Migne Reading Room

PG 28 · cols. 172–181 · Read from the page

Homily on Go into the Village Opposite

Homily on Go into the Village Opposite

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 28:172Read from the page
τῶν ἀνθρώπων γένος, καὶ ἀπολλύμενον ταῖς τοῦ διαβόλου πανουργίαις, καιρὸς γέγονε τοῦ ζητηθῆναι τοῦτο, καὶ ἀνακληθῆναι ἐκ τῆς αἰχμαλωσίας, καὶ ἐλευθερωθῆναι ἐκ τῶν δεσμῶν. Χρεία γὰρ ἦν ζητῆσαι ἡμᾶς καὶ μαθεῖν, ὅτι τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ. Τούτου οὖν ἀνυσθέντος, καιρὸς γέγονε τοῦ ἀπολέσθαι τὸν τύπον καὶ τὴν ἐν τῷ γράμματι σκιάν. Μέχρι γὰρ καιροῦ διορθώσεως ἦσαν ἐπικείμενα· τοῦ δὲ τελειοτέρου φανέντος, τὸ ἐκ μέρους κατήργηται. « Ὅτε » γὰρ « ἤμην νήπιος, ἐλάλουν ὡς νήπιος· ὅτε δὲ γέγονα ἀνὴρ, κατήργηκα τὰ τοῦ νηπίου. » Ἀμέλει ὁ Σωτήρ φησιν· « Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν. » Τουτέστιν, ὁ ζητήσας τὴν ψυχὴν αὐτοῦ, καὶ εὑρὼν αὐτὴν ἐν ἁμαρτίαις, ταχυνάτω τοῦ ἀπολέσαι αὐτὴν, μὴ συγχωρῶν αὐτὴν ἐγχρονίζειν ἐν κακίᾳ· ἵνα, καιρὸν λαβὼν, ζητήσας αὖθις εὕρῃ αὐτὴν ἐν ἀρετῇ. Καὶ γὰρ εἴ τις βούλεται εὑρεῖν τὴν ἑαυτοῦ ψυχὴν ἐκτὸς κολάσεως, ἀπολέσει αὐτὴν πρὸς τὸ παρὸν, ἵνα Χριστὸν κερδήσῃ. Τὸ δὲ ἀπολέσαι ἐνταῦθα διδάσκει ὁ Σωτὴρ, οὐχ ἵνα ἀπώλειαν τῇ ψυχῇ ἡμῶν περιποιησώμεθα, ἀλλ' ἵνα ἐν καιρῷ μαρτυρίου μὴ φεισώμεθα κτημάτων, μὴ τέκνων, μὴ γονέων, μὴ σώματος, μηδὲ αὐτῆς τῆς ψυχῆς· ἀλλὰ παραδῶμεν ἑαυτοὺς μέχρι θανάτου, ἵν', ὡς προεῖπον, εὑρήσωμεν τὴν ψυχὴν ἡμῶν ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ. Οὕτω γὰρ καὶ ὁ Σωτὴρ διδάσκων ἔλεγεν· « Ὁ ἀγαπῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ, οὐκ ἔστι μου ἄξιος. »
race of men, and perishing by the craftinesses of the devil, the time has come for it to be sought out, and recalled from captivity, and set free from bonds. For there was need for us to seek and learn that the letter kills, whereas the spirit gives life. When this therefore had been accomplished, the time came for the type and the shadow in the letter to perish. For until a time of rectification they were imposed; but when that which is more perfect appeared, that which is in part has been done away. For « When I was a child, I spoke as a child; but when I have become a man, I have done away with the things of the child. » Indeed the Saviour says: « He who has found his soul shall lose it; and he who has lost his soul for My sake shall find it. » That is, let him who has sought his soul, and found it in sins, hasten to lose it, not allowing it to linger in wickedness; so that, seizing an opportunity, having sought it again he may find it in virtue. For indeed if anyone wishes to find his own soul outside of punishment, he will lose it for the present, so that he may gain Christ. Now to lose here the Saviour teaches, not that we should procure destruction for our soul, but that in a time of martyrdom we should not spare possessions, nor children, nor parents, nor body, nor our very soul itself; but deliver ourselves up even unto death, so that, as I said before, we may find our soul in the kingdom of the heavens. For thus also the Saviour teaching used to say: « He who loves father or mother above Me is not worthy of Me. »
3. Εἴ τις οὖν βούλεται εὑρεῖν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτὴν ἐν τῷ νῦν καιρῷ. Χρὴ τοίνυν ἀπολέσθαι ἐν ἡμῖν τὴν κακίαν, ἵνα, ζητήσαντες τὴν ἀρετὴν, εὕρωμεν αὐτήν. Ἐὰν γὰρ μή τις παύσηται ὀργῆς, πῶς πραότητα μελετήσει; Ἐὰν μή τις ἀπολέσῃ ἀφ' ἑαυτοῦ τὴν πορνείαν, πῶς σωφροσύνην ἐπαγγέλλεται; Πρῶτον μὲν γὰρ ἀποβαλέσθαι προσήκει ἡμῖν πᾶσαν φιλαργυρίαν καὶ εἰδωλολατρείαν, καὶ εἶθ' οὕτω ζητῆσαι ἀκτημοσύνην καὶ θεοσέβειαν. « Ἐζήτησα » γὰρ, φησὶν, « ὃν ἠγάπησεν ἡ ψυχή μου· ἐζήτησα αὐτὸν, καὶ εὗρον αὐτὸν, καὶ εἰσήγαγον αὐτὸν εἰς τὸν οἶκον τῆς μητρός μου, καὶ
3. If anyone therefore wishes to find his soul, he will lose it in the present time. Wickedness therefore must perish in us, so that, having sought virtue, we may find it. For unless someone ceases from anger, how will he practise meekness? Unless someone destroys fornication from himself, how does he profess chastity? For first it befits us to cast away all love of money and idolatry, and then thus to seek non-possession and godliness. For « I sought, » it says, « him whom my soul loved; I sought him, and found him, and brought him into the house of my mother, and
PG 28:173Read from the page
εἰς τὸ ταμιεῖον τῆς συλλαβούσης με. » Οὗτος δέ ἐστιν ὁ Χριστὸς ὁ σημαινόμενος, ὁ διὰ τὰς ἡμετέρας ἁμαρτίας κατελθὼν ἐξ οὐρανοῦ, καὶ συλληφθεὶς, καὶ τεχθεὶς καὶ ἐν φάτνῃ ἀνακλιθεὶς, ἕως οὗ σώσῃ τὸ γένος τῶν ἀνθρώπων. Οὕτω γὰρ φειδόμενος ἡμῶν, ἀποστέλλει καὶ νῦν τοὺς ἑαυτοῦ μαθητὰς εἰς τὴν κατέναντι κώμην, εἰπὼν πρὸς αὐτούς· « Πορευθέντες εἰς τὴν κατέναντι κώμην, εὑρήσετε πῶλον δεδεμένον· λύσαντες ἀγάγετέ μοι· » καὶ πορευθέντες οἱ ἀπόστολοι κατὰ τὸ κελευσθὲν αὐτοῖς ὑπὸ τοῦ Κυρίου, λύουσι τὸν πῶλον. Μεγάλων δέ ἐστιν ἀνδρῶν λῦσαι τὸν πῶλον τοῦτον, ἀγαπητοί· μεγάλων δὲ, φημὶ, οὐ τὴν σωματικὴν ἡλικίαν, ἀλλὰ μεγάλων ἐν πίστει, καὶ ἀγάπῃ, καὶ δικαιοσύνῃ· μεγάλων ἐν φρονήσει τε καὶ ἀνδρείᾳ καὶ ἀρετῇ· ὁποῖος μαρτυρεῖται Μωσῆς γεγονέναι, ὡς ὅταν ὁ Ἀπόστολος λέγῃ περὶ αὐτοῦ· « Πίστει Μωσῆς μέγας γενόμενος, ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ· » ἀλλὰ καὶ προκόπτων Ἰσαὰκ μέγας ἐγένετο. Τῶν γὰρ οὕτω μεγάλων ἐστὶ λῦσαι τὸν πῶλον τοῦτον. Καὶ εἴθε κἀγὼ τηλικοῦτος ἤμην, ὡς δυνηθῆναί με τὸν πῶλον τοῦτον λῦσαι τῶν δεσμῶν! Ἕκαστος γὰρ ἡμῶν δέδεται τοῖς τῆς ἁμαρτίας δεσμοῖς, ὡς καὶ ἡ Γραφὴ μαρτυρεῖ, λέγουσα, ὅτι σειραῖς τῶν ἑαυτοῦ ἁμαρτημάτων ἕκαστος σφίγγεται. Εὐξώμεθα οὖν, ἵνα καὶ πρὸς ἡμᾶς ἀποστείλῃ ὁ Ἰησοῦς τοὺς ἑαυτοῦ μαθητὰς, ὅπως ἡμᾶς λύσωσιν ἀφ' ὧν ἕκαστος ἡμῶν δέδεται δεσμῶν. Ὁ μὲν γὰρ ἡμῶν δέδεται φιλαργυρίᾳ, ὁ δὲ συμπλέκεται πορνείᾳ· καὶ ἄλλος μὲν μέθῃ συνδέδεται, ἕτερος δὲ κεκράτηται ὑπὸ κενοδοξίας· καὶ ὁ μὲν ἀδικεῖ, ὁ δὲ ἁρπάζει τὰ τοῦ πλησίον καὶ τοῦ πένητος, ἄλλος δὲ τόκον ἐπὶ τόκῳ λαμβάνει· καὶ τέλος πάντες ἠσθενήσαμεν ἐν ταῖς ἀδικίαις ἡμῶν, καὶ χρήζομεν τῆς παρὰ τοῦ Σωτῆρος ἰάσεως· καὶ χρήζομεν αὐτοῦ, ἵνα καὶ πρὸς ἡμᾶς ἀποστείλῃ τοὺς μαθητὰς αὐτοῦ, καὶ λύσωσιν ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν. Οὕτω γάρ φησι πρὸς τοὺς μαθητάς· « Πορευθέντες εἰς τὴν κατέναντι κώμην, εὑρήσετε πῶλον δεδεμένον· λύσαντες αὐτὸν, ἀγάγετέ μοι. » Κώμην τὴν κατέναντι ὅταν ἀκούεις, τὸν περίγειον τόπον ὑπολάμβανε· ἡ γὰρ πόλις ἐστὶν
into the chamber of her who conceived me. » Now this is the Christ Who is signified, Who on account of our sins came down from heaven, and was conceived, and born and laid in a manger, until He should save the race of men. For thus sparing us, He sends even now His disciples into the opposite village, having said to them: « Having gone into the opposite village, you will find a colt tied; having untied it, bring it to Me; » and having gone, the apostles, according to what was commanded them by the Lord, untie the colt. Now it belongs to great men to untie this colt, beloved; great, I say, not in bodily stature, but great in faith, and love, and righteousness; great in prudence and courage and virtue; such as Moses is witnessed to have become, as when the Apostle says concerning him: « By faith Moses, having become great, refused to be called son of Pharaoh's daughter; » and advancing, Isaac also became great. For to those who are thus great it belongs to untie this colt. And would that I too were so great, as to be able to untie this colt from its bonds! For each of us is bound with the bonds of sin, as the Scripture also bears witness, saying that with the cords of his own sins each one is bound fast. Let us pray therefore that to us also Jesus may send His disciples, so that they may untie us from the bonds with which each of us is bound. For one of us is bound by love of money, and another is entangled in fornication; and one is bound together with drunkenness, while another is held fast by vainglory; and one commits injustice, and another seizes the goods of his neighbour and of the poor man, and another takes interest upon interest; and finally we have all grown weak in our injustices, and we have need of the healing from the Saviour; and we have need of Him, that to us also He may send His disciples, and they may untie us from the bonds of the devil. For thus He says to the disciples: « Having gone into the opposite village, you will find a colt tied; having untied it, bring it to Me. » When you hear the opposite village, understand the earthly place; for the city is
PG 28:176Read from the page
ἐπουρανία, ὡς καὶ ὁ μακάριος Ἀπόστολος γράφει· « Οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν, ἧς τεχνίτης καὶ δημιουργ-
heavenly, as the blessed Apostle also writes: "For here we have no abiding city, but we seek after the one that is to come, whose artificer and builder"
4. Τοιοῦτοι δὲ ἦσαν πάντες οἱ ἅγιοι, καὶ ὅσοι κατὰ τὸν Παῦλον πορευόμενοι ταύτης ὀρέγονται. Ἄκουε πάλιν αὐτόν· « Εἰ γὰρ ἐκείνης ἐμνημόνευον, ἀφ' ἧς ἐξέβησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου. » Τοιοῦτοι δὲ ἦσαν οἱ ἅγιοι ἀπόστολοι καὶ μαθηταὶ τοῦ Κυρίου, οἵτινες μετὰ τοῦ Πέτρου ἔλεγον· « Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι. » Ἀποστέλλονται οὖν λῦσαι τὸν προειρημένον πῶλον. Ἡ γὰρ τοῦ Σωτῆρος ἡμῶν παρουσία καὶ φιλανθρωπία ἀνεκαλέσατο ἡμᾶς ἐκ τῆς κατέναντι κώμης εἰς τὴν ἐπουράνιον αὐτοῦ πόλιν τὴν ἄνω Ἱερουσαλήμ. Οἶμαι γὰρ, ὅτι διὰ τὴν γενομένην τοῦ Ἀδὰμ παρακοὴν ἐξεβλήθημεν ἀπὸ τοῦ παραδείσου, καὶ εἰς κώμην τὴν κατέναντι ἀπῳκίσθημεν· « Ἐξέβαλε γὰρ, φησὶν, ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς. » Καὶ ὧδε οὖν εἰς τὴν κατέναντι κώμην ἀποστέλλονται οἱ μαθηταὶ ὑπὸ τοῦ Ἰησοῦ λῦσαι τὸν πῶλον. Καὶ ὅρα μήποτε διὰ τὸν ἐκβληθέντα ἀπέναντι τοῦ παραδείσου οἱ μαθηταὶ ἀποστέλλωνται εἰς τὴν κατέναντι κώμην ὑπὸ τοῦ Ἰησοῦ λῦσαι τὸν πῶλον. Διὰ γὰρ τοῦτο ἐλήλυθεν ὁ Σωτὴρ, καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα, τὰ μὴ πεπλανημένα, ὅπως πορευθεὶς ζητήσῃ τὸ πεπλανημένον· καὶ εὑρὼν, χαίρει ἐπ' αὐτῷ, συγχαίρουσι δὲ οἱ ἄγγελοι ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι. Ζητητέον δὲ εἰ μόνοι τῆς τοῦ πώλου διακονίας ἕνεκεν ἀπεστάλησαν οἱ μαθηταὶ εἰς τὴν κατέναντι κώμην. Οἶδα γὰρ, ὅτι πρὸ τῶν ἀποστόλων ἀόρατοι δυνάμεις διηκόνουν τῷ Ἰησοῦ. Ἴσως γὰρ καὶ αὐτὰς τὰς δυνάμεις μαθητευομένας αὐτῷ ὁ Κύριος ἀπέστειλεν ἅμα τοῖς περὶ τὸν Πέτρον εἰς τὴν κατέναντι κώμην, λῦσαι τὸν πῶλον. Ἄκουε γὰρ τοῦ εὐαγγελιστοῦ περὶ τοῦ Κυρίου λέγοντος· « Καὶ ἰδοὺ, φησὶν, ἄγγελοι ἐλθόντες διηκόνουν αὐτῷ. » Περὶ δὲ τῆς ἀνθρωπότητος βοᾷ Δαβὶδ λέγων· « Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς, ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος. » Μηδεὶς οὖν ἐν σώματι διατρίβων, καὶ εἰς τὸν βίον τοῦτον περισπώμενος, νομιζέτω, ὅτι ἔνδον ἐστὶ πόλεως. Οὐ δύναται γὰρ ὁ τὰ τῆς σαρκὸς φρονῶν ἐν ταύτῃ τῇ μεγάλῃ πόλει εὑρε-
4. And such were all the saints, and all who walk according to Paul reach out after this city. Hear him again: "For if they had been mindful of that one from which they went out, they would have had opportunity to return. But now they reach out after a better one, that is, a heavenly." And such were the holy apostles and disciples of the Lord, who said with Peter: "Behold, we have left all things, and have followed you." They are sent, therefore, to loose the aforesaid colt. For the coming and loving-kindness of our Saviour recalled us out of the village over against us into His heavenly city, the Jerusalem above. For I think that because of the disobedience of Adam that took place we were cast out from paradise, and were settled away into the village over against it: "For God cast out Adam," it says, "and settled him over against the paradise of delight." Here too, therefore, the disciples are sent by Jesus into the village over against them to loose the colt. And see whether perhaps it is on account of him who was cast out over against paradise that the disciples are sent by Jesus into the village over against them to loose the colt. For on this account the Saviour has come, leaving the ninety-nine sheep that had not gone astray, so that He might go and seek the one that had gone astray; and having found it, He rejoices over it, and the angels rejoice together over one sinner who repents. Yet we must inquire whether the disciples alone were sent into the village over against them for the ministry of the colt. For I know that before the apostles invisible powers ministered to Jesus. For perhaps the Lord sent those powers also, being discipled to Him, together with those around Peter into the village over against them, to loose the colt. For hear the evangelist speaking concerning the Lord: "And behold," he says, "angels came and ministered to Him." And concerning humanity David cries aloud, saying: "Bread of heaven He gave to them, man ate the bread of angels." Let no one, therefore, who dwells in the body, and is distracted towards this life, suppose that he is within a city. For he who minds the things of the flesh cannot in this great city be fo-
PG 28:177Read from the page
θῆναι, ἀλλ' ἐν κώμῃ ἔτι διατρίβει ὁ τοιοῦτος. Τὸ γὰρ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς Θεόν ἐστιν. Εἰδέναι οὖν δεῖ, ὅτι ὁ κώμην οἰκῶν οὐ πολιτεύεται τῇ ψυχῇ, οὐ στρατηγεῖ τῇ γνώμῃ, οὐκ ἄρχει ἑαυτοῦ· πόλεως γὰρ μεγάλης ἴδια ταῦτα. Ὅτε γάρ τις ἐν ἀρετῇ πολιτεύηται, καὶ σωφροσύνην στρατηγήσῃ, καὶ σοφίαν βουλεύσηται, καὶ ἐγκρατείας ἄρξῃ, τότε τῶν ἁγίων μιμητὴς γενήσεται. Οἱ γὰρ ἅγιοι οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἀλλ', ὡς προεῖπον, τὴν μέλλουσαν ἐπιζητοῦσιν, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἄκουε γὰρ τοῦ Ἀποστόλου λέγοντος· « Ἐπὶ τῆς γῆς περιπατοῦντες, ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχωμεν· » καὶ, « Ἡμῶν δὲ τὸ πολίτευμα ἐν οὐρανῷ ὑπαρχέτω, »
und, but such a one still dwells in a village. For the mind of the flesh is enmity towards God. One must know, therefore, that he who inhabits a village does not conduct himself as a citizen in his soul, does not command with his judgement, does not rule himself; for these things are proper to a great city. For when someone conducts himself in virtue, and commands temperance, and takes counsel in wisdom, and rules over self-control, then he will become an imitator of the saints. For the saints do not have here an abiding city, but, as I said before, they seek after the one that is to come, whose artificer and builder is God. For hear the Apostle saying: "Walking upon the earth, let us have our citizenship in the heavens;" and, "Let our citizenship be in heaven,"
5. Πορευθέντες οὖν οἱ μαθηταὶ, ἔλυσαν τὸν πῶλον· μαθητῶν γὰρ ἔργον ἐστὶ τὸ λῦσαι τὸν πῶλον τοῦτον, καὶ μαθητῶν δυναμένων ποιεῖν τὰ ὑπὸ τοῦ διδασκάλου λεγόμενα. Πολλοὶ γὰρ δοκοῦντες εἶναι τοῦ Ἰησοῦ μαθηταὶ, οὐχ ὅπως τὰ ὑπ' αὐτοῦ λεγόμενα ποιοῦσιν, ἀλλὰ καὶ ἐπιβουλεύουσι τῷ διδασκάλῳ, ὡς ὁ τρισάθλιος καὶ προδότης Ἰούδας. Πηλίκος δέ ἐστιν ὁ πῶλος οὗτος, ἀγαπητοὶ, ὡς μὴ ἕνα κύριον ἔχειν, ἀλλὰ πολλούς; Εἶπον γὰρ πρὸς τοὺς μαθητὰς οἱ κύριοι τοῦ πώλου· Τί λύετε τὸν πῶλον; Ἆρα εἰ ἦν αἰσθητὸς ὁ πῶλος οὗτος, οὐκ ἤρκει ἕνα κύριον αὐτῷ παρακαθέζεσθαι; νῦν δὲ πολλοὶ αὐτοῦ εἰσι κύριοι κατὰ τὸ Εὐαγγέλιον. Εἶπον γὰρ, φησὶν, οἱ κύριοι αὐτοῦ πρὸς τοὺς μαθητάς· « Τί λύετε τὸν πῶλον; » Ἴσως γὰρ ἐροῦσι πρὸς αὐτούς· Οὐχ ὁρᾶτε, πόσοι αὐτῷ παρακαθεζόμεθα; πῶς δεδεμένος ἐστί; πῶς ἐσχήκαμεν αὐτὸν ἔκδοτον; τί ἀποσπᾶτε ἀφ' ἡμῶν τὴν ἐργασίαν ἡμῶν; Τί λύετε τὴν προσδοκίαν ἡμῶν; Ἔτι οὗτος ἡμῖν ὑπολέλειπται, καὶ τούτου ἡμᾶς ἀποστῆσαι βούλεσθε; Ἐὰν οὗτος λυθῇ ἀπὸ τῶν δεσμῶν, ἡμεῖς ἀντ' αὐτοῦ δεσμευόμεθα. Ἐφοβοῦντο τοιγαροῦν οἱ ἀλιτήριοι δαίμονες, ὁρῶντες λυόμενον τὸν πῶλον· ἐταράσσοντο ἐν ἑαυταῖς αἱ ἀντικείμεναι δυνάμεις, αἵτινες ᾐχμαλώτευσαν ἡμᾶς. Ἀλλ' ὅτε ἐπεδήμησεν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, καὶ ἐπέγνωσαν αὐτοῦ τὴν παρουσίαν, ἐφοβήθησαν, ἀκούσαντες αὐτοῦ πρὸς τοὺς μαθητὰς λέγοντος· « Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. » Ἐφοβήθησαν ἀκούσαντες· « Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος. » Ἐφοβήθησαν μὴ οὗτός ἐστιν ὁ τὸ σκότος καταλάμπων· ἤκουσαν γὰρ τοῦ προφήτου λέγοντος· « Γαλι-
5. Having gone, therefore, the disciples loosed the colt; for it is the work of disciples to loose this colt, and of disciples who are able to do the things spoken by the teacher. For many who seem to be disciples of Jesus not only do not do the things spoken by Him, but even plot against the teacher, like the thrice-wretched and traitor Judas. And how great is this colt, beloved, so as not to have one master, but many? For the masters of the colt said to the disciples: Why do you loose the colt? If this colt were perceptible to the senses, would it not have sufficed for one master to sit beside it? Yet now many are its masters according to the Gospel. For its masters, it says, said to the disciples: "Why do you loose the colt?" For perhaps they will say to them: Do you not see how many of us sit beside it? how it is bound? how we have held it delivered over to us? why do you tear away from us our business? Why do you loose our expectation? Still this one is left to us, and do you wish to remove us from this one? If this one be loosed from the bonds, we are bound in its stead. Therefore the accursed demons were afraid when they saw the colt being loosed; the opposing powers, which had led us captive, were troubled within themselves. But when our Lord Jesus Christ sojourned among us, and they recognized His presence, they were afraid when they heard Him saying to the disciples: "Behold, I have given you authority to tread upon serpents and scorpions, and upon all the power of the enemy." They were afraid when they heard: "Go, make disciples of all the nations, baptizing them into the name of the Father, and of the Son, and of the Holy Spirit." They were afraid lest this is He Who shines upon the darkness; for they heard the prophet saying: "Gali-
PG 28:180Read from the page
λαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα. » Πάντες οὖν περὶ τοῦ πώλου κεχήνασι, πάντες περὶ αὐτὸν κάθηνται, οὐδεὶς αὐτοῦ ἀφίσταται. Τοιοῦτός ἐστιν οὗτος ὁ πῶλος, ὡς πάντας τοὺς κυρίους αὐτοῦ τηρεῖν αὐτόν. Ἆρα, εἰ ἦν αἰσθητὸς οὗτος, οἱ κύριοι αὐτοῦ παρεκαθέζοντο αὐτῷ; καὶ ὀνάριον αἰσθητὸν πολλῶν κυρίων γίνεται κτῆμα; καὶ πάντες οἱ κεκτημένοι παρακαθέζονται αὐτῷ; οὐδεὶς αὐτῶν πραγματεύεται, οὐδεὶς αὐτῶν ἐν ἀγορᾷ βαδίζει, ἄλλο ἔργον οὐκ ἔχουσιν, ἀλλὰ πάντες αὐτῶν ὁμοῦ περὶ αὐτὸ ἠσχόληνται; Ἢ ὀνάριον αἰσθητὸν ἐπὶ ἀμφόδου δέδεται, ἔπαυλιν οὐκ ἔχει, φάτνην οὐκ ἔχει, εἰς ἀγρὸν οὐ κατέρχεται; ἀλλὰ πῶλος αἰσθητὸς ἐπ' ἀμφόδου δέδεται, καὶ πάντες οἱ κύριοι αὐτοῦ αὐτῷ παρακαθέζονται, τηροῦντες αὐτόν. Ταῦτα λέ-
lee of the Gentiles, the people sitting in darkness saw a great light." All of them, therefore, gape after the colt, all sit around it, no one departs from it. Such is this colt that all its masters guard it. If this one were perceptible to the senses, would its masters sit beside it? And does a little ass perceptible to the senses become the possession of many masters? And do all its owners sit beside it? Does none of them do business, does none of them walk in the market-place, have they no other work, but are all of them together busied about it? Or is a little ass perceptible to the senses bound at a crossways, has it no fold, has it no manger, does it not go down into the field? Yet a colt perceptible to the senses is bound at a crossways, and all its masters sit beside it, guarding it. In sa-
6. Ἀληθῶς ἐπὶ ὀναρίου αἰσθητοῦ ὁ Κύριος ἐκάθισεν ἐρχόμενος ἀπὸ Βηθανίας εἰς Ἱεροσόλυμα· οὕτω γὰρ Ζαχαρίας προφητεύει λέγων· « Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι πραῢς, ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου. » Τῆς οὖν ἱστορίας ἀληθευούσης, ζητῶ τὰ ἐν αὐτῇ καταχωσθέντα πράγματα· ζητοῦμεν τὸν ἐναποκείμενον ἡμῖν θησαυρὸν, ζητοῦμεν τοῦ πνεύματος τὴν δύναμιν. Οὐ γὰρ ψιλῇ ἱστορίᾳ προσέχομεν· Ἰουδαίων γὰρ ἡ τοιαύτη ἀπόνοια. Ἀμέλει καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, διελέγχων αὐτῶν τὴν ἄνοιαν, φησίν· « Ἐρευνᾶτε τὰς Γραφὰς, ὅτι ἐν αὐταῖς δοκεῖτε ζωὴν αἰώνιον ἔχειν. » Ἀλλὰ Ἰουδαῖοι ψιλῷ τῷ γράμματι προσέχοντες ἐλιμοκτονήθησαν. Εἰδότες οὖν ἡμεῖς, ἀδελφοὶ, ὅτι τὸ μὲν γράμμα ἀποκτείνει, τὸ δὲ πνεῦμα ζωοποιεῖ, οὐ μόνον τῇ ἱστορίᾳ τῶν Γραφῶν ἐξακολουθήσωμεν, οὐδὲ ὡς Ἰουδαῖοι ψιλῷ τῷ γράμματι προσέχωμεν, ἀλλ', ὡς γέγραπται, ἐρευνᾷν τὰς Γραφὰς ὀφείλομεν, ἵν' οὕτω τὴν ἐκ τούτων μαρτυρίαν περὶ τοῦ Ἰησοῦ καταλαβεῖν δυνηθῶμεν. Γελάσουσι γὰρ καὶ Ἕλληνες καθ' ἡμῶν λέγοντες, ὅτι ὁ Θεὸς τῶν Χριστιανῶν ὁ καλούμενος Χριστὸς εἰς ὀνάριον ἐκάθισε. Καὶ ἡμεῖς οὐκ ἀμφιβάλλομεν, οὐδὲ ἀρνούμεθα αὐτοῦ τὴν ἐν σαρκὶ παρουσίαν. Διὰ γὰρ τοῦτο σωματικῶς ἐπεδήμησεν, ἵνα τὸ ἀπολωλὸς ζητήσας εὕρῃ, καὶ τὸ πλανώμενον ἐπιστρέψῃ. Οὕτω γὰρ καὶ διὰ τοῦ προφήτου βοᾷ λέγων· « Ἐπιστρέψατε, υἱοὶ ἐπιστρέφοντες, κἀγὼ ἰάσομαι τὰ συντρίμματα ὑμῶν. » Πράγματα οὖν ἐστι τὰ σημαινόμενα
6. Truly the Lord sat upon a little ass perceptible to the senses when coming from Bethany into Jerusalem; for thus Zechariah prophesies, saying: "Say to the daughter of Sion: Behold, your King comes to you meek, mounted upon an ass and a colt, the foal of a beast of burden." Since the history, therefore, is true, I seek the things buried within it; we seek the treasure laid up within for us, we seek the power of the spirit. For we do not attend to bare history; for such madness belongs to the Jews. Indeed, our Lord Jesus Christ also, convicting their folly, says: "Search the Scriptures, because you think that in them you have eternal life." But the Jews, attending to the bare letter, were starved to death. Knowing therefore, brethren, that the letter kills, whereas the spirit gives life, let us not only follow the history of the Scriptures, nor attend to the bare letter like the Jews, but, as it is written, we ought to search the Scriptures, so that thus we may be able to apprehend the testimony from them concerning Jesus. For the Greeks also will laugh at us, saying that the God of the Christians, Who is called Christ, sat upon a little ass. And we do not doubt, nor do we deny His presence in the flesh. For on this account He sojourned bodily among us, so that having sought that which was lost He might find it, and might turn back that which was going astray. For thus He also cries aloud through the prophet, saying: "Return, returning sons, and I will heal your bruises." Realities, therefore, are the things signified
PG 28:181Read from the page
ἐν ταῖς θείαις Γραφαῖς, ἀγαπητοί. Μέγας ἐστὶν οὗτος ὁ πῶλος, ὃς καὶ ἀλλαχοῦ λέγεται « υἱὸς νεώτερος. » Καὶ γὰρ ὁ πῶλος, ὄνος ἐστὶ νέος. Ἡμεῖς οὖν ἐσμεν ὁ πῶλος, τουτέστιν ἡ ἀνθρωπότης. Ὅντινα ἄνθρωπον οἱ αἰχμαλωτεύσαντες πρὸ τούτου κύριοι αὐτοῦ ἔδησαν δεσμοῖς ἀλύτοις, καὶ ἕκαστος αὐτῶν δεσμοὺς ἐπὶ δεσμῶν κατέδησαν, καὶ σφοδρῶς αὐτὸν ἠσφαλίσαντο, ὡς οἶμαι, ὅτι καὶ τοὺς πόδας αὐτοῦ κατέδησαν, μὴ συγχωροῦντες αὐτῷ διαβῆναι ἐπὶ τὰ βελτίω. Ἀλλ' ὁ φιλάνθρωπος τοῦ Θεοῦ Υἱὸς, ὁ διὰ τοῦτο ἐπιδημήσας, κελεύει τοῖς μαθηταῖς αὐ-
in the divine Scriptures, beloved. Great is this colt, which elsewhere also is called "younger son." For indeed the colt is a young ass. We, therefore, are the colt, that is, humanity. Which man his masters who had previously led him captive bound with indissoluble bonds, and each of them bound bonds upon bonds, and secured him fast, so that, as I think, they bound his feet also, not permitting him to pass over unto better things. But the loving Son of God, Who sojourned among us on this account, commands His disciples
7. Πολλὰ οὖν παρέσχεν ἡμῖν ἀγαθὰ ὁ Κύριος, ἀγαπητοί· οὐ γὰρ μόνον τοὺς δεσμοὺς ἡμῶν τῆς ἁμαρτίας ἔλυσεν, ἀλλὰ καὶ ἐξουσίαν ἡμῖν ἔδωκε τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν δύναμιν τοῦ ἐχθροῦ. Ἦν γὰρ ὁ διάβολος καὶ οἱ κοσμοκράτορες τοῦ σκότους τούτου, λαβόντες ἡμᾶς αἰχμαλώτους, καὶ δήσαντες ἡμᾶς δεσμοῖς ἀλύτοις, προκόπτειν οὐκ ἐπέτρεπον, οὐδὲ συνεχώρουν βαδίζειν τῇ ὁδῷ τῇ ἀγαθῇ· καὶ οὐδὲ οὕτως ἡμῶν ἀφίσταντο, ἀλλὰ καὶ δεδεμένους ἡμᾶς ἐσχηκότες, πάλιν περιεκάθηντο, ὠμοί τινες ὄντες καὶ ἄγριοι δεσπόται. Ἀλλ' ὁ Κύριος καὶ Σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς ἐπεδήμησε κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. Ἀμέλει ἀποστέλλει τοὺς μαθητὰς αὐτοῦ, καὶ λύουσι τὸν πῶλον. Εἶτα λύσας αὐτὸν, καὶ φάτνην οἰκοδομεῖ αὐτῷ, καὶ νομὴν ἑτοιμάζει. Τοῦτο γὰρ ὁ Προφήτης βουλόμενος δεῖξαι, φησί· « Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει, εἰς τόπον χλόης, ἐκεῖ με κατεσκήνωσεν. Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με, τὴν ψυχήν μου ἐπέτρεψε· » καὶ πάλιν· « Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. » Στραφέντες οὖν λοιπὸν εὐαισθητότεροι γενοίμεθα, καὶ ἀναγνωρίσωμεν τὸν εὐεργέτην, καὶ τὰ ὑπ' αὐτοῦ δεδομένα ἡμῖν ἀγαθὰ προθύμως δεξώμεθα. Οὕτω γὰρ εὐχαριστοῦντες δυνάμεθα λέγειν σὺν τῷ Δαβίδ· « Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλιβόντων με. » Τοιοῦτον γάρ ἐστι τὸ, « Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. » Καὶ τάχα διὰ τοῦτον τὸν πῶλον ὁ Ἰησοῦς ἐπὶ φάτνης ἀνακλίνεται. Ἆρα γὰρ τόπον οὐκ εἶχεν ὁ Ἰωσὴφ, ἀνὴρ εὐγενὴς ὑπάρχων, καὶ ἀπὸ γένους βασιλικοῦ καταγόμενος, υἱὸς Δαβὶδ χρηματίζων; Καὶ τόπον οὐκ εἶχεν εἰ μὴ τὸ κατάλυμα; Ἄλλος οὐχ ὑπῆρχε τόπος; Ἢ δηλονότι πράγματα θεῖα ἦν τὰ οἰκονομού-
7. Many good things, therefore, has the Lord bestowed upon us, beloved; for not only did He loose our bonds of sin, but He also gave us authority to tread upon serpents and scorpions and upon all the power of the enemy. For the devil and the world-rulers of this darkness, having taken us captive, and having bound us with indissoluble bonds, did not allow us to advance, nor did they permit us to walk in the good way; and not even so did they depart from us, but even when they held us bound, they again sat around us, being certain cruel and savage masters. But our Lord and Saviour Jesus Christ sojourned among us to proclaim release to captives, and recovery of sight to the blind. Indeed, He sends His disciples, and they loose the colt. Then, having loosed it, He both builds a manger for it, and prepares pasture. For the Prophet, wishing to show this, says: "The Lord shepherds me, and nothing shall be lacking to me; in a place of green grass, there He has made me to dwell. By the water of rest He has nourished me, He has turned my soul;" and again: "Who causes grass to spring up for the cattle, and green herb for the service of men." Having turned, therefore, for the future let us become more sensible, and let us recognize our Benefactor, and eagerly receive the good things given to us by Him. For thus giving thanks we are able to say with David: "Thou hast prepared a table before me in the presence of those who afflict me." For such is the saying, "The ox knew its owner, and the ass its master's manger." And perhaps on account of this colt Jesus is laid in a manger. For did Joseph have no place, being a noble man, and tracing his descent from a royal race, being called a son of David? And did he have no place except the inn? Was there no other place? Or manifestly were the things being dispensed divine realities