Migne Reading Room

PG 27 · cols. 320–329 · Read from the page

Expositions on the Psalms

Expositions on the Psalms

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 27:320Read from the page
πειν τὴν ἰσχύν μου μὴ ἐγκαταλίπῃς με. Εἰ καὶ συνέβη ἄνθρωπον ὄντα, φησὶ, ποτὲ ἁμαρτεῖν, μὴ διὰ τὴν ἁμαρτίαν ἐγκαταλίπῃς με, Κύριε· ἀλλὰ ἀνακάλεσαι πάλιν ὡς φιλάνθρωπος.
ing of my strength forsake me not. Even if it hath happened to me, being a man, he saith, at some time to sin, do not on account of the sin forsake me, O Lord; but call me back again as Lover of mankind.
Ὅτι εἶπον οἱ ἐχθροί μου ἐμοί. Τὸ, Ὅτι εἶπον, ἀντὶ τοῦ· Μήποτε εἴποιεν οἱ ἐχθροί μου, Ἐπιθώμεθα αὐτῷ· ἔσται γὰρ ἡμῖν εἰς προνομὴν, μὴ ἐπικουροῦντος Θεοῦ.
For mine enemies have spoken against me. The phrase, For they have spoken, is instead of: Lest mine enemies should say, Let us set upon him; for he shall be to us for a prey, with God not succouring him.
Ὁ Θεός μου, μὴ μακρύνῃς ἀπ' ἐμοῦ. Ἐπειδὴ τοίνυν ἐκεῖνοι ταῦτά φασι, μὴ ἐπιμήκιστον ὑπερθῇς τὴν βοήθειαν. Ὁ Θεός μου, εἰς τὴν βοήθειάν μου πρόσχες.
O my God, be not far from me. Since therefore those men say these things, do not put off Thy help to a very great length. O my God, attend unto my help.
Αἰσχυνθήτωσαν καὶ ἐκλειπέτωσαν οἱ ἐνδιαβάλλοντες τὴν ψυχήν μου. Ἐπειδὰν, ἐκείνων ἐπιτιθεμένων, φησὶ, διὰ τὸ δόξαι με ἐγκαταλειφθῆναι παρὰ σοῦ, εἰ βοηθήσῃς αὐτὸς, αὐτοὶ εἰς αἰσχύνην ἀποστραφήσονται, ἅτε ματαίας εὑρόντες, ἃς κατὰ τῆς ψυχῆς μου ἐποιήσαντο διαβολάς. Τίνες δὲ αἱ διαβολαὶ ἢ αἱ λέγουσαι· Ὁ Θεὸς ἐγκατέλιπεν αὐτόν;
Let them be confounded and fail that slander my soul. Whenever, as they attack me, he saith, because I seemed to have been forsaken by Thee, if Thou Thyself helpest, they shall be turned back unto shame, inasmuch as they have found vain the slanders which they made against my soul. And what are the slanders other than those saying: God hath forsaken him?
Ἐγὼ δὲ διαπαντὸς ἐλπιῶ ἐπὶ σέ. Οὐ παύονται γὰρ διὰ τῶν ἰδίων συγγραμμάτων ὁμολογοῦντες τὴν ἐλπίδα τὴν εἰς Χριστόν. Καὶ προσθήσω ἐπὶ πᾶσαν τὴν αἴνεσίν σου. Διὰ τῆς ὑμνολογίας τῶν δι' αὐτῶν σωζομένων.
But I will hope continually in Thee. For they cease not through their own writings confessing their hope in Christ. And I will add unto all Thy praise. Through the hymnody of those who are saved through them.
Τὸ στόμα μου ἀναγγελεῖ τὴν δικαιοσύνην σου. Ἐπὶ στόματος ἀεὶ, φησὶν, ὦ Δέσποτα, τὴν σὴν φέρειν δικαιοσύνην οὐ παύομαι. Δικαιοσύνη γὰρ τοῦ Πατρὸς ὁ Μονογενὴς αὐτοῦ. Ἐγεννήθη γὰρ ἡμῖν δικαιοσύνη ἀπὸ Θεοῦ κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ὅλην τὴν ἡμέραν τὴν σωτηρίαν σου. Διαπαντὸς μνησθήσομαι, φησὶ, τῆς οἰκονομίας δι' ἧς ἡμῖν τὴν σωτηρίαν ἐχαρίσω. Ὅτι οὐκ ἔγνων γραμματείας. Γραμματείας ἢ τοὺς ματαίους καὶ πολυπλόκους τοῦ βίου περισπασμούς φησιν, ἢ τὰς διὰ τοῦ νόμου κεκελευσμένας πολυτρόπους προσάγεσθαι θυσίας. Ἐπειδὴ ταύτας συμπάσας, φησὶν, ἐπεβαλόμην, εἰς τὰς ἄνω εἰσελεύσομαι μονὰς, εἰς τοῦτο δύναμίν μοι τοῦ Κυρίου παρέχοντος. Ὅμοιον δὲ τῷ εἰρημένῳ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι· τί ἡμῖν ἔσται; Ὅτε καὶ τῆς τῶν οὐρανῶν βασιλείας τὴν ὑπόσχεσιν διὰ ταῦτα ἐδέχοντο.
My mouth shall declare Thy righteousness. Upon my mouth always, he saith, O Master, I cease not to bear Thy righteousness. For the righteousness of the Father is His Only-begotten. For He was made unto us righteousness from God, according to the sacred Apostle (1 Cor. 1:30). All the day long Thy salvation. Continually will I remember, he saith, the dispensation through which Thou didst freely grant us salvation. Because I have not known learning. By learning he meaneth either the vain and tangled distractions of life, or the manifold sacrifices commanded through the law to be offered. Since I rejected all these together, he saith, I shall enter into the mansions above, the Lord granting me power for this. And it is like unto what was said: Behold, we have left all things, and have followed Thee; what then shall there be for us (Matt. 19:27)? When also on account of these things they received the promise of the kingdom of the heavens.
Εἰσελεύσομαι ἐν δυναστείᾳ Κυρίου. Τῇ σῇ δυνάμει καὶ βοηθείᾳ τεύξομαι τῆς εἰσόδου τῆς εἰς τὴν γῆν τῆς ἐπαγγελίας. Κύριε, μνησθήσομαι τῆς δικαιοσύνης σου μόνου. Πάντα τὰ εἰρημένα ἀφεὶς, φησὶ, μόνης μνημονεύσω τῆς δικαιασύνης, δι' ἧς ἡμᾶς τῆς ἁμαρτίας ἠλευθέρωσας.
I will enter into the might of the Lord. By Thy power and help I shall obtain the entrance into the land of promise. O Lord, I will be mindful of the righteousness of Thee alone. Leaving aside all the things spoken of, he saith, I will make mention of the righteousness alone through which Thou didst set us free from sin.
Ὁ Θεός μου, ἃ ἐδίδαξάς μοι ἐκ νεότητός μου. Ἀπὸ γὰρ πρώτης, ὡς εἰπεῖν, ἡμέρας, ἧς αὐτοὺς ἐξελέξατο, παρέδωκεν αὐτοῖς τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν. Καὶ μέχρι τοῦ νῦν ἀπαγγελῶ τὰ θαυμάσιά σου. Οὐκ ἀμνήμων, φησὶν, ὧν ἐδιδάχθην γεγένημαι· ἀλλ' ἅπερ αὐτὸς ἔμαθον, ταῦτα καὶ τοῖς ἄλλοις ἀπήγγειλα.
O my God, what things Thou hast taught me from my youth. For from the first day, so to speak, on which He chose them, He delivered unto them the things concerning the kingdom of the heavens. And until now I will declare Thy wondrous works. I have not become forgetful, he saith, of the things which I was taught; but the very things which I myself learned, these I have also declared unto others.
Καὶ ἕως γήρως καὶ πρεσβείου. Ἐπειδὴ αὐτὸς ὁ Χριστὸς μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν ὑπέσχετο λέγων αὐτοῖς· Ἰδοὺ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέ-
Yea, even unto old age and grey hairs. Since Christ Himself after the resurrection from the dead promised, saying unto them: Behold, I am with you all the days-
Notes, col. 320

On the reading

Printed δικαιασύνης, for δικαιοσύνης.

PG 27:321Read from the page
ρας ἕως τῆς συντελείας τοῦ αἰῶνος· τούτου χάριν αἰτεῖ ταύτην αὐτῷ πληρωθῆναι τὴν ὑπόσχεσιν. Ὁ Θεός μου, μὴ ἐγκαταλείπῃς με, ἕως ἂν ἀπαγγέλλω τὸν βραχίονά σου. Ἐὰν μὴ ἐγκαταλείπῃς με, φησὶ, κατὰ τὴν σὴν ὑπόσχεσιν, ὦ Δέσποτα, τότε γενήσεται δυνατὸν τὸν σὸν ἀπαγγεῖλαι βραχίονα τῇ ἐξ ἐθνῶν ἐσομένῃ πιστῇ γενεᾷ. Τίς δὲ ὁ βραχίων ἐπιφέρει λέγων· Τὴν δυναστείαν σου καὶ τὴν δικαιοσύνην σου. Καὶ δυναστείαν μὲν, διὰ τὸ δῆσαι τὸν ἰσχυρόν φησι, καὶ διαρπάσαι τὰ σκεύη αὐτοῦ· δικαιοσύνην δὲ, ὅτι ἀδίκως ἡμᾶς αἰχμαλωσίᾳ κατεχομένους λελύτρωται. Ὁ Θεὸς ἕως τῶν ὑψίστων. Ἀπαγγελῶ, φησὶν, ὅτι οὐ μόνον τὰ ἐπὶ γῆς, ἀλλὰ καὶ τὰ ἐν οὐρανοῖς διὰ τοῦ ἰδίου ἐλυτρώσω αἵματος. Ὅμοιον δὲ τῷ· Ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς. Ὁ Θεὸς, τίς ὅμοιός σοι; Εὐχαριστεῖ ἐφ' οἷς, καίτοι πάλαι διὰ τὴν ἁμαρτίαν δικαίως καταδεδικασμένος θανάτῳ, οὐκ ἐναπέμεινεν τῷ θανάτῳ· ἀλλὰ τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ ἀπολέλυται διὰ Χριστοῦ τῆς φθορᾶς.
even unto the consummation of the age (Matt. 28:20); for this cause he asketh that this promise be fulfilled for him. O my God, forsake me not, until I declare Thine arm. If Thou forsakest me not, he saith, according to Thy promise, O Master, then it shall become possible to declare Thine arm to the faithful generation that shall be from the nations. And what the arm is he subjoineth, saying: Thy might and Thy righteousness. And might indeed, he saith, because of binding the strong man and plundering his vessels; and righteousness, because He hath ransomed us who were unjustly held fast in captivity. O God, even unto the highest. I will declare, he saith, that not only the things upon earth, but also the things in the heavens hast Thou ransomed through Thine own blood. And it is like unto: Because the creation itself also shall be set free from the bondage of corruption (Rom. 8:21). O God, who is like unto Thee? He giveth thanks because, although of old on account of sin he had been justly condemned to death, he did not remain in death; but by the loving-kindness of God he hath been released from corruption through Christ.
Ὅσας ἔδειξάς μοι θλίψεις πολλάς; Οἵων γάρ με καὶ ὅσων πεῖραν λαβεῖν ἐποίησας κακῶν; Καὶ ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς ἀνήγαγές με. Ἐπλεόνασας ἐπ' ἐμὲ τὴν μεγαλοσύνην σου, καὶ ἐπιστρέψας παρεκάλεσάς με. Ὁ διπλασιασμὸς ἔοικε σημαίνειν τὴν ἐπὶ τοῖς μετὰ τὸ βάπτισμα πλημμελήμασι γινομένην μετάνοιαν δεκτὴν ὑπάρχειν τῷ, ὡς εἴρηται, πλεονάσαντι ἐφ' ἡμᾶς τὴν αὐτοῦ ἀγαθότητά τε καὶ δικαιοσύνην. Διὸ πρότερον μὲν τὸ, ἐζωοποίησάς με, ὡς ἐπὶ ἀναγεννήσεως εἴρηται· δεύτερον δὲ τὸ, παρεκάλεσας, ὡς ἐπὶ καταπονουμένου τῇ τῶν ἁμαρτημάτων ἀθυμίᾳ. Ἔστι μέντοι καὶ ἐπὶ τῆς ἐξ Αἰγύπτου μὲν λυτρώσεως τὰ πρότερα μὲν ἐκδέξασθαι, ἐπὶ τῆς τοῦ Κυρίου δὲ παρουσίας τὰ δεύτερα νοῆσαι, ὅτε καὶ ἡ παντελὴς ἡμῖν γέγονε παράκλησις. Οἱ γὰρ ἐξ Αἰγύπτου ἐξεληλυθότες, εἰ καὶ ἐῤῥύσθησαν τοῦ προσκαίρου θανάτου, ἀλλ' ὑπέπιπτον τῷ αἰωνίῳ, ὡς μηδέπω τῆς ἀναστάσεως δεδωρημένης.
How many and great tribulations hast Thou shown me? For of what sort and how great evils hast Thou made me to experience trial? And having turned Thou didst quicken me, and from the depths of the earth didst Thou bring me up again. Thou hast multiplied Thy greatness upon me, and having turned Thou didst comfort me. The doubling seemeth to signify that repentance taking place over transgressions after baptism is acceptable to Him Who, as hath been said, multiplied His goodness and righteousness upon us. Wherefore first indeed the phrase, Thou didst quicken me, is spoken as concerning regeneration; and second the phrase, Thou didst comfort, as concerning one weighed down by despondency over sins. Yet it is also possible to take the former things with respect to the redemption out of Egypt, and to understand the latter things with respect to the coming of the Lord, when also complete comfort came into being for us. For those who came forth out of Egypt, even though they were delivered from temporal death, yet fell under eternal death, since the resurrection had not yet been granted.
Καὶ γὰρ ἐγὼ ἐξομολογήσομαί σοι ἐν σκεύεσι ψαλμοῦ τὴν ἀλήθειάν σου, ὁ Θεός. Οὕτω, φησὶν, ἑμαυτὸν παρασκευάσω διὰ τῆς ἐξομολογήσεως ἐπιτήδειον γενηθῆναι πρὸς τὸ σκεῦος ὑμνολογίας κληθῆναι. Εἰ δὲ σκεῦος κληθῆναι ἐκλογῆς λέλεκται, δηλονότι καὶ σκεῦος ὑμνολογίας. Ψαλῶ σοι ἐν κιθάρᾳ. Τῇ τῆς ψυχῆς ἁρμονίᾳ φησίν· Ὅταν γὰρ μηδὲν ἐναντίον ἑαυτῇ μήτε κατὰ τὸν βίον μήτε περὶ τὰ δόγματα ποιῇ ἢ πάσχῃ ἡ ψυχὴ, τότε δὴ τότε νοητὴ κιθάρα κληθείη δικαίως.
For I will also confess unto Thee with instruments of psalmody Thy truth, O God. Thus, he saith, will I prepare myself through confession to become fit to be called a vessel of hymnody. And if it hath been said to be called a vessel of election, clearly also a vessel of hymnody. I will sing psalms unto Thee with the harp. By the harmony of the soul, he saith; for whenever the soul neither doeth nor suffereth anything contrary to itself either in life or concerning doctrines, then indeed may it justly be called a spiritual harp.
Ἀγαλλιάσονται τὰ χείλη μου, ὅταν ψαλῶ σοι. Τοῦτο πρὸς ἀντιδιαστολὴν τοῦ νόμου λέλεκται· ὅτι ἐκεῖνα μὲν τὰ ἐπιτάγματα ἦν φορτικὰ, ὡς δυσκατόρθωτα, ταῦτα δὲ χρηστά τε καὶ ἐλαφρὰ, ὡς καὶ ἡδονῆς ἀποπληροῦντα τοὺς ἀξιωθέντας αὐτῶν. Καὶ ἡ ψυχή μου ἣν ἐλυτρώσω, τῆς ἁμαρτίας τῆς φθορᾶς, τῆς δουλείας τοῦ Σατανᾶ, τοῦ θανάτου αὐτοῦ.
My lips shall exult when I sing psalms unto Thee. This hath been spoken by way of contrast with the law: because those injunctions were burdensome, as being difficult to accomplish, whereas these are both kind and light, as even filling with pleasure those deemed worthy of them. And my soul, which Thou hast redeemed, from the sin of corruption, from the bondage of Satan, from death itself.
Notes, col. 321

On the reading

Printed Οσας, for Ὅσας.

PG 27:324Read from the page
Ἔτι δὲ καὶ ἡ γλῶσσά μου ὅλην τὴν ἡμέραν μελετήσει τὴν δικαιοσύνην σου, ὅταν αἰσχυνθῶσι, καὶ ἐντραπῶσιν οἱ ζητοῦντες τὰ κακά μοι. Ὅταν ἐκ μέσου γένωνται, φησὶν, οἱ νοητοί μου ἐχθροὶ, καὶ τὴν ἄβυσσον οἰκοῦντες περιβάλωνται αἰσχύνην· τότε δὴ, ὡς μηδενὸς ἔτι παρεμποδίζοντος, ἀκαταλήκτοις ὕμνοις αἰνέσω σε, Δέσποτα.
Moreover also my tongue all the day long shall meditate upon Thy righteousness, when they shall be ashamed and confounded that seek evils for me. When my spiritual enemies are taken out of the midst, he saith, and inhabiting the abyss are clothed with shame: then indeed, since no one any longer hindereth, with unceasing hymns will I praise Thee, O Master.
Εἰς τὸ τέλος, ΨΑΛΜΟΣ τῷ Δαυΐδ εἰς Σαλομῶνα. ΟΑʹ.
Unto the end, a Psalm of David for Solomon. 71.
Ὑπόθεσις.
Argument.
Παρουσία Χριστοῦ διὰ τῶν παρόντων κατασημαίνεται, καὶ κλῆσις ἐθνῶν. Εἰς Σαλομὼν δὲ ἐπιγέγραπται ὁ ψαλμός. Οὗτος γάρ ἐστιν ἀληθὴς Σαλομὼν ὁ εἰρηναῖος, διότι καὶ πεποίηκεν ἓν ἀμφότερα, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ ἔλυσε.
The coming of Christ is signified through the present words, and the calling of the nations. And the psalm is inscribed for Solomon. For He is the true Solomon, the peaceful one, because He hath both made both one, and broken down the middle wall of partition (Eph. 2:14).
Ὁ Θεὸς τὸ κρῖμά σου τῷ βασιλεῖ δός. Κέκριταί σοι, φησὶν, ὦ Πάτερ, τὸν μονογενῆ σου Υἱὸν ἐπιλάμψαι τοῖς ἐπὶ γῆς. Τοῦτο οὖν, φησὶ, τὸ πάλαι κριθὲν, εἰς πέρας ἀγέσθω. Καὶ τὴν δικαιοσύνην τῷ υἱῷ τοῦ βασιλέως. Αὐτὸς ὢν ἡ δικαιοσύνη τοῦ Πατρὸς, δικαιοσύνην λέγεται εἰληφέναι διὰ τὸ ἀνθρώπινον. Αὐτὸς δέ ἐστιν ὁ Χριστὸς καὶ ὁ βασιλεὺς, καὶ ὁ υἱὸς τοῦ βασιλέως. Κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ. Αὕτη τῆς ἐνανθρωπήσεως ἡ αἰτία τὸ κρῖναι τὴν καθ' ἡμῶν πλεονεξίαν τοῦ Σατανᾶ· διὸ καὶ μέλλων σταυροῦσθαι ἔφασκε· Νῦν ἡ κρίσις ἐστὶ τοῦ κόσμου τούτου· ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω.
O God, give Thy judgement to the king. It hath been judged by Thee, he saith, O Father, that Thine only-begotten Son should shine upon those on earth. Let this, therefore, he saith, which was judged of old, be brought to fulfilment. And Thy righteousness to the king's son. Although He Himself is the righteousness of the Father, He is said to have received righteousness on account of His humanity. And Christ Himself is both the king and the king's son. To judge Thy people in righteousness. This is the cause of the incarnation, to judge the covetousness of Satan against us; wherefore also when He was about to be crucified He said: Now is the judgement of this world; the ruler of this world shall be cast out (John 12:31).
Ἀναλαβέτω τὰ ὄρη εἰρήνην τῷ λαῷ, καὶ οἱ βουνοὶ δικαιοσύνην. Ὄρη καὶ βουνοὺς ἐνταῦθα τὰς εὐαγγελικὰς δυνάμεις φησὶ, τὰς πάλαι μὲν, διὰ τὴν κεχυμένην ἀσέβειαν, μὴ ἐπιχωριαζούσας τῇ γῇ, νῦν δὲ εἰρήνην πρὸς πάντας ἀνθρώπους ἀναλαμβάνειν κελευομένας.
Let the mountains receive peace for the people, and the hills righteousness. By mountains and hills here he meaneth the evangelical powers, which of old indeed, on account of the widespread ungodliness, did not frequent the earth, but now are commanded to take up peace towards all men.
Κρινεῖ τοὺς πτωχοὺς τοῦ λαοῦ. Πένητας τῶν ἐξ εἰδωλολατρῶν πατέρων φησὶ τῶν πτωχευόντων ἀπὸ παντὸς καλοῦ, καὶ καθόλου πάντων ἀνθρώπων τὸ γένος. Πάντες γὰρ ἐκκεκλίκασι κατὰ τὴν τοῦ ψαλμοῦ φωνήν. Καὶ ταπεινώσει συκοφάντην. Τὸν διάβολόν φησιν. Καὶ συμπαραμενεῖ τῷ ἡλίῳ. Εἰς αἰῶνας, φησὶν, ἡ βασιλεία αὐτοῦ ἐκταθήσεται. Καὶ πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Οὗτος, φησὶν, ὁ βασιλεύσας ἐν τῇ παρουσίᾳ τῶν ἐπὶ τῆς γῆς, αὐτός ἐστιν ὁ καὶ πρὸ αἰώνων τῶν ὅλων δημιουργός. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Ἀψοφητὶ, φησί· τοῦτο δὲ εἶπε διὰ τὴν λαθραίαν αὐτοῦ παρουσίαν.
He shall judge the poor of the people. By the needy he meaneth those born of idolatrous fathers who were beggared of every good, and in general the race of all men. For all have turned aside, according to the voice of the psalm (Ps. 13:3). And He shall humble the slanderer. He meaneth the devil. And He shall endure with the sun. Unto the ages, he saith, shall His kingdom be extended. And before the moon, for generations of generations. This One, he saith, Who reigned at His coming over those upon the earth, is Himself also before the ages the Creator of all things. He shall come down like rain upon a fleece. Noiselessly, he saith; and this he said on account of His hidden coming.
Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη. Κατὰ γὰρ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ ἅπας πόλεμος ἀνῄρηται [Ambros. ἀνῄρητο] τῶν ἐθνῶν. Καὶ πλῆθος εἰρήνης ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη. Τοσοῦτον ἔσται, φησὶ, τῆς εἰρήνης τὸ πλῆθος ὃ γενήσεται ἐν τῇ αὐτοῦ παρουσίᾳ, ὡς καὶ εἰς τοὺς μέλλοντας ἐκταθῆναι χρόνους, καθ' οὓς ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς.
In His days shall righteousness spring up. For at the time of His coming every war of the nations hath been taken away [Ambrose: had been taken away]. And abundance of peace until the moon be taken away. So great shall be the abundance of peace, he saith, which shall come to pass at His coming, as to be extended even unto the times to come, in which the sun shall be darkened, and the moon shall not give her light (Matt. 24:29).
Καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης. Τοῦτό φησι διὰ τὸ πάντα τὰ ἔθνη παραδέξασθαι τὴν εἰς αὐτὸν πίστιν· ἀντὶ τοῦ, Πάντων κρατήσει τῶν
And He shall have dominion from sea to sea. He saith this because all the nations received faith in Him; instead of: He shall hold sway over all the
PG 27:325Read from the page
περμάτων τῆς οἰκουμένης. Ἐπειδὴ γὰρ πέραν τῆς γῆς τὰ μεγάλα καὶ ἄπλετα πελάγη, ἅτινά τινες Ἀτλαντικὰ καλοῦσιν, Ὠκεανὸν, ἑσπέριον καὶ ἑῷον· εἰκότως τῆς οἰκουμένης τὸ κράτος ταῖς ἔξωθεν κυκλούσαις θαλάσσαις ἐδήλωσε· καὶ τοῦτο σαφέστερον ὁ μετὰ τούτων ἐποίησε στίχος.
ends of the inhabited world. For since beyond the earth are the great and boundless seas, which some call Atlantic, the Ocean, western and eastern; reasonably did he indicate the dominion of the inhabited world by the seas that encircle it from without; and the verse after these made this clearer.
Καὶ οἱ ἐχθροὶ αὐτοῦ χοῦν λείξουσι. Σφόδρα ὑποταγήσονται οἱ πολέμιοι, ὡς μὴ ὁρᾶσθαι μάχην πρὸς αὐτὸν, ἐκ μεταφορᾶς τῶν ἐπὶ γῆς πιπτόντων καὶ τὴν ὑποταγὴν σημαινόντων.
And His enemies shall lick the dust. Exceedingly shall the adversaries be subjected, so that no battle against Him is seen, by a metaphor from those who fall upon the earth and signify subjection.
Ὅτι ἐῤῥύσατο πτωχὸν ἐκ δυνάστου. Ἀπ' ἄκρων, φησὶ, περάτων τῆς οἰκουμένης ἕως ἄκρων προσκυνήσουσιν αὐτῷ τά τε ἔθνη καὶ οἱ βασιλεῖς, εὐχαριστοῦντες ἐφ' οἷς τῆς καταδυναστείας αὐτοὺς ἐλυτρώσατο τοῦ Σατανᾶ. Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν. Ἐξαλείφων τὸ κατ' αὐτῶν χειρόγραφον καὶ χαριζόμενος καὶ τῷ τὰ πεντακόσια καὶ τῷ τὰ πεντήκοντα ὀφείλοντι. Καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ. Σεβάσμιος, φησὶν, ἔσται παρὰ πᾶσι καὶ ἔνδοξος.
For He hath delivered the poor from the mighty man. From the uttermost ends of the inhabited world, he saith, unto the uttermost ends shall both the nations and the kings worship Him, giving thanks because He ransomed them from the tyranny of Satan. From usury and from injustice shall He redeem their souls. Blotting out the handwriting against them and forgiving both him who owed the five hundred and him who owed the fifty. And honourable shall His name be. Revered, he saith, shall He be among all and glorious.
Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας. Ταῦτά φησι διὰ τὸν ἀποστείλαντα Ἡρώδην ἀνελεῖν τὰ βρέφη. Λέγει οὖν, ὡς οὐ συμπεριληφθήσεται τοῖς ἀναιρουμένοις παιδίοις. Τὸ δὲ, Καὶ δοθήσεται αὐτῷ χρυσίον Ἀραβικὸν, δηλοῖ σαφῶς ἃ προσήνεγκαν οἱ μάγοι δῶρα. Καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντός. Αὐτὸν ὀνομάζοντες ἐν προσευχαῖς, καὶ δι' αὐτοῦ δοῦναι τὸν Πατέρα αὐτοῖς ἀξιοῦντες τῶν ἀγαθῶν τὴν δόσιν.
And He shall live, and there shall be given unto Him of the gold of Arabia. He saith these things on account of Herod who sent to slay the infants. He saith therefore that He shall not be included among the children that are slain. And the phrase, And there shall be given unto Him Arabian gold, showeth clearly the gifts which the Magi offered (Matt. 2:11). And they shall pray concerning Him continually. Naming Him in prayers, and asking that through Him the Father may give unto them the gift of good things.
Ἔσται στήριγμα ἐν τῇ γῇ. Τῆς Ἐκκλησίας, φησὶ, καὶ τῆς οἰκουμένης. Ἐπ' ἄκρων τῶν ὀρέων, τῶν ἀποστόλων καὶ προφητῶν. Ὑπεραρθήσεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτοῦ. Λίβανος μὲν ἡ Ἱερουσαλήμ· καρπὸς δὲ αὐτοῦ ὁ εὐαγγελικὸς λόγος. Λέγει οὖν, ὡς ὑπὲρ τὴν κατὰ νόμον λατρείαν ἔσται τὸ κήρυγμα τὸ εὐαγγελικόν. Καὶ ἐξανθήσουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς. Πόλιν τὴν Ἐκκλησίαν σημαίνει, περὶ ἧς γέγραπται· Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.
There shall be a support in the earth. Of the Church, he saith, and of the inhabited world. Upon the tops of the mountains, of the apostles and prophets. His fruit shall be exalted above Libanus. Libanus indeed is Jerusalem; and His fruit is the evangelical word. He saith therefore that the evangelical preaching shall be above the worship according to the law. And they shall flourish out of the city like grass of the earth. By city he signifieth the Church, concerning which it is written: Glorious things have been spoken of thee, the city of God (Ps. 86:3).
Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ. Δείκνυσιν, ὡς οὗτος ὁ μὴ ἀποκτανθεὶς μετὰ τῶν βρεφῶν ἐστιν ὁ πρὸ καταβολῆς κόσμου ὑπάρχων μετὰ τοῦ Πατρός.
Before the sun His name abideth. He showeth that this One Who was not slain with the infants is He Who existed with the Father before the foundation of the world.
Εὐλογητὸς ὁ Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ ποιῶν θαυμάσια μόνος. Διεξελθὼν πάντα ἃ κατορθώσει ἐν τῇ οἰκονομίᾳ τοῖς ἐπὶ τῆς γῆς, ὕμνον ἀναπέμπει αὐτῷ λέγων, ὡς αὐτὸς εἴη ὁ Θεὸς Ἰσραὴλ, ὁ μόνος δυνηθεὶς ταῦτα ποιῆσαι τὰ θαυμάσια. Ποῖα δὲ θαυμάσια, ἢ τὸ καταργῆσαι τὴν δυναστείαν τοῦ Σατανᾶ, καὶ ἐξελέσθαι τοὺς ἐπιβουλευομένους τῆς τῶν δαιμόνων τυραννίδος; Σκόπει δὲ, ὡς οὐχ ἁρμόσει τῷ Σολομῶντι τῷ ἐκ τῆς τοῦ Οὐρίου οὐδὲν τῶν εἰρημένων ἐν τῷ ψαλμῷ· οὔτε τό· Πρὸ τοῦ ἡλίου τὸ ὄνομα αὐτοῦ· οὔτε τό· Πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ· οὐδὲ τό· Πρὸ τῆς σελήνης γενεὰς γενεῶν. Ἐκ πάντων οὖν τούτων δῆλον, ὅτι εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν λέλεκται.
Blessed is the Lord, the God of Israel, Who alone doeth wondrous things. Having gone through all the things which He will accomplish in the dispensation for those upon the earth, he sendeth up a hymn unto Him, saying that He Himself is the God of Israel, Who alone was able to do these wondrous things. And what sort of wondrous things, other than to abolish the dominion of Satan, and to rescue those plotted against from the tyranny of the demons? And consider how none of the things spoken in the psalm will fit Solomon the son of the wife of Urias: neither the phrase: Before the sun is His name; nor the phrase: All the nations shall serve Him; nor the phrase: Before the moon, for generations of generations. From all these things, therefore, it is clear that it hath been spoken with reference to our Lord Jesus Christ.
Notes, col. 325

On the reading

Printed περμάτων, for περάτων.

PG 27:328Read from the page
Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης. Διὸ προσήκει παρὰ πάντων αὐτὸν ὑμνεῖσθαι. Εἰ γὰρ καὶ τὴν φύσιν αὐτοῦ ὡς ἀνέφικτον ἀγνοοῦμεν, ἀλλὰ τὸ σωτήριον αὐτοῦ ἐδιδάχθημεν ὄνομα.
And blessed is the name of His glory. Wherefore it is fitting that He be hymned by all. For even if we are ignorant of His nature as being unattainable, yet we have been taught His saving name.
Ἐξέλιπον οἱ ὕμνοι Δαυΐδ τοῦ υἱοῦ Ἰεσσαί. ΨΑΛΜΟΣ τῷ Ἀσάφ. ΟΒʹ.
The hymns of David the son of Jesse are ended. A Psalm for Asaph. 72.
Ὑπόθεσις.
Argument.
Ἐν τούτῳ τῷ ψαλμῷ τὴν ἀνωμαλίαν τῶν ἀνθρώπων ἣν ἔχουσι περὶ τὰ τοῦ Θεοῦ κρίματα ἐξηγεῖται. Αὐτὰ μὲν γάρ ἐστι βαθέα τε καὶ ἀνεξερεύνητα, καὶ ἀκαταληψίας γέμοντα πολλῆς· οἱ δὲ τοὺς λόγους τῆς ἐν ἑκάστῳ γιγνομένης οἰκονομίας ἀγνοοῦντες εἰς ἀμηχάνους ἐκπίπτουσι λογισμούς. Διὸ δὴ, πρότερον αὐτοὺς προθεὶς ἡμῖν τοὺς λογισμοὺς, οὗτοι δὲ ἦσαν οἱ διὰ τὴν εὐπραγίαν τῶν ἀσεβῶν ἀνθρώπων ἐπισυμβαίνοντες· Ἰδοὺ γὰρ ἁμαρτωλοὶ, φησὶ, καὶ εὐθηνοῦντες, διδάσκει μετὰ τοῦτο καὶ ποῖον αὐτῶν τῶν ἀσεβῶν ἔσται τὸ τέλος· ὅπως ἂν, τὰ τοιαῦτα γνόντες σαφῶς, μὴ ἀπορῶμεν ἐν ταῖς ἀνωμαλίαις τῶν ἐν τῷδε τῷ βίῳ πραγμάτων.
In this psalm he expoundeth the perplexity of men which they have concerning the judgements of God. For those judgements themselves are both deep and unsearchable (Rom. 11:33), and full of much incomprehensibility; and those who are ignorant of the reasons of the dispensation taking place in each case fall away into helpless reasonings. Wherefore indeed, having first set before us those very reasonings—and these were the ones occurring on account of the prosperity of ungodly men: For behold, sinners, he saith, and prospering—he teacheth after this also of what sort the end of those ungodly men themselves shall be; so that, knowing such things clearly, we may not be at a loss in the inequalities of the affairs in this life.
Ὡς ἀγαθὸς ὁ Θεὸς τῷ Ἰσραὴλ τοῖς εὐθέσι τῇ καρδίᾳ. Μέλλων διηγεῖσθαι τὴν τῶν ἐν ἀσεβείᾳ διαγόντων ἀνθρώπων γινομένην εὐημερίαν, καὶ τὴν μετὰ ταῦτα αὐτοῖς ἀποκειμένην κόλασιν πικρὰν, προτάττει τὸ τοῖς εὐθέσιν ἀγαθὸν εἶναι τὸν Θεόν· ὅπως ἂν γνοῖεν οἱ τὴν εὐσεβῆ αἱρούμενοι μερίδα, ὡς μόνοις τοῖς εὐθέσι τῇ καρδίᾳ ἔσται ἀγαθὸς ὁ Θεός· οὐ μὴν ἔτι καὶ τοῖς φαυλότατα ἁμαρτάνουσιν. Ὥστε, εἰ καὶ δοκοῦσιν εὐημερεῖν, φησὶ, ταραττέσθω μηδεὶς, τὸ μικρὸν ὕστερον αὐτοὺς ἐκδεξόμενον κολαστήριον ἐννοῶν.
How good is God to Israel, to the upright in heart! Being about to relate the prosperity that cometh to men who live in ungodliness, and the bitter punishment laid up for them hereafter, he placeth first the statement that God is good to the upright; so that those who choose the godly portion may know that to the upright in heart alone will God be good, and not indeed also to those who sin most basely. Wherefore, even if they seem to prosper, he saith, let no one be troubled, considering the place of punishment that will receive them a little later.
[Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες. Διηγεῖται τοιοῦτον τοὺς εὐσεβεῖς ὑπομένειν τὸν θάνατον, ὡς μή τινα ἀνανεύειν εἴ τις αὐτὸν ἔροιτο, εἰ βούλοιτο τοιούτου θανάτου τυχεῖν.]
[But as for me, my feet were almost shaken. He relateth that the godly endure such a death that no one would refuse if someone were to ask him whether he wished to obtain such a death.]
Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν ὁρῶν, κ. τ. λ. Τὰ τὸν κλόνον αὐτῷ ποιήσαντα τῆς ψυχῆς ἀφηγεῖται. Ταῦτα δέ ἐστι, τὸ πρῶτον μὲν ἐν εἰρήνῃ αὐτοὺς βαθείᾳ διατελεῖν· ἔπειτα διαπαντὸς εὐημερεῖν τοῦ βίου, ὡς καὶ μέχρι θανάτου τὴν εὐημερίαν συνεκτείνεσθαι, καὶ τοιοῦτον τοὺς ἀσεβεῖς ὑπομένειν αὐτὸν, ὡς μή τινα ἀνανεύειν εἴ τις αὐτὸν ἔροιτο, εἰ βούλοιτο τοῦ τοιούτου θανάτου τυχεῖν· πρὸς δὲ τοῦτο καὶ εἰ ἄρα συνέβη ἐπὶ τῇ ἁμαρτίᾳ αὐτῶν μάστιξ ἐπιστρεπτικὴ, ταύτην μὴ εἶναι χαλεπὴν, ἀλλ' ἐλαφράν τε καὶ εὐπαρακόμιστον· ἐφ' ἅπασι δὲ τούτοις τὸ μὴ τῶν ἀνθρωπίνων συναπολαύειν κόπων, μηδὲ δέεσθαι τῆς καθ' ἡμέραν ἐργασίας εἰς διατροφὴν ἀναγκαίων τροφῶν. Οὗτος γὰρ αὐτῶν ὁ διὰ χειρῶν κόπος οἷον ἀντὶ μαστίγων τοῖς ἀνθρώποις δέδοται.
Because I was jealous at the lawless, beholding the peace of sinners, etc. He recounteth the things that caused the agitation of his soul. And these are: first indeed, that they continue in deep peace; next, that they prosper continually throughout life, so that their prosperity is extended even unto death, and the ungodly endure it of such a sort that no one would refuse if someone were to ask him whether he wished to obtain such a death; and in addition to this, even if perchance a corrective scourge befell them for their sin, that this is not grievous, but light and easily borne; and above all these things, that they do not share in human toils, nor have need of daily labour for the sustenance of necessary food. For this manual toil of theirs hath been given to men as it were in place of scourges.
Διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία, εἰς τέλος. Ἐπειδὴ πάντων μὲν ἀπολαύουσι τῶν ἀγαθῶν, κακοῦ δὲ οὐδενὸς, τούτου χάριν περισσῶς ἐπετήδευσαν τὴν ὑπερηφανίαν· ἥτις καὶ ἀδίκους καὶ ἀσεβεῖς αὐτοὺς ἀπετέλεσε, καὶ ἐπὶ τοσοῦτον, ὡς καὶ τὰς ἀσεβείας αὐτῶν παχεῖς εἶναι καὶ οἱονεὶ εὐτραφεῖς.
Therefore pride hath held them fast unto the end. Since they enjoy all good things and no evil thing, for this cause they have abundantly practised pride; which hath rendered them both unjust and ungodly, and to such a degree that through their ungodlinesses they are fat and as it were well-fed.
Notes, col. 328

On the reading

Printed εἴτις, for εἴ τις.

Printed ασεβεῖς, for ἀσεβεῖς.

PG 27:329Read from the page
Διήλθοσαν εἰς διάθεσιν καρδίας. Ἡ παράνομος εὐημερία, φησὶν, ἕξιν αὐτοῖς πονηρὰν εἰργάσατο περὶ τὴν ψυχήν. Καὶ πόθεν δῆλον ἢ ἐκ τοῦ διανοεῖσθαι αὐτοὺς καὶ λαλεῖν πονηρίαν;
They passed through into the disposition of the heart. Lawless prosperity, he says, wrought an evil habit in them concerning the soul. And whence is this evident except from their devising and speaking wickedness?
Ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Ἐπίτασιν τῆς πονηρίας αὐτῶν σημαίνει, ὡς λοιπὸν καὶ εἰς αὐτὸν τὸν Θεὸν ἀναφέρειν τὴν βλασφημίαν. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν. Βλάσφημα, φησὶ, προέφερον κατὰ τοῦ Θεοῦ ῥήματα, καὶ ταῦτα ταπεινοὶ ὄντες καὶ τὴν γλῶσσαν ἐπὶ γῆς ἔχοντες.
They spoke iniquity unto the height. He signifies the intensity of their wickedness, such that finally they even direct blasphemy against God Himself. They set their mouth against heaven. They uttered blasphemous words against God, he says, and that too though being lowly and having their tongue upon the earth.
Διὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου. Διὰ τοῦτο μέντοι ἐπαρθέντας αὐτοὺς καταβληθῆναι. Ὁ δὲ νοῦς οὕτως· Ὠφέλειά τις, φησὶ, καὶ ἐπιστροφὴ τῷ ἐμῷ λαῷ γενήσεται, ἡ τούτων τιμωρία. Ἑωρακότες γὰρ οἷον τοὺς ἀσεβεῖς διαδέξεται τέλος, οὐκ ἄν ποτε εἰς τοῦτο ἔλθοιεν, ἐφορᾷν τὰ ἀνθρώπινα σαφῶς ἐγνωκότες Θεόν. Καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς. Ὅταν, φησὶ, τὴν τοιαύτην κτήσωνται γνώμην, τότε δὴ τότε τῆς ζωῆς αὐτῶν τὸν χρόνον καλῶς ἀναπληρώσουσι, κατὰ τὸ εἰρημένον ὅτι· Ἐκοιμήθη πλήρης ἡμερῶν· τουτέστι πλήρεις αἱ ἡμέραι αὐτῶν παντὸς γεγόνασιν ἀγαθοῦ.
Therefore my people shall return here. Therefore indeed, having been lifted up, they are cast down. And the sense is thus: A certain benefit and conversion, he says, shall come to pass for my people, namely the punishment of these men. For having seen what sort of end will overtake the ungodly, they would never come to this, knowing clearly that God watches over human affairs. And full days shall be found in them. Whenever, he says, they acquire such a mind, then indeed they shall nobly fulfil the time of their life, according to what has been said: He fell asleep full of days; that is, their days have become full of every good.
Καὶ εἶπαν, πῶς ἔγνω ὁ Θεός; Ὁ μὲν ἐμὸς λαὸς, φησὶν, ἐκ τοῦ καταβληθῆναι τοὺς ἀσεβεῖς ὠφεληθήσεται. Οἱ δὲ προλεχθέντες δυσσεβεῖς καὶ ἄθεοι οὕτως ἠσέβουν, ὡς σκάνδαλον γενέσθαι τοῖς ὁρῶσι τὸν βίον αὐτῶν, καὶ ἀμηχανεῖν καὶ λέγειν· Εἰ ἄρα ἐφορᾷ τὰ ἀνθρώπινα ὁ Θεός; Τὸ γὰρ, Πῶς ἔγνω, ἀντὶ τοῦ, Πῶς γινώσκειν τὰ καθ' ἡμᾶς καὶ διοικεῖν λέγεται, καὶ πῶς γνῶσιν ἔχει τῶν ἡμετέρων;
And they said: How did God know? My people indeed, he says, will be benefited from the casting down of the ungodly. But the aforesaid impious and godless men acted so impiously as to become a stumbling-block to those who see their life, so that they are at a loss and say: Does God then watch over human affairs? For the phrase, How did He know, is said instead of: How is He said to know the things concerning us and to govern them, and how does He have knowledge of our affairs?
Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλούτου. Τὸ αἴτιον τοῦ σκανδάλου τῶν ὁρώντων εὐθηνουμένους τοὺς ἀσεβεῖς παρατίθεται. Τοῦτο δέ ἐστι τὸ διαιωνίζειν αὐτοὺς κατὰ τὸν παρόντα βίον τῇ εὐημερίᾳ. Καὶ εἶπα· ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου. Κἀγὼ, φησὶ, ταῦτα ὁρῶν, ἐθορυβούμην τοῖς λογισμοῖς, κατ' ἐμαυτὸν ἐννοῶν, μήπως ἄρα ὁ ὑπὲρ ἀρετῆς πόνος ἔσται μοι μάταιος. Ἦν δὲ ὁ πόνος τὸ δικαιοσύνην ἀσκεῖν, καὶ τὸ καθαρεύειν ἀδίκου πράξεως, καὶ τὸ ὑπὲρ τῶν προτέρων ἁμαρτημάτων ἑαυτὸν μαστίζειν τῇ ἐξομολογήσει, καὶ εἰς τοῦτο ὥσπερ ἐκ κοίτης διανίστασθαι εἰς τὸ ὑπὲρ τῶν ἁμαρτημάτων κακοῦν ἑαυτόν.
Behold, these are sinners, and prospering in the world they have obtained wealth. He sets forth the cause of the stumbling-block of those who see the ungodly prospering. And this is their continuing perpetually in prosperity during the present life. And I said: Then in vain have I justified my heart. I too, he says, seeing these things, was troubled in my thoughts, considering within myself whether perhaps the labour on behalf of virtue will be in vain for me. And the labour was to practise righteousness, and to keep pure from unjust action, and to scourge oneself through confession for former sins, and for this purpose to rise up as it were from one's bed so as to afflict oneself for one's sins.
Εἰ ἔλεγον· Διηγήσομαι οὕτως· ἰδοὺ τῇ γενεᾷ υἱῶν σου ἠσυνθέτηκα. Ταῦτα, φησὶν, ἐνενόουν κατ' ἐμαυτὸν, ὡς, εἰ τούτους τοὺς ὑπεισελθόντας μοι λογισμοὺς ἑτέροις ἐπαγγείλω (οὗτοι δὲ ἦσαν τό· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου), παντὸς σκανδάλου αὐτοῖς γενοίμην αἴτιος. Τοῦτο δὲ ποιῶν παρέβαινον τῶν σῶν υἱῶν τὰς συνθήκας, τῶν δικαίων ἀνδρῶν δηλαδή. Αὗται δὲ ἦσαν τῶν ἁγίων αἱ συνθῆκαι, τὸ μὴ ἀλλήλοις σκανδάλου αἴτιος γίνεσθαι.
If I said: I will declare thus; behold, I have broken covenant with the generation of Thy sons. These things, he says, I was considering within myself, that if I were to declare to others these thoughts that had crept into me (and these were the words: Then in vain have I justified my heart), I might become the cause of every stumbling-block to them. And in doing this I would be transgressing the covenants of Thy sons, namely of righteous men. And these were the covenants of the saints, not to become a cause of stumbling to one another.
Καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο, κόπος ἐστὶν ἐνώπιόν μου. Ὑπονοήσας, φησὶ, τὰ οὕτω βαθέα γνῶναι κρίματα, ἐν κόπῳ ἐνέβαλλον ἐμαυτὸν, ἅτε
And I supposed in order to know this, it is a labour before me. Having supposed, he says, to know judgments so deep, I cast myself into labour, inasmuch as