ἡ μήτηρ μου ἐγκατέλιπόν με· ὁ δὲ Κύριος προσελάβετό με. » Ἴστε πάντες σαφῶς, πῶς καὶ οὗτος ὑπὸ μὲν τῶν γονέων διεπτύσθη, ὑπὸ δὲ τοῦ Θεοῦ οὐκ ἐγκατελείφθη. Ὅπως δὲ τὸ χρέως ἀποδωσώμεθα, καὶ μικρὸν ἀναψύξωμεν, ἵνα καὶ πάλιν πιστευθῶμεν ὀφειλήματα· φέρε τοίνυν ἐπὶ τὸν ἐκ γενετῆς τυφλὸν εὐκαίρως παραγάγωμεν. Ἤκουες, ἀγαπητὲ, τῇ προτέρᾳ τοῦ εὐαγγελιστοῦ Ἰωάννου βοῶντος· « Καὶ παράγων, φησὶν, ὁ Ἰησοῦς, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς καθήμενον· καὶ ἐπηρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; » Ὁ δὲ Κύριος πρὸς αὐτούς· « Οὐδὲ οὗτος ἥμαρτεν, οὐδὲ οἱ γονεῖς αὐτοῦ· ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. Ταῦτα εἰπὼν ὁ Κύριος, ἔπτυσε χαμαὶ, καὶ ἐποίησε πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισε τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ. » Καὶ ἀπέστειλεν αὐτὸν εἰς τὸν Σιλωάμ· καὶ ἀπελθὼν ἐνίψατο· καὶ νιψάμενος ἀνέβλεψε· καὶ ἀναβλέψας ἐπίστευσε τῷ ἀποστείλαντι. Ἄκουε συνετῶς. Ἐπηρώτησαν τὸν Κύριον οἱ μαθηταὶ, λέγοντες· « Διδάσκαλε, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ; » Δικαία τῶν ἀποστόλων ἡ ἐπερώτησις, ἔνθεν δείκνυται, ὅτι ὡς Θεῷ τῷ Κυρίῳ Ἰησοῦ προσίεσαν. Τίς γὰρ οἶδε τὰ κρυπτὰ τῶν ἀνθρώπων, εἰ μὴ ὁ τῶν καρδιῶν ἰχνηλάτης; Διὸ καὶ ὁ Κύριος οὐκ ἀνένευσε πρὸς τὴν ἐπερώτησιν, ἀλλὰ παραυτὰ ἐποίει τὴν ἀπόκρισιν, ἐν ταυτῷ καὶ τῶν ἀποστόλων τὴν ἐπερώτησιν πληροφορῶν, καὶ τὴν αὐτοῦ θεοπιστίαν βεβαιῶν. Ἀποκριθεὶς γὰρ ὁ Κύριος εἶπεν· « Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· » τουτέστιν ἡ παροῦσα τούτου τύφλωσις οὐκ ἔστιν ἁμαρτιῶν πρόσκομμα, ἀλλὰ φύσεως σφάλμα. Ὥσπερ γὰρ φυτὸν πρὸ τοῦ τῆς γῆς ἐκκύψαι, ἐν τῇ ῥίζῃ πολλάκις ἀπὸ περιστάσεως ἀερίου τὴν βλάβην δέχεται, οὕτω καὶ οὗτος ὁ ἐκ γενετῆς τυφλὸς, ἐν τῇ νηδύϊ τὴν πήρωσιν ἐδέξατο· ἢ τοῦ μητρῴου κόλπου ἀνευθέτου ὑπάρχοντος, ἢ τοῦ πατρῴου σπόρου κακοχύμου καταβληθέντος. Ὁ δὲ τὴν σφαλεῖσαν φύσιν διορθώσασθαι δυνάμενος οὐδὲν ἕτερον ἢ τῶν φύσεων δημιουργὸς εὑρεθήσεται. Διὸ καὶ ὁ Κύριος ἀπεφήνατο
4. This grateful voice of the prophet David, therefore, the man blind from birth, having recovered his sight, will himself also seasonably utter aloud: "My father and my mother have forsaken me, but the Lord has taken me to Himself." You all know clearly how this man too was spurned by his parents, yet was not forsaken by God. But so that we may pay back our debt, and refresh ourselves a little, that we may again be entrusted with debts, come then, let us seasonably pass on to the man blind from birth. You heard, beloved, on the former day the evangelist John crying out: "And as Jesus passed by," he says, "He saw a man blind from birth sitting; and His disciples asked Him, saying: Rabbi, who sinned, this man or his parents, that he should be born blind?" And the Lord said to them: "Neither did this man sin, nor his parents; but that the works of God might be manifested in him. Having said these things, the Lord spat on the ground, and made clay of the spittle, and anointed the eyes of the blind man." And He sent him to Siloam; and having gone away, he washed; and having washed, he recovered his sight; and having recovered his sight, he believed in Him Who sent him. Hear with understanding. The disciples asked the Lord, saying: "Teacher, who sinned, this man or his parents, that he should be born blind?" Just was the inquiry of the apostles, whence it is shown that they approached the Lord Jesus as God. For who knows the hidden things of men, except the Tracker of hearts? Wherefore also the Lord did not refuse the inquiry, but straightway made the reply, at the same time both satisfying the inquiry of the apostles and confirming faith in His Godhead. For answering, the Lord said: "Neither did this man sin, nor his parents; but that the works of God might be manifested in him;" that is, this present blindness of his is not a stumbling-block of sins, but a defect of nature. For just as a plant before peeping out of the earth often receives harm in the root from an atmospheric condition, so also this man blind from birth received the maiming in the womb: either because the maternal womb was ill-suited, or because the paternal seed was cast down with bad humours. And He Who is able to set right the nature that has miscarried will be found to be none other than the Creator of natures. Wherefore also the Lord declared,
PG 28:1008Read from the page
λέγων· « Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτου, ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ. » Καὶ ταῦτα εἰπὼν εὐθέως διὰ τοῦ ἔργου γνωρίζει, ὅτι αὐτός ἐστιν ὁ τῶν φύσεων δημιουργὸς, καὶ ὅτι περὶ αὐτοῦ ἔλεγεν· « ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ· » τουτέστιν, ἵνα γνωρισθῶ δι' αὐτοῦ, ὅτι οὐκ εἰμὶ λιτὸς ἄνθρωπος, ἀλλὰ Θεὸς κραταιός. Ἠδύνατο γὰρ ὁ Κύριος τῷ ῥήματι μόνῳ τὸν τυφλὸν ἰάσασθαι, ὁ λόγῳ τοὺς οὐρανοὺς στερεώσας, κατὰ τὸ φάσκον θεῖον ῥητόν· « Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν· » ἠδύνατο οὖν λόγῳ καὶ τοῦτον τὸν ἐκ γενετῆς τυφλὸν θεραπεῦσαι. Ἀλλ' οὐ ποιεῖ τοῦτο, πηλὸν δὲ ἐπιχρίει τοῖς ὀφθαλμοῖς αὐτοῦ, ἵνα πᾶσι φανερὸν καταστήσῃ, ὅτι αὐτός ἐστιν ὁ καὶ τοῦ Ἀδὰμ κεραμεὺς, καὶ διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἀποπληρῶν. Οὐ ξενίζει τὴν περιοδίαν, ἵνα μὴ διασκεδάσῃ τὴν θαυματουργίαν· πηλὸν ἐπὶ πηλὸν ἐπιχρίει, διὰ τοῦ ὁμοίου τὸ ὅμοιον ἀναπληρῶν. Ἔστι δὲ πάντως εἰπεῖν τινα,
saying: "Neither did this man sin, nor his parents, but that the works of God might be manifested in him." And having said these things, He straightway makes known through the deed that He Himself is the Creator of natures, and that He was speaking concerning Himself: "that the works of God might be manifested in him;" that is, that I may be made known through him, that I am not a mere man, but mighty God. For the Lord was able by a word alone to heal the blind man, He Who by a word established the heavens, according to the divine saying which declares: "By the word of the Lord the heavens were established;" He was able, then, by a word to heal this man also who was blind from birth. But He does not do this, and instead anoints clay upon his eyes, so that He may make it manifest to all that He Himself is also the Potter of Adam, and through like is supplying like. He does not make the procedure strange, lest He dispel the working of the miracle; He anoints clay upon clay, through like filling up like. And someone may assuredly say
5. Τίνος δὲ ἕνεκεν ἀπέστειλεν αὐτὸν εἰς τὸν Σιλωάμ; Μὴ καὶ τὸν Ἀδὰμ εἰς τὸν Σιλωὰμ ἐχάλασεν; Ἄκουε συνετῶς. Ὅτε τὸν Ἀδὰμ ὁ Κύριος ἐπηλόπλασε, τότε οὐδεὶς τῶν ἀντιλεγόντων Ἰουδαίων παρῆν· ἐπεὶ οὖν οὐδεὶς ἦν ἀντιλέγων, τότε μὲν ὁ Κύριος εὐσυσταλτικώτερον τὸν λογικὸν ἀνδριάντα κατασκευάζει· νυνὶ δὲ ὡς πολλῶν ὄντων τῶν ἀντιλεγόντων, πλατύνει τὴν περιοδίαν, ἵνα κρατύνῃ τὴν ἐξουσίαν, ὅπως καὶ ἄκοντας τοὺς ἀντιλέγοντας ἐπινεῦσαι τῷ θαύματι παρασκευάσῃ. Τούτου οὖν χάριν ἀπέστειλε τὸν πηλοφόρον εἰς τὸν Σιλωὰμ νίψασθαι, οὐχ ὅτι τοῦ Σιλωὰμ ἔχρηζεν ὁ τοῦ Σιλωὰμ δεσπότης· ἀλλ' ὅπως, τοῦ τυφλοῦ τρέχοντος, οἱ βλέποντες ἀκολουθήσωσι καὶ γενήσηται ὁ μὴ βλέπων τῶν βλεπόντων ὁδηγὸς, αὐτοὶ δὲ οἱ καταδραμόντες μάρτυρες γενήσωνται τοῦ θαύματος. Ὅταν γὰρ καὶ τοῦτο ἐποίησεν ὁ Κύριος, καὶ ἀπέστειλεν αὐτὸν εἰς τὴν Σιλωὰμ, ἄπειρα πλήθη κατέδραμον μαρτυροῦντα τῷ θαύματι. Καὶ ἔτι ἐνήχουν οἱ τῶν Φαρισαίων παῖδες πολυπραγμονοῦντες, καὶ φαντασίαν τὴν θαυματουργίαν βοῶντες. Τί ἔμελλον ποιεῖν, εἰ μὴ ἐπλάτυνε τὴν θαυματουργίαν; Ἄλλως δὲ πάλιν, εἰ βουληθῇς τὸν Σιλωὰμ εἰς τύπον λαβεῖν τῆς τοῦ βαπτίσματος κολυμβήθρας, οὐκ ἂν ἁμάρτοις· ἐπειδὴ ἐν ἐκείνῃ πάντες ἀπονίπτονται τὸ σκότος τῆς ἀγνωσίας, καὶ λαμβάνουσι τὸ φῶς τῆς εὐσεβείας.
5. And for what reason did He send him to Siloam? Did He also send Adam down to Siloam? Hear with understanding. When the Lord fashioned Adam of clay, none of the gainsaying Jews was then present; since therefore there was no one gainsaying, at that time the Lord constructs the rational statue more compendiously; but now, since there are many who gainsay, He broadens the procedure, so that He may strengthen His authority, in order that He may prepare the gainsayers even against their will to assent to the miracle. For this reason, then, He sent the clay-bearer to Siloam to wash, not because the Master of Siloam had need of Siloam, but so that, as the blind man ran, those who saw might follow, and he who did not see might become the guide of those who saw, and they themselves who ran down might become witnesses of the miracle. For when the Lord had done this also, and had sent him to Siloam, countless multitudes ran down bearing witness to the miracle. And still the sons of the Pharisees weredinning in their ears, busying themselves and crying out that the miracle-working was an illusion. What would they have done, if He had not broadened the miracle-working? And otherwise again, if you should wish to take Siloam as a type of the font of baptism, you would not err; since in it all wash away the darkness of ignorance, and receive the light of piety.
6. Καὶ ὅτι μετὰ τὴν τοσαύτην τοῦ θαύματος πλατύτητα οἱ πλείους τῶν Ἰουδαίων ἀντέλεγον τῷ θαύματι, ἤκουες τοῦ εὐαγγελιστοῦ λέγοντος· « Οἱ δὲ γείτονες, καὶ οἱ ἰδόντες αὐτὸν πρὸ τούτου, ὅτι προσαίτης ἦν, ἔλεγον· Οὐχ οὗτός ἐστιν ὁ προσαιτῶν, ὁ ἐκ γενετῆς τυφλός; Ἄλλοι ἔλεγον· Ουτός ἐστιν. Ἕτεροι δὲ ἔλεγον· Οὐκ ἔστιν ουτος, ἀλλ' ὅμοιος αὐτῷ ἐστιν. Ὁ δὲ ἀναβλέψας ἔλεγεν ὅτι, Ἐγώ εἰμι, ὃν λέγετε. »
6. And that after such a broadening of the miracle the greater part of the Jews gainsaid the miracle, you heard the evangelist saying: "The neighbours, therefore, and those who had seen him before, that he was a beggar, said: Is not this he who begged, he who was blind from birth? Others said: This is he. But others said: It is not he, but he is like him. But he who had recovered his sight said: I am he whom you say."
Notes, col. 1008

On the reading

Printed αὐτου, for αὐτοῦ.

Printed Ουτός, for Οὗτός.

Printed ουτος, for οὗτος.

PG 28:1009Read from the page
Εἶδες τύφλωσιν ἀναβλέψεως πρόξενον; Ὁ τυφλὸς ἀνέβλεψε καὶ οἱ βλέποντες ἐτυφλώθησαν τῇ κακίᾳ. Ἀεὶ γὰρ ἡ κακία τυφλή. Διὸ καὶ Ἰουδαίων παῖδες ἀπὸ κακίας ἐπήχουν τὸν ἐκ γενετῆς τυφλὸν, λέγοντες πρὸς αὐτόν· Λέγε ἡμῖν, ἄνθρωπε, τίνος χάριν συγκροτεῖς ἡμῖν τὸν υἱὸν τοῦ τέκτονος, καὶ ὡς Θεὸν αὐτὸν θέλεις διαφημίζεσθαι; Οὐκ εἶ σὺ ὁ ἐκ γενετῆς τυφλός· γνωρίζομεν ἡμεῖς ἐκεῖνον· πολλοστὸν αὐτῷ τὰ πρὸς τὰς χρείας ἐχορηγήσαμεν. Πῶς οὖν θρυλλεῖς σὺ, καὶ λέγεις, ὅτι Αὐτὸς ἀνέῳξέ μου τοὺς ὀφθαλμούς; Εἰ χρημάτων δέῃ, καὶ τούτων χάριν ψευδολογεῖς, ὅσον βούλει κομίζου· μόνον τῆς ἀληθείας μὴ ἀπέχου. Πάντα οὖν ἐποίουν, ἵνα πως διασκεδάσωσι τὸ θαῦμα. Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς ἀντιλέγοντας Ἰουδαίους ἔφασκε· Τί με συκοφαντεῖτε; Τί μου τὸ ψυχικὸν βλέμμα τυφλῶσαι προαιρεῖσθε; Ἀνέβλεψα, οὐ τυφλοῦμαι· μάτην μοι κονιορτὸν βλασφημίας προσρίπτετε. Ἄλλος ἐφιλανθρωπεύσατο, καὶ ὑμεῖς ἀντιβάλλετε. Οὐ προσκυνεῖτε, ἀλλὰ λοιδορεῖτε. Καλῶς δὲ αὐτὸν υἱὸν τοῦ τέκτονος προσαγορεύετε· μετημφίασε γὰρ τῶν ἐμῶν ὀφθαλμῶν τὰς θυρίδας. Μικρόν μοι συγχωρήσατε, εἰ μετ' ὀλίγον ὑμῖν διαλέγομαι. Συγχωρήσατέ μοι πρῶτον κατανοῆσαι τοῦ οὐρανοῦ τὸ κάλλος, τοῦ ἡλίου τὸ κέντρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτητα, τῆς θαλάσσης τὸ κύτος, τῶν πλοίων τὴν ἄτριβον διάβασιν, τῶν ἀνωμάλων τὴν περιοχὴν, τῶν ὀρέων τὰ κυρτώματα, τῶν ποταμῶν τὰ ῥεύματα, τῶν πηγῶν τὰ νάματα, τῶν φρεάτων τὰ ἀντλήματα, τῶν κτηνῶν τὰ σκιρτήματα, τῶν θηρίων τὰ ποικίλματα, τῶν ὀρνέων τὰ σχιζόπτερα, τῶν ἰχθύων τὰ ἰδιώματα, τῶν δένδρων τὰ ὑψώματα, τῶν καρπῶν τὰ γλυκάσματα. Συγχωρήσατέ μοι πρῶτον ταῦτα καὶ παραπλήσια τούτων θεάσασθαι, καὶ εἶθ' οὕτως ὑμῖν διαλέγομαι, πῶς ἀνέβλεψα. Πάλαι μὲν ἐγεννήθην, νυνὶ δὲ πρῶτον εἰσῆλθον εἰς τὸν κόσμον τῷ μέρει τῆς ὄψεως. Ἤκουσα τοῦ προφήτου βοῶντος· « Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. » Ἐγὼ ἐκ τῶν κτισμάτων, ὑμεῖς ἐκ τῶν ἐμῶν ὀφθαλμῶν ἀναλόγως τὸν δημιουργὸν θεωρήσατε. Τί μοι χρημάτων περιουσίαν ἐπαγγέλλεσθε; Οὐ πιπράσκω τὸ δῶρον, οὐ καπηλεύω τῶν ἐμῶν ὀφθαλμῶν τὴν ἀνάβλεψιν. Ἄμεινον εὐγνωμόνως προσαιτεῖν, ἢ κακοτρόπως πλουτεῖν. Τὸ λοιπὸν οὐκέτι προσαιτῶ· ἔλαβον γὰρ τὸν παράπτοντά μοι πρὸς ἐργασίαν λύχνον τοῦ σώματος. Οὐκέτι οὖν προσαιτῶ, ἀλλὰ γεωργῶ· οὐκέτι χάριν αἰτῶ, ἀλλὰ μισθὸν ἀπαιτῶ· οὐκέτι ῥάβδῳ τὴν γῆν ψηλαφῶ, ἀλλὰ τὴν ἄμπελον δρεπάνῳ κλαδεύω· οὐκέτι ἀργύρια συνάγω, ἀλλὰ δράγματα θερίζω· οὐκέτι τὴν πήραν περισφίγγω, ἀλλ' ἅμαξαν ἕλκω· οὐκέτι ἄρτων κλάσματα λαμβάνω, ἀλλὰ σῖτον κομίζω· οὐκέτι στένων βοῶ· Δῶτε τῷ τὸ φῶς μὴ ἔχοντι, ἀλλὰ
Did you see blindness procuring recovery of sight? The blind man recovered his sight, and those who saw were blinded by malice. For malice is ever blind. Wherefore also the sons of the Jews out of malice dinned into the ears of the man blind from birth, saying to him: Tell us, O man, for what reason do you applaud to us the son of the carpenter, and wish Him to be proclaimed as God? You are not the one blind from birth; we know that man; many a time we supplied him with the things for his needs. How then do you bruit it about and say: He Himself opened my eyes? If you are in need of money, and for the sake of this speak falsely, take as much as you wish; only do not depart from the truth. They did everything, therefore, so that somehow they might dispel the miracle. But he who had recovered his sight said to the gainsaying Jews: Why do you slander me? Why do you choose to blind the gaze of my soul? I have recovered my sight, I am not blind; in vain do you cast upon me the dust of blasphemy. Another showed loving-kindness, and you oppose Him. You do not worship, but revile. Yet rightly do you call Him the son of the carpenter; for He has refashioned the windows of my eyes. Grant me a little indulgence, if after a short while I converse with you. Permit me first to behold the beauty of the sky, the disk of the sun, the light of the moon, the bound of the day, the measure of the night, the dance of the stars, the coursing of the clouds, the level expanse of the earth, the hollow deep of the sea, the trackless crossing of ships, the compass of uneven places, the swells of the mountains, the streams of the rivers, the wellings of the springs, the drawings of the wells, the leapings of the cattle, the markings of the wild beasts, the cleft wings of the birds, the peculiarities of the fishes, the heights of the trees, the sweetnesses of the fruits. Permit me first to gaze upon these things and things like them, and then thus I shall converse with you as to how I recovered my sight. Long ago indeed I was born, but now for the first time I have entered into the world in respect of the part of sight. I heard the prophet crying out: "From the greatness and beauty of created things their Author is correspondingly beheld." For my part, from created things, and for your part, from my eyes, behold correspondingly the Creator. Why do you promise me an abundance of money? I do not sell the gift, I do not peddle the recovery of sight of my eyes. It is better to beg with a grateful mind than to grow rich in an evil manner. Henceforth I no longer beg; for I have received the lamp of the body kindled for me for work. Therefore I no longer beg, but till the ground; I no longer ask a favour, but demand wages; I no longer grope the earth with a staff, but prune the vine with a pruning-hook; I no longer collect silver coins, but reap sheaves; I no longer bind tight the wallet, but draw a wagon; I no longer receive fragments of loaves, but carry wheat; I no longer cry out groaning: Give to him who does not have the light, but
PG 28:1012Read from the page
μεγαλοφώνως κράζω· « Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; »
with a loud voice I cry: "The Lord is my illumination and my Saviour; whom shall I fear?"
7. Ταῦτα ἀκούσαντες οἱ ἀντιλέγοντες Ἰουδαῖοι, ὡς εἶδον αὐτὸν μὴ μόνον ἰαθέντα, ἀλλὰ καὶ συνηγοροῦντα τῷ θαύματι, προσήεσαν ἔτι ἐπερωτῶντες αὐτόν· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὅτι ἐπιμένεις τῷ πράγματι; Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς τυφλωθέντας ἔφη· Πῶς ἀνέβλεψα; Ἐπὶ Θεοῦ λέγετε, πῶς τῆς φύσεως ἀκολουθία γίνεται; Εἰ τὸ πῶς ἐρωτᾶτε, ἀντερωτήσω ὑμᾶς κἀγώ· Πῶς τὸ ὕδωρ εἰς οἶνον μετέβαλεν, ἀκολουθίαν ἢ θαυματουργίαν μηνύσας; Πῶς τὸν Λάζαρον ἐκ τοῦ τάφου ἐκάλεσε, φυσικῶς ἢ θεοπρεπῶς; Πῶς τὸν λεπρὸν τοῦ πάθους ἀπέλυσε, περιοδεύσας, ἢ θελήσας; Πῶς τὴν αἱμοῤῥοοῦσαν γυναῖκα, ναυαγοῦσαν ἐκ τῆς τῶν αἱμάτων φορᾶς, τοῦ κλύδωνος διέσωσε; Τὸ πάθος ἐρευνήσας, ἢ τὴν πίστιν κατανοήσας; Οἱ δὲ ἀντιλέγοντες Ἰουδαῖοι, ὡς εἶδον αὐτὸν ἐπιμένοντα, δριμύτερον κατεσχηκότες, εἷλκον αὐτὸν μετὰ βίας ἐπὶ τὸ Φαρισαϊκὸν κριτήριον, λέγοντες πρὸς αὐτόν· Νυνί σου τὰς σάρκας καταξανθῆναι παρασκευάσομεν, ἵνα δουλείαν, καὶ μὴ διδασκαλίαν μετέρχῃ. Οὐ σιωπᾷς, ἀλλὰ δημηγορεῖς, καὶ ὡς Θεὸν αὐτὸν θέλεις φημίζεσθαι, ἐκεῖνον τὸν υἱὸν τοῦ Ἰωσήφ; Ἀπὸ συμβεβηκότος τινὸς ἀνέβλεψας, καὶ προσφωνεῖς ἡμῖν, ὡς ἐκ γενετῆς τυφλὸς ἐτέχθης, καὶ ἐπάγεις ἡμῖν ἐκεῖνον τὸν τοῦ τέκτονος υἱόν; Οὐ σιωπᾷς, ἀλλὰ μεγάλα βοᾷς; Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς ἀντιλέγοντας ἔλεγεν· Εἰ οὐ θέλετέ με βοᾷν, τί ἐπερωτᾶτέ με συχνῶς; Ὑμεῖς ἑαυτοὺς θρυλλεῖτε, κἀμοὶ τὸ ἔγκλημα προσάπτετε. Ὡς φατε, εἰ ἐκ συμβεβηκότος τινὸς ἀνέβλεψα, τί μου τοὺς γονεῖς παρεστήσατε; Μάτην θορυβεῖσθε· οὐ δύνασθε κρύψαι τὸ θαῦμα· κἂν γὰρ ἐγὼ σιωπήσω, οἱ ὀφθαλμοί μου βοῶσιν. Ἄνθρωπός τις λεγόμενος Ἰησοῦς, οὗ καὶ τὸ ὄνομα ἴασις, πηλὸν ἐπέχρισέ μου τοῖς ὀφθαλμοῖς, καὶ εἶπέ μοι· « Ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ. » Καὶ ἀπελθὼν ἐνιψάμην· νιψάμενος, τὸν μὲν πηλὸν ἀπεθέμην, τὸ δὲ φῶς ἐδεξάμην.
7. Having heard these things, the gainsaying Jews, when they saw him not only healed, but also advocating the miracle, approached still questioning him: How did you recover your sight? What did that man do to you, that you persist in the matter? And he who had recovered his sight said to those who had been blinded: How did I recover my sight? In the case of God do you say how the sequence of nature comes about? If you ask the how, I too shall ask you in turn: How did He change the water into wine, indicating a natural sequence or a working of miracles? How did He call Lazarus out of the tomb, naturally or in a manner worthy of God? How did He release the leper from his affliction, by following a medical procedure or by willing it? How did He save from the surge the woman with an issue of blood, suffering shipwreck from the rush of blood? By examining the affliction, or by perceiving her faith? And the gainsaying Jews, when they saw him persisting, having seized him more fiercely, dragged him by force to the Pharisaic tribunal, saying to him: Now we shall prepare for your flesh to be torn to shreds, so that you may pursue servitude and not teaching. Are you not silent, but make public speeches, and wish Him to be proclaimed as God, that son of Joseph? By some chance occurrence you recovered your sight, and you address us as though you were born blind from birth, and bring upon us that son of the carpenter? Are you not silent, but cry aloud great things? And he who had recovered his sight said to the gainsayers: If you do not wish me to cry aloud, why do you question me constantly? You bruit it about among yourselves, and attach the accusation to me. As you say, if from some chance occurrence I recovered my sight, why did you bring forward my parents? In vain do you make an uproar; you cannot hide the miracle; for even if I should keep silent, my eyes cry aloud. A certain man called Jesus, Whose very name is healing, anointed clay upon my eyes, and said to me: "Go, wash in the pool of Siloam." And having gone away, I washed; having washed, I put off the clay, and received the light.
8. Ταῦτα ἀκούσαντες οἱ Φαρισαϊκοὶ κριταὶ, καὶ πλήθους ἀπείρου συναθροιζομένου· σάββατον γὰρ ἦν, ὅτε τὸ θαῦμα τοῦτο πεποίηκεν ὁ Ἰησοῦς· ἐπηρώτων αὐτὸν τὰ αὐτὰ τοῖς Ἰουδαίοις λέγοντες· Οἶδας, ἄνθρωπε, ποίῳ τόπῳ παρέστηκας, καὶ ὅτι ἀσυγχώρητον τὸ παρὸν κριτήριον τυγχάνει, καὶ ὡς οὐκ ἔστιν ἐνταῦθα πλάνην διαλαθεῖν ποτε. Λέγε ἡμῖν μετὰ πάσης ἀκριβείας· Πῶς ἀνέβλεψας; Τί σοι ἐποίησεν ἐκεῖνος ὁ ἄνθρωπος, ὃν λέγεις; Ὁ δὲ, ἀναβλέψας πρὸς τὸ Φαρισαϊκὸν κριτήριον, ἀπεκρίνατο· Πῶς ἀνέβλεψα, πάλιν περιεργάζεσθε; πάλιν ὡς κατάδικον εὐθύνετε, λέγοντές μοι· Πῶς ἀνέβλεψας; Ἐὰν ὑμῖν εἴπω, πάλιν θορυβεῖσθε. Τὸ πῶς ἀνέβλεψα, ἐγὼ ὑμῖν ἐρῶ. Τὴν μὲν αἰτίαν τῆς περιοδίας λέγω, τὴν δὲ ἐξουσίαν τῆς θαυματουργίας, οὐκ ἔχω λέγειν· « Τίς γὰρ ἔγνω νοῦν
8. Having heard these things, the Pharisaic judges, an immense multitude also being gathered together—for it was a sabbath when Jesus had done this miracle—questioned him, saying the same things as the Jews: Do you know, O man, in what place you stand, and that the present tribunal is unforgiving, and that it is impossible here for deceit ever to escape notice? Tell us with all exactness: How did you recover your sight? What did that man of whom you speak do to you? And he, looking up at the Pharisaic tribunal, answered: Do you again curiously inquire how I recovered my sight? Do you again call me to account as a condemned criminal, saying to me: How did you recover your sight? If I tell you, again you make an uproar. How I recovered my sight, I shall tell you. The cause of the procedure I state, but the authority of the miracle-working I am unable to state; "For who has known the mind