Εἶδες τύφλωσιν ἀναβλέψεως πρόξενον; Ὁ τυφλὸς ἀνέβλεψε καὶ οἱ βλέποντες ἐτυφλώθησαν τῇ κακίᾳ. Ἀεὶ γὰρ ἡ κακία τυφλή. Διὸ καὶ Ἰουδαίων παῖδες ἀπὸ κακίας ἐπήχουν τὸν ἐκ γενετῆς τυφλὸν, λέγοντες πρὸς αὐτόν· Λέγε ἡμῖν, ἄνθρωπε, τίνος χάριν συγκροτεῖς ἡμῖν τὸν υἱὸν τοῦ τέκτονος, καὶ ὡς Θεὸν αὐτὸν θέλεις διαφημίζεσθαι; Οὐκ εἶ σὺ ὁ ἐκ γενετῆς τυφλός· γνωρίζομεν ἡμεῖς ἐκεῖνον· πολλοστὸν αὐτῷ τὰ πρὸς τὰς χρείας ἐχορηγήσαμεν. Πῶς οὖν θρυλλεῖς σὺ, καὶ λέγεις, ὅτι Αὐτὸς ἀνέῳξέ μου τοὺς ὀφθαλμούς; Εἰ χρημάτων δέῃ, καὶ τούτων χάριν ψευδολογεῖς, ὅσον βούλει κομίζου· μόνον τῆς ἀληθείας μὴ ἀπέχου. Πάντα οὖν ἐποίουν, ἵνα πως διασκεδάσωσι τὸ θαῦμα. Ὁ δὲ ἀναβλέψας πρὸς τοὺς ἀντιλέγοντας Ἰουδαίους ἔφασκε· Τί με συκοφαντεῖτε; Τί μου τὸ ψυχικὸν βλέμμα τυφλῶσαι προαιρεῖσθε; Ἀνέβλεψα, οὐ τυφλοῦμαι· μάτην μοι κονιορτὸν βλασφημίας προσρίπτετε. Ἄλλος ἐφιλανθρωπεύσατο, καὶ ὑμεῖς ἀντιβάλλετε. Οὐ προσκυνεῖτε, ἀλλὰ λοιδορεῖτε. Καλῶς δὲ αὐτὸν υἱὸν τοῦ τέκτονος προσαγορεύετε· μετημφίασε γὰρ τῶν ἐμῶν ὀφθαλμῶν τὰς θυρίδας. Μικρόν μοι συγχωρήσατε, εἰ μετ' ὀλίγον ὑμῖν διαλέγομαι. Συγχωρήσατέ μοι πρῶτον κατανοῆσαι τοῦ οὐρανοῦ τὸ κάλλος, τοῦ ἡλίου τὸ κέντρον, τῆς σελήνης τὸ φάος, τῆς ἡμέρας τὸν ὅρον, τῆς νυκτὸς τὸ μέτρον, τῶν ἀστέρων τὴν χορείαν, τῶν νεφῶν τὴν διαδρομὴν, τῆς γῆς τὴν εὐθύτητα, τῆς θαλάσσης τὸ κύτος, τῶν πλοίων τὴν ἄτριβον διάβασιν, τῶν ἀνωμάλων τὴν περιοχὴν, τῶν ὀρέων τὰ κυρτώματα, τῶν ποταμῶν τὰ ῥεύματα, τῶν πηγῶν τὰ νάματα, τῶν φρεάτων τὰ ἀντλήματα, τῶν κτηνῶν τὰ σκιρτήματα, τῶν θηρίων τὰ ποικίλματα, τῶν ὀρνέων τὰ σχιζόπτερα, τῶν ἰχθύων τὰ ἰδιώματα, τῶν δένδρων τὰ ὑψώματα, τῶν καρπῶν τὰ γλυκάσματα. Συγχωρήσατέ μοι πρῶτον ταῦτα καὶ παραπλήσια τούτων θεάσασθαι, καὶ εἶθ' οὕτως ὑμῖν διαλέγομαι, πῶς ἀνέβλεψα. Πάλαι μὲν ἐγεννήθην, νυνὶ δὲ πρῶτον εἰσῆλθον εἰς τὸν κόσμον τῷ μέρει τῆς ὄψεως. Ἤκουσα τοῦ προφήτου βοῶντος· « Ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. » Ἐγὼ ἐκ τῶν κτισμάτων, ὑμεῖς ἐκ τῶν ἐμῶν ὀφθαλμῶν ἀναλόγως τὸν δημιουργὸν θεωρήσατε. Τί μοι χρημάτων περιουσίαν ἐπαγγέλλεσθε; Οὐ πιπράσκω τὸ δῶρον, οὐ καπηλεύω τῶν ἐμῶν ὀφθαλμῶν τὴν ἀνάβλεψιν. Ἄμεινον εὐγνωμόνως προσαιτεῖν, ἢ κακοτρόπως πλουτεῖν. Τὸ λοιπὸν οὐκέτι προσαιτῶ· ἔλαβον γὰρ τὸν παράπτοντά μοι πρὸς ἐργασίαν λύχνον τοῦ σώματος. Οὐκέτι οὖν προσαιτῶ, ἀλλὰ γεωργῶ· οὐκέτι χάριν αἰτῶ, ἀλλὰ μισθὸν ἀπαιτῶ· οὐκέτι ῥάβδῳ τὴν γῆν ψηλαφῶ, ἀλλὰ τὴν ἄμπελον δρεπάνῳ κλαδεύω· οὐκέτι ἀργύρια συνάγω, ἀλλὰ δράγματα θερίζω· οὐκέτι τὴν πήραν περισφίγγω, ἀλλ' ἅμαξαν ἕλκω· οὐκέτι ἄρτων κλάσματα λαμβάνω, ἀλλὰ σῖτον κομίζω· οὐκέτι στένων βοῶ· Δῶτε τῷ τὸ φῶς μὴ ἔχοντι, ἀλλὰ
Did you see blindness procuring recovery of sight? The blind man recovered his sight, and those who saw were blinded by malice. For malice is ever blind. Wherefore also the sons of the Jews out of malice dinned into the ears of the man blind from birth, saying to him: Tell us, O man, for what reason do you applaud to us the son of the carpenter, and wish Him to be proclaimed as God? You are not the one blind from birth; we know that man; many a time we supplied him with the things for his needs. How then do you bruit it about and say: He Himself opened my eyes? If you are in need of money, and for the sake of this speak falsely, take as much as you wish; only do not depart from the truth. They did everything, therefore, so that somehow they might dispel the miracle. But he who had recovered his sight said to the gainsaying Jews: Why do you slander me? Why do you choose to blind the gaze of my soul? I have recovered my sight, I am not blind; in vain do you cast upon me the dust of blasphemy. Another showed loving-kindness, and you oppose Him. You do not worship, but revile. Yet rightly do you call Him the son of the carpenter; for He has refashioned the windows of my eyes. Grant me a little indulgence, if after a short while I converse with you. Permit me first to behold the beauty of the sky, the disk of the sun, the light of the moon, the bound of the day, the measure of the night, the dance of the stars, the coursing of the clouds, the level expanse of the earth, the hollow deep of the sea, the trackless crossing of ships, the compass of uneven places, the swells of the mountains, the streams of the rivers, the wellings of the springs, the drawings of the wells, the leapings of the cattle, the markings of the wild beasts, the cleft wings of the birds, the peculiarities of the fishes, the heights of the trees, the sweetnesses of the fruits. Permit me first to gaze upon these things and things like them, and then thus I shall converse with you as to how I recovered my sight. Long ago indeed I was born, but now for the first time I have entered into the world in respect of the part of sight. I heard the prophet crying out: "From the greatness and beauty of created things their Author is correspondingly beheld." For my part, from created things, and for your part, from my eyes, behold correspondingly the Creator. Why do you promise me an abundance of money? I do not sell the gift, I do not peddle the recovery of sight of my eyes. It is better to beg with a grateful mind than to grow rich in an evil manner. Henceforth I no longer beg; for I have received the lamp of the body kindled for me for work. Therefore I no longer beg, but till the ground; I no longer ask a favour, but demand wages; I no longer grope the earth with a staff, but prune the vine with a pruning-hook; I no longer collect silver coins, but reap sheaves; I no longer bind tight the wallet, but draw a wagon; I no longer receive fragments of loaves, but carry wheat; I no longer cry out groaning: Give to him who does not have the light, but