PG 27:109Read from the pageπῳ σου. Οὐχ ὁμοιωθήσομαι ἐκείνοις, οὐδὲ τῶν αὐτῶν, φησὶ, χορτασθήσομαι· ἀλλὰ τῆς σῆς δόξης ἐμπλησθήσομαι διὰ δικαίων ἔργων.
[before Thy] face (Ps. 16:15). I shall not be made like unto them, nor with the same things, he says, shall I be satisfied; but I shall be filled with Thy glory through righteous works.
Εἰς τὸ τέλος τῷ παιδὶ Κυρίου τῷ Δαυΐδ, ἃ ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης ἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπεν. ΙΖʹ.
Unto the end, for the servant of the Lord, David, the things which he spoke to the Lord, the words of this song, in the day in which the Lord delivered him out of the hand of all his enemies and out of the hand of Saul, and he said. 17.
Περιέχει ὁ ψαλμὸς ἐπανάστασιν ἐχθρῶν καὶ ἐπίκλησιν εἰς συμμαχίαν Θεοῦ, καὶ κάθοδον τοῦ Μονογενοῦς καὶ ἀνάληψιν, καὶ μετὰ την ἀνάληψιν τὰ κατὰ τῶν δαιμόνων πραχθέντα, καὶ τοῦ Ἰσραὴλ ἐκβολὴν, καὶ τῶν ἐθνῶν κλῆσιν. Τὸ δὲ, ἐκ χειρὸς τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, ἀναφέροιτ' ἂν εἰς τοὺς νοητοὺς ἐχθροὺς καὶ τὸν τούτων ἄρχοντα.
The psalm contains the rising up of enemies and an appeal for the alliance of God, and the descent of the Only-begotten and His assumption, and the things wrought against the demons after the assumption, and the casting out of Israel, and the calling of the nations. And the expression, out of the hand of his enemies, and out of the hand of Saul (Ps. 17:1), may be referred to the intelligible enemies and their ruler.
Ἀγαπήσω σε, Κύριε, ἰσχύς μου· Κύριος στερέωμά μου καὶ καταφυγή μου. Τῶν εὐεργεσιῶν αἰσθόμενος τοῦ Θεοῦ, ὅπερ ἐστὶ μέγιστον δῶρον, ἀνατίθησιν αὐτῷ, τὴν ἀγάπην φημί· ἣν καὶ πρώτην ὁ Σωτὴρ ἐν ἐντολαῖς ἔταξεν.
I will love Thee, O Lord, my strength; the Lord is my firmament and my refuge (Ps. 17:2-3). Perceiving the benefits of God, he dedicates to Him that which is the greatest gift, I mean love; which the Saviour also appointed first among the commandments.
Αἰνῶν ἐπεκαλεσάμην τὸν Κύριον καὶ ἐκ τῶν ἐχθρῶν μου σωθήσομαι. Ἐνταῦθα διδασκόμεθα χάριν μὲν ὁμολογεῖν ὑπὲρ τῶν ὑπηργμένων ἀγαθῶν· αἰτεῖν δὲ πάλιν τὰ ἐνδέοντα. Εἶτα διηγεῖται τὰς παντοδαπὰς τῶν πολεμίων ἐπαναστάσεις.
Praising I will call upon the Lord, and I shall be saved from mine enemies (Ps. 17:4). Here we are taught to give thanks indeed for the good things that have been bestowed, and again to ask for the things that are lacking. Then he recounts the manifold risings up of the enemies.
Περιέσχον με ὠδῖνες θανάτου. Οὐδενὸς, φησὶν, ἐνταῦθα πολέμου θνητοῦ μέμνηται, ἀλλὰ δυνάμεων ἀφανῶν, ἔνδον τὴν ψυχὴν αὐτοῦ κυκλουσῶν. Καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου περιεκύκλωσάν με· προέφθασάν με παγίδες θανάτου. Χείμαῤῥοι ἀνομίας εἰσὶν οἱ παράνομοι λογισμοί· οὗτοι δὲ αὐτοὶ καὶ ὠδῖνες καλοῦνται χρονίζοντες ἐν ἡμῖν, καὶ πάλιν παγίδες, θανατοῦντες ἡμᾶς διὰ τῆς κατ' ἐνέργειαν ἁμαρτίας.
The pangs of death encompassed me (Ps. 17:5). He makes mention here, he says, of no mortal war, but of invisible powers encircling his soul within. And the torrents of iniquity troubled me (Ps. 17:5). The pangs of Hades surrounded me; the snares of death prevented me (Ps. 17:6). Torrents of iniquity are lawless thoughts; and these very same are also called pangs when they linger in us, and again snares, putting us to death through actual sin.
Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. Τὰ παραχθέντα τότε ἐπὶ τῇ καθόδῳ τοῦ Κυρίου εἰσηγεῖται· πάντες γὰρ οἱ τὴν γῆν οἰκοῦντες ἐκινήθησαν· πᾶσά τε χώρα ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης. Καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν. Ὄρη δυνάμεις εἰσὶ πονηραὶ αἱ ἐπαιρόμεναι κατὰ τῆς δόξης τοῦ Θεοῦ. Θεμέλια δὲ αὐτῶν τοὺς ἐν βάθει λογισμούς φησιν. Καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Διότι ἐν μακρῷ αἰῶνι τοὺς ἐπὶ τῆς γῆς ἠπάτησαν διὰ τῆς πολυθέου δεισιδαιμονίας.
And the earth was shaken and became trembling (Ps. 17:8). He introduces the things that transpired at that time at the descent of the Lord; for all who dwell upon the earth were moved, and every land was filled with the report concerning Him. And the foundations of the mountains were troubled (Ps. 17:8). Mountains are wicked powers that lift themselves up against the glory of God. And their foundations he calls their deep thoughts. And they were shaken, because God was wroth with them (Ps. 17:8). Because for a long age they deceived those upon the earth through polytheistic superstition.
Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ. Ὀργισθεὶς, φησὶ, κατέσβεσεν αὐτῶν τὸ πῦρ δι' οὗ πάλαι τοὺς ἀνθρώπους κατέφλεγον. Καὶ τούτου σύμβολον τὸν καπνὸν τίθησι. Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται. Ταῦτα γὰρ ὁ τοῦ Θεοῦ Υἱὸς ἐνεργεῖ ἀφανῶς κατὰ τῶν ἀντικειμένων δυνάμεων τὸ πῦρ αὐτῶν σβεννὺς ἑτέρῳ πυρὶ κρείττονι καὶ δυνατωτέρῳ. [Ὁρῶντες γὰρ οἱ δαίμονες τὸν Κύριον, ἐν τῇ παρουσίᾳ αὐτοῦ ἐκαίοντο ἀπὸ προσώπου αὐτοῦ.] Ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ. Οἱ κατὰ μετουσίαν τοῦ θείου πυρὸς φωτισθέντες.
Smoke went up in His wrath (Ps. 17:9). Having grown wroth, he says, He quenched their fire through which of old they burned men. And He sets smoke as a symbol of this. And fire from His face shall blaze forth (Ps. 17:9). For the Son of God works these things invisibly against the opposing powers, quenching their fire with another fire better and more powerful. [For when the demons saw the Lord, at His coming they were burned from His face.] Coals were kindled from Him (Ps. 17:9). Those who were illuminated by participation in the divine fire.
Notes, col. 109
PG 27:112Read from the pageΚαὶ ἔκλινεν οὐρανοὺς, καὶ κατέβη. Λευκότατα προφητεύει τὴν κατάβασιν τοῦ Κυρίου. Εἴη δ' ἂν σημαντικὸν τοῦ· Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου. Καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ. Τὸ κρύφιον τῆς ἐν τῇ οἰκονομίᾳ πορείας δηλοῖ καὶ τὸ ἀόρατον τοῦ Θεοῦ· ἵνα μὴ δι' ὧν εἶπεν εἰς σωματικὰς ἑλκυσθῶμεν ἐννοίας.
And He bowed the heavens, and came down (Ps. 17:10). Most clearly he prophesies the descent of the Lord. And this would be significative of the saying: He humbled Himself unto death (Phil. 2:8). And thick darkness was under His feet (Ps. 17:10). He indicates the hiddenness of His journey in the economy and the invisibility of God; lest through the things He said we be drawn into bodily conceptions.
Ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Τὴν ἀνάληψιν αὐτοῦ διὰ τούτων δηλοῖ· χερουβὶμ καὶ πτέρυγας ἀνέμων τὴν νεφέλην φησὶ [ἥτις αὐτὸν ὑπέλαβεν· ἢ τὸ τῆς ἐπιφανείας ὀξὺ, τὸ τῆς παρουσίας καὶ βοηθείας τάχος] περὶ ἧς ἐν ταῖς Πράξεσι γέγραπται· Καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.
He mounted upon cherubim and flew, He flew upon the wings of the winds (Ps. 17:11). Through these words he indicates His assumption; he calls cherubim and wings of the winds the cloud [which received Him up; or the swiftness of His manifestation, the speed of His presence and help] concerning which it is written in the Acts: And when He had spoken these things, while they beheld, He was taken up, and a cloud received Him out of their sight (Acts 1:9).
Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ. Τὴν ἀφανῆ καὶ λανθάνουσαν τοῦ Σωτῆρος σὺν ἀνθρώποις διατριβήν. Κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. Σκηνὴν αὐτοῦ τὴν ἁγίαν Ἐκκλησίαν σημαίνει, ἐν ᾗ κατασκηνῶσαι ἐπήγγελται. Κύκλῳ δὲ αὐτοῦ, φησὶ, κατὰ τὸ εἰρημένον· Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι ἐν τῷ ἐμῷ ὀνόματι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Τοῦτό φησι διὰ τὸ ἀμαυρῶς τοὺς περὶ αὐτοῦ λόγους ἐν τοῖς προφήταις κεῖσθαι, οἵτινες καὶ νεφέλαι προσηγορεύθησαν.
And He made darkness His hiding-place (Ps. 17:12). The unseen and hidden sojourn of the Saviour with men. Round about Him was His tabernacle (Ps. 17:12). By His tabernacle He signifies the holy Church, in which He has promised to dwell. And round about Him, he says, according to what is said: Where two or three are gathered together in My name, there am I in the midst of them (Matt. 18:20). Dark water in clouds of the air (Ps. 17:12). He says this on account of the words concerning Him lying dimly in the prophets, who were also called clouds.
Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον. Τὸ φῶς, φησὶ, τῆς ἐπιφανείας αὐτοῦ φανερὰς τὰς προφητείας ἐποίησεν. [Ἐπειδὴ δὲ καὶ ἀπειλαὶ τοῖς προφητικοῖς ἔγκεινται λόγοις, καὶ ταύτας διὰ τῆς χαλάζης καὶ ἀνθράκων ᾐνίξατο. Ἢ οὕτως, ἀπὸ τῆς τοῦ κηρύγματος ἐκλάμψεως ἔμπροσθεν αὐτοῦ διελθόντες οἱ ἀπόστολοι νεφελῶν δίκην τὸν κόσμον κατήρδευσαν. Αἱ δὲ χάλαζαι κολάσεων εἴδη τοὺς ἀπιστοῦντας ἀμυνόμεναι.] Χάλαζα καὶ ἄνθρακες πυρός. Διὰ τούτων σημαίνει τὰ μετὰ τὴν ἀνάληψιν αὐτοῦ συμβεβηκότα τοῖς ἐχθροῖς, τοῖς νοητοῖς φημι. Ὥσπερ δὲ τὸν Ἰσραὴλ ἐξ Αἰγυπτίων ἐλευθερῶν χάλαζαν καὶ πῦρ ἔβρεξεν, οὕτω καὶ πάντα τὰ ἔθνη τῆς τῶν δαιμόνων δουλείας ἐλευθερῶν χάλαζαν ἔβρεξε καὶ ἄνθρακας πυρός. Ταῦτα δὲ εἶεν ἂν τιμωρητικαὶ δυνάμεις, δι' ὧν τὰς νοητὰς αἰγυπτίας καθεῖλεν.
At the brightness before Him the clouds passed through (Ps. 17:13). The light, he says, of His manifestation made the prophecies clear. [And since threats also are contained in the prophetic words, He hinted at these also through the hail and coals. Or thus: from the shining forth of the preaching, the apostles, passing through before Him like clouds, watered the world. And the hailstones are kinds of punishments avenging those who disbelieve.] Hail and coals of fire (Ps. 17:13). Through these he signifies the things that befell the enemies, I mean the intelligible ones, after His assumption. And just as when delivering Israel from the Egyptians He rained down hail and fire, so also when delivering all the nations from the slavery of the demons He rained down hail and coals of fire. And these would be avenging powers, through which He overthrew the intelligible Egyptian powers.
Καὶ ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων. Μετὰ τὴν καθαίρεσιν τῶν ἐχθρῶν ὤφθησαν αἱ πηγαὶ τῶν ὑδάτων· δηλαδὴ ὁ σωτήριος τοῦ Εὐαγγελίου λόγος, ὅστις καὶ θεμέλιος τῆς οἰκουμένης γέγονεν· ἐπ' αὐτὸν γὰρ ἐπῳκοδομήθημεν. Ἢ καὶ οὕτως· πηγὰς νοήσεις τοὺς ἁγίους προφήτας, ἅτε δὴ τὸν σωτήριον ἀναβλύζοντας λόγον. Οὕτω γὰρ γέγραπται περὶ αὐτῶν· Καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ πηγῶν τοῦ σωτηρίου. Θεμέλια δὲ τῆς οἰκουμένης τὴν Μωϋσέως τοῦ πανσόφου Γραφήν. Κρηπῖδα γὰρ πίστεως καὶ θεογνωσίας ἐν αὐτῇ καὶ πρώτῃ τεθειμένην εὑρήκαμεν τὸ Χριστοῦ μυστήριον ἐν τύποις ὠδίνουσαν ἅμα τοῖς προφήταις. Ὤφθησαν τοίνυν ἀντὶ τοῦ, ἐφανερώθησαν. Ἤγουν πηγὰς νοήσεις καὶ
And the springs of waters appeared (Ps. 17:16). After the overthrow of the enemies the springs of waters appeared; namely, the saving word of the Gospel, which has also become the foundation of the inhabited earth; for upon it we have been built. Or thus also: by springs you will understand the holy prophets, inasmuch as they gush forth the saving word. For thus it is written concerning them: And ye shall draw water with joy out of the springs of salvation (Isa. 12:3). And by foundations of the inhabited earth, the Scripture of the all-wise Moses. For in it we have found laid even first a foundation of faith and knowledge of God, travailing in types with the mystery of Christ together with the prophets. Appeared, therefore, is instead of were manifested. Or by springs you will understand also
PG 27:113Read from the pageθεμέλια τῆς ὑπ' οὐρανὸν, τοὺς ἁγίους ἀποστόλους· ἀναπηγάζουσι γὰρ καὶ αὐτοὶ τὸν σωτήριον λόγον καὶ κρηπῖδα τῇ ὑπ' οὐρανὸν κατεβάλοντο τὴν πίστιν. Πηγὰς δὲ ὑδάτων καὶ θεμέλια τῆς οἰκουμένης νοήσεις πάλιν τὸ σωτήριον βάπτισμα.
foundations of the world under heaven, the holy apostles; for they too gush forth the saving word and laid the faith as a foundation for the world under heaven. And by springs of waters and foundations of the inhabited earth you will again understand saving baptism.
Απὸ ἐπιτιμήσεώς σου, Κύριε. Προσυπακουστέον τὸ, ἀνῃρέθησαν οἱ προλεχθέντες ἐχθροί. Ἀπὸ ἐμπνεύσεως πνεύματος ὀργῆς σου. Οὐ παραυτὰ Θεὸς κολάζει τοὺς ἁμαρτάνοντας· ἢ γὰρ ἂν ἄρδην ἀπώλοντο· προαναφωνεῖ δὲ τῆς ὀργῆς τὰς κολάσεις· Παιδεύσω γὰρ αὐτοὺς ἐν τῇ ὀργῇ τῆς θλίψεως αὐτῶν. Καὶ τοῦτό ἐστι τὸ ἐμπνέειν αὐτὸν πνεῦμα τῆς ὀργῆς αὐτοῦ.
At Thy rebuke, O Lord. One must supply the words, the aforesaid enemies were destroyed. At the blast of the breath of Thy wrath. God does not punish sinners immediately, or else they would have perished utterly; rather He proclaims beforehand the punishments of His wrath: For I will chastise them in the wrath of their affliction (Hos. 7:12). And this is His breathing forth the breath of His wrath.
Daniel Barbarus : Misit de coelo et accepit me. Vere humanum genus servavit, de coelo nobis sancti Spiritus donum demittens. Theodotio : De coelo salutem mihi tribuit.
Daniel Barbarus: He sent from heaven and took me. Truly He saved the human race, sending down to us from heaven the gift of the Holy Spirit. Theodotion: From heaven He granted me salvation.
Προσελάβετό με ἐξ ὑδάτων πολλῶν. Ὕδατα τοὺς πειρασμούς φησι.
He took me to Himself out of many waters. By waters he means temptations.
[Ἐξ ὑδάτων πολλῶν. Ὕδατα τοὺς πειρασμούς φησι. Λέγει ὁ Δαυΐδ· Ἔλαβέ με, ἤτοι τὴν ἀνθρωπείαν φύσιν· ἐβαπτίσθησαν γὰρ ἐν τῇ ἡμέρᾳ τῆς Πεντηκοστῆς ὡσεὶ ψυχαὶ τρισχίλιαι ὑπὸ τῶν ἀποστόλων.]
[Out of many waters. By waters he means temptations. David says: He took me, that is, human nature; for on the day of Pentecost there were baptized about three thousand souls by the apostles.]
Ῥύσεταί με ἐκ τῶν ἐχθρῶν μου δυνατῶν, καὶ ἐκ τῶν μισούντων με. Εἰς τὰ πεπραγμένα αὐτῷ ἐπὶ τῇ ἁμαρτίᾳ καὶ τῇ μετανοίᾳ μετέβη. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. Ἤδη μὲν, τῆς ἐξομολογήσεώς μου ἐπακούσας ὁ Κύριος, γέγονέ μοι ἀντιστήριγμα, μέλλοντός μου περιτρέπεσθαι καὶ μέγα πτῶμα ὑπομένειν, εἰ μετὰ τὴν ἁμαρτίαν εἰς παντελῆ ἐξέπιπτον ἀποστασίαν. Πλὴν ἀλλὰ καὶ παντελῶς ῥύσεταί με διδοὺς ἄφεσιν τῆς ἁμαρτίας κατὰ τὸν προφητευόμενον καιρὸν τῆς αὐτοῦ παρουσίας, καὶ τοῦτο ποιήσει εὐεργετῶν με ὁ Κύριος, Ὅτι ἠθέλησέ με. Εἰ μὴ γὰρ ἠθέλησέ με, οὐκ ἂν τὸν προφήτην αὐτοῦ πρὸς μὲ ἀπέστειλε.
He shall deliver me from my strong enemies, and from them that hate me. He has passed over to the things done by him in his sin and his repentance. And what he says is of this sort: Already indeed, having hearkened to my confession, the Lord has become my support, when I was about to be overturned and to suffer a great fall, if after the sin I had fallen away into utter apostasy. Nevertheless He will also deliver me completely, granting forgiveness of the sin at the prophesied time of His coming, and the Lord will do this in showing me kindness, Because He delighted in me. For had He not delighted in me, He would not have sent His prophet unto me.
Καὶ ἀνταποδώσει μοι Κύριος. Πέπεισμαι, φησὶν, ὅτι κατὰ τὸν καιρὸν τῆς δικαιοκρισίας αὐτοῦ, οὐ μνημονεύσας μου τὰς ἁμαρτίας, κατὰ τὴν δικαιοσύνην μου ἀνταποδώσει. Τὰς γὰρ ἄλλας μου πράξεις τὰς ἐν δικαιοσύνῃ ὥσπερ ζυγῷ ἀντιπαραβάλλων καὶ ἀντιστήσας τῷ ἁμαρτήματί μου, κατὰ πολὺ πλεοναζούσας εὑρήσει τοῦ γενομένου μοι ἁμαρτήματος. Διδάσκει δὲ ὁ λόγος τὸ δύνασθαι τὸν κατά τινα ἀσθένειαν ὠλισθηκότα ἀναλαμβάνειν ἑαυτὸν διὰ δευτέρων κατορθωμάτων.
And the Lord shall recompense me. I am persuaded, he says, that at the time of His righteous judgement, not remembering my sins, He will recompense me according to my righteousness. For comparing and weighing in a balance, as it were, my other deeds done in righteousness against my transgression, He will find them far outweighing the transgression that befell me. And the word teaches that one who has slipped through some weakness is able to recover himself through subsequent good deeds.
[Δικαιοσύνην τὴν καθόλου ἀρετὴν λέγει· τὴν πρακτικὴν καθαρότητα χειρῶν τὰς πρακτικὰς ἐνεργείας ἀμολύντους γενομένας τὸ ἀπὸ βελτίστης ἕξεως ἀποτελεῖσθαι.]
[By righteousness he means universal virtue; by practical cleanness of hands he means practical activities kept unstained through being wrought from the best habit.]
Daniel Barbarus : Caeterum qui haec loquitur nihil sibi tribuit ; quare ad Salvatorem aiunt haec referri, qui ex ejus persona hunc psalmum dictari dicunt : Tentatum per omnia secundum similitudinem sine peccato. Justitiam vero vocat in universum actricem virtutem ; puritatem autem manuum, actrices facultates et actiones sordium immunes, et ab optimo habitu proficiscentes. Caeterum ab omni jactantia alienas benefactorum suorum causas Deo tribuit. Vias autem mandata intelligit. Non impie autem se gerit ab eo, quicunque veritatis dogmata et assertiones probe ac recte explicat.
Daniel Barbarus: Moreover, he who speaks these things attributes nothing to himself; wherefore those who say that this psalm is uttered from the person of the Saviour say that these words refer to Him: Tempted in all things according to likeness without sin (Heb. 4:15). And he calls active virtue in general righteousness; and active faculties and actions free from defilement, proceeding from the best habit, he calls cleanness of hands. Moreover, he attributes the causes of his good deeds, free from all boasting, to God. And by ways he understands the commandments. And whoever rightly and properly explains the doctrines and assertions of the truth does not act wickedly away from Him.
Notes, col. 113
PG 27:115Read from the page22. Daniel Barbarus : Nec impie gessi a Deo meo. Justis enim qui prompte illi parent mercedem rependit : ille autem non se impie gerit qui vera dogmata suscipit.
22. Daniel Barbarus: Neither have I acted wickedly from my God. For to the righteous who readily obey Him He repays a reward; and that man does not act wickedly who receives true doctrines.
[Ὅτι παντα τὰ κρίματα, καὶ τὰ ἑξῆς. Ὠλισθηκότας ἀναλαμβάνειν δεῖ ἑαυτοὺς διὰ δευτέρων κατορθωμάτων. Εἰ καὶ ἀνεξερεύνητα δὲ καὶ τὰ κρίματα καὶ ἀβύσσῳ ἐοικότα διὰ τὸ ἀκατάληπτον, ἀλλ' οὖν πάντα ἐνώπιόν ἐστι τοῦ θεοφιλοῦς.]
[For all His judgements, and so forth. Those who have slipped must recover themselves through subsequent good deeds. And even though His judgements are unsearchable and like an abyss because of their incomprehensibility, nevertheless all of them are before the man who loves God.]
23. Daniel Barbarus : Quoniam omnia judicia ejus in conspectu meo. Qui secundum Deum homo est, divinum timorem ante oculos continenter habens, cum fiducia et libertate coram Deo agit. Judicia Dei si inquirantur, inscrutabilia sunt et abyssus multa, quoniam propter obscuritatem comprehendi nequeunt. Fieri tamen haud potest, ut qui judicia Dei prae oculis habet, aegre ferat Dei providentiam, et judicio Dei cuncta disponi : nam vel ex ipso judicii nomine justum esse judicium cognoscitur : jus enim dat. Vel justitiam dicit, cum omnia judicia quae citra justitiam fiant, eo additamento nominentur, ut non judicia, sed judicia perversa dicantur. Propterea dictum est, Egrediatur judicium perversum. Et justitias ejus non repuli a me. Adhaereo, inquit, justitiis Dei. Ab illis enim recedunt, qui eas non amplectuntur. Justitiae vero hoc loco dicuntur, quae justitiae causa et aequitatis lege sancita sunt, ut illud : Si emas servum Hebraeum, et reliqua : nam prius dixerat : Haec sunt judicia quae propones eis. Verum cum justitias una cum judiciis nominet, purgatos ac probatos Dei sermones hae justitiae significare possunt. Qui sermones cum judicantur, nec argui nec perverti possint, judicia nuncupantur. Justorum quoque cogitationes ponderatae et probatae diligenter, cum similes aequilibrio sint, judicia merito dici possunt.
23. Daniel Barbarus: For all His judgements are before me. The man who is according to God, continually keeping the fear of God before his eyes, acts before God with confidence and freedom. If the judgements of God are searched into, they are unsearchable and a great abyss, since on account of their obscurity they cannot be comprehended. Yet it is impossible that one who keeps the judgements of God before his eyes should bear ill the providence of God and the ordering of all things by the judgement of God; for even from the very name of judgement it is recognized that judgement is just, since it gives what is right. Or he calls it righteousness, since all judgements that take place apart from righteousness are named with that addition, so that they are called not judgements, but perverse judgements. On this account it was said, Let perverse judgement go forth (Hab. 1:4). And His statutes I have not thrust away from me. I cleave, he says, to the statutes of God. For those depart from them who do not embrace them. Now statutes in this place mean those things that have been ordained for the sake of justice and by the law of equity, as in that passage: If thou buy a Hebrew servant (Exod. 21:2), and the rest; for previously he had said: These are the judgements which thou shalt set before them (Exod. 21:1). However, since he names statutes together with judgements, these statutes may signify the purified and tested words of God. Since these words, when they are judged, can neither be refuted nor perverted, they are called judgements. The thoughts of the righteous also, when weighed and diligently tested, since they are like a balanced scale, may deservedly be called judgements.
Daniel Barbarus : Et justificationes ejus non recesserunt a me. Mandata intelligit per justificationes, et decedunt ab illis qui ea non admittunt.
Daniel Barbarus: And His justifications have not departed from me. By justifications he understands the commandments, and those depart from them who do not admit them.
Μετὰ ὁσίου ὅσιος ἔσῃ. Εἰκότως κατηξίωσάς με τῆς σῆς εὐεργεσίας· ἐπειδήπερ, δίκαιος ὢν, οἶδας μετὰ ὁσίου ὁσιοῦσθαι. Εἰ γὰρ ἤμην ἐναπομείνας τῇ ἁμαρτίᾳ καὶ παντελῆ διαστροφὴν ὑπομείνας, οἶδα, ὅτι καὶ σὺ αὐτὸς ὁ μέγας κριτὴς τῇ ἐμῇ ἁμαρτίᾳ κατάλληλον ἐπήγαγες τὸ σαυτοῦ κρῖμα. Ἐπειδὴ δὲ ἐφύλαξα τὰς ὁδούς σου, τούτου χάριν ὁ μετὰ ὁσίου ὁσιούμενος καὶ μετὰ ἀθώου ἀθωούμενος, οὐ κατὰ τὴν ἐν καιρῷ τινι γεγενημένην μοι διαστροφὴν ἡρμόσω, κατὰ δὲ τὴν μετὰ ταῦτα ζωὴν, καὶ τὸν ἐν δικαιοσύνῃ μου βίον τὴν ἀμοιβήν μοι παρέξεις ἐν τῷ σῷ δικαστηρίῳ
With the holy Thou wilt be holy. Reasonably hast Thou deemed me worthy of Thy beneficence; seeing that, being righteous, Thou knowest how to deal holily with the holy. For had I remained in sin and undergone utter perversion, I know that Thou Thyself also, the great Judge, wouldst have brought Thy judgement conformable to my sin. But since I kept Thy ways, for this cause Thou Who dealest holily with the holy and innocently with the innocent didst not adapt Thyself according to the perversion that befell me at a certain time, but according to my life thereafter, and Thou wilt grant me my recompense according to my life in righteousness at Thy tribunal
Ὅτι σὺ λαὸν ταπεινὸν σώσεις. Ἐπὶ τὸν χορὸν ἀναπέμπει τῶν ἀποστόλων. Καὶ ὀφθαλμοὺς ὑπερηφάνων ταπεινώσεις. Τοῦτο εἰς τοὺς Φαρισαίους καὶ γραμματεῖς τείνει.
For Thou wilt save the humble people. He refers this to the choir of the apostles. And wilt bring down the eyes of the proud. This points to the Pharisees and scribes.
Ὅτι σὺ φωτιεῖς λύχνον μου, Κύριε. Τὸν νοῦν φησιν. Ὁ Θεός μου, φωτιεῖς τὸ σκότος μου. Τὴν ἄγνοιαν, φησὶ, τὴν ἐν ἐμοὶ διασκεδάσεις.
For Thou wilt light my lamp, O Lord. He means the mind. My God, Thou wilt enlighten my darkness. Thou wilt dispel, he says, the ignorance that is in me.
Ὅτι ἐν σοὶ ῥυσθήσομαι ἀπὸ πειρατηρίου, καὶ ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ὅτι περιέλαβόν με οἱ ἐχθροί μου, φησὶν, εἰς τὸ ἀποκλεῖσαι.
For in Thee I shall be delivered from a troop of robbers, and in my God I shall pass over a wall. Because mine enemies surrounded me, he says, in order to shut me in.
[Πειρατήριον δὲ καὶ λέγει τὰς ἡδονὰς, καὶ τεῖχος τὸν διάβολον.]
[And by a troop of robbers he also means pleasures, and by a wall the devil.]
Ὁ Θεός μου ἄμωμος ἡ ὁδὸς αὐτοῦ. Ἐνταῦθα, φησὶ, τὴν ἀγνωμοσύνην καὶ τὴν κακίαν καὶ τὴν ἀπειθῆ γνώμην καὶ τὴν σκληρότητα τῶν ἀγνωμόνων καὶ ἀχαρίστων καὶ σκληροκαρδίων Ἰουδαίων καταμέμφεται. Ἐπειδὴ ἐπελαμβάνοντο τοῦ Σωτῆρος ἡμῶν Χριστοῦ, ὡς παρὰ τὸν θεῖον πράττοντος νόμον. Καὶ μὴν καὶ τῶν λόγων αὐτοῦ ἐλοιδόρουν καὶ διέβαλλον
As for my God, His way is blameless. Here, he says, he reproves the ingratitude and malice and disobedient mind and hardness of the ungrateful and thankless and hard-hearted Jews; since they laid hold of our Saviour Christ as though He were acting contrary to the divine law. And indeed they both reviled His words and slandered them
Notes, col. 115
On the reading
Printed παντα, for πάντα.
PG 27:117Read from the pageὡς βλασφήμων, λέγοντες πρὸς ἀλλήλους, ὅτι Βλασφημεῖ. Τίς γὰρ δύναται ἀφιέναι ἁμαρτίας; Ἐκ πονηρᾶς συνειδήσεως καὶ κακοῦ λογισμοῦ ταῦτα πρὸς τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν διανοούμενοι, καὶ λογιζόμενοι ἃ διελογίζοντο.
as blasphemous, saying one to another, He blasphemeth: for who can forgive sins (Mark 2:7)? Out of an evil conscience and a wicked thought devising these things against the Lord and God of all, and reasoning the things that they reasoned.
[Τὰ λόγια αὐτοῦ πεπυρωμένα. Καὶ τὰ περὶ τούτου λόγια αὐτοῦ ὡς τὸ πεπυρωμένον ἀργύριον, καθαρὰ πάσης μέμψεως, βεβασανισμένα, δεδοκιμασμένα.
[The words of the Lord are tried in the fire. And His words concerning this matter are like silver tried in the fire, pure of all blame, tested, approved.
Ὅτι τίς Θεὸς πλὴν τοῦ Κυρίου; ἢ τίς Θεὸς πλὴν τοῦ Θεοῦ ἡμῶν; Ὁ γὰρ τοῦ Θεοῦ Λόγος μόνος Θεὸς ἀληθὴς, διὸ καὶ Μονογενὴς, διὰ τὸ μόνος εἶναι Θεὸς ὡς ὁ Πατήρ. Εἰπὼν δὲ περὶ Χριστοῦ, ὡς φύσει Θεὸς, νῦν λέγει, Ἢ τίς Θεός; μόνον εἶναι λέγων, κατ' αὐτὸν, τὸν Πατέρα. Ἡμῖν δὲ εἷς Θεὸς ὁ Πατήρ· οὐ γάρ ἐστι Θεὸς ἕτερος, ἵνα ὁ μὲν τούτῳ, ὁ δὲ ἐκείνῳ παράσχῃ τὴν αἴτησιν. Ἴσως δὲ καὶ ἐκ παραλλήλου τοὺς δύο προηνέγκατο στίχους· οὕτω, φησὶν, ὁ ἀληθὴς Θεὸς, ὡς ἐπεποίθειν, ἐν μὲν τῷ νικᾷν δύναμιν περιεζώννυε, καὶ ἀβλαβῆ μοι τὴν περὶ τὰ πρακτέα ἐτίθει ὁδόν.]
For who is God save the Lord? or who is God save our God? For the Word of God alone is true God, wherefore also He is Only-begotten, because He alone is God as the Father is. And having spoken concerning Christ as God by nature, he now says, Or who is God? saying that the Father alone is God according to Himself. And to us there is one God, the Father; for there is no other God, so that one might grant a petition to this man and another to that man. And perhaps he also brought forward the two verses in parallel: thus, he says, the true God, as I trusted, in conquering girded me with strength, and made my way unharmed regarding the things to be done.]
Ὁ Θεὸς ὁ περιζωννύων με δύναμιν. Ὅμοιον τὸ εἰρημένον· Ἕως οὗ ἐνδύσησθε ἐξ ὕψους δύναμιν. Καὶ ἔθετο ἄμωμον τὴν ὁδόν μου. Τουτέστι διὰ τῶν εὐαγγελικῶν θεσπισμάτων ἄμωμόν με παρεσκεύασε τρέχειν ὁδόν.
God Who girdeth me with strength. Similar is the saying: Until ye be endued with power from on high (Luke 24:49). And He hath made my way blameless. That is, through the evangelical precepts He prepared me to run a blameless way.
Καὶ ἐπὶ τὰ ὑψηλὰ ἱστῶν με. Τουτέστι τὰ ἄνω διδάσκει φρονεῖν.
And setting me upon high places. That is, He teaches me to mind the things above.
[Καταρτιζόμενος τοὺς πόδας μου. Ἀναλωτικοὶ γὰρ οἱ ἅγιοι τῶν ἰοβόλων παθῶν· ἔλαβον γὰρ δύναμιν κατὰ τῶν νοητῶν ὄφεων, καὶ διὰ τοῦτο ἐλάφοις παρεικάζονται· καὶ αὗται γὰρ ἀναλωτικαὶ τῶν αἰσθητῶν ὑπάρχουσιν ὄφεων· Ὡσεὶ ἐλάφου· ἔλαβον γὰρ ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ.]
[Perfecting my feet. For the saints are destroyers of venomous passions; for they received power against the intelligible serpents, and on this account they are likened to hinds; for these too are destroyers of perceptible serpents: Like a hind's; for they received authority to tread upon serpents and scorpions, and over all the power of the enemy (Luke 10:19).]
Διδάσκων χεῖράς μου εἰς πόλεμον. Εἰς εὐχὴν γὰρ αὐτὰς ἐκτείνων περιγίνομαι τῶν δυσμενῶν. Καὶ ἔθου τόξον χαλκοῦν τοὺς βραχίονάς μου. Τὰς δυνάμεις τῆς ψυχῆς ἀνδρικὰς δίκην τόξου χαλκοῦ κατασκευάσας. Διὰ μὲν τοῦ χαλκοῦ τὸ εὔτονον δείκνυσι καὶ τὸ ἄτρωτον, διὰ δὲ τοῦ τόξου, τὸ ὑπὸ τῶν ἡμετέρων συμβολικῶς βραχιόνων ἀφίεσθαι βέλη.
Teaching my hands for war. For by stretching them out in prayer I prevail over my foes. And Thou hast made my arms a bow of bronze. Having fashioned the manly powers of the soul like a bow of bronze. Through the bronze he shows vigour and invulnerability, and through the bow, that shafts are symbolically shot by our arms.
[Διδάσκων χεῖράς μου εἰς πόλεμον. Ἐπιτευκτικὸν εἶναι κατὰ τὴν μάχην διδάσκων, καὶ τιθεὶς τοὺς βραχίονας ὡς τόξον, ὡσανεὶ χαλκοῦς ποιῶν κατὰ τὴν ἰσχὺν τούτους. Ἢ λέγει τὰς δυνάμεις τῆς ψυχῆς ἀνδρικὰς δίκην τόξου χαλκοῦ κατεσκεύασεν. Ὁ χαλκὸς σύμβολόν ἐστι πρακτικῆς· Διέφθειρε γὰρ, φησὶ, τὸν χαλκόν σου, φησὶν ὁ Ἰεζεκιὴλ πρὸς τὴν Ἱερουσαλήμ.]
[Teaching my hands for war. Teaching me to be successful in battle, and making my arms like a bow, rendering them as it were of bronze in strength. Or he means that He fashioned the manly powers of the soul like a bow of bronze. Bronze is a symbol of practical virtue: For thou hast corrupted thy bronze, says Ezekiel to Jerusalem (Ezek. 16:36).]
Daniel Barbarus : Brachia mea. Manus et brachia sunt virtutes, quae intellectuales hostes jaculantur et expugnant. Maxima vero manus est eleemosyna, quae pauperum amatores omni materia fortiores reddit : nunquam enim infirmantur brachia miserentis.
Daniel Barbarus: My arms. Hands and arms are the virtues which shoot at and vanquish spiritual enemies. And the greatest hand is almsgiving, which renders lovers of the poor stronger than all material things; for the arms of the merciful man are never weakened.
Καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας. Ὑπερήσπισάς μου, φησὶ, διὰ τοῦ σωτηρίου σου. Τοῦτο δέ ἐστιν ἡ τῆς οἰκονομίας ἐπιδημία
And Thou hast given me the protection of salvation. Thou hast protected me, he says, through Thy salvation. And this is the sojourn of the incarnation
PG 27:119Read from the page[Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με. Παιδείαν τὴν εὐαγγελικὴν λέγει· ἢ παιδείαν τὴν ἐκ νόμου φησὶ παίδευσιν· οἷον διὰ πάντων με, φησὶν, εὐεργετῶν δέδωκας καὶ νόμους, δι' ὧν ἐπαιδευόμην τὸ δέον. Μανθάνων γὰρ ἐκεῖθεν ὡς οὐ δεῖ ἀδικεῖν, ἀπειχόμην τούτου. Ἀλλ' ἵνα μὴ βλάπτωμαι πάλιν ἐκ τῆς τοιαύτης ἐπιεικείας, ἱκανὴν περιέχῃς βοήθειαν, πλατυσμὸν παρεχόμενος, ἢ παιδείαν τὴν παιδευτικὴν λέγει διδασκαλίαν, κατὰ τό· Ἐπιλάβου παιδείας· ἢ τὴν ἐπίπονον ἀγωγὴν, κατὰ τό· Μὴ ὀλιγώρει παιδείας Κυρίου.]
[And Thy discipline hath corrected me. By discipline he means evangelical instruction; or by discipline he means the training from the law: as through all things showing me kindness, he says, Thou hast given laws also, through which I was taught what is needful. For learning from them that one must not do wrong, I abstained from this. Yet lest I be harmed again from such gentleness, Thou encompassest me with sufficient help, affording enlargement; or by discipline he means instructive teaching, according to the saying: Take hold of discipline (Prov. 19:20); or laborious training, according to the saying: Slight not the discipline of the Lord (Prov. 3:11).]
Daniel Barbarus : Hoc autem est adventus providentiae, ac dispensationis, quo me collapsum erexisti, et quam magnum malum sit peccatum ostendisti, et salute dignum fecisti. Salutare autem et salus Christus est, quem pro nobis pugnaturum Pater amandavit.
Daniel Barbarus: Now this is the coming of providence and of the dispensation, whereby Thou hast raised me up when I had fallen, and hast shown how great an evil sin is, and hast made me worthy of salvation. And salvation and saving health is Christ, Whom the Father sent forth to fight for us.
Καὶ δεξιά σου ἀντελάβετό μου. Δεξιὰ τοῦ Πατρὸς ὁ Υἱός. Καὶ ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος. Ἡ εὐαγγελικὴ δηλονότι διδασκαλία. Καὶ ἡ παιδεία σου αὐτή με διδάξει. Τὸ, Καὶ ἡ παιδεία σου αὐτή με διδάξει, Θεοδοτίωνός ἐστιν, ἀντὶ τοῦ, Ἡ παιδεία σου ἀνώρθωσέ με εἰς τέλος, εἰρημένου τοῖς Ἑβδομήκοντα.
And Thy right hand hath upheld me. The right hand of the Father is the Son. And Thy discipline hath corrected me unto the end. Namely, the evangelical teaching. And Thy discipline itself shall teach me. The reading, And Thy discipline itself shall teach me, is Theodotion's, instead of, Thy discipline hath corrected me unto the end, which is spoken by the Septuagint.
Ἐπλάτυνας τὰ διαβήματά μου. Ἔστησας γὰρ ἐπὶ πέτραν τοὺς πόδας μου, ἥτις ἐστὶν ἡ πίστις ἡμῶν. Καὶ οὐκ ἠσθένησαν τὰ ἴχνη μου. Περιελὼν γὰρ τὰ σκάνδαλα καὶ τὰς παγίδας, ἃς κατεσκεύαζον οἱ ἐχθροὶ, κατήρτισεν ἡμῖν τὴν πορείαν.
Thou hast enlarged my footsteps. For Thou hast set my feet upon a rock, which is our faith. And my tracks have not grown weak. For having taken away the stumbling-blocks and the snares which the enemies prepared, He perfected our way for us.
[Ἐπλάτυνας τὰ διαβήματά μου. Περιελών φησι τὰ σκάνδαλα καὶ τὰς παγίδας ἃς κατεσκεύαζον οἱ ἐχθροὶ, ἐλευθέραν μοι τὴν πορείαν ἐποίησας. Διαβήματα λέγει καθὸ ἐκ κακίας πρὸς ἀρετὴν διαβαίνει τις, ἃ κατ' ἀρχὰς μὲν ἐπίπονά ἐστι τῷ τὴν τεθλιμμένην ὁδεύοντι· τῇ δὲ προκοπῇ πλατύνεται. Τῷ γὰρ μετὰ τοὺς τῆς ἀρετῆς πόνους ἀνάπαυλαν δέχεσθαι ἰσχυροποιεῖται τὰ ἴχνη· ἔστησε γὰρ ἐπὶ πέτραν τοὺς πόδας ἡμῶν.]
[Thou hast enlarged my footsteps. Having taken away, he says, the stumbling-blocks and the snares which the enemies prepared, Thou hast made the way free for me. He calls them footsteps inasmuch as one steps across from vice to virtue, which at the beginning are laborious for him who travels the straitened way, but with progress are enlarged. For by receiving rest after the labours of virtue, the tracks are strengthened; for He hath set our feet upon a rock.]
Καταδιώξω τοὺς ἐχθρούς μου. Ὡς κατεσκευασμένος διὰ τῆς θείας χάριτος εἰς δρόμον, περὶ τῆς νίκης θαῤῥεῖ.
I will pursue mine enemies. As equipped through divine grace for the race, he is confident of victory.
Ἐκθλίψω αὐτοὺς, καὶ μὴ δύνωνται στῆναι. Ἔκθλιψιν τῶν ἐχθρῶν ἡ ἀπάθεια κατεργάζεται.
I will crush them, and they shall not be able to stand. Dispassion works the crushing of the enemies.
Καὶ περιέζωσάς με δύναμιν. Πάλιν τὸ πᾶν τῆς νίκης τῷ δεδωκότι τὴν ἰσχὺν ἀνατίθησι.
And Thou hast girded me with strength. Again he attributes the whole of the victory to Him Who gave the strength.
Καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον. Ἀντὶ τοῦ εἰς φυγὴν ἔτρεψας. Ἴδιον γὰρ τῶν φευγόντων νῶτα διδόναι. Νῶτα δὲ διδόασιν οἱ ἐχθροὶ ἡμῶν δαίμονες μηκέτι λογισμοὺς ἐμπαθεῖς ἐμβαλεῖν δυνάμενοι τῇ ψυχῇ. Καὶ τοὺς μισοῦντάς με ἐξωλόθρευσας. Τὸν Σαοὺλ, τὸν Ἀχιτόφελ, τὸν Ἀβεσσαλὼμ, καὶ μυρίους ἑτέρους.
And Thou hast made mine enemies turn their back to me. Instead of, Thou hast turned them to flight. For it is proper to fugitives to turn their backs. And our enemies the demons turn their backs when they are no longer able to cast passionate thoughts into the soul. And Thou hast destroyed them that hated me. Saul, Ahithophel, Absalom, and ten thousand others.
Ἐκέκραξαν, καὶ οὐκ ἦν ὁ σώζων. Ταῦτα περὶ τῶν αἰσθητῶν ἐχθρῶν φησιν ὡς ἐκ προσώπου τοῦ Κυρίου. Οὔτε γὰρ ἀλλόφυλοι τοὺς οἰκείους καλοῦντες εἰς ἐπικουρίαν θεοὺς τῆς παρ' αὐτῶν προνοίας ἀπέλαυσαν, οὔτε ὁ Σαοὺλ καὶ Ἀβεσσαλὼμ καὶ ὁ Σε-
They cried, and there was none to save. He says these things concerning perceptible enemies as from the person of the Lord. For neither did the Philistines, calling upon their own gods for aid, enjoy providence from them, nor did Saul and Absalom and Se-