εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με. » Οὗτος δέ ἐστιν ὁ Χριστὸς ὁ σημαινόμενος, ὁ διὰ τὰς ἡμετέρας ἁμαρτίας κατελθὼν ἐξ οὐρανοῦ, καὶ συλληφθεὶς, καὶ τεχθεὶς καὶ ἐν φάτνῃ ἀνακλιθεὶς, ἕως οὗ σώσῃ τὸ γένος τῶν ἀνθρώπων. Οὕτω γὰρ φειδόμενος ἡμῶν, ἀποστέλλει καὶ νῦν τοὺς ἑαυτοῦ μαθητὰς εἰς τὴν κατέναντι κώμην, εἰπὼν πρὸς αὐτούς· « Πορευθέντες εἰς τὴν κατέναντι κώμην, εὑρήσετε πῶλον δεδεμένον· λύσαντες ἀγάγετέ μοι· » καὶ πορευθέντες οἱ ἀπόστολοι κατὰ τὸ κελευσθὲν αὐτοῖς ὑπὸ τοῦ Κυρίου, λύουσι τὸν πῶλον. Μεγάλων δέ ἐστιν ἀνδρῶν λῦσαι τὸν πῶλον τοῦτον, ἀγαπητοί· μεγάλων δὲ, φημὶ, οὐ τὴν σωματικὴν ἡλικίαν, ἀλλὰ μεγάλων ἐν πίστει, καὶ ἀγάπῃ, καὶ δικαιοσύνῃ· μεγάλων ἐν φρονήσει τε καὶ ἀνδρείᾳ καὶ ἀρετῇ· ὁποῖος μαρτυρεῖται Μωσῆς γεγονέναι, ὡς ὅταν ὁ Ἀπόστολος λέγῃ περὶ αὐτοῦ· « Πίστει Μωσῆς μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ· » ἀλλὰ καὶ προκόπτων Ἰσαὰκ μέγας ἐγένετο. Τῶν γὰρ οὕτω μεγάλων ἐστὶ λῦσαι τὸν πῶλον τοῦτον. Καὶ εἴθε κἀγὼ τηλικοῦτος ἤμην, ὡς δυνηθῆναί με τὸν πῶλον τοῦτον λῦσαι τῶν δεσμῶν! Ἕκαστος γὰρ ἡμῶν δέδεται τοῖς τῆς ἁμαρτίας δεσμοῖς, ὡς καὶ ἡ Γραφὴ μαρτυρεῖ, λέγουσα, ὅτι σειραῖς τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται. Εὐξώμεθα οὖν, ἵνα καὶ πρὸς ἡμᾶς ἀποστείλῃ ὁ Ἰησοῦς τοὺς ἑαυτοῦ μαθητὰς, ὅπως ἡμᾶς λύσωσιν ἀφ' ὧν ἕκαστος ἡμῶν δέδεται δεσμῶν. Ὁ μὲν γὰρ ἡμῶν δέδεται φιλαργυρίᾳ, ὁ δὲ συμπλέκεται πορνείᾳ· καὶ ἄλλος μὲν μέθῃ συνδέδεται, ἕτερος δὲ κεκράτηται ὑπὸ κενοδοξίας· καὶ ὁ μὲν ἀδικεῖ, ὁ δὲ ἁρπάζει τὰ τοῦ πλησίον καὶ τοῦ πένητος, ἄλλος δὲ τόκον ἐπὶ τόκῳ λαμβάνει· καὶ τέλος πάντες ἠσθενήσαμεν ἐν ταῖς ἀδικίαις ἡμῶν, καὶ χρήζομεν τῆς παρὰ τοῦ Σωτῆρος ἰάσεως· καὶ χρήζομεν αὐτοῦ, ἵνα καὶ πρὸς ἡμᾶς ἀποστείλῃ τοὺς μαθητὰς αὐτοῦ, καὶ λύσωσιν ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν. Οὕτω γάρ φησι πρὸς τοὺς μαθητάς· « Πορευθέντες εἰς τὴν κατέναντι κώμην, εὑρήσετε πῶλον δεδεμένον· λύσαντες αὐτὸν, ἀγάγετέ μοι. » Κώμην τὴν κατέναντι ὅταν ἀκούεις, τὸν περίγειον τόπον ὑπολάμβανε· ἡ γὰρ πόλις ἐστὶν
into the chamber of her who conceived me. » Now this is the Christ Who is signified, Who on account of our sins came down from heaven, and was conceived, and born and laid in a manger, until He should save the race of men. For thus sparing us, He sends even now His disciples into the opposite village, having said to them: « Having gone into the opposite village, you will find a colt tied; having untied it, bring it to Me; » and having gone, the apostles, according to what was commanded them by the Lord, untie the colt. Now it belongs to great men to untie this colt, beloved; great, I say, not in bodily stature, but great in faith, and love, and righteousness; great in prudence and courage and virtue; such as Moses is witnessed to have become, as when the Apostle says concerning him: « By faith Moses, having become great, refused to be called son of Pharaoh's daughter; » and advancing, Isaac also became great. For to those who are thus great it belongs to untie this colt. And would that I too were so great, as to be able to untie this colt from its bonds! For each of us is bound with the bonds of sin, as the Scripture also bears witness, saying that with the cords of his own sins each one is bound fast. Let us pray therefore that to us also Jesus may send His disciples, so that they may untie us from the bonds with which each of us is bound. For one of us is bound by love of money, and another is entangled in fornication; and one is bound together with drunkenness, while another is held fast by vainglory; and one commits injustice, and another seizes the goods of his neighbour and of the poor man, and another takes interest upon interest; and finally we have all grown weak in our injustices, and we have need of the healing from the Saviour; and we have need of Him, that to us also He may send His disciples, and they may untie us from the bonds of the devil. For thus He says to the disciples: « Having gone into the opposite village, you will find a colt tied; having untied it, bring it to Me. » When you hear the opposite village, understand the earthly place; for the city is