PG 27:533Read from the pageμήπω κεκμηκότας· τοῦτο γὰρ σημαίνει το, κατ' ὄρθρον, νεαρὰς ἐν τῷ πέτασθαι καὶ δυνάμεως πεπληρωμένας. Ὁ δέ πως νοῦς οὗτος· Πάντα, φησὶ, περιειληφὼς Κύριος, καὶ πάντα προλαβὼν οἶδας, καὶ πανταχοῦ πάρει, καὶ πάντα πληροῖς ὡς Θεός. Εἶτα· Τίς γένωμαι, ἄν τι συμβῇ μοι ἁμάρτημα, καὶ εἰ γένοιτό μοι χρεία δρασμοῦ καὶ φυγῆς, σοῦ τοῦ Κυρίου πάντα ὑπειληφότος
not yet wearied; for this is what at dawn signifies, fresh in flying and filled with strength. And the sense is somewhat as follows: Having encompassed all things, O Lord, he says, and having anticipated all things, Thou knowest them, and art everywhere present, and fillest all things as God. Then: What shall become of me, if some sin should befall me, and if there should arise for me a need of flight and escape, when Thou, the Lord, hast encompassed all things?
Καὶ εἶπα· Ἄρα σκότος καταπατήσει με. Τὸ, καταπατήσει, ἀντὶ τοῦ, σκεπάσει καὶ ἀποκρύψει τῶν σῶν ὀφθαλμῶν. Ἀλλὰ καὶ τοῦτο, φησὶ, τὸ σκότος οὕτως ἐστὶν ἐν τῇ σῇ γνώσει, ὥσπερ ἂν εἴη καὶ αὐτὸ τὸ φῶς.
And I said: Surely darkness shall tread me down. The phrase, shall tread down, is instead of, shall cover and hide from Thine eyes. But even this darkness, he says, is thus in Thy knowledge, just as the light itself would be.
Ὡς τὸ σκότος αὐτῆς, οὕτω καὶ τὸ φῶς αὐτῆς. Καθάπερ γὰρ ἐμοὶ ζοφώδης ἡ νὺξ, οὕτως ἐστί σοι φωτεινή. Νεφροὺς δέ φησιν εἶναι τοὺς φόβου ποιητικούς. Λέγει δὲ, ὅτι Σὲ διαπαντὸς ἐφοβούμην, ἐπεὶ πρὸ ὀφθαλμῶν εἶχον ἀεὶ τὴν σὴν κρίσιν. Ἀντελάβου μου ἐκ γαστρὸς μητρός μου. Εἰκότως, φησὶ, τὸν σὸν φόβον ἐκτησάμην, ἐπειδὴ κυόμενόν με ἡ σὴ περιφρουρεῖ πρόνοια.
As is its darkness, so also is its light. For just as the night is gloomy to me, so it is bright to Thee. And he says that the reins are productive of fear. And he says: I feared Thee continually, since I always had Thy judgement before mine eyes. Thou hast upheld me from my mother's womb. Reasonably, he says, have I acquired the fear of Thee, since while I was being conceived Thy providence guards me round about.
Ἐξομολογήσομαί σοι, ὅτι φοβερῶς ἐθαυμαστώθης. Εὐκαίρως μετὰ τὴν προειρημένην θεολογίαν τὴν ἐξομολόγησιν ἀναφθέγγεται. Θαυμάσια τὰ ἔργα σου, καὶ ἡ ψυχή μου γινώσκει σφόδρα. Ἥτις ἐστὶ, φησὶν, ἐμοὶ δύναμις ἀπόῤῥητος, καὶ αὐτή σοι τῷ Θεῷ φανερὰ τυγχάνει.
I will give thanks to Thee, for Thou art fearfully wondrous. Seasonably after the aforesaid theology he utters the thanksgiving. Wonderful are Thy works, and my soul knoweth right well. Whatever ineffable power there is in me, he says, even this happens to be manifest to Thee, O God.
Οὐκ ἐκρύβη τὸ ὀστοῦν μου ἀπὸ σοῦ ὃ ἐποίησας ἐν κρυφῇ. Οὐκ ἔλαθε, φησὶ, τῆς γυναικὸς ὁ ὄλισθος, ἣν ἐκ τοῦ ὀστέου μου λεληθότως ἐποίησας, ὕπνῳ βαρεῖ εὐνάσας με· ἀλλ' ἔγνως τὰ ἡμέτερα κρύφια, ὁ ἐκείνην κρυφίως ὑποστησάμενος. Καὶ ἡ ὑπόστασίς μου ἐν τοῖς κατωτάτοις τῆς γῆς. Καὶ εἰ διαλυθείην, φησὶ, καὶ εἰς χοῦν πορευθείην, σοὶ πάλιν γνωστὸν τὸ τοιοῦτόν ἐστιν
My bone was not hidden from Thee, which Thou madest in secret. The slip of the woman did not escape notice, he says, whom Thou madest secretly from my bone, having lulled me to sleep in a deep slumber; but Thou knewest our secret things, Who secretly broughtest her into existence. And my substance is in the lowest parts of the earth. Even if I should be dissolved, he says, and pass into dust, such a thing is again known to Thee.
Τὸ ἀκατέργαστόν μου εἶδον οἱ ὀφθαλμοί σου. Πρὶν γενέσθαι, φησὶ, καὶ πρὶν μορφωθῆναι, οἱ σοὶ τῆς προγνώσεως ὀφθαλμοὶ ἐθεάσαντό με καὶ προεῖδόν με, οὐχ ἁπλῶς, ἀλλ' ὡς ἤδη ἐγκείμενον, καὶ συνηριθμημένον, καὶ ἐν τῇ βίβλῳ σου γεγραμμένον. Ἡμέραι πλασθήσονται, καὶ οὐδεὶς ἐν αὐτοῖς. Κατὰ πάσας τῆς ζωῆς αὐτῶν τὰς ἡμέρας εὐρύθμως καὶ εὐπλάστως ἑαυτοὺς διήγαγον, καὶ μηδὲ μίαν ἡμέραν αὐτοὺς ἄτυπον ἢ ἄπλαστον ἐσχηκέναι.
Thine eyes did see mine unformed substance. Before I came into being, he says, and before I was formed, the eyes of Thy foreknowledge beheld me and foresaw me, not simply, but as already lying therein, and numbered together, and written in Thy book. Days shall be formed, and no one in them. Throughout all the days of their life they conducted themselves rhythmically and well-formedly, and had not even a single day unshaped or unformed.
Ἐμοὶ δὲ λίαν ἐτιμήθησαν οἱ φίλοι σου, ὁ Θεός· Ὅμοιον τό· Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Ἐξαριθμήσομαι αὐτοὺς, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. Εὔελπίς εἰμι, φησὶ, τοὺς φίλους τιμῶν τοὺς σοὺς, ὅτι δὴ ἐν τῇ ἀναστάσει μετ' αὐτῶν στήσομαι, καὶ δι' αὐτοὺς τὴν παρὰ σοῦ κτήσομαι τιμήν. Τότε δὴ, φησὶ, καὶ οἱ ἁμαρτωλοὶ ἀποκτενοῖντο, τουτέστι, τὰς προσηκούσας ἀπολήψονται δίκας.
But to me Thy friends have been exceedingly honoured, O God. Similar is the saying: He that receiveth a prophet in the name of a prophet shall receive a prophet's reward. I will count them, and they shall be multiplied above the sand. I am of good hope, he says, honouring Thy friends, that in the resurrection I shall stand with them, and on account of them shall acquire honour from Thee. Then indeed, he says, the sinners also would be slain, that is, they shall receive the fitting punishments.
Ἐὰν ἀποκτείνῃς ἁμαρτωλοὺς, ὁ Θεός. Εἰδὼς τὰς ἐσομένας κατ' αὐτῶν δίκας, ἔξω που ἀφορίζει αὐτοὺς ἑαυτοῦ. Ἄνδρες αἱμάτων, ἐκκλίνατε ἀπ' ἐμοῦ, ὅτι ἐρισταί ἐστε εἰς διαλογισμούς. Τὴν αἰ-
If Thou slayest sinners, O God. Knowing the punishments that will be against them, he separates them somewhere outside of himself. Ye men of blood, depart from me, because ye are contentious in thoughts. The
PG 27:536Read from the pageτίαν φησὶ δι' ἣν ἀπελαύνει ἀφ' ἑαυτοῦ τοὺς ἁμαρτωλούς. Διὰ τοῦτο, φησὶν, ἐλαύνονται, ὅτι ἀντιφθέγγονται καὶ ἀντιφιλονεικοῦσι Θεῷ, καὶ μάτην ἐπαιρόμενοι καταλαζονευόμενοι τοῦ τῶν ἀνθρώπων βίου.
cause he states on account of which he drives away the sinners from himself. On this account, he says, they are driven away, because they speak against and contend against God, and vainly lifting themselves up boast insolently over the life of men.
Οὐχὶ τοὺς μισοῦντάς σε, Κύριε, ἐμίσησα; Ὅτι τοὺς μὲν σοὺς ἠγάπων καὶ ἀπεδεχόμην φίλους· τοὺς δὲ ἐχθρούς σου τελείως ἐμίσουν. Ἐχθροὶ δὲ τοῦ Θεοῦ πρώτως μὲν καὶ κυρίως οἱ ἀκάθαρτοι δαίμονες· δεύτεροι δὲ μετ' ἐκείνους οἵ τε τὴν εἰδωλολατρείαν πρεσβεύοντες, καὶ οἱ τῶν αἱρέσεων ἀρχηγοί.
Did I not hate them that hate Thee, O Lord? Because Thy friends indeed I loved and welcomed; whereas Thine enemies I hated perfectly. And the enemies of God are first and properly the unclean demons; and second after them both those who uphold idolatry, and the leaders of heresies.
Εἰς τέλος ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΛΘʹ.
Unto the end, a PSALM for David. 139.
Ἐξέλου με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. Τῆς γενομένης ἀδικίας παρὰ τῶν δαιμόνων τῇ ἀνθρώπου φύσει κεκραγέναι πρὸς τὸν Θεὸν ποιῆσαι τὴν ἐκδίκησιν, καὶ μεταστρέψαι εἰς κεφαλὴν τῶν ἀδικούντων τὴν ἀδικίαν. Λεχθείη δὲ καὶ ἐπὶ αἰσθητῶν ἐχθρῶν τὰ λεγόμενα.
Deliver me, O Lord, from the evil man. For the injustice done by the demons to human nature, to have cried out to God to execute vengeance, and to turn back the injustice upon the head of those who do wrong. And the things said might also be spoken concerning sensible enemies.
Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρέτασσον πολέμους. Οὐ γὰρ μόνον πονηροῖς ἐχρήσαντο λογισμοῖς, ἀλλὰ καὶ τὰ ἔργα προσέθηκαν τοῖς λογισμοῖς. Τὸ δὲ, ὅλην τὴν ἡμέραν, ὁ Σύμμαχος, κατὰ πᾶσαν ἡμέραν, ἑρμηνεύει.
Who devised injustice in their heart, all the day long they arrayed wars. For not only did they use evil thoughts, but they also added deeds to their thoughts. And the phrase, all the day long, Symmachus renders, every day.
Ἐχόμενα τρίβους σκάνδαλα ἔθεντό μοι. Ταῦτα πάντα, φησὶν, ἐποίουν, ἵνα τὸν δρόμον στήσωσι τῆς κατὰ Θεὸν πορείας, τοὺς πόδας αὐτοῦ παγίσι περιβάλλοντες, ἵνα τῆς ἐν Θεῷ στάσεως αὐτὸν καταβάλωσιν.
Near the paths they set stumbling-blocks for me. All these things, he says, they did in order to halt the course of his godly journey, encompassing his feet with snares, that they might cast him down from his standing in God.
Μὴ παραδῷς με, Κύριε, ἀπὸ τῆς ἐπιθυμίας μου ἁμαρτωλῷ. Ἐγὼ, φησὶ, Κύριε ἐπιθυμίαν ἐπιθυμῶ σωτηρίας· μὴ οὖν ἐγκαταλείπῃς με, ὥστε ταύτης παρατραπέντα παραδοθῆναι ἁμαρτωλῷ, ἤτοι τῷ διαβόλῳ. Διελογίσαντο κατ' ἐμοῦ· μὴ ἐγκαταλείπῃς με, μήποτε ὑψωθῶσιν. Ἐν σκέπῃ τῶν πτερύγων αὐτοῦ ἀξιοῖ σκεπασθῆναι, καὶ ὑπὸ τὴν κραταιὰν αὐτοῦ χεῖρα, ἀφ' ἧς οὐδεὶς δύναται ἁρπάσαι, ἵνα μὴ ὡς ἐπί τι ἄλλο τι μεγαφρονήσωσιν.
Give me not up, O Lord, from my desire to the sinner. I, O Lord, he says, desire the desire of salvation; do not therefore forsake me, so that being turned aside from this I should be given up to the sinner, that is, to the devil. They devised against me; forsake me not, lest they be exalted. Under the shelter of His wings he asks to be sheltered, and under His mighty hand, from which no one is able to snatch away, lest as over some other thing they should be high-minded.
Ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Ἐπ' αὐτοὺς, φησὶν, ἔλθοι ὃ ἐβουλεύσαντο. Τοῦτο γὰρ σημαίνει ἡ κεφαλὴ τοῦ κυκλώματος αὐτῶν. Κεφαλὴ γὰρ τῶν ἁμαρτωλῶν ὁ λογισμὸς καὶ ἡ αἴσθησις. Τῆς οὖν ἐπιβουλῆς αὐτῶν τῆς κατ' ἐμοῦ, δι' ἧς ἐκύκλωσάν με ἡ ἀρχὴ καὶ ἡ κεφαλὴ, οὐ μὴν ἀλλὰ καὶ ὁ κόπος αὐτῶν, καὶ ὁ μόχθος ὁ κατ' ἐμοῦ, εἰς αὐτοὺς ἔλθοι. Οὓς καὶ δίκῃ παραδοθῆναι τῇ διὰ πυρός.
The head of their encompassing. Upon themselves, he says, may what they counselled come. For this is what the head of their encompassing signifies. For the head of sinners is their thought and perception. May the beginning and the head, therefore, of their plot against me, whereby they encompassed me, and not only that, but also their toil and their labour against me, come upon themselves. And that they also be delivered up to the punishment through fire.
Πεσοῦνται ἐπ' αὐτοὺς ἄνθρακες ἐν πυρί. Οἷον γάρ τινι πυρὶ τῇ ὀργῇ καταναλώσεις αὐτούς. Καταβαλεῖς αὐτοὺς ἐν ταλαιπωρίαις, καὶ οὐ μὴ ὑποστῶσι. Περιπεσοῦνται συμφοραῖς, καὶ οὐ περιέσονται τούτων. Ταῦτα δὲ συμβαίνει τῷ Σαοὺλ ἐν τῷ κατὰ τοὺς ἀλλοφύλους πολέμῳ. Ἐκεῖ γὰρ σφαγεὶς ἐδέξατο τὸ τοῦ βίου τέλος.
Coals shall fall upon them in fire. For as with a kind of fire, by wrath Thou shalt consume them. Thou shalt cast them down in miseries, and they shall in no wise stand. They shall fall into calamities, and shall not survive them. And these things happen to Saul in the war against the Philistines. For being slain there he received the end of his life.
Ἀνὴρ γλωσσώδης οὐ κατευθυνθήσεται ἐπὶ τῆς γῆς. Ἐκδέχεται μὲν τοὺς ἀσεβεῖς τὸ αἰώνιον πῦρ. Καὶ ἐν τούτῳ δὲ τῷ βίῳ εἰς τέλος οὐ κατευθυνθήσεται γλωσσώδης. Οὐδεὶς γὰρ μάχιμός τε καὶ λοίδορος, ὅς ἐστιν ἐν τῇ γεώδει προαιρέσει, κατευθύνεται, ὑπὸ τοῦ μάχιμος εἶναι στρεβλούμενος. Φιλαμαρτήμονες γὰρ ὄντες οἱ τοιοῦτοι, πῶς ὑπ' ἀρετῆς κατευθύνονται; Ἄνδρα ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν.
A talkative man shall not be directed upon the earth. Eternal fire awaits the ungodly. And in this life also a talkative man shall not be directed unto the end. For no contentious and abusive man, who is in an earthly purpose, is directed, being twisted by being contentious. For since such men are lovers of sin, how are they directed by virtue? Evil things shall hunt the unjust man unto destruction.
PG 27:537Read from the pageὭσπερ γὰρ ὑπὸ οἰκείας νόσου διαφθείρεται ἄνευ τῆς ἑαυτοῦ κακίας, δίκην δοὺς τὴν προσήκουσαν. Ἱκανὴ γάρ ἐστιν ἀντὶ πάσης τιμωρίας τὴν ἔχουσαν αὐτὴν ψυχὴν ἡ κακία διαφθείρειν.
For as though by its own disease it is destroyed through its own wickedness, paying the fitting penalty. For wickedness is sufficient instead of every punishment to destroy the soul that possesses it.
ΨΑΛΜΟΣ τῷ Δαυΐδ. ΡΜʹ.
A PSALM for David. 140.
Ὅμοιος καὶ αὐτὸς τῷ ὀπίσω κεῖται, πλὴν δογματικώτερος.
This one also lies similar to the preceding, except more doctrinal.
Κύριε, ἐκέκραξα πρὸς σὲ, εἰσάκουσόν μου· πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σέ. Ἡ κραυγὴ τὸ σύντονον τῆς διανοίας πάντως δηλοῖ. Εὐμενῶς, φησὶ, Δέσποτα, δέξαι τὴν ἐμὴν ἱκετείαν.
O Lord, I have cried unto Thee, hear me; attend to the voice of my supplication, when I cry unto Thee. The crying altogether declares the intensity of the mind. Graciously, he says, O Master, receive my supplication.
Κατευθυνθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου. Τὰ ἀπὸ διανοίας θυμιάμασι παρεικάζει, ἅτε λεπτὰ ὄντα, καὶ τῷ μόνῳ ἀνατιθέμενα τῷ Θεῷ. Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή. Τὰς πράξεις τὰς διὰ τῶν χειρῶν δηλουμένας θυσίᾳ παρεικάζει, ἅτε παχύτερα ὄντα παρὰ τὰς τῆς διανοίας αἱρέσεις. Τὸ δὲ ἑσπερινήν φησιν, ὅτι χρὴ μέχρι τέλους πράξεις ἐπιτηδεύειν ἀγαθάς.
Let my prayer be directed as incense before Thee. The things proceeding from the mind he likens to incense, inasmuch as they are subtle and offered to God alone. The lifting up of my hands is an evening sacrifice. The deeds manifested through the hands he likens to a sacrifice, inasmuch as they are thicker than the choices of the mind. And he calls it evening, because one must practise good deeds until the end.
Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου. Ἐπειδὴ μέγα οἶδε τὸ κατορθοῦν τῆς γλώσσης τὴν φυλακὴν, τὸν Θεὸν αἰτεῖ ταύτης τὴν ἐγκράτειαν αὐτῷ χαρίσασθαι.
Set, O Lord, a watch upon my mouth, and a door of enclosure about my lips. Since he knows that the right keeping of the watch of the tongue is a great thing, he asks God to grant him self-control over it.
Μὴ ἐκκλίνῃς τὴν καρδίαν μου εἰς λόγους πονηρίας. Τουτέστι μὴ συγχωρήσῃς παρατραπῆναι εἰς τὸ ἐναντίον τὴν ἅπαξ καλῶς κατασκευασθεῖσάν μου διάνοιαν· ἵνα μὴ νοῶ, φησὶν, ἐννοίας παρανομίας.
Incline not my heart unto words of evil. That is to say, do not permit my mind, once well fashioned, to be turned aside to the contrary; so that I may not think, he says, thoughts of lawlessness.
Παιδεύσει με δίκαιος ἐν ἐλέει, καὶ ἐλέγξει με. Πᾶσαν μὲν παιδείαν δεξαίμην τοῦ δικαίου, τὴν εὐλογίαν δὲ καὶ τὴν κολακείαν τοῦ ἁμαρτωλοῦ μὴ λάβοιμι, δι' ἧς ὥσπερ ἔλαιον τὴν κεφαλήν μου καταχρίουσιν.
The righteous man shall chasten me in mercy, and shall reprove me. May I receive all chastening of the righteous man, but the blessing and flattery of the sinner may I not receive, whereby as with oil they anoint my head.
Ὅτι ἔτι καὶ ἡ προσευχή μου ἐν ταῖς εὐδοκίαις αὐτῶν, κατεπόθησαν ἐχόμενα πέτρας οἱ κριταὶ αὐτῶν. Ἐγγὺς, φησὶ, πέτρας γενόμενοι καταποντισθήσονται. Σημαίνει δὲ, ὡς αὐτὸς αὐτοὺς ὁ Χριστὸς καταποντίσει εἰς τὴν ἄβυσσον. Ἀκούσονται τὰ ῥήματά μου, ὅτι ἠδυνθησαν. Ἔκβασις, φησὶ, τῆς κατ' αὐτῶν προλεχθείσης τιμωρίας, πίστιν ἀληθείας καὶ εὐπρεπείας τὰ ἐμὰ λάβοιεν ῥήματα.
Because even yet my prayer is in their good pleasures, their judges have been swallowed up near the rock. Having come near the rock, he says, they shall be plunged into the deep. And he signifies that Christ Himself will plunge them into the abyss. They shall hear my words, for they were sweetened. As the outcome, he says, of the punishment foretold against them, may my words receive the credit of truth and comeliness.
Ὡσεὶ πάχος γῆς ἐῤῥάγη ἐπὶ τῆς γῆς. Πᾶν, φησὶ, τὸ γεῶδες ἡμῶν διεῤῥήξαμεν, ταπεινοῦντες ἑαυτοὺς διὰ σέ· οὕτως ὡς πᾶσαν δύναμιν ἡμῶν μέχρι ᾅδου κατενεχθῆναι. Ὅμοιον δὲ τοῦτο τῷ, Ἕνεκα σοῦ θανατούμεθα ὅλην τὴν ἡμέραν.
As a thickness of earth was broken upon the earth. Everything earthly of ours, he says, we have broken through, humbling ourselves for Thy sake; so that all our strength was brought down even unto Hades. And this is similar to the saying, For Thy sake we are put to death all the day long.
Ὅτι πρὸς σὲ, Κύριε, Κύριε, οἱ ὀφθαλμοί μου. Ἐγὼ δὲ οὐδενὶ τῶν ἀνθρωπίνων θαῤῥῶ· ἀλλὰ τὴν σὴν προσμένω βοήθειαν, καὶ παρακαλῶ ταύτης τὴν ἐμὴν μὴ γυμνωθῆναι ψυχήν. Ἐπὶ σοὶ ἤλπισα, μὴ ἀντανέλῃς τὴν ψυχήν μου. Ἀντὶ τοῦ· Μὴ ἐκχύσῃς ἢ ἐκκενώσῃς τῆς ἐλπίδος ἧς ἔχω πρὸς σέ.
Because toward Thee, O Lord, Lord, are mine eyes. And I trust in no human thing; but I await Thy help, and I beseech that my soul may not be stripped of it. In Thee have I hoped, take not away my soul. Instead of: Do not pour out or empty it of the hope which I have toward Thee.
Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί. Ἐμπέσοιεν, φησὶν, εἰς τὰ ἑαυτῶν δίκτυα οἱ ἁμαρτωλοί. Καταμόνας εἰμὶ ἐγὼ ἕως ἂν παρέλθω.
Sinners shall fall into their own net. May the sinners fall, he says, into their own nets. I am alone until I pass by.
PG 27:540Read from the pageΤότε, φησὶ, παρελεύσομαι ἀφόβως καὶ ἀμερίμνως, ὅταν αὐτοὶ οἱ ἁμαρτωλοὶ τοῖς ἑαυτῶν περιπέσωσι δικτύοις. Ἐγὼ δὲ τούτων κεχωρισμένως διατελέσω ἕως ἂν δέξωμαι τοῦ βίου τὸ πέρας.
Then, he says, I shall pass by fearlessly and free from care, when the sinners themselves fall into their own nets. And I shall continue separately from them until I receive the end of life.
Συνέσεως τῷ Δαυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή. ΡΜΑʹ.
Of understanding for David, when he was in the cave, a prayer. 141.
Προσευχὴ μὲν ἔστι καὶ οὐδὲν ἕτερον τὰ προκείμενα. Πλὴν ἀλλὰ δεῖται συνέσεως· ὅπως ἂν ἡμεῖς μάθωμεν τίνι τρόπῳ ἐν περιστάσεσιν ὄντες διαφυγεῖν δυνηθῶμεν τὰ πονηρά.
What lies before us is a prayer and nothing else. Nevertheless it requires understanding, so that we may learn in what manner, when we are in distresses, we may be able to escape evil things.
Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς Κύριον ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου. Ὅλην ὥσπερ τὴν διάνοιαν αὐτοῦ ἀνατέθεικε, φησὶ, τῷ Κυρίῳ. Τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Τὸν περὶ αὐτῆς, φησὶ, τῆς ψυχῆς ἀγωνιζόμενος δρόμον, τὰς δεήσεις ἀναφέρω, τὰς θλίψεις διαδοῦναι εὐχόμενος. Ὡς οὐ δικαίως διώκομαι, ἐπίστασαι, φησίν.
With my voice unto the Lord I cried; with my voice unto the Lord I made supplication. I will pour out before Him my supplication. He has dedicated, so to speak, his whole mind, he says, to the Lord. My tribulation I will declare before Him. Striving in the course for the soul itself, he says, I offer up supplications, praying that the tribulations may give way. That I am persecuted unjustly, Thou knowest, he says.
Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου. Ταῦτα δὲ ἔδρων, τὴν ὑπερβολὴν θεώμενος τῶν κακῶν· παρ' αὐτὸν γὰρ ἐσκηνούμην τὸν θάνατον. Καὶ σὺ ἔγνως τὰς τρίβους μου, θαῤῥοῦντος τῇ τοῦ βίου πορείᾳ καὶ ταῖς πράξεσι τὸ, Σὺ ἔγνως τὰς τρίβους μου. Ὁρῶν δὲ τοὺς νοητοὺς τῆς ψυχῆς ἐχθροὺς παρασκευάσαντας εἰσελθεῖν τὸν Σαοὺλ εἰς τὸ σπήλαιον ὑπὲρ τοῦ συλληφθῆναι τὸν Δαυῒδ, εἰκότως ἐλέγετο· Ἔκρυψαν παγίδα μοι, ἣν ἡ παροῦσα κατήργησε προσευχή. Τὸ γὰρ ἐπ' ἀνθρώποις, συλληφθεὶς ἐν τῷ σπηλαίῳ, δρασμοῦ παντὸς ἀποκέκλειστο, καὶ οὐκ ἦν ὁ ῥυόμενος, ἢ ἐκζητῶν αὐτοῦ τὴν ψυχήν.
When my spirit was fainting within me. And these things I did, beholding the excess of evils; for I was encamped beside death itself. And Thou knewest my paths; the saying, Thou knewest my paths, is that of one confident in the course of his life and in his deeds. And seeing the spiritual enemies of the soul having prepared Saul to enter into the cave in order that David might be seized, reasonably was it said: They hid a snare for me, which the present prayer brought to nought. For as far as rested with men, being caught in the cave, he was shut off from all escape, and there was none to deliver, or to seek after his soul.
Ἐν ὁδῷ ταύτῃ ᾗ ἐπορευόμην ἔκρυψαν παγίδα μοι. Εἴ τις τὸν ἐν τῷ σπηλαίῳ λογίσηται τόπον, εὑρήσει προσηκόντως τὰ εἰρημένα. Κατενόουν εἰς τὰ δεξιὰ καὶ ἐπέβλεπον, καὶ οὐκ ἦν ὁ ἐπιγινώσκων με. Παρατιθέντες τὰς ἀγχιθύρους κακίας τοῖς ἀσκουμένοις ἀρεταῖς. Οἷον ὁδεύοντι ἐπὶ σοφίαν, ἔκρυπτον παγίδα, σοφίαν οὐ Θεοῦ· καὶ ζητοῦντι γνῶσιν, παρετίθεσαν τὴν ψευδώνυμον. Ἔχει δέ τινα ὁμοιότητα τὸ ῥητὸν πρὸς τὸ, Ἐχόμενα τρίβου, σκάνδαλα ἔθεντό μοι. Δύνανται δὲ καὶ αἱ ὑπερβολαὶ δηλοῦσθαι παγίδες, εἰς ἃς ἐμπίπτει ὁ μὴ φυλαττόμενος, περὶ ὧν λέγει· Κατενόουν εἰς τὰ δεξιά. Τοῖς γὰρ φιλοτιμοτέροις εἰς δεξιὰ παγίδες.
In this way wherein I walked they hid a snare for me. If anyone considers the place in the cave, he will find the things said fittingly spoken. I looked to the right hand and beheld, and there was none that knew me. Setting the neighbouring vices beside the virtues being practised. As for one travelling toward wisdom, they hid a snare, a wisdom not of God; and for one seeking knowledge, they set beside him that which is falsely so called. And the text has a certain similarity to the saying, Near the path they set stumbling-blocks for me. And excesses also can be signified as snares, into which he who does not guard himself falls, concerning which he says: I looked to the right hand. For to the more ambitious there are snares on the right hand.
Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ, καὶ οὐκ ἔστιν ὁ ἐκζητῶν τὴν ψυχήν μου. Οὐ γὰρ ἦν ἀποδιδράσκειν ἐκ τοῦ σπηλαίου τῶν ἔμπροσθεν κατεχομένων ὑπὸ τοῦ Σαούλ. Οὐδεὶς, φησὶ, τῆς ἐμῆς ψυχῆς τὴν σωτηρίαν ἐπιζητεῖ
Flight hath perished from me, and there is none that seeketh after my soul. For it was not possible to run away out of the cave when the parts in front were held by Saul. No one, he says, seeks after the salvation of my soul.
Ἐκέκραξα πρὸς σὲ, Κύριε. Ἐπ' αὐτῷ γὰρ μόνῳ δεῖται τὰς ἐλπίδας τῆς σωτηρίας.
I cried unto Thee, O Lord. For in Him alone is it needful to place the hopes of salvation.
Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ταῦτά φησιν ὡς πρὸς τὸν τοῦ σπηλαίου τόπον. Ὁ δὲ Σύμμαχος· Ἔξω ποίησον ἀποκλεισμοῦ τὴν ψυχήν μου. Τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματί σου. Ἐπειδὰν, φησὶ, ταύτης με τῆς θλίψεως ἀπέλυσας καὶ τῆς εἱρκτῆς, εὐχαριστηρίους ἀναπέμψω ᾠδάς.
Bring my soul out of prison. He says these things with reference to the place of the cave. And Symmachus renders: Put my soul outside of confinement. That I may give thanks unto Thy name. Whenever, he says, Thou hast released me from this tribulation and from the prison, I will send up songs of thanksgiving.
PG 27:541Read from the pageἘμὲ ὑπομένουσι δίκαιοι ἕως οὗ ἀνταποδῷς μοι. Ἐὰν ἐξαγάγῃς με, φησὶν, ἐντεῦθεν ἀμειψάμενός μου τὰς ἀγαθὰς πράξεις, καὶ οἱ λοιποὶ δίκαιοι ἐμὲ ὑπόδειγμα πρὸ ὀφθαλμῶν ἔχοντες, καὶ ἐκ τῶν κατ' ἐμὲ τὰ κατ' αὐτοὺς ἀποταμιευόμενοι, ἀποδώσουσί σοι τὰς λιτὰς καί σοι προσδραμοῦνται.
The righteous shall wait for me until Thou recompense me. If Thou bringest me out from hence, he says, having rewarded my good deeds, the rest of the righteous also, having me as an example before their eyes, and laying up in store from my affairs what pertains to themselves, will render their prayers to Thee and run unto Thee.
ΨΑΛΜΟΣ ᾠδῆς τῷ Δαυῒδ, ὅτε κατεδίωκεν αὐτὸν ὁ υἱὸς αὐτοῦ Ἀβεσσαλώμ. ΡΜΒʹ.
A PSALM of a song for David, when his son Absalom was pursuing him. 142.
Καὶ οὗτος ὁμοίαν ἔχει τοῦ πρὸ αὐτοῦ τὴν ὑπόθεσιν. Εὔχεται γὰρ ἀπὸ τῶν διωκόντων ῥυσθῆναι, ὡς ὁ Ἀπόστολός φησι. Τυπικῶς δὲ ταῦτα συνέβη τοῖς ἀρχαιοτέροις· ἐγράφη δὲ πρὸς νουθεσίαν ἡμῶν. Διδασκόμεθα τοίνυν ἐν περιστάσεσιν ἐπὶ μόνον καταφεύγειν τὸν Θεόν. Ἰστέον δὲ ὅτι ἀναφέρεται εἰς τὸ τῆς ἀνθρωπότητος πρόσωπον ἡ προσευχὴ καταδιωκομένης καὶ θλιβομένης ὑπὸ τοῦ πλεονεκτήσαντος Σατανᾶ, οὗ καὶ ῥυσθῆναι εὔχεται διὰ τῆς παρουσίας τοῦ Μονογενοῦς.
This one also has an argument similar to the one before it. For he prays to be rescued from the persecutors, as the Apostle says. And typically these things happened to the ancients, and were written for our admonition. We are taught, therefore, in distresses to flee for refuge to God alone. And one must know that the prayer is referred to the person of humanity, persecuted and afflicted by the overreaching Satan, from whom also it prays to be rescued through the Advent of the Only-begotten.
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου. Εἰσακουσθῆναι, φησὶν, ἀξιῶ διὰ τῆς σῆς ἀληθείας. Ὅμοιον δὲ ὡσεὶ λέγοι· Ἔσο μοι ὑπήκοος, τὸν Μονογενῆ σου ἀποστείλας, ὅς ἐστιν ἀλήθεια καὶ δικαιοσύνη.
O Lord, hear my prayer. I ask to be heard, he says, through Thy truth. And it is similar to saying: Be attentive to me, having sent Thine Only-begotten, Who is truth and righteousness.
Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡσεὶ νεκροὺς αἰῶνος. Σκοτίαν τὴν ἀγνωσίαν ἣν ἔσχε ποτὲ δηλοῖ. Οὐδὲν γὰρ διεφερόμην νεκροῦ. Νεκροὺς αἰωνίους τοὺς πάλαι εἰδωλολάτρας φησίν.
He hath made me to sit in dark places as those long dead. By darkness he declares the ignorance which it once had. For I differed in nothing from a dead man. Those long dead he calls the idolaters of old.
Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Ἐν ταῖς ἐσχάταις περιστάσεσιν, ἐπειδὰν ἀνακινδυνεύει τινὸς ἡ ψυχὴ, προσήκει τοῦτο λέγειν, οὐ μὴν ἐν ἀνθρωπίνοις πράγμασιν ἀναγκαίως κεχρῆσθαι.
Hear me speedily, O Lord, my spirit hath failed. In extreme distresses, whenever someone's soul is in peril, it is fitting to say this, yet not necessarily to use it in ordinary human affairs.
Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου. Τὴν πρωϊνὴν ἀνάστασιν τοῦ Κυρίου λέγει· ἢ τάχα καὶ τὴν πρωϊνὴν ἀνάστασιν εὔχεται παραγενέσθαι Χριστοῦ, δι' ἧς ἐλεούμεθα.
Cause me to hear Thy mercy in the morning. He means the morning resurrection of the Lord; or perhaps he also prays that the morning resurrection of Christ may arrive, through which we receive mercy.
Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι. Τῆς εὐαγγελικῆς διδασκαλίας εὔχεται τυχεῖν.
Make known to me, O Lord, the way wherein I should walk. He prays to obtain the evangelical teaching.
Ἐξέλου με ἐκ τῶν ἐχθρῶν μου. Τῶν νοητῶν δηλονότι.
Deliver me from mine enemies. Namely, the spiritual ones.
Τῷ Δαυῒδ πρὸς τὸν Γολιάθ. ΡΜΓʹ.
For David, against Goliath. 143.
Εὐλογητὸς Κύριος ὁ Θεός μου. Ἐκ περιχαρείας τὸ προοίμιον. Ὁ διδάσκων τὰς χεῖράς μου εἰς παράταξιν. Χεῖρας τὰς πράξεις φησὶν εἶναι τὰς κατὰ θεοσέβειαν γενομένας, δι' ὧν πολεμοῦμεν τὸν Σατανᾶν.
Blessed be the Lord my God. The prelude is out of great joy. Who teacheth my hands for battle array. By hands he means the deeds done according to godliness, through which we war against Satan.
Ἄνθρωπος ματαιότητι ὡμοιώθη. Ἕκαστος τῶν ἀνθρώπων τῷ κόσμῳ τούτῳ ὡμοιώθη.
Man is become like unto vanity. Each of men has become like unto this world.
Ἄστραψον ἀστραπὴν, καὶ σκορπιεῖς αὐτούς. Ἀστραπὴν τὸ εὐαγγελικὸν κήρυγμά φησιν.
Flash forth lightning, and Thou shalt scatter them. By lightning he means the evangelical preaching.
Ἐξαπόστειλον τὴν χεῖρά σου ἐξ ὕψους· ἐξέλου με, καὶ ῥῦσαί με ἐξ ὑδάτων πολλῶν, ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Ὧν τὸ στόμα ἐλάλησε ματαιότητας. Τῶν περικυκλωσάντων ἡμᾶς λογισμῶν ὑπὸ τῆς τῶν δαιμόνων ἐπιβουλῆς. Ἢ καὶ ὕδατα τὸν τῶν Ἰουδαίων φησὶ λαὸν τὸν κυκλώσαντα τοὺς ἀπο-
Send forth Thy hand from on high; deliver me, and rescue me out of many waters, out of the hand of strange sons. Whose mouth hath spoken vanities. From the thoughts that have encompassed us by the plot of the demons. Or else by waters he means the people of the Jews who encompassed the apo-
PG 27:544Read from the pageστόλους, ἐν τῷ συσχεῖν καὶ ἀπολέσαι. Καὶ οὗτοι εἶεν υἱοὶ ἠλλοτριωμένοι, οἱ καὶ μάταια λαλοῦντες. Καὶ ποῖα μάταια, ἢ τὸ λέγειν τῷ Χριστῷ· Πῶς σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν;
[the apo]stles, in seizing and destroying them. And these would be the estranged sons, who also speak vain things. And what sort of vain things, other than saying to Christ: How do you, being a man, make yourself God?
Ὁ Θεὸς, ᾠδὴν καινὴν ᾄσομαί σοι. Τὴν εὐαγγελικὴν δηλονότι. Ἐξ αὐτοῦ δὲ τοῦ προσώπου τοῦ Δαυῒδ ὁ λόγος ἐστίν. Ἐν ψαλτηρίῳ δεκαχόρδῳ ψαλῶ σοι. Ψαλτήριον δεκάχορδον τὸ σῶμά ἐστιν, ἅτε πέντε αἰσθήσεις ἔχον, καὶ πέντε ἐνεργείας ψυχῆς, δι' ἑκάστης αἰσθήσεως γιγνομένης ἐνεργείας ἑκάστης.
O God, I will sing a new song to you. Namely, the evangelical song. And the statement is spoken from the very person of David. On a ten-stringed psaltery I will sing psalmody to you. The ten-stringed psaltery is the body, inasmuch as it has five senses and five activities of the soul, each activity taking place through each sense.
Τῷ διδόντι τὴν σωτηρίαν τοῖς βασιλεῦσιν ἡμῶν. Τοῖς ἁγίοις ἀποστόλοις, οὓς κατέστησεν ἄρχοντας αὐτῶν ὁ Χριστός. Τῷ λυτρουμένῳ Δαυῒδ τὸν δοῦλον αὐτοῦ ἐκ ῥομφαίας πονηρᾶς· ῥῦσαί με καὶ ἐξέλου με ἐκ χειρὸς υἱῶν ἀλλοτρίων. Διὰ γὰρ τὰς πρὸς ἐκείνους συνθήκας πᾶσαν ἡμῶν κηδεμονίαν ποίησον. Ῥομφαίαν γὰρ πονηρὰν τῶν ἐπελθόντων τὸ μανικὸν καὶ θηριῶδες ἐκάλεσε· τοὺς δὲ αὐτοὺς ἀλλοτρίους, ὡς δυσσεβεῖς.
To him who gives salvation to our kings. To the holy apostles, whom Christ appointed as their rulers. To him who redeems David his servant from an evil sword: rescue me and deliver me from the hand of strange sons. For on account of the covenants made with them, exercise all care over us. For he called the madness and brutality of the attackers an evil sword; and he called the same men strangers, as being ungodly.
Ὧν οἱ υἱοὶ αὐτῶν ὡς νεόφυτα ἱδρυμένα ἐν τῇ νεότητι αὐτῶν. Τοῦ κατὰ σάρκα λαοῦ υἱοὶ, φησὶν, εὐθαλεῖς εἰσι· τοῦ δὲ κατὰ πνεῦμα τεταπεινωμένοι. Οὗτοι γάρ εἰσιν οἱ λέγοντες· Εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ' ὁ ἔσω ἀνακαινοῦται.
Whose sons are like newly planted shoots established in their youth. The sons of the people according to the flesh, he says, are flourishing; whereas those of the people according to the spirit are humbled. For these are the ones who say: Even though our outward man is decaying, yet our inward man is being renewed.
Αἱ θυγατέρες αὐτῶν κεκαλλωπισμέναι, περικεκοσμημέναι ὡς ὁμοίωμα ναοῦ. Τῷ ἐπιγείῳ κόσμῳ. Διὸ καὶ οὐ ναὸς Θεοῦ γεγόνασιν, ὡς αἱ ἅγιαι τῶν πιστευσάντων ψυχαὶ, ἀλλ' ὁμοίωμα ναοῦ· προσεποιοῦντο γὰρ τὴν κατὰ νόμον ἐπιτηδεύουσαι πολιτείαν. Ἀλλ' οὐκ ἔσχον ἐν αὐταῖς τὸν Λόγον, ἀλλὰ τὸ πονηρὸν πνεῦμα.
Their daughters are beautified, adorned round about like the likeness of a temple. With earthly adornment. Wherefore they have not become a temple of God, like the holy souls of those who have believed, but the likeness of a temple; for they made a pretense while practicing the way of life according to the law. Yet they did not have within themselves the Word, but the evil spirit.
Τὰ ταμιεῖα αὐτῶν πλήρη ἐξερευγόμενα ἐκ τούτου εἰς τοῦτο. Ἐθησαύρισαν γὰρ οὐ τὸν οὐράνιον, ἀλλὰ τὸν ἐπίγειον πλοῦτον.
Their storehouses are full, overflowing from this into that. For they treasured up not heavenly wealth, but earthly wealth.
Τὰ πρόβατα αὐτῶν πολυτόκα, πληθύνοντα ἐν ταῖς ἐξόδοις αὐτῶν. Πίονα δὲ αὐτῶν καὶ πολύγονα τὰ κτήνη. Οὐκ ἔστι κατάπτωμα φραγμοῦ οὐδὲ διέξοδος. Πολλὴν, φησὶν, ἔσχον τὴν εὐημερίαν· ἀλλ' οὐ μέχρι τέλους αὐτοῖς στήσεται. Τοῦτο γὰρ ἐν ἄλλῳ ψαλμῷ ἐδίδαξεν εἰπών· Κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι.
Their sheep are prolific, multiplying in their goings forth. And their cattle are fat and fruitful. There is no breach of fence nor passage through. They had, he says, great prosperity; yet it will not stand for them until the end. For he taught this in another psalm, saying: You cast them down when they were lifted up.
Ἐμακάρισαν τὸν λαὸν ᾧ ταῦτά ἐστι· μακάριος ὁ λαὸς οὗ Κύριος ὁ Θεὸς αὐτοῦ. Οἱ μὴ ὀρθῶς κρίνοντες, ἀλλὰ καὶ αὐτὰ φανταζόμενοι τὰ σαρκὸς, τὸ τούτων ἐν ἀπολαύσει γενέσθαι πολλῇ μακάριον εἶναι νομίζουσιν. Οὐκ ἔστι δὲ τοῦτο μακάριον· ἀλλὰ τὸ ἐπικαλεῖσθαι Κύριον τὸν Θεὸν αὐτοῦ.
They called blessed the people to whom these things belong; blessed is the people whose God is the Lord. Those who do not judge rightly, but imagine the very things of the flesh, suppose that to be in great enjoyment of these things is blessed. Yet this is not blessed; rather, it is to call the Lord one's God.
Αἴνεσις τῷ Δαυῒδ. ΡΜΔ'.
Praise of David. Psalm 144.
Ὑψώσω σε, ὁ Θεός μου, ὁ βασιλεύς μου. Οὐχ ὡς μὴ ἔχοντι δὲ δίδωσιν ὕψος· ἀλλὰ τοῖς ἄλλοις δείκνυσιν ἔχοντα. Ὁποῖον· Πάτερ, δόξασόν σου τὸ ὄνομα ἐν τῇ γῇ. Οὐ γὰρ ἣν μὴ εἶχεν αἰτεῖ, ἀλλ' ἣν καὶ εἶχε δειχθῆναι· ὡς δηλοῖ τό· Δόξασόν με τῇ δόξῃ ᾗ εἶχον παρὰ σοὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι.
I will exalt you, my God, my King. Yet he does not give exaltation to him as to one who does not possess it, but shows to others him who possesses it. Just as: Father, glorify your name on the earth. For he does not ask for a glory that he did not have, but that the glory which he indeed had might be shown forth; as is made clear by the saying: Glorify me with the glory which I had with you before the world came to be.