PG 27:97Read from the pageἡμετέρᾳ, οὕτως ὁ διάβολος ἐν τῇ ἀπωλείᾳ ἐπαίρεσθαι λέγεται.
so the devil is said to be lifted up in our destruction.
Φώτισον τοὺς ὀφθαλμούς μου. Ὀφθαλμοὺς τοὺς τῆς διανοίας δηλοῖ. Φωτίσατε γὰρ ἑαυτοὺς φῶς γνώσεως.
Enlighten mine eyes (Ps. 12:4). He means the eyes of the understanding. For enlighten yourselves with the light of knowledge (Hos. 10:12).
Ἐγὼ δὲ ἐπὶ τῷ ἐλέει σου ἤλπισα. Θαῤῥῶ, φησὶν, ἁμαρτίας ἄφεσιν δέξασθαι τῷ ἐλέει προσανέχων τῷ σῷ, δι' οὗ καὶ τὸ σωτήριον δέδωκας πᾶσιν ἀνθρώποις· ὅπερ σωτήριον ἀγαλλιᾶσθαι παρασκευάσει μου τὴν καρδίαν, τὴν πάλαι ὀδυνωμένην διὰ τὴν ἁμαρτίαν.
But I have hoped in Thy mercy (Ps. 12:6). I am confident, he says, of receiving forgiveness of sin by cleaving to Thy mercy, through which Thou hast also given salvation to all men; which salvation will cause my heart, formerly grieving on account of sin, to rejoice.
Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαβὶδ. ΙΓʹ.
Unto the end, a Psalm of David. 13.
Διαῤῥήδην ἐν τῷ παρόντι ψαλμῷ σαφηνίζει τῶν ἀνθρώπων τὴν εἰς τὸ παντελὲς τῶν ἐπιτηδευμάτων ἀσέβειαν καὶ παρανομίαν, ἵνα τὸ ἀναγκαῖον τῆς ἐπιφανείας κηρύξῃ Χριστοῦ.
Expressly in the present psalm he makes clear the utter ungodliness and lawlessness of men's practices, in order that he may proclaim the necessity of the manifestation of Christ.
Εἶπεν ἄφρων ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Ἐπειδὴ, μὴ λογισάμενοι, φησὶν, εἶναι Θεὸν ἐφορῶντα τὰ ἀνθρώπινα καὶ κρίνοντα κρίσει δικαίᾳ, πᾶσαν ἀθεμιτουργίαν εἰργάσαντο· τούτου δὴ χάριν ὁ Κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψε. Τοῦτο γὰρ σαφῶς τὴν εἰς ἀνθρώπους τοῦ Κυρίου πρόοδον κατασημαίνει. Οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. Ἐλθὼν, φησὶν, ὁ Κύριος οὐδ' ἕνα εὗρε χρηστότητος ἐργάτην, ἀλλὰ γὰρ ὑπεύθυνον πάσῃ πράξει ἀτόπῳ. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν. Ἑαυτῶν γὰρ τῷ φάρυγγι οἱ δαίμονες ὥσπερ βρῶσιν εἶχον τὸν ἄνθρωπον, μὴ εἶναι νοοῦντες, ὅτι ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ πλάσματος αὐτοῦ οὐ δύναται.
The fool hath said in his heart: There is no God (Ps. 13:1). Since, he says, not reckoning that there is a God Who oversees human affairs and judges with righteous judgement, they wrought every lawless deed; for this very reason the Lord looked down from heaven (Ps. 13:2). For this clearly signifies the coming forth of the Lord unto men. There is none that doeth goodness, there is not so much as one (Ps. 13:1, 3). Having come, he says, the Lord found not even one worker of goodness, but rather everyone guilty of every perverse deed. Their throat is an open sepulchre (Ps. 13:3). For in their own gullet the demons held man like food, not understanding that God cannot forget His own creature.
Οὐχὶ γνώσονται πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν; Καθ' ὑποστιγμὴν ἀναγνωστέον, καὶ ἔξωθεν τὸν Κύριον προληπτέον· ἵνα ᾖ οὕτως τὸ σημαινόμενον· Καὶ πάντες ἐξέκλιναν, καὶ τοῦτο ἐποίησαν. Οὐ μέλλουσι γινώσκειν τὸν Κύριον. Κύριον οὐ προσεκαλέσαντο οἱ ἐσθίοντες τὸν λαόν μου ἐν βρώσει ἄρτου. Κατήσθιον γὰρ τὸν λαὸν αὐτοῦ ἀναπείθοντες προσκυνεῖν τὴν κτίσιν παρὰ τὸν κτίσαντα. Καὶ οὗτοι, φησὶν, ἑτέροις κακῶν εἰσηγηταὶ γενόμενοι, τὸν Κύριον οὐκ ἐπικαλέσονται. Οὕτω γὰρ ἀναγνωστέον μέλλοντα ἀντὶ τοῦ παρεληλυθότος.
Shall not all the workers of iniquity know (Ps. 13:4)? It must be read with a comma, and the Lord must be supplied from without; so that the meaning may be thus: And they have all turned aside, and have done this. They are not going to know the Lord. They have not called upon the Lord, who eat up My people as they eat bread (Ps. 13:4). For they devoured His people by persuading them to worship the creature rather than the Creator. And these, he says, having become instigators of evils to others, will not call upon the Lord. For thus must one read the future instead of the past tense.
Ἐκεῖ δὲ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος. Ὁ Μωσέως νόμος, φησὶ, κόλασιν ἐποίει· ὁ δὲ τοῦ Χριστοῦ φόβος ἁγνός ἐστιν· ὡς υἱοὺς γὰρ φοβεῖσθαι Πατέρα παρεσκεύαζε. Κατὰ τὸν καιρὸν ἐκεῖνον, φησὶ, καθ' ὃν δὲ δηλονότι ἡ ἐπιφάνεια, φόβον φοβηθήσονται οὗ οὐκ ἔστι φόβος. Οὐκ ἐκ νομικῆς ἀπειλῆς δηλονότι, ἀλλ' ἡ πρέπουσα μᾶλλον ἐλευθέροις εὐλάβεια.
There were they afraid with fear, where no fear was (Ps. 13:5). The law of Moses, he says, produced punishment; whereas the fear of Christ is pure; for it prepared them as sons to fear a Father. At that time, he says, namely that at which the manifestation takes place, they shall fear a fear where no fear is. Evidently not from the threat of the law, but rather the reverence fitting for free men.
Ὅτι Κύριος ἐν γενεᾷ δικαίων. Τῶν δικαιουμένων διὰ τῆς ἐπιφανείας αὐτοῦ. Βουλὴ πτωχοῦ καταισχύνεται. Ταῦτα ὡς πρὸς τοὺς ἀπομείναντας τῇ ἀπιστίᾳ καὶ διώξαντας τοὺς πιστεύσαντας εἰς Χριστόν.
For the Lord is in the generation of the righteous (Ps. 13:5). Of those who are justified through His manifestation. The counsel of the poor is put to shame (Ps. 13:6). These things are spoken as towards those who remained in unbelief and persecuted those who believed in Christ.
Τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ; Τοῦτο δὲ διπλῆν ἔχει τὴν προφητείαν· οὐ γὰρ μόνον τηνικάδε γενομένην τοῖς πολιορκηθεῖσι προσαγορεύει σωτηρίαν, ἀλλὰ καὶ τὴν πολλοῖς ὕστερον χρόνοις τοῦ Σωτῆρος ἡμῶν γενομένην ἐκεῖθεν σωτήριον ἐπιφάνειαν. Ἀγαλλιάσεται Ἰακώβ. Τοὺς ἁγίους πα-
Who will give out of Sion the salvation of Israel (Ps. 13:7)? Now this contains a twofold prophecy; for it speaks not only of the salvation that came at that time to the besieged, but also of the saving manifestation of our Saviour that came from there many ages later. Jacob shall rejoice (Ps. 13:7). The holy pa-
PG 27:100Read from the pageτριάρχας καὶ προφήτας φησὶ, τοὺς χαρᾷ χαίροντας ἐπὶ τῷ τὰς προλεχθείσας αὐτῶν ἐπαγγελίας ἀποπληρῶσαι τὸν Χριστόν. Αὗται δὲ ἦσαν αἱ τὴν τῶν ἐθνῶν ἁπάντων σωτηρίαν κατασημαίνουσαι.
triarchs and prophets he means, who rejoice with joy over Christ's having fulfilled the promises foretold by them. And these were the ones signifying the salvation of all the nations.
Εἰς τὸ τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΙΔʹ.
Unto the end, a Psalm of David. 14.
Τοῦτον ᾄδει τὸν ψαλμὸν, διδάσκων τί ἂν ἄνθρωπον παρασκευάσῃ τῆς μακαρίας ἐκείνης τυχεῖν λήξεως· διὸ ἀρχόμενός φησιν·
He sings this psalm, teaching what may prepare a man to obtain that blessed lot; wherefore in beginning he says:
Κύριε, τίς παροικήσει ἐν τῷ σκηνώματί σου; Παροικία ἐστὶ διαγωγὴ πρόσκαιρος, οὐχ ἱδρυμένην ζωὴν, ἀλλὰ παροδικὴν ἐπ' ἐλπίδι τῆς ἐπὶ τὰ κρείττονα μεταστάσεως ὑποφαίνουσα. Ἁγίου γὰρ ἀνδρὸς παροδεύειν τὸν βίον τοῦτον, ἐπάγεσθαι δὲ πρὸς ἑτέραν ζωήν. Διὸ καὶ ὁ Δαυΐδ περὶ αὐτοῦ φησι· Πάροικος ἐγώ εἰμι παρὰ σοὶ καὶ παρεπίδημος, καθὼς πάντες οἱ πατέρες μου. Τίς, φησὶν, ἄξιος ἔσται ἐν ἐκείναις ταῖς οὐρανίαις γενέσθαι σκηναῖς; Ἢ τίς κατασκηνώσει ἐν ὄρει ἁγίῳ σου; ἐπειδὴ ἂν γάρ τις ἀξιωθῇ τῆς μακαρίας ἐκείνης σκηνῆς, εἰς ἀπεράντους αἰῶνας ἕξει τὴν μακαριότητα.
Lord, who shall sojourn in Thy tabernacle (Ps. 14:1)? Sojourning is a temporary stay, indicating not a settled life, but a passing one in hope of removal to better things. For it belongs to a holy man to pass through this life as a traveller, and to be led on towards another life. Wherefore David also says concerning himself: I am a sojourner with Thee and a stranger, as all my fathers were (Ps. 38:13). Who, he says, shall be worthy to be in those heavenly tabernacles? Or who shall dwell on Thy holy mountain (Ps. 14:1)? For once anyone has been deemed worthy of that blessed tabernacle, he will possess blessedness unto endless ages.
Πορευόμενος ἄμωμος, καὶ τὰ ἑξῆς. Διδάσκει δι' ὧν τευξόμεθα τοῦ μακαρίου ἐκείνου πέρατος· καὶ πρῶτον μὲν εἰ τὴν ἄμωμον ὁδεύσωμεν ὁδὸν, ἥτις ἐστὶν ὁ Χριστός· ἔπειτα εἰ ἐργασώμεθα δικαιοσύνην· τρίτον, εἰ ἀληθείας οἶκον τὴν καρδίαν ποιήσωμεν· τέταρτον, εἰ δολίαν γλῶσσαν μὴ κτησώμεθα· πέμπτον τὸ μὴ κακὸν τῷ πλησίον ἐργάζεσθαι· ἕκτον τὸ μὴ ὀνειδίσαι τὸν πλησίον ὑπερηφανευόμενον· ἕβδομον μὴ πρόσωπον θαυμάζειν· ὄγδοον τὸ μὴ παραβαίνειν ὅρκου πίστιν· ἔννατον τὸ μὴ ἐκτοκίζειν· δέκατον, ὃ καὶ τέλος ἐστὶ παντὸς ἀγαθοῦ, ἀδωροδόκητον εἶναι. Τούτων ὁ ἐκμαθών τὴν κατόρθωσιν ἀσάλευτον ἕξει τῶν ἀγαθῶν τὴν δόσιν.
He that walketh blameless (Ps. 14:2), and what follows. He teaches the things through which we shall obtain that blessed end: first indeed, if we walk the blameless way, which is Christ; next, if we work righteousness (Ps. 14:2); third, if we make our heart a house of truth (Ps. 14:2); fourth, if we do not acquire a deceitful tongue (Ps. 14:3); fifth, not to work evil against our neighbour (Ps. 14:3); sixth, not to reproach our neighbour in arrogance (Ps. 14:3); seventh, not to admire a person's face (Ps. 14:4); eighth, not to transgress the fidelity of an oath (Ps. 14:4); ninth, not to lend at usury (Ps. 14:5); tenth, which is also the consummation of every good, to be incorruptible by bribes (Ps. 14:5). He who has thoroughly learned the accomplishment of these things shall possess the gift of good things unshaken (Ps. 14:5).
Στηλογραφία τῷ Δαυΐδ. ΙΕʹ.
An inscription on a pillar for David. 15.
Ἡ ἐν χερσὶ προφητεία περιέχει τὴν τῶν ἐθνῶν κλῆσιν, καὶ τὰ ἐπὶ ταῖς ἀπειθείαις τοῦ Ἰσραὴλ ἐγκλήματα, καὶ μὴν καὶ αὐτὸ τὸ τῆς ἀναστάσεως τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ μυστήριον· ὅθεν οἶμαι καὶ στηλογραφίαν ὠνομάσθαι τὴν ᾠδὴν, ἀναθέντος αὐτὴν τοῦ προφήτου Δαυΐδ ὥσπερ ἐν στήλῃ τοῖς μετ' αὐτόν. ᾌδονται δὲ οἱ ἐν αὐτῷ λόγοι ὡς ἐκ προσώπου τοῦ Χριστοῦ. Οὕτως γὰρ ἡμᾶς ὁ Πέτρος ἐδίδαξε φρονεῖν.
The prophecy in hand comprises the calling of the nations, and the charges against the disobediences of Israel, and indeed the very mystery of the resurrection of the Saviour of us all, Jesus Christ; whence I think the song was also named an inscription on a pillar, the prophet David having set it up as on a pillar for those after him. And the words in it are sung as from the person of Christ. For thus Peter taught us to think (Acts 2:25).
Φύλαξόν με, Κύριε, ὅτι ἐπὶ σοὶ ἤλπισα. Τὸ κοινὸν ὥσπερ πρόσωπον τῆς ἀνθρωπότητος ἀναλαβὼν τοὺς πρὸς Θεὸν καὶ Πατέρα ποιεῖται λόγους· οὐχ ὑπέρ γε μᾶλλον ἑαυτοῦ, δι' ἡμᾶς δὲ καὶ ὑπὲρ ἡμῶν ὡς εἷς ἐξ ἡμῶν διὰ τὴν οἰκονομίαν. Κύριον οὖν ὀνομάζει τὸν Πατέρα διὰ τὸ ἐν τῇ τοῦ δούλου γενέσθαι μορφῇ. Φυλαχθῆναι δὲ αὐτὸν αἰτεῖ διὰ τὴν Ἐκκλησίαν, ἥ ἐστιν ἡ σὰρξ αὐτοῦ. Ἡ σὰρξ γὰρ
Keep me, O Lord, for in Thee have I hoped (Ps. 15:1). Taking up, as it were, the common person of humanity, He addresses His words to God and the Father; not so much on His own behalf, but because of us and on our behalf as one of us on account of the economy. He therefore names the Father Lord on account of His having come to be in the form of a servant. And He asks that He be kept on account of the Church, which is His flesh. For His flesh
Notes, col. 100
On the reading
Printed ἐκμαθών, for ἐκμαθὼν.
PG 27:101Read from the pageαὐτοῦ ἡ Ἐκκλησία· φυλαχθῆναι δὲ ταύτην αἰτεῖ. Εἰκότως οὖν καὶ εἰς τὸ αὐτοῦ πρόσωπον ἀναφέροιτ' ἂν ἡ φυλακή.
is the Church; and He asks that this be kept. Fittingly, therefore, the keeping would also be referred to His own person.
Εἶπα τῷ Κυρίῳ, Θεός μου εἶ σύ. Πάλιν καὶ τοῦτο προτρέπων τῇ τοῦ δούλου μορφῇ· δηλοῖ δὲ ἅμα καὶ τὴν ἐν πίστει δι' ὁμολογίας δικαιοσύνην. Ὅτι τῶν ἀγαθῶν μου οὐ χρείαν ἔχεις. Ἀγαθάς φησιν ἐν τούτοις τὰς κατὰ νόμον προσφερομένας θυσίας· τὸ γὰρ τῆς πίστεως ῥῆμα ἐκεῖνο ἀναιρεῖ· Μὴ φάγομαι γὰρ, φησὶν, κρέα ταύρων, καὶ αἷμα τράγων πίομαι;
I said unto the Lord, Thou art my God (Ps. 15:2). Again urging this also in accordance with the form of a servant; and He indicates at the same time the righteousness that is in faith through confession. For Thou hast no need of my goods (Ps. 15:2). By goods in these words He means the sacrifices offered according to the law; for that word of faith abolishes them: For will I eat, He says, the flesh of bulls, and will I drink the blood of goats (Ps. 49:13)?
Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Ἁγίους εἶναί φησι τοὺς ἡγιασμένους ἐν Πνεύματι· Χριστοῦ δὲ γῆν τὴν Ἐκκλησίαν· τὸ δὲ ἐθαυμάστωσεν ἀντὶ τοῦ, ἐδίδαξεν· τὸ δὲ, αὐτοῦ, τοῦ Πατρός· ἵν' ᾖ τὸ ὅλον οὕτως· Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρός· διὸ καὶ καλεῖται τῆς μεγάλης βουλῆς ἄγγελος.
To the saints that are in His earth the Lord hath made wondrous all His wills in them (Ps. 15:3). He says that the saints are those sanctified in the Spirit; and the earth of Christ is the Church; and hath made wondrous is instead of hath taught; and His means of the Father; so that the whole may be thus: To those sanctified in faith He made known the will of the Father; wherefore He is also called the Angel of great counsel (Isa. 9:6).
[Τοῖς ἀγαθοῖς ἐν τῇ γῇ ἐθαυμάστωσεν ὁ Θεός. Τοῖς ἡγιασμένοις ἐν πίστει γνωστὸν ἐποίησε τὸ θέλημα τοῦ Πατρὸς, ἐν αὐτοῖς, τοῖς ἐν τῇ γῇ τοῦ Θεοῦ, ἤτοι τῇ Ἐκκλησίᾳ· ἤ τινων τῶν ἐν τῇ ἁγίᾳ γῇ, ἢ ὅτι, ἐν οὐρανῷ οἱ ἅγιοι τὸ πολίτευμα ἔχοντες, ἐν τῇ γῇ αὐτοῦ διατρίβουσι, κἂν ἐν ταύτῃ ὦσιν ἔτι τῇ γῇ. Θελήματα δὲ Θεοῦ αἱ κατ' εἶδος ἀρεταὶ, ἃς θαυμαστοῖ ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, πλέον τι τούτων ἐχόντων τῶν ἄλλων ἀνθρώπων ἐν τῷ κατ' ἀρετὴν ἐνεργεῖν. Οὐ γὰρ ἡ αὐτὴ ἀνδρεία ἀποστόλων καὶ μαρτύρων τῇ τῶν ἄλλως ἀνδριζομένων, οὐδὲ ἡ σωφροσύνη Ἰωσὴφ κατὰ τὰς ἑτέρων. Οὕτως δέ τις θαυμαστωθεὶς αἰσθάνεται τῆς ἰδίας ἀσθενείας, ὡς πολὺ τῆς θείας ἰσχύος καὶ τοῦ μεγέθους ἀπολιπόμενος. Ὅταν γὰρ πληθυνθῶσιν αἱ ἀσθένειαι τῶν δικαίων, ταχύνουσι πρὸς τὸν Θεὸν μετανοοῦντες.]
[To the good in the earth God hath made wondrous (Ps. 15:3). To those sanctified in faith He made known the will of the Father, in them, namely those in the earth of God, that is, the Church; or of certain of those in the holy land, or because the saints, having their citizenship in heaven (Phil. 3:20), dwell in His earth, even though they are still in this earth. And the wills of God are the particular virtues, which God makes wondrous in His saints, since these have something more than other men in acting according to virtue. For the courage of apostles and martyrs is not the same as that of those who act bravely in other ways, nor is the chastity of Joseph like that of others. And thus someone who has been made wondrous perceives his own weakness, as falling far short of the divine strength and greatness. For when the weaknesses of the righteous are multiplied, they hasten to God in repentance.]
Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν· ὅτε εἰδωλολάτρουν. Μετὰ ταῦτα ἐτάχυναν. Κἂν ἠσθένουν, φησὶ, τὸ πρότερον ἐν ἁμαρτίαις ὄντες, ἀλλ' οὖν ἀκούσαντες τοῦ κηρύγματος, ὠκέως ὑπήκουσαν. Τοῦτο γάρ ἐστι τό· Ἐτάχυναν μετὰ ταῦτα, δηλονότι εἰς τὸ ὑπακοῦσαι τῷ κηρύγματι. Οὐ μὴ συνάγω τὰς συναγωγὰς αὐτῶν ἐξ αἱμάτων. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι' αἱμάτων αὐτὰς συνάξω, τουτέστιν οὐ παρασκευάσω διὰ τῆς νομικῆς μοι προσέρχεσθαι λατρείας, δι' αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας. Οὐδὲ μὴ μνησθῶ τῶν ὀνομάτων αὐτῶν διὰ χειλέων μου. Οὐκέτι κληθήσονται, φησὶν, εἰδωλολάτραι καὶ ἄθεοι, ἀλλὰ κλητοὶ καὶ ἐκλεκτοί. Πάλαι μὲν, φησὶν, ἐπαξίας τῶν πράξεων ἐπήγοντο προσηγορίας, εἰδωλολάτραι, πολύθεοι ὀνομαζόμενοι· νῦν δὲ οὐκέτι μνησθήσομαι τῶν ὀνομάτων ἐκείνων, εὐσεβεῖς αὐτοὺς καὶ ἁγίους κλητοὺς καὶ ἐκλεκτοὺς ὀνομάζων.
Their weaknesses were multiplied (Ps. 15:4): when they worshipped idols. After these things they hastened (Ps. 15:4). Even though they were weak formerly, he says, being in sins, nevertheless when they heard the preaching, they swiftly obeyed. For this is the meaning of: They hastened after these things, namely to obey the preaching. I will by no means gather their assemblies of blood (Ps. 15:4). When I gather, He says, assemblies from the nations, I will not gather them by blood, that is, I will not cause them to approach Me through the legal worship, but rather through praise and the bloodless sacrifice. Nor will I make mention of their names through My lips (Ps. 15:4). No longer shall they be called, He says, idolaters and godless, but called and chosen. Of old indeed, He says, they brought upon themselves appellations worthy of their deeds, being named idolaters and polytheists; but now I will no longer make mention of those names, naming them pious and holy, called and chosen.
PG 27:104Read from the page[Ἐπληθύνθησαν αἱ ἀσθένειαι αὐτῶν. Ὅτε εἰδωλολάτρουν. Εἰ καὶ πληθύνονται, οὐ παραμένουσι· μέχρι γὰρ αἰσθήσεως καὶ μόνον εἶχον παραμενούσας, διὰ τὸ ἰσχύειν τῷ ἐνδυναμοῦντι Χριστῷ. Ἢ τοὺς ἀποστόλους ἔοικε λέγειν, καὶ τοὺς δι' ἐκείνων πεπιστευκότας, ἐν οἷς καὶ διαφανῆ γέγονε τὰ θεῖα θαυμάσια, ὡς πάντα τετηρηκόσι τὰ θεῖα προστάγματα. Ἐπληθύνθησαν δὲ αὐτῶν αἱ ἀσθένειαι, ἢ ὡς ἑτέρως, τὰ διαπονήματα, πολλῶν ἐπαναστάντων δήμων, δημηγόρων, στρατηγῶν, βασιλέων, ὧν πάντων περιγενόμενοι, τὸν δρόμον ἐτέλεσαν· ἢ τὸ βραχὺ καὶ πρόσκαιρον τῶν θλίψεων, τὸν ἄπειρον αἰῶνα δείκνυσιν. Οὐ μὴ συναγωγάς. Ἐτάχυνον εἰς τὸ ὑπακοῦσαι τῷ κηρύγματι· καθαροὺς εἶναι δεῖ ἀπὸ φόνων καὶ αἱμάτων τοὺς μέλλοντας συνάγεσθαι ὑπὸ Χριστοῦ. Συνάγων, φησὶ, συναγωγὰς ἐκ τῶν ἐθνῶν, οὐ δι' αἱμάτων αὐτὰς συνάξω, οὐδὲ παρασκευάσω διὰ τῆς νομικῆς μοι προσέρχεσθαι λατρείας, αἰνέσεως δὲ μᾶλλον καὶ τῆς ἀναιμάκτου θυσίας.]
[Their weaknesses were multiplied (Ps. 15:4). When they worshipped idols. Even if they are multiplied, they do not remain; for only up to perception did they have them remaining, because of being strong in Christ Who strengthens them. Or he seems to mean the apostles, and those who believed through them, in whom also the divine wonders became manifest, as having kept all the divine commands. And their weaknesses, or as another reading has it, their toils, were multiplied, when many peoples, popular leaders, generals, and kings rose up against them, overcoming all of whom, they finished the course; or the brevity and temporary nature of the afflictions points to the endless age. By no means their assemblies (Ps. 15:4). They hastened to obey the preaching; those who are about to be gathered by Christ must be pure from murders and blood. Gathering, He says, assemblies from the nations, I will not gather them through blood, nor will I cause them to approach Me through the legal worship, but rather through praise and the bloodless sacrifice.]
Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. κ. τ. λ. Ὡσεὶ σαφέστερον ἔλεγεν· Ὁ Πατήρ μου εἰς κλῆρόν μοι καὶ μερίδα τὰ ἔθνη δεδώρηται, ᾧ καὶ γέγονα ὑπήκοος μέχρι θανάτου. Τὸ γὰρ ποτήριον τὸν θάνατον σημαίνει, κατὰ τὸ εἰρημένον· Πάτερ, εἰ δυνατὸν, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο.
The Lord is the portion of mine inheritance and of my cup (Ps. 15:5), etc. As if He were saying more clearly: My Father has granted the nations to Me for a lot and a portion, to Whom also I became obedient unto death. For the cup signifies death, according to what is said: Father, if it be possible, let this cup pass from Me (Matt. 26:39).
[Κύριος μερὶς τῆς κληρονομίας μου καὶ τοῦ ποτηρίου μου. Κληρονομίαν καλεῖ τὴν τῶν ἐθνῶν βασιλείαν. Καὶ τῆς ἐμῆς Ἐκκλησίας, ἥτις ἐστὶν ἡ κληρονομία μου, μερίς ἐστιν ὁ Κύριος ὁ Πατὴρ, ὁ αὐτὸς δὲ καὶ τοῦ ποτηρίου μου μερίς ἐστι, τουτέστι τοῦ θανάτου. Καὶ ἡ Ἐκκλησία ἐκληρονόμησε τὸν Πατέρα, κατορθώσασα τὰς ἐντολὰς αὐτοῦ· καὶ αὐτὸς ὁ θάνατος ὁ ἐμὸς ἐκληρονόμησε τὸν Πατέρα κατὰ τὸν λέγοντα· Κληρονόμε Θεοῦ, συγκληρονόμε Χριστοῦ.]
[The Lord is the portion of mine inheritance and of my cup (Ps. 15:5). He calls the kingdom of the nations an inheritance. And of My Church, which is Mine inheritance, the Lord the Father is the portion, and the Same is also the portion of My cup, that is, of death. And the Church inherited the Father, having fulfilled His commandments; and My death itself inherited the Father according to him who says: Heir of God, joint-heir with Christ (Rom. 8:17).]
Σχοινία ἐπέπεσάν μοι ἐν τοῖς κρατίστοις μου· καὶ γὰρ ἡ κληρονομία μου κρατίστη μοί ἐστι. Τοὺς δεσμοὺς τῆς ἀγάπης φησὶν, οὓς ἔσχεν πρὸς τὴν Ἐκκλησίαν, ἥτις καὶ κρατίστη ἐστὶ, τουτέστιν ἀρέσκουσα αὐτῷ.
The measuring lines are fallen unto me in my best places; for indeed mine inheritance is best for me (Ps. 15:6). He means the bonds of love which He had towards the Church, which is also best, that is, pleasing to Him.
Εὐλογήσω τὸν Κύριον τὸν συνετίσαντά με. Τούτου ἡ ἑρμηνεία κεῖται ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων. Ἔτι δὲ καὶ ἕως νυκτὸς ἐπαίδευσάν με οἱ νεφροί μου. Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ νεφροὺς ὀνομάζειν τοὺς κεκρυμμένους καὶ ἐν βάθει λογισμούς· νύκτα δὲ τὸ ἀφανές.
I will bless the Lord Who hath given me understanding (Ps. 15:7). The interpretation of this lies in the Acts of the Apostles. Yea, and even until night my reins have instructed me (Ps. 15:7). It is customary for divinely inspired Scripture to name the hidden and deep thoughts reins; and what is obscure, night.
Προεωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶ, ἵνα μὴ σαλευθῶ. Καθὸ μὲν νοεῖται Θεὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθὸ δὲ γέγονεν ἄνθρωπος, πρέποι ἂν αὐτὸν καὶ τὸ λέγειν ἐκ δεξιῶν ἐσχηκέναι τὸν Κύριον, ἵνα μὴ σαλευθῇ. Συμπλάττεται γὰρ πανταχοῦ
I foresaw the Lord always before my face; for He is at my right hand, that I may not be shaken (Ps. 15:8). Insofar indeed as He is understood to be God, He Himself is the One Who establishes and upholds all things; but insofar as He has become man, it would befit Him even to say that He has had the Lord at His right hand, that He may not be shaken. For everywhere He conforms Himself
PG 27:105Read from the pageτοῖς τῆς ἀνθρωπότητος μέτροις, καὶ τὸ τῇ κενώσει πρέπον οὐκ αἰσχύνεται διὰ τὴν οἰκονομίαν. Ὅρα γοῦν ὅπως γέγονεν ἡ φύσις ἡμῶν εὐδόκιμος ἐν Χριστῷ. Καὶ προσηνέχθημεν εἰς πρόσωπον τοῦ Πατρὸς οἱ ἐκβεβλημένοι διὰ τὴν ἐν Ἀδὰμ παράβασιν, καὶ ἐσχήκαμεν αὐτὸν ἐπαμύνοντα καὶ στηρίζοντα.
to the measures of humanity, and on account of the economy He is not ashamed of what befits the self-emptying. See, then, how approved our nature has become in Christ. And we who were cast out on account of the transgression in Adam have been brought unto the face of the Father, and have had Him defending and establishing us.
[Ἐκ δεξιῶν μού ἐστι. Προφανῆ ἔλεγχον ἔχει τῆς Ἰουδαίων ἐμβροντησίας. Καὶ Πέτρος γὰρ ὁ κορυφαῖος ἐν ταῖς Πράξεσιν εἰς Χριστὸν ταῦτα προσήρμοσεν. Καθὸ μὲν γὰρ Θεὸς, αὐτός ἐστιν ὁ πάντα στηρίζων καὶ ἀνέχων· καθὸ δὲ ἄνθρωπος, πρέποι ἂν αὐτῷ καὶ τὸ ἐκ δεξιῶν ἔχειν τὸν Κύριον, ἵνα μὴ σαλευθῇ.
[He is at my right hand (Ps. 15:8). This contains a manifest refutation of the stupefaction of the Jews. For Peter the chief also in the Acts applied these words to Christ (Acts 2:25). For insofar as He is God, He Himself is the One Who establishes and upholds all things; but insofar as He is man, it would befit Him also to have the Lord at His right hand, that He may not be shaken.
Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου. Αὐτὸς ὢν ζωὴ καὶ ζωοποιὸς, ἐζωοποιῆσθαι λέγεται παρὰ τοῦ Πατρὸς διὰ τὴν οἰκονομίαν. Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, ὁ τῆς ἀνθρωπότητος ἔχων πρόσωπον, ὡς καθ' ἡμᾶς γεγονὼς, τοὺς ἡμῖν μᾶλλον καὶ οὐχ ἑαυτῷ πρέποντας, καθὸ νοεῖται Θεὸς, ἀναπέμπει λόγους.]
Thou wilt not abandon my soul (Ps. 15:10). Though He Himself is life and life-giver, He is said to have been made alive by the Father on account of the economy. Thou hast made known to me the ways of life (Ps. 15:11): He Who bears the person of humanity, as having become like us, sends up words that befit us rather than Himself, insofar as He is understood to be God.]
Τερπνότης ἐν τῇ δεξιᾷ σου εἰς τέλος. Τοῦτο σημαίνει, ἐν τέρψεσι καὶ εὐφροσύναις ἔσονται οἱ ἅγιοι μετὰ τὸ ἀναβιῶναι κατὰ τὸν τῆς ἀναστάσεως καιρόν. Ταύτην δὲ τὴν τέρψιν καὶ τὴν εὐφροσύνην, ἥτις ἐστὶν ἡ ἀφθαρσία, λήψεσθαι λέγουσι παρὰ Χριστοῦ, ὅς ἐστιν ἐν ἡμῖν καὶ δεξιὰ τοῦ Πατρός. Καὶ ὡς ἀληθὴς ὁ λόγος, δῆλον ἐκ τοῦ φήσαντος λογίου· Ὃς μετασχηματίσει τὸ σχῆμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ.
Delight is at Thy right hand unto the end (Ps. 15:11). This signifies that the saints will be in delights and rejoicings after they come to life again at the time of the resurrection. And this delight and rejoicing, which is incorruption, they say we shall receive from Christ, Who is in us and is the right hand of the Father. And that the word is true is plain from the oracle which said: Who shall fashion anew the body of our humiliation to be conformed to the body of His glory (Phil. 3:21).
Προσευχὴ τῷ Δαυΐδ. ΙϚʹ.
A Prayer of David. 16.
ᾌδεται ὁ ψαλμὸς ἐκ προσώπου τοῦ κατὰ Θεὸν τελείου.
The psalm is sung from the person of the one who is perfect according to God.
Εἰσάκουσον, Κύριε, δικαιοσύνην μου. Πολλῆς πεποιθήσεως ὁ λόγος μεστός· τὸ γὰρ τῆς δικαιοσύνης ἐνταῦθα οὐχ ὡς καυχώμενος, οὐδ' ὡς δίκαιον ἑαυτὸν ἀποφαίνων· ἀλλ' ἀντὶ τοῦ, Δικαίως αἰτοῦντος τὴν παρὰ σοῦ βοήθειαν, καὶ ἀξιοῦντος ἀπαλλαγῆναι ὧν ἀδίκως ὑπομένει, μάτην ὑπὸ τοῦ Σαοὺλ διωκόμενος, καὶ ἐξάκουσον καὶ παράσχου τὴν αἴτησιν.
Hear, O Lord, my righteousness (Ps. 16:1). The word is full of much confidence; for he speaks of righteousness here not as boasting, nor as declaring himself righteous; but instead of saying: Hear the one who justly asks for help from Thee, and begs to be delivered from the things which he unjustly endures, being persecuted in vain by Saul, and grant the request.
Ἐνώτισαι τὴν προσευχήν μου οὐκ ἐν χείλεσι δολίοις. Προσευχῆς γὰρ οὐ διὰ χειλέων δολίων, διὰ δὲ γλώττης κεκαθαρμένης, καὶ τὰ θεῖα λόγια μελετᾷν εἰθισμένης ἐνωτίζεται ὁ Θεός.
Give ear unto my prayer, not with deceitful lips (Ps. 16:1). For God gives ear to a prayer offered not through deceitful lips, but through a purified tongue accustomed to meditate on the divine oracles.
Ἐκ προσώπου σου τὸ κρῖμά μου ἐξέλθοι. Σαφῶς εὔχεται τὸν Μονογενῆ κριτὴν ἑαυτῷ καταστῆναι. Οἱ ὀφθαλμοί σου ἰδέτωσαν εὐθύτητας. Τὸ δίκαιον κρῖμα ἐξαιτεῖ τοῦ Υἱοῦ, ὃ ἔκρινεν ἡμῖν.
Let my judgement come forth from Thy presence (Ps. 16:2). Clearly he prays that the Only-begotten be appointed Judge for him. Let Thine eyes behold uprightness (Ps. 16:2). He asks for the righteous judgement of the Son, which He judged for us.
Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτὸς, ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικία. Ἀδικίαν εἴωθεν ἡ θεία Γραφὴ καλεῖν τὴν κατὰ τοῦ Θεοῦ βλασφημίαν· Ἀδικίαν γὰρ, φησὶν, εἰς τὸ ὕψος ἐλάλησαν.
Thou hast proved my heart, Thou hast visited me by night, Thou hast tried me by fire, and unrighteousness was not found in me (Ps. 16:3). Divine Scripture is accustomed to call blasphemy against God unrighteousness; For they spoke unrighteousness, it says, unto the height (Ps. 72:8).
Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα
That my mouth may not speak the works (Ps. 16:4)
PG 27:107Read from the pageτῶν ἀνθρώπων. Διδάσκει, ὡς καὶ τοῦτο παραφυλάττεσθαι πρὸς τὸ μηδὲν θνητὸν μηδὲ ἀνθρώπινον φθέγγεσθαι. Διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Διὰ τὰ σὰ προστάγματα, φησὶ, τὴν στενὴν καὶ τεθλιμμένην εἰσήλασα πύλην.
of men. He teaches that one must guard against this also, so as to utter nothing mortal nor human. Because of the words of Thy lips I have kept hard ways. Because of Thy commandments, he says, I have entered the narrow and straitened gate.
Κατάρτισαι τὰ διαβήματά μου ἐν τοῖς τρίβοις σου. Διδάσκει ὁ λόγος μὴ πεποιθέναι ἐφ' ἑαυτοῖς, ἐπὶ δὲ τῷ Θεῷ ἐπιστηρίζεσθαι.
Perfect my footsteps in Thy paths. The word teaches us not to trust in ourselves, but to lean upon God.
[Τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις.]
[And the paths of the Lord are the observances of the commandments.]
Ἐγὼ ἐκέκραξα, ὅτι εἰσήκουσάς μου, ὁ Θεός. Τὸ εἰσήκουσας, ἀντὶ τοῦ, εἰσακούσῃ. Οὐ μάτην τοῖσδε τοῖς λόγοις ἐχρησάμην, ἀλλὰ πεῖραν τῆς σῆς ἔχων φιλανθρωπίας· ἤκουσας γάρ μου παρακαλοῦντος πολλάκις. Κλῖνον τὸ οὖς σου ἐμοί. Ὅλος ὁ Θεὸς οὖς ἐστιν, ὡς τὰ πάντα ἀκούων.
I have cried, for Thou hast heard me, O God. The word Thou hast heard is put instead of Thou wilt hear. Not in vain did I use these words, but having experience of Thy loving-kindness; for Thou hast heard me many times when I besought Thee. Incline Thine ear unto me. God is wholly ear, as hearing all things.
[Ἐγὼ ἐκέκραξα, καὶ τὰ ἑξῆς. Οὐ μάτην κράζω, ἀλλ' ἐπεὶ πολλάκις ἤκουσας, αἰτῶ καὶ νῦν ἀκουσθῆναι. Κραυγὴ δέ ἐστι πρὸς Θεὸν καὶ ἡ ἐπιτεταμένη νόησις.]
[I have cried, and so forth. Not in vain do I cry, but since Thou hast heard many times, I ask now also to be heard. And intense contemplation towards God is also a cry.]
[Τὸ στέαρ αὐτῶν συνέκλειον. Στέαρ τὴν σφοδροτάτην εὐημερίαν τῶν ἐχθρῶν σημαίνει.]
[They have shut up their fat. By fat he signifies the most vehement prosperity of the enemies.]
Τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. Εἷς σκοπὸς, φησὶ, γέγονεν αὐτοῖς, οἱονεὶ κατενέγκαι εἰς γῆν, καὶ τὰ σαρκὸς πεῖσαι φρονεῖν.
They have set their eyes to bow down to the earth. One aim, he says, has become theirs, as it were to bring down to the earth, and to persuade men to mind the things of the flesh.
Ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῶν χειρῶν σου. Ἑκάστη τῶν δικαίων ψυχὴ καὶ μάλιστα τῶν ἑλκόντων τοὺς ἁμαρτωλοὺς ἐξ ἀσεβείας εἰς θεοσέβειαν, οἱονεί πως ῥομφαία ἐστὶν ἠκονημένη κατὰ τῶν πνευμάτων τῆς πονηρίας. Ταύτην οὖν τὴν ῥομφαίαν, ὦ Δέσποτα, φησὶν, ἣν αὐτὸς κατὰ τῶν σῶν ἐχθρῶν ἠκόνησας, ῥῦσαι ἀπὸ τῶν ἐχθρῶν τῆς σῆς χειρός. Τίνες δ' ἂν εἶεν οἱ τῆς χειρὸς τοῦ Θεοῦ ἐχθροὶ ἢ οἱ ἀνθιστάμενοι τῇ εἰς τὸν Μονογενῆ αὐτοῦ πίστει, ὅστις ἐστὶ καὶ χεὶρ αὐτοῦ;
Thy sword from the enemies of Thy hand. Every soul of the righteous, and especially of those who draw sinners out of ungodliness unto godliness, is in a manner a sword sharpened against the spirits of wickedness. This sword therefore, O Sovereign Lord, he says, which Thou Thyself hast sharpened against Thine enemies, deliver from the enemies of Thy hand. And who would be the enemies of the hand of God other than those who resist faith in His Only-begotten, Who is also His hand?
Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτούς. Χωρισθῆναι τοὺς ἀσεβεῖς τῶν ὀλίγων εὔχεται, οἱονεί πως διαμερισθῆναι. Τίνες δὲ οἱ ὀλίγοι ἢ περὶ ὧν λέλεκται· Πολλοὶ μὲν κλητοὶ, ὀλίγοι δὲ ἐκλεκτοί
O Lord, divide them from the few of the earth. He prays that the ungodly be separated from the few, as it were divided from them. And who are the few other than those concerning whom it has been said: Many are called, but few are chosen (Matt. 20:16)?
Daniel Barbarus : Praeparata est, inquit, illis occulta poena quae usque ad viscera penetrabit, juxta illud quod de Juda dictum est : Et intravit maledictio quasi aqua in interiora ejus, et sicut oleum in ossibus ejus.
Daniel Barbarus: There is prepared for them, he says, a hidden punishment which will penetrate even to their bowels, according to what was said of Judas: And cursing entered like water into his inward parts, and like oil in his bones (Ps. 108:18).
Καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. Πάντων, φησὶ, τῶν τιμίων ἀπέλαυσαν· διὸ καὶ ἀπελάκτισαν οὕτως, ὥς καὶ παρανομεῖν. Τῶν δὲ κεκρυμμένων σου ἀντὶ τοῦ, ὧν ἐν ἀποκρύφῳ τιμωριῶν ἔχεις τὴν γνῶσιν, ἐγὼ ἀγνοῶ, τούτων ἔμπλησον τὰς γαστέρας αὐτῶν, περιφραστικῶς ἀντὶ, αὐτούς. Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. Πάσης, φησὶ, παρανομίας ἐπλήσθησαν, καὶ εἰς παῖδας δὲ ταύτην παρέπεμψαν.
And their belly is filled with Thy hidden things. They have enjoyed, he says, all precious things; wherefore also they kicked out so as even to transgress the law. And With Thy hidden things is put instead of, With those punishments whereof Thou hast knowledge in secret, while I know them not, fill their bellies, periphrastically instead of, fill them. They were satisfied with sons, and left the remnants to their babes. They were filled, he says, with all transgression, and transmitted this to their children also.
[Καὶ ταύτην κατέλειψαν τοῖς νηπίοις τῶν υἱῶν αὐτῶν, ἤγουν μέχρι ἐκγόνων.]
[And they left this to the babes of their sons, that is to say, even unto their grandchildren.]
Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώ-
But I in righteousness shall appear before Thy face-
Notes, col. 107