μενα. Ἀμέλει καὶ τότε πάλιν ὁ ἀντίδικος ἡμῶν διάβολος, ὁρῶν τὰ κατορθούμενα τῷ τῶν ἀνθρώπων γένει, συνήθως ἐφθόνησε. Νομίσας γὰρ ἕνα τῶν πάντων εἶναι τὸν Κύριον, παρασκευάζει τὸν Ἡρώδην ζητῆσαι τὸν τεχθέντα ἀληθινὸν Βασιλέα, ὅπως αὐτὸν ἀπολέσῃ. Ἴδιον γάρ ἐστι τοῦ παμμιάρου τούτου καὶ παγκάκου ἀπολλύειν καὶ ἀποκτείνειν· τοῦ δὲ Ἰησοῦ ἴδιόν ἐστι τὸ σώζειν καὶ περιποιεῖσθαι· καὶ γὰρ φείδεται τῶν ἑαυτοῦ κτισμάτων, ἐπειδὴ καὶ πάντα δι' αὐτοῦ ἐγένετο. Ἐπιζητήσωμεν τοιγαροῦν τὸν ἀληθινὸν Βασιλέα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν· ἐξετάσωμεν ἑαυτοὺς, εἰ ἐλύθησαν ἡμῶν οἱ δεσμοί· Καὶ εἰ λελυμένοι εἰσὶ, προκόψωμεν ἐπὶ τὸ βέλτιον· εἰ δὲ μήπω λέλυνταί σου οἱ δεσμοὶ, ἐπίδος ἑαυτὸν τοῖς μαθηταῖς τοῦ Ἰησοῦ. Πάρεισι γὰρ οἱ λύοντες ἡμᾶς, ἐξουσίαν ταύτην εἰληφότες παρὰ τοῦ Σωτῆρος. « Ὅτι ὃ ἐὰν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς· » καὶ πάλιν· « Ἐάν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐτοῖς. Μακάριοι » τοιγαροῦν, « ὧν ἀφέθησαν αἱ ἁμαρτίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἀνομίαι. »
— Indeed, then also again our adversary the devil, seeing the things successfully accomplished for the race of men, was envious according to his custom. For supposing the Lord to be one among all men, he prepares Herod to seek the true King Who had been born, so that he might destroy Him. For it is proper to this all-polluted and all-wicked one to destroy and to kill; whereas to Jesus it is proper to save and to preserve; for indeed He spares His own creatures, since all things also came into being through Him. Let us therefore seek after the true King, our Lord Jesus Christ; let us examine ourselves, whether our bonds have been loosed; and if they have been loosed, let us advance unto what is better; but if your bonds have not yet been loosed, give yourself over to the disciples of Jesus. For those who loose us are present, having received this authority from the Saviour: "For whatsoever you bind upon the earth shall be bound in the heavens; and whatsoever you loose upon the earth shall be loosed in the heavens;" and again: "If you forgive the sins of any, they are forgiven them. Blessed," therefore, "are those whose iniquities have been forgiven and whose sins have been covered."
8. Εἶπον οὖν οἱ κύριοι τοῦ πώλου πρὸς τοὺς μαθητάς· « Τί λύετε τὸν πῶλον; » Οἱ δὲ ἀποκριθέντες εἶπον· « Ὅτι ὁ Κύριος αὐτοῦ χρείαν ἔχει. » Ὁρᾷς τῶν μαθητῶν τὴν σοφὴν ἀπόκρισιν· ἀκούσαντες γὰρ οἱ ψευδεῖς κύριοι τοῦ πώλου, ὅτι ὁ ὄντως καὶ ἀληθὴς Κύριος αὐτοῦ χρείαν ἔχει, δεύτερον οὐκ ἀπεκρίνοντο, ἀλλὰ νῶτα διδόασιν, οὐκ ἔτι ἀντιλέγειν τολμῶσιν. Εὐθὺς οὖν σπεύδουσι πρὸς τὸν ἄρχοντα αὐτῶν τὸν διάβολον, ἀπαγγέλλουσιν αὐτῷ τὰ συμβεβηκότα. Καὶ ὅρα ἐκεῖ συμβούλιον καὶ σκέψιν κατὰ τοῦ Κυρίου. Συνάγεται ἐκεῖ πᾶσα ἡ ἀντικειμένη δύναμις, καὶ γίνεται ἐκκλησία πονηρευομένων· ὅπως πληρωθῇ τὸ εἰρημένον διὰ τοῦ Προφήτου λέγοντος· « Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ, κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. » Λέγουσι γὰρ πρὸς τὸν διάβολον οἱ ἀλιτήριοι δαίμονες· Τί ποιοῦμεν; ὁ πῶλος λέλυται, ἀπῆλθε πρὸς τὸν Κύριον αὐτοῦ. Οὐκέτι σου ἐστὶν ὑποχείριος· οὐκέτι αὐτοῦ κυριεύεις. Διελογίζετο λοιπὸν ὁ δείλαιος διάβολος, τί ποιήσει τῷ Ἰησοῦ. Τότε συνάγονται οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰς τὴν αὐλὴν τοῦ λεγομένου Καϊάφα, καὶ συνεβουλεύσαντο κατὰ τοῦ Ἰησοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. Ἠγνόησαν γὰρ οἱ ἄθλιοι, ὅτι ὁ τούτου θάνατος ἀθανασίαν ἡμῖν χαρίζεται, καὶ ἡ αὐτοῦ κατάβασις τὴν εἰς οὐρανοὺς ἄνοδον ἡμῖν προεξένησεν. Ἀνέστη γὰρ ὁ Κύριος τριήμερος ἐκ τῶν νεκρῶν, σκυλεύσας
8. The masters of the colt, therefore, said to the disciples: "Why do you loose the colt?" And they answering said: "Because the Lord has need of it." You see the wise answer of the disciples; for when the false masters of the colt heard that the real and true Lord has need of it, they did not answer a second time, but turn their backs, and no longer dare to speak against them. Immediately, therefore, they hasten to their ruler the devil, and report to him the things that have happened. And see there a council and deliberation against the Lord. All the opposing power is gathered together there, and an assembly of evildoers is formed; so that what was spoken through the Prophet might be fulfilled, when he says: "The kings of the earth stood by and the rulers were gathered together in one, against the Lord and against His Christ." For the accursed demons say to the devil: What are we doing? The colt has been loosed, it has departed to its Lord. No longer is it under your hand; no longer do you have lordship over it. The wretched devil, therefore, was deliberating what he would do to Jesus. Then the scribes and the Pharisees are gathered together into the court of him who was called Caiaphas, and took counsel together against Jesus, so that they might destroy Him. For the wretched ones did not know that His death bestows immortality upon us, and His descent procured for us the ascent into the heavens. For the Lord rose on the third day from the dead, having despoiled