PG 27:488Read from the pageΚαὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου, Κύριε. Εἰ τοῦ σοῦ ἐλέους τύχω, φησὶ, τοῦτο δὲ τὸ ἔλεος διὰ τοῦ σωτηρίου σου γενήσεταί μοι, παῤῥησίαν ἕξω πρὸς τοὺς ὀνειδίζοντας καὶ ἐπανισταμένους μοι.
And let Thy mercy come upon me, O Lord. If I obtain Thy mercy, he says, and this mercy comes to me through Thy salvation, I shall have boldness towards those who reproach me and rise up against me.
Καὶ ἀποκριθήσομαι τοῖς ὀνειδίζουσί μοι λόγον, ὅτι ἤλπισα ἐπὶ τοῖς λόγοις σου. Ἐρῶ γὰρ, ὡς οὐκ ἄξιος ὀνειδίζεσθαι τὸν τὰ τοιαῦτα δόγματα ἔχοντα, ἅτινα γελῶσιν οἱ τῆς πίστεως ἀλλότριοι οἱ μωροί. Ἐγὼ δὲ συνέσεως ἀποδείξω καὶ σοφίας πεπληρωμένα. Ἀποκριθήσομαι δὲ λόγον, ἐπεὶ εἰς τοὺς λόγους σου ἐπήλπισα.
So shall I answer a word unto them that reproach me; for I have hoped in Thy words. For I shall say that one who holds such doctrines, which foolish men alien to the faith laugh at, is not worthy to be reproached. And I shall show that they are filled with understanding and wisdom. And I shall answer a word, since I have hoped in Thy words.
Καὶ μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα· ὅτι ἐπὶ τοῖς κρίμασί σου ἐπήλπισα. Μέχρι τῆς ἐσχάτης πνοῆς, φησίν. Ἐὰν ἀναξίως ὧν καλῶς λέγομεν βιώσωμεν, περιελεῖ τὸν λόγον τῆς ἀληθείας ἐκ τοῦ στόματος ἡμῶν ὁ Θεός.
And take not the word of truth utterly out of my mouth; for I have hoped in Thy judgements. Until the last breath, he says. If we live unworthily of the things which we speak well, God will take away the word of truth out of our mouth.
Καὶ φυλάξω τὸν νόμον σου διὰ παντός. Φύλαξ, φησὶν, ἔσομαι τοῦ νόμου σου, οὐ ποτὲ μὲν κατορθῶν, ποτὲ δὲ οὔ· ἀλλὰ καὶ ἐν τῇ παρούσῃ ζωῇ, φησὶ, καὶ ἐν τῇ μελλούσῃ τοῦτον κατορθώσω.
So shall I keep Thy law continually. I shall be a keeper of Thy law, he says, not at one time upholding it and at another time not; but both in the present life, he says, and in that which is to come I shall uphold it.
Καὶ ἐλάλουν ἐν τοῖς μαρτυρίοις σου ἐναντίον βασιλέων. Τοιοῦτος γέγονεν ὁ Παῦλος, τοιοῦτος ὁ Πέτρος, τοιοῦτος τῶν ἀποστόλων ὁ χορὸς καὶ τῶν μαρτύρων. Ἁρμόσει τοῦτο τῷ μάρτυρι τῷ ἐπὶ ἡγεμόνας καὶ βασιλεῖς ἀγομένῳ διὰ Χριστόν· ἁρμόσει καὶ τοῖς ἀνοίγουσι τὸ στόμα ἐπὶ τῶν βασιλικῶν τὰς ψυχὰς ἁγίων. Αἰσχύνης γὰρ ἄξιος ὁ μὴ πρὸς τὸ εὐαγγελίζεσθαι δυνάμει πολλῇ ῥῆμα λαβὼν ἐκ Θεοῦ· ἡ γὰρ ἔννομος ζωὴ παῤῥησίας δημιουργός.
And I spoke of Thy testimonies before kings. Such was Paul, such was Peter, such was the choir of the apostles and of the martyrs. This will befit the martyr who is led before governors and kings for Christ's sake; it will also befit those who open their mouth before the saints who are royal in their souls. For worthy of shame is he who does not receive a word from God for preaching the good tidings with great power; for a lawful life is the producer of boldness.
Καὶ ἐμελέτων ἐν ταῖς ἐντολαῖς σου, αἷς ἠγάπησα σφόδρα. Καὶ ἦρα τὰς χεῖράς μου πρὸς τὰς ἐντολάς σου. Χεῖρας ἐνταῦθα τὰς πρακτικὰς ἐνεργείας εἶναί φησιν. Ἡ γὰρ πρᾶξις τέλος μελέτης ἐστὶν ἐντολῶν· μετὰ γὰρ ἀνάληψιν τοῦ τῶν ἐντολῶν Λόγου καλὸν τὸ ἐπᾶραι τὰς χεῖρας ἐπὶ τὰς τῶν ἐντολῶν πράξεις· μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης, ἀλλὰ καὶ διαθέσεως· καὶ μετὰ ταῦτα συνεχῶς περὶ αὐτῶν ἀδολεσχεῖν τε καὶ διαλέγεσθαι.
And I meditated in Thy commandments, which I have loved exceedingly. And I lifted up my hands unto Thy commandments. By hands here he means practical activities. For practice is the end of meditation on the commandments; for after receiving the Word of the commandments, it is good to lift up the hands to the deeds of the commandments, not grudgingly or of necessity, but also out of disposition; and after these things continually to ponder and converse concerning them.
Μνήσθητι τὸν λόγον σου τῷ δούλῳ σου. Καὶ ποῖος ὁ λόγος οὗ μνησθῆναι αὐτὸν ἀξιοῖ, ἢ τὸ εἶναι μετ' αὐτῶν, καθ' ἣν δέδωκεν αὐτοῖς ἐπαγγελίαν, ἥτις καὶ παράκλησις αὐτοῖς ἐν τοῖς διωγμοῖς ἐγίνετο;
Remember Thy word unto Thy servant. And what is the word which he prays Him to remember, other than to be with them, according to the promise which He gave them, which also became a consolation to them in persecutions?
Αὕτη με παρεκάλεσεν ἐν τῇ ταπεινώσει μου. Οἱ ἑβδομήκοντα· ἀναζωώσεις με. Αὕτη τις ἡ ἐλπὶς, ἐγγινομένη μοι ἀπὸ τοῦ σοῦ λόγου, παρεκάλεσέ με, καὶ παρεμυθήσατό με, εἰς τό· εἴ ποτε περιστάσεις ἢ κίνδυνος, ἢ θανάτου δοκιμὴ, νόσος χαλεπὴ, ἢ ἀπώλεια τῶν ὑπαρχόντων, ἢ διωγμοῦ, ἢ εἴ τι δήποτε τῶν νομιζομένων χαλεπῶν κατελάμβανέ με, ἡ ἐπὶ σὲ ἐλπὶς παράκλησίς μου ἦν. Ὅτι τὸ λόγιόν σου ἔζησέ με. Οὐδὲν ἄλλο ποιεῖ ζῆν λογικὴν ψυχὴν τὴν ἑαυτῆς ζωὴν ὡς τὸ λόγιον τοῦ Θεοῦ. Καθ' ὃ γὰρ αὔξει τὸ λόγιον τοῦ Θεοῦ, καὶ νοούμενον καὶ παραλαμβανόμενον εἰς τὴν τοῦ ἀνθρώπου ψυχὴν, κατὰ τοῦτο αὔξεται καὶ τὰ τῆς ζωῆς. Ταῦτα δέ ἐστι τὸ
This hath comforted me in my humiliation. The Seventy: Thou shalt quicken me. This hope, arising in me from Thy word, comforted me and consoled me, to this effect: if ever troubles or danger, or trial of death, grievous sickness, or loss of possessions, or of persecution, or whatever else of the things accounted grievous overtook me, hope in Thee was my consolation. For Thy oracle hath quickened me. Nothing else makes a rational soul live its own life like the oracle of God. For in proportion as the oracle of God increases, being both understood and received into the soul of man, in that proportion the things of life also increase. And these things are
PG 27:489Read from the pageσὺν ἀρετῇ ζῆν ἐνταῦθα· μετὰ ταῦτα δὲ καὶ τὴν αἰώνιον δίδωσι ζωήν.
to live with virtue here; and after these things it also gives eternal life.
Ὑπερήφανοι παρηνόμουν ἕως σφόδρα, ἀπὸ δὲ τοῦ νόμου σου οὐκ ἐξέκλινα. Ἐν αὐτῷ γὰρ ἐπολιτευόμην τηρῶν τὸ ἡγεμονικόν μου, ἵνα μὴ γένηται ῥῆμα κρυπτὸν ἐν τῇ καρδίᾳ μου ἀνόμιμον. Ἐκείνων γὰρ λίαν παρανομούντων, οὐδὲ κατὰ μικρὸν ἐγὼ τὸν νόμον σου παρέβαινον.
The proud have transgressed exceedingly, yet have I not declined from Thy law. For in it I conducted my life, guarding my ruling faculty, lest any secret lawless word should arise in my heart. For while they transgressed exceedingly, not even in the least degree did I transgress Thy law.
Ἐμνήσθην τῶν κριμάτων σου ἀπ' αἰῶνος, Κύριε, καὶ παρεκλήθην. Μεμνημένος γὰρ τῶν ἀπ' αἰῶνος καὶ ἕως αἰῶνος ἀποδοθησομένων ἑκάστῳ, παρακαλεῖται καὶ ἄλυπος ὁ δίκαιος μένει λέγων· Οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ὧν ἐποίησας πάλαι τοῖς ἀδικοῦσι τὸν Ἰσραὴλ, μνημονεύσας κριμάτων, παρεκλήθην· εἰδὼς, ὡς οὐδὲ αὐτὸς ἐν τοῖς διωγμοῖς ἐγκαταληφθήσομαι, καὶ ὡς πάντα κατὰ Θεοῦ κρίσιν τοῖς ἀνθρώποις συμβαίνει.
I remembered Thy judgements of old, O Lord, and was comforted. For remembering the things from of old and for ever that shall be rendered to each one, the righteous man is comforted and remains free from grief, saying: The sufferings of this present time are not worthy to be compared with the glory which shall be revealed in us. Having remembered the judgements which Thou wroughtest of old against those who wronged Israel, I was comforted, knowing that neither shall I myself be forsaken in persecutions, and that all things happen to men according to the judgement of God.
Ἀθυμία κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἐπὶ τῶν ἁμαρτωλῶν, οἱ μὲν ἀνόμως ἁμαρτάνουσι, τῷ μηδὲ τὴν ἀρχὴν πειρασθῆναι νόμων· οἱ δὲ ἐν νόμῳ, τῷ παραβαίνειν αὐτόν. Καὶ μετ' ὀλίγα· Εἴ τι γὰρ πάσχει ἓν μέλος, συμπάσχει πάντα τὰ μέλη· καὶ ἐὰν δοξάζηται ἓν μέλος, συγχαίρει πάντα τὰ μέλη. Καὶ ἐπὶ τοῖς ἀδελφοῖς οὖν ἡμῶν τοῖς ἁμαρτάνουσι, λυπεῖσθαι καθήκει, ὅτι τοιοῦτοί εἰσι, καὶ οὕτω διακεῖσθαι κατὰ τὸν ἅγιον τοῦτον.
Despondency hath taken hold upon me because of the sinners that forsake Thy law. In the case of sinners, some sin without law, by never having experienced laws at all; while others sin under the law, by transgressing it. And a little further on: For whether one member suffereth, all the members suffer with it; or one member is glorified, all the members rejoice with it. Therefore over our brethren who sin, it is fitting to grieve because they are such, and to be thus disposed according to this saint.
Ψαλτὰ ἦσάν μοι τὰ δικαιώματά σου ἐν τόπῳ παροικίας μου. Τόπον παροικίας τὸν παρόντα βίον φησί· κατὰ τό· Εἰδότες, ὅτι ξένοι καὶ παρεπίδημοι ἦσαν ἐπὶ τῆς γῆς. Ἐν ᾧ εὐρύθμως εὐφραινόμην λέγων τὰ δικαιώματά σου· τοῦτο μὲν θεωρῶν, τοῦτο δὲ πράττων αὐτά.
Thy statutes were my songs in the place of my sojourning. By the place of sojourning he means the present life, according to the saying: Knowing that they were strangers and sojourners on the earth. Wherein I rejoiced harmoniously in uttering Thy statutes, on the one hand contemplating them, and on the other hand practising them.
Διελογισάμην τὰς ὁδούς σου, καὶ ἐπέστρεψα τοὺς πόδας μου εἰς τὰ μαρτύριά σου. Ἐπειδὴ πᾶσαν τὴν γνώμην εἰς τὰς σὰς, φησὶν, ἀνέθηκα ἐντολὰς, τούτου χάριν τῶν μαρτυρίων ἐπορεύθην τὴν ὁδόν.
I thought on Thy ways, and turned my feet unto Thy testimonies. Since I dedicated my whole purpose, he says, to Thy commandments, for this reason I walked the way of the testimonies.
Ἡτοιμάσθην καὶ οὐκ ἐταράχθην. Εἰδὼς τὸ εἰρημένον· Τέκνον, εἰ προσέρχῃ δουλεύειν τῷ Κυρίῳ, ἑτοίμασον τὴν ψυχήν σου εἰς πειρασμόν· καὶ τοῦτο μελετῶν διαπαντὸς ἐν ταῖς ἐφόδοις οὐκ ἐταραττόμην, ἅτε μεμελετηκὼς αὐτὰς φέρειν γενναίως.
I made haste, and was not troubled. Knowing what has been said: Son, if thou comest to serve the Lord, prepare thy soul for temptation; and meditating on this continually, I was not troubled in the assaults, as having practised bearing them nobly.
Σχοινία ἁμαρτωλῶν περιεπλάκησάν μοι. Καὶ τίνα ἦν τὰ σχοινία, ἢ οἱ πονηροὶ λογισμοὶ, δι' ὧν τῆς κατὰ Θεὸν στάσεως ἐπεχείρουν καταβαλεῖν;
The cords of sinners have entangled me. And what were the cords, other than the evil thoughts whereby they attempted to cast me down from my standing according to God?
Μεσονύκτιον ἐγεγειρόμην τοῦ ἐξομολογήσασθαί σοι. Οὐ γὰρ μεθ' ἡμέραν μόνον, ἀλλὰ καὶ νύκτωρ, κατ' αὐτὸ τῆς νυκτὸς τὸ μεσαίτατον, ἐν ᾧ μετὰ πλείονος ἡδονῆς ὁ ὕπνος τοῖς ἀνθρώποις ἐπέρχεται, ὑμνῶν σε διετέλουν, καὶ τὰς δικαίας σου ψήφους ἀνηυφήμουν. Τοῦτο καὶ ὁ θεῖος Ἀπόστολος μετὰ τοῦ Σίλα πεποίηκε, καὶ τὸν πόδα κἀκεῖ προσδεδεμένος, μετὰ αἰκίας καὶ μάστιγος τῇ προσευχῇ τὴν ὑμνῳδίαν
At midnight I rose to give thanks unto Thee. For not only by day, but also by night, at the very middle of the night, wherein sleep comes upon men with greater pleasure, I continued singing hymns to Thee and extolling Thy righteous decrees. This the divine Apostle also did with Silas, and having his foot bound fast there too, after outrage and scourging, with prayer the singing of hymns
PG 27:492Read from the pageἐκέρασε, καὶ τῆς καλῆς ἀγρυπνίας ἐτρύγησε τὸν καρπόν. Τῆς θείας γὰρ φιλοτιμίας ἀπέλαυσεν.
he blended, and reaped the fruit of his noble vigil. For he enjoyed the divine munificence.
Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε. Ὁ μὲν τέλειος Χριστοῦ ἂν εἴη μέτοχος, κατὰ τὸ εἰρημένον· Μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν. Ὁ δὲ παρὼν, ὡς εἰσαγόμενος, τῶν φοβουμένων τὸν Κύριον μέτοχον ἑαυτὸν εἶναι λέγει· οὐχ ἁπλῶς δὲ τῶν φοβουμένων, ἀλλὰ τῶν διὰ τὸ φοβεῖσθαι φυλασσόντων τὰς ἐντολὰς τοῦ Θεοῦ. Δεῖγμα δὲ τοῦ θείου φόβου ἡ τῶν ἐντολῶν φυλακή.
I am a partaker with all them that fear Thee. The perfect man would be a partaker of Christ, according to what has been said: For we are become partakers of Christ. But the present speaker, as one being initiated, says that he is a partaker with those who fear the Lord; yet not simply with those who fear, but with those who because of fearing keep the commandments of God. And the proof of divine fear is the keeping of the commandments.
Τοῦ ἐλέους σου, Κύριε, πλήρης ἡ γῆ. Τὰ δικαιώματά σου δίδαξόν με. Προφητικῶς τὰ ἐσόμενά φησιν, ὡς ἔσται πᾶσα ἡ γῆ πλήρης τῶν φοβουμένων τὸν Κύριον. Καὶ οὐκ ἐξ ἑτέρας φησὶ τοῦτο χρείας γενήσεται ἢ ἐκ τοῦ σοῦ ἐλέους· καὶ αὐτὸς γὰρ τοῦτο ἐλεητικῶς ποιεῖς, ἐπιδιδοὺς ἑαυτὸν τῶν ἀνθρώπων εἶναι διδάσκαλον.
The earth, O Lord, is full of Thy mercy; teach me Thy statutes. Prophetically he speaks of the things that shall be, that the whole earth shall be full of those who fear the Lord. And he says that this shall come to pass from no other source than from Thy mercy; for Thou Thyself also doest this mercifully, giving Thyself to be the teacher of men.
Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε. Διδάσκεται ὁ τὰ θεῖα λόγια πεπαιδευμένος μὴ ἀναισθήτως ἔχειν τὰς τοῦ Θεοῦ εὐεργεσίας. Οὐ γὰρ ἄλλως ἀπήλλακτο μὲν τῆς ἁμαρτίας, κατηρίθμητο δὲ ἐν δούλοις Κυρίου, εἰ μὴ θεία τις χάρις τούτων αὐτῷ αἰτία γέγονεν.
Thou hast dealt graciously with Thy servant, O Lord. He who has been educated in the divine oracles is taught not to be insensible to the benefactions of God. For he would not otherwise have been freed from sin and numbered among the servants of the Lord, had not a certain divine grace become the cause of these things for him.
Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα. Διὰ τὰς προτέρας μου, φησὶ, πραχθείσας ἁμαρτίας παραδοθεὶς, ἐταπεινώθην, κρίσει δικαίᾳ τοῦ Θεοῦ τοῦτο παθών. Οὗ δὴ καὶ χάριν παιδείᾳ παραδοθεὶς, δέομαι διδασκαλίας ὡς ἂν γνῶ, ὅτι ἡ ταπείνωσις ἡ γενομένη μοι κατὰ χρηστότητα καὶ παιδείαν ἐγένετο.
Before I was humbled, I offended. Having been delivered up on account of my former sins committed, he says, I was humbled, having suffered this by the righteous judgement of God. Wherefore also, having been delivered up to chastisement, I beg for instruction so that I may know that the humiliation which befell me came to pass by way of goodness and chastisement.
Χρηστὸς εἶ σὺ, Κύριε. Ὁ δίκαιος ἐπὶ πᾶσι, κἂν ᾖ πικρὰ τὰ συμβαίνοντα, λέγει τῷ Θεῷ· Χρηστὸς εἶ σύ. Τοιοῦτον καὶ τό· Εὐλογήσω τὸν Κύριον ἐν παντὶ καιρῷ. Καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. Καὶ δεῖται τὸ χρηστῷ Θεῷ διδαχθῆναι· ὅτι χρηστὰ τὰ δικαιώματα τοῦ Θεοῦ πρὸς τὴν ἀξίαν ἑκάστου γινόμενα· ἐφ' οἷς λέγειν ἄξιον· Ἐδικαιώθη τὰ κρίματά σου, ὁ Θεός.
Thou art good, O Lord. In all things, even though the things that happen be bitter, the righteous man says to God: Thou art good. Such also is the saying: I will bless the Lord at all times. And in Thy goodness teach me Thy statutes. And he begs to be taught by the good God, because the statutes of God are good, taking place according to the desert of each one; over which it is fitting to say: Thy judgements are justified, O God.
Ἐπληρώθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων. Ἐπὶ τοσοῦτον, φησὶν, ἤλασαν ὑπερηφανίας, ὡς γενέσθαι τὴν καρδίαν ἐν αὐτοῖς. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν. Τοῖς πονηροῖς καὶ μοχθηροῖς πειρασμοῖς παραδοθήσῃ βίῳ καὶ πολιτείᾳ ταπεινοῦσι, καὶ διδάσκουσιν ὑποπιάζειν τὸ σῶμα καὶ δουλαγωγεῖν, καὶ μὴ ὁδεύειν τὴν πλατεῖαν καὶ εὐρύχωρον τὴν τῶν ὑπερηφάνων, ἀλλὰ τὴν στενὴν καὶ τεθλιμμένην· λεπτὴ μὲν γὰρ ἡ τῶν ἁγίων, πίων δὲ ἡ τῶν ὑπερηφάνων καρδία.
The iniquity of the proud hath been multiplied against me. To such a pitch of pride have they driven, he says, that what follows has happened to their heart. Their heart is curdled like milk. You will be delivered up to evil and grievous temptations which humble you in life and conduct, and teach you to buffet the body and bring it into bondage, and not to walk the broad and spacious way of the proud, but the narrow and straitened way; for subtle indeed is the heart of the saints, whereas the heart of the proud is fat.
Ἀγαθόν μοι, ὅτι ἐταπείνωσάς με. Ὡσεὶ ἔλεγεν· Εὐδοκῶ ἐν ἀσθενείαις, ἐν ὕβρεσιν, ἐν ἀνάγκαις, ἐν διωγμοῖς, ἐν στενοχωρίαις, ἄξιος ὀφθῆναι τῶν σῶν δικαιωμάτων, ζητῶν ἅπερ οὐκ ἔστιν ἄλλως μαθεῖν.
It is good for me that Thou hast humbled me. As if he were saying: I take pleasure in weaknesses, in insults, in necessities, in persecutions, in distresses, to be found worthy of Thy statutes, seeking the things which cannot otherwise be learned.
Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου. Ὅσης ἠξίωται ἄνθρωπος διδάσκεται εἰσαγόμενος.
The law of Thy mouth is good unto me, above thousands of gold and silver. A man who is being initiated is taught of how great honour he has been counted worthy.
Αἱ χεῖρές σου ἐποίησάν με. Ἕτερον ἀξίωμα τὸ
Thy hands have made me. Another dignity is that
PG 27:493Read from the pageδεκτικὸν αὐτὸν εἶναι καὶ χωρητικὸν τῆς αὐτοῦ διανοίας. Συνέτισόν με, καὶ μαθήσομαι τὰς ἐντολάς σου. Τῇ ἐπὶ τῆς ποιήσεως εὐχαριστίᾳ λίαν ἀκολούθως ἡ τῆς νοητικῆς δυνάμεως τῆς συνιέναι ποιούσης τὰς ἐντολάς.
he is receptive and capable of containing His mind. Give me understanding, and I shall learn Thy commandments. Upon thanksgiving for creation there follows most fittingly that for the intellectual faculty which enables one to understand the commandments.
Οἱ φοβούμενοί σε, ὄψονταί σε, καὶ εὐφρανθήσονται. Διδάσκει, ὡς οὐκ αὐτὸς μόνος καθέξει τὸ χάρισμα, φθάσει δὲ καὶ εἰς πάντας τοὺς φοβουμένους τὸν Κύριον. Τοῖς γὰρ εὐσεβέσι μόνοις ἐστὶν ἡδὺς, αἰσθητῶς δὲ ὁραθεὶς καὶ κατὰ τὸν λόγον καὶ κατὰ τὰ νοήματα τῆς σοφίας ἣν ἔχει· τοῖς δὲ ἄλλοις βαρύς ἐστι καὶ βλεπόμενος. Ὅτι ἀνόμοιος τοῖς ἄλλοις ὁ βίος αὐτοῦ καὶ ἐξηλλαγμέναι αἱ τρίβοι αὐτοῦ, διὰ τοῦτο δέ φησιν· Εὐφρανθήσονται, ὅτι εἰς τοὺς λόγους σου ἐπήλπισα.
They that fear Thee shall see Thee, and shall be glad. He teaches that he will not possess the gift alone, but it will also reach unto all who fear the Lord. For to the godly alone is he pleasant, being seen perceptibly both according to his word and according to the thoughts of the wisdom which he possesses; whereas to others he is burdensome even when seen. Because his life is unlike that of others and his paths are different, on this account he says: They shall be glad, because I have hoped in Thy words.
Ἔγνων, Κύριε, ὅτι δικαιοσύνη τὰ κρίματά σου. Διδασκόμεθα, ὡς πάντα ἡμῖν ὁ Θεὸς δικαίως ἐπιφέρει· ὥστε ἀναγκαῖον μὴ ὀλιγωρεῖν ἡμᾶς ἐν ταῖς παιδείαις, προσπίπτειν δὲ μᾶλλον, καὶ ἐκ τῆς τοῦ νόμου φυλακῆς τὸν ἔλεον ἐξαιτεῖν.
I know, O Lord, that Thy judgements are righteousness. We are taught that God brings all things upon us justly; so that it is necessary for us not to faint in chastisements, but rather to fall down before Him, and through the keeping of the law to implore mercy.
Γενηθήτω δὴ τὸ ἔλεός σου τοῦ παρακαλέσαι με. Ἔλεος τοῦ Πατρὸς ὁ Υἱὸς, ὃς καὶ παρεκάλεσεν ἡμῶν τὰς καρδίας τυραννουμένας ὑπὸ τοῦ Σατανᾶ. Ἢ καὶ οὕτως· Δέομαι κατὰ τὸν σὸν Λόγον ἐμοὶ τῷ δούλῳ σου ἐπὶ παρακλήσει καὶ παραμυθίᾳ τὸ ἔλεός σου γενέσθαι. Πολλοὶ γὰρ παρακλήσεως τυχόντες ἀπατῶνται, ὡς ἐξ ἰδίας φρονήσεως τοῦτ' ἐσχηκέναι. Ὅπως μὴ ὡσαύτως τούτοις πλανηθῶ, ἐμοὶ τῷ δούλῳ σου τὸ ἔλεός σου, κατὰ τὸ λόγιόν σου, γενέσθω.
Let Thy mercy, I pray Thee, be for my comfort. The mercy of the Father is the Son, Who also comforted our hearts when they were tyrannized by Satan. Or thus also: I beg that according to Thy Word Thy mercy may come to me Thy servant for comfort and consolation. For many, having obtained comfort, are deceived into thinking that they have had this from their own prudence. Lest I be led astray in the same manner as these, let Thy mercy come to me Thy servant, according to Thy oracle.
Ἐλθέτωσάν μοι οἱ οἰκτιρμοί σου, καὶ ζήσομαι. Ὥσπερ ὑπέσχου, φησὶ, τὴν παράκλησιν οὕτως ποίησον, τοὺς σοὺς οἰκτείρων οἰκέτας.
Let Thy tender mercies come unto me, and I shall live. Even as Thou hast promised, he says, so grant the comfort, having compassion on Thy servants.
Αἰσχυνθήτωσαν ὑπερήφανοι, ὅτι ἀδίκως ἠνόμησαν εἰς ἐμέ. Εἰ τύχοιμι, φησὶ, τῆς παρὰ σοῦ βοηθείας, τότε οἱ πονηροὶ δηλαδὴ δαίμονες καὶ ἄνθρωποι τῆς ἀληθείας ἐχθροὶ αἰσχυνθήσονται. Ἐγὼ δὲ, ἐκείνων αἰσχυνομένων, οὐκ ἐπαρθήσομαι· ἀλλ' ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω.
Let the proud be ashamed, for they have transgressed unjustly against me. If I obtain, he says, the help that is from Thee, then the wicked ones, namely demons and men who are enemies of the truth, shall be ashamed. But I, while they are put to shame, shall not be lifted up, but will meditate in Thy commandments.
Ἐπιστρεψάτωσάν μοι οἱ φοβούμενοί σε. Τῆς παρὰ τῶν σῶν οἰκετῶν διδασκαλίας τύχοιμι. Ἔσται δὲ τοιαύτη, οἵα καὶ ἐπιστρέφειν εἰδυῖα ψυχὰς, διὰ τὸ πλουτεῖν τὸν φόβον τὸν σόν.
Let those that fear Thee turn unto me. May I obtain the teaching that comes from Thy servants. And it shall be such as knows also how to convert souls, by reason of abounding in Thy fear.
Γενηθήτω ἡ καρδία μου ἄμωμος. Οὐκ ἂν μετὰ τοσαῦτα ἔχων καρδίαν ἄμωμον ἔλεγε· Γενηθήτω ἡ καρδία μου ἄμωμος. Τούτῳ παραπλήσιον· Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. Τότε γὰρ μόνον οὐκ αἰσχυνθήσομαι, ὅταν ἀμώμως τὰς τοῦ Θεοῦ φυλάξω ἐντολάς.
Let my heart be blameless. He would not, if he had a blameless heart after so many things, have said: Let my heart be blameless. Similar to this is: Create in me a clean heart, O God. For then only shall I not be ashamed, when I blamelessly keep the commandments of God.
Ἐκλείπει εἰς τὸ σωτήριόν σου ἡ ψυχή μου, καὶ εἰς τὸν λόγον σου ἐπήλπισα. Διδάσκει ἡμᾶς ὁ Προφήτης ἐπιθυμεῖν τοῦ λόγου, καὶ ἐρωτικῶς ἔχειν πρὸς τὸ σωτήριον τοῦ Θεοῦ. Καὶ τί ἂν εἴη ἕτερον τὸ σωτήριον ἢ ἡ παρουσία τοῦ Κυρίου; Εἰς τὸν λόγον σου ἐπήλπισα. Νόει ἀντὶ τοῦ, τὴν ἐπαγγελίαν. Λέγεται δὲ λόγιον καὶ ἡ θεόπνευστος Γραφή. Ἐκλείπει τοίνυν οὐ μόνον ὁ τὴν ὑπόσχεσιν τὴν θείαν ἀναμένων,
My soul fainteth for Thy salvation, and I have hoped in Thy word. The Prophet teaches us to long for the word, and to be amorously disposed towards the salvation of God. And what else could the salvation be than the coming of the Lord? I have hoped in Thy word. Understand this instead of the promise. And the divinely inspired Scripture is also called an oracle. Not only, therefore, does he faint who awaits the divine promise,
PG 27:496Read from the pageκαὶ τὴν λύσιν τῶν ἐπικειμένων κακῶν προσδεχόμενος, ἀλλὰ καὶ ὁ τοῖς θείοις ἐντυγχάνων λογίοις, καὶ τὴν τούτων διάνοιαν καταμαθεῖν ἀκριβῶς ἐφιέμενος, καὶ παράκλησιν καὶ ψυχαγωγίαν ὑπολαμβάνει τὴν εὕρεσιν.
and awaiting the release from the evils that press upon him, but also he who reads the divine oracles, and earnestly desires to learn their meaning accurately, and receives the discovery of it as consolation and spiritual delight.
Ἐξέλιπον οἱ ὀφθαλμοί μου εἰς τὸ λόγιόν σου. Εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, φησίν. Αὐτὸν γὰρ ἔχομεν παράκλητον πρὸς τὸν Πατέρα, κατὰ τὴν τοῦ ἀποστόλου φωνήν· καὶ αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν. Λέγοντες, πότε παρακαλέσεις με; Ὅταν γὰρ ἐπιδημήσει μοι λόγος, τότε παρακαλοῦμαι.
My eyes have failed for Thy word. Unto our Lord Jesus Christ, he says. For we have Him as an advocate with the Father, according to the voice of the Apostle (1 John 2:1-2); and He Himself is the propitiation for our sins. Saying: When wilt Thou comfort me? For when the Word comes to sojourn with me, then I am comforted.
Ὅτι ἐγενήθην ὡσεὶ ἀσκὸς ἐν πάχνῃ. Νεκροὶ μὲν μᾶλλον οἱ ζῶντες ὑπὸ τῶν κακώσεων γίνονται οἱ δίκαιοι, ὡς ἀσκοῖς ἐοικέναι μᾶλλον ἢ ἀνθρώποις ἀποψυχόμενοι καθάπερ πάχνῃ περιπηγνυμένῃ, τὸ θερμὸν καὶ πρακτικὸν προαιρούμενοι. Τοῦ αὐτοῦ. Ἀσκὸς ἐν πάχνῃ γίνεται ὁ τὴν ἑαυτοῦ σάρκα κατατήξας, καὶ μηδὲν ἐν αὐτῷ πυρῶδες καὶ ἐπιθυμητικὸν ἐῶν, ἀλλ' ἀποψύξας ὥσπερ αὐτήν.
For I am become like a wineskin in the frost. The righteous, though living, become rather as dead men through afflictions, so as to resemble wineskins rather than men, being chilled as though by congealing frost, while choosing that which is fervent and active. Of the same. He becomes a wineskin in the frost who has melted down his own flesh, and leaves nothing fiery and lustful in it, but has cooled it down, as it were.
Πόσαι εἰσὶν αἱ ἡμέραι τοῦ δούλου σου; Ὀλίγαι γὰρ αἱ τῶν ἀνθρώπων ἡμέραι ἐπὶ τῆς γῆς, ἐν αἷς εὔχεται εὐθέως συντριβῆναι τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας αὐτοῦ, ὡς ἂν ὑποτάσσοιτο τὴν ψυχὴν τοῦ θείου Λόγου γεγονότος ἐν αὐτῇ.
How many are the days of Thy servant? For few are the days of men upon the earth, in which he prays that Satan may straightway be crushed under his feet, so that he may subject his soul when the divine Word has come to be within it.
Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας. Ἢ τοὺς γραώδεις μύθους τῶν Ἰουδαίων φησὶ τὰς διδασκαλίας, ἢ καὶ τὰ ἐντάλματα τῶν ἀνθρώπων, καὶ τὰς φλυαρίας τῶν σοφῶν τοῦ αἰῶνος τούτου.
The transgressors have related idle tales to me. Either he calls the teachings of the Jews old wives' fables, or else the commandments of men and the babblings of the wise of this age.
Πᾶσαι αἱ ἐντολαί σου ἀλήθεια· ἀδίκως κατεδίωξάν με· βοήθησόν μοι. Εἰδὼς, ὡς ἐν τῷ θείῳ δικαστηρίῳ ἀπολήψεται ὑπὲρ ὧν πέπονθεν ἀδικιῶν, ἐπισπεύδει ἰδεῖν καιρὸν ἐκεῖνον.
All Thy commandments are truth; they have persecuted me unjustly; help Thou me. Knowing that in the divine tribunal he will receive recompense for the injustices he has suffered, he hastens to see that time.
Παρὰ βραχὺ συνετέλεσάν με ἐν τῇ γῇ. Μικροῦ δεῖν ἐκ τοῦ διωγμοῦ αὐτῶν.
They had almost made an end of me upon earth. Almost, from their persecution.
Κατὰ τὸ ἔλεός σου ζῆσόν με, καὶ φυλάξω τὰ μαρτύρια τοῦ στόματός σου. Στόμα Θεοῦ οἱ διακονήσαντες προφῆται τοῖς μαρτυρίοις, καὶ ἐντολαῖς, τοῖς δικαιώμασιν αὐτοῦ.
According to Thy mercy quicken Thou me, and I shall keep the testimonies of Thy mouth. The mouth of God are the prophets who ministered to His testimonies, and commandments, and ordinances.
Εἰς τὸν αἰῶνα, Κύριε, ὁ λόγος σου διαμένει ἐν τῷ οὐρανῷ. Ἐν προκοπῇ γινόμενος, καὶ ὑψηλοτέρων ἅπτεται δογμάτων, τοῦ τε ἀϊδίου Λόγου τοῦ Πατρὸς μνημονεύων, καὶ μονονουχὶ τό· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, λέγων, καὶ τῆς διακοσμήσεως τοῦ παντὸς, σαφῶς τε δούλην αὐτοῦ τὴν σύμπασαν κτίσιν ἀποκαλεῖ.
For ever, O Lord, Thy word abideth in heaven. Advancing in progress, he also touches upon loftier doctrines, both making mention of the eternal Word of the Father, and all but saying, In the beginning was the Word (John 1:1), and of the ordering of the universe, and clearly calls the whole creation His servant.
Εἰς γενεὰν καὶ γενεὰν ἡ ἀλήθειά σου. Δύο εἰσὶ γενεαὶ, αἱ χωρήσασαι τὴν τοῦ Θεοῦ ἀλήθειαν, ὅ τε τῶν Ἰουδαίων λαὸς ἔχων τὸν νόμον καὶ τοὺς προφήτας, καὶ ἡ Ἐκκλησία. Οὐκ εἰς γενεὰς οὖν ἡ ἀλήθεια τοῦ Θεοῦ, ἀλλ' εἰς γενεὰν τὴν προτέραν καὶ εἰς γενεὰν τὴν δευτέραν. Τὰ δὲ ἄλλα ἔθνη πεπλάνηνται. Ὅτε δὲ καὶ ἡ προτέρα γενεὰ ἐξέβαλε τὴν ἀλήθειαν, καὶ εἶπεν· Αἶρε, αἶρε ἀπὸ τῆς γῆς τὸν τοιοῦτον· μεταβέβηκεν ἡ ἀλήθεια ἀπ' ἐκείνης τῆς γενεᾶς ἐπὶ ταύτην τὴν γενεάν. Ἐθεμελίωσας τὴν γῆν καὶ διαμένει. Ταύτῃ δὲ τῇ ἀληθείᾳ ἡ γῆ τεθεμελίωται.
Unto generation and generation is Thy truth. There are two generations that have received the truth of God: the people of the Jews having the law and the prophets, and the Church. The truth of God, therefore, is not unto generations, but unto the first generation and unto the second generation. But the other nations have gone astray. And when the former generation cast out the truth, and said, Away, away with such a one from the earth (John 19:15; Acts 22:22), the truth passed over from that generation unto this generation. Thou hast founded the earth, and it abideth. And by this truth the earth has been founded.
PG 27:497Read from the pageἘπὶ τούτῳ γὰρ τῷ ἀκρογωνιαίῳ λίθῳ καταβεβλημένῳ θεμελίῳ οἰκοδομοῦνται πάντες οἱ ἐκ γῆς σωζόμενοι. Ὅθεν καὶ διαμένει ἡ γῆ, ἀῤῥαγῆ καὶ ἀσφαλῆ κρηπῖδα καὶ θεμέλιον ἔχουσα. Ἀλλὰ καὶ γῆν φωτίσασα ἡ ἀλήθεια ἡμέραν ἐποίησε, Θεοῦ ἐπιλάμψαντος αὐτήν.
For upon this cornerstone laid as a foundation are built up all those from the earth who are saved. Wherefore also the earth abides, having an unbreakable and secure base and foundation. Moreover, the truth, having illuminated the earth, made day, since God shone it forth.
Τῇ διατάξει σου διαμένει ἡμέρα, ὅτι τὰ σύμπαντα δοῦλά σοι. Οὐκ ἀλλαττομένη, οὐδὲ τέλος λαμβάνουσα, ὡς ὁ κατὰ τὴν Παλαιὰν Γραφὴν φωτισμός. Ἐπεὶ καὶ μέχρι καιροῦ διορθώσεως τέθειτο. Ταῦτα δὲ πάντα ὑπὸ Θεοῦ ὑπῆρκται. Ἐπείπερ κτίστου καὶ προνοητοῦ ὄντος, δοῦλα τὰ σύμπαντά ἐστιν αὐτοῦ.
By Thine ordinance the day abideth, for all things are Thy servants. Neither changing nor receiving an end, like the illumination according to the Old Scripture; since that had been set until the time of reformation (Heb. 9:10). And all these things have been brought into being by God. Since He is Creator and Provider, all things are His servants.
Εἰ μὴ ὁ νόμος σου μελέτη μού ἐστι, τότε ἂν ἀπωλόμην ἐν τῇ ταπεινώσει μου. Εἰσβαλόντων, φησὶ, τῶν πονηρῶν λογισμῶν, καὶ τῶν ἀντικειμένων δυνάμεων πολεμούντων ἐμοὶ, εἶχον ἂν ἀπολέσθαι, εἰ μὴ ὁ σὸς νόμος εἰς στήριγμα ἐγένετο.
Unless Thy law had been my meditation, then I should have perished in my humiliation. When evil thoughts invaded, he says, and the opposing powers made war against me, I would have perished, had not Thy law become a support for me.
Εἰς τὸν αἰῶνα οὐ μὴ ἐπιλάθωμαι τῶν δικαιωμάτων σου, ὅτι ἐν αὐτοῖς ἔζησάς με. Τοῖς σοῖς νόμοις ὄψομαι, φησίν· ἕξω γὰρ ἐν αὐτοῖς τὴν ζωὴν, καθὰ δή μοι καὶ εἴρηκας, ὅτι ὁ ποιήσας αὐτὰ ἄνθρωπος ζήσεται ἐν αὐτοῖς. Ζῶν οὖν μόνος ὁ δίκαιος, κἂν τεθνηκέναι δοκῇ· νεκροὶ δὲ οἱ ἄδικοι, κἂν ζῆν φαίνωνται. Ἐκεῖνοι μὲν γὰρ τὴν τῆς ζωῆς σύστασιν ἐν ἑαυτοῖς ἔχουσι, τὴν δικαιοσύνην· οἱ δὲ ταύτην οὐκ ἔχοντες τοῖς οὐ παρ' ἑαυτῶν, ἀλλ' ἔξωθεν κινουμένοις ἀψύχοις ἐοίκασιν.
I will never forget Thy justifications, for in them Thou hast quickened me. I will look unto Thy laws, he says; for in them I shall have life, just as Thou hast also said to me, that the man who has done them shall live in them (Lev. 18:5). Therefore only the righteous man is living, even if he seems to have died; whereas the unrighteous are dead, even if they appear to live. For the former have the constitution of life within themselves, namely righteousness; whereas those who do not have this resemble inanimate things that are moved not of themselves, but from without.
Σός εἰμι ἐγὼ, σῶσόν με. Προσυπακούεται τῷ, σός εἰμι δοῦλος, σός εἰμι κατὰ χάριν υἱὸς, εἰμὶ σὸς θεράπων.
I am Thine, save Thou me. Understood with "I am Thine" is: I am Thy servant, I am Thy son by grace, I am Thy attendant.
Ἐμὲ ὑπέμειναν ἁμαρτωλοὶ τοῦ ἀπολέσαι με· τὰ μαρτύριά σου συνῆκα. Ἀντὶ τοῦ, ἐμελέτησα, καὶ διὰ τῆς σῆς μελέτης ἄπρακτον αὐτῶν ἀπέφηνα τὴν ἐπιβουλήν.
Sinners waited for me to destroy me; I understood Thy testimonies. Instead of: I meditated, and through meditation on Thee I rendered their plot ineffectual.
Πάσης συντελείας εἶδον πέρας, πλατεῖα ἡ ἐντολή σου σφόδρα. Συντέλειαν τὴν ἐπιβουλήν φησι τὴν παρὰ τῶν δαιμόνων. Ταύτης εἶδον τὸ πέρας ἐκβὰν εἰς οὐδὲν, ὅτε καὶ πλατεῖά μοι γέγονεν ἡ ἐντολή. Τοῦτο τοῦ διὰ πάσης προκοπῆς εἰς τὸ τέλος ἀφιγμένου τῆς ἀρετῆς, ἐπὶ τὸ τέλειον ἀγαθὸν διαβαίνοντος· πολλὰς ἀρχὰς καὶ τέλη καταβαλλομένου. Ἡ γὰρ τῆς προτέρας βελτιώσεως περιγραφὴ ἀρχὴ τῆς ἐχομένης ἐστὶ, κατὰ τό· Ὅταν συντελέσῃ ἄνθρωπος, τότε ἄρχεται.
I have seen an end of all perfection; Thy commandment is exceeding broad. By perfection he means the plot on the part of the demons. Of this I saw the end come to nothing, when also the commandment became broad to me. This belongs to one who through all progress has arrived at the end of virtue, passing over unto the perfect good, laying down many beginnings and ends. For the boundary of the former improvement is the beginning of the next, according to the saying: When a man hath finished, then he beginneth (Sir. 18:6).
Ὡς ἠγάπησα τὸν νόμον σου, Κύριε; ὅλην τὴν ἡμέραν μελέτη μού ἐστιν. Ὁ πάντα κατὰ τὸν νόμον καὶ λέγων καὶ πράττων μελετᾷ τὸν νόμον τοῦ Θεοῦ. Ἐν δὲ τῷ πρώτῳ ψαλμῷ τῇ ἡμέρᾳ πρὸς τὴν μελέτην καὶ τὴν νύκτα προσέθηκε τῷ μακαρίῳ γενησομένῳ. Ἐλέγομεν γὰρ, ὡς μικτός ἐστιν ἐνταῦθα τῶν ἀνθρώπων ὁ βίος. Διὸ νῦν ἔχομεν ἡμέραν καὶ νύκτα· γενομένους δὲ ἁγίους οὐ διαδέξεται νύξ. Ὁ τοίνυν προκόπτων ἡμέραν μὲν ἄγει κατὰ τὸν νόμον βιούς· νύκτα δὲ, ὅτε μὴ μελετᾷ ἐν ὅλῃ καρδίᾳ αὐτοῦ· Μὴ πράττῃ τι κατά [lacuna in text]
O how I have loved Thy law, O Lord! all the day it is my meditation. He who both speaks and does all things according to the law meditates on the law of God. And in the first Psalm, to the day he added also the night for meditation for the one who is to be blessed (Ps. 1:2). For we said that the life of men here is mixed. Wherefore now we have day and night; but when we have become saints, night will not succeed. He, therefore, who is advancing spends the day living according to the law; and the night, when he does not meditate with his whole heart, lest he do anything against [lacuna in text]
Ἐκ πάσης ὁδοῦ πονηρᾶς ἐκώλυσα τοὺς πόδας
From every evil way I have restrained my feet