νος προσευχάς. Καὶ τοῦτο δῆλον ἐξ ὧν παρέθηκεν αὐτὸν ὁ εὐαγγελιστὴς, καὶ παρὰ τῷ σταυρῷ ὑπὲρ τῶν σταυρούντων εὐχόμενον. Καιρὸς εὐδοκίας. Ὅτε ἦλθε τὸ πλήρωμα τοῦ χρόνου, ἐξαπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ γενόμενον ἐκ γυναικὸς, γενόμενον ὑπὸ νόμον, ἵνα τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ. Ὁ εἰς τοῦτο ἐλθών φησι· Καιρὸς εὐδοκίας, ὁ Θεός.
—[making] prayers. And this is clear from the fact that the evangelist presented Him praying even at the cross on behalf of those who were crucifying Him. It is a time of good pleasure. When the fulness of the time was come, God sent forth His Son, made of a woman, made under the law, to redeem them that were under the law (Gal. 4:4-5). He Who came for this says: It is a time of good pleasure, O God.
Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ. Ταῦτα ἦν ἃ καὶ προσευχόμενος ὑπὲρ τῆς ἀνθρωπότητος ἔκραζεν, ὡς καὶ λέγειν αὐτόν· Ἐβραγχίασεν ὁ λάρυγξ μου. Τὸ δὲ, ἐβραγχίασε, τὸ ἐκτενὲς τῆς προσευχῆς κατασημαίνει.
Save me from the mire, that I may not be stuck fast. These were the things which He also cried out while praying on behalf of humanity, so that He even said: My throat is become hoarse. And the expression, is become hoarse, indicates the earnestness of the prayer.
Μή με καταποντισάτω καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός. Ὅρου καὶ κατάρας φρικτῆς προκειμένης, ἵνα κἂν ἄγγελος εὐαγγελίσηται, ἢ διδάξῃ ἡμᾶς παρ' ὃ ὁ Παῦλος ἐδίδαξεν, ἀνάθεμα ἔστω. Τίς ἐστιν ὁ ὑπερκεφαλῆσαι Παῦλον, μᾶλλον δὲ τὸν ἐν αὐτῷ λαλοῦντα Χριστὸν δυνάμενος; Οὐκοῦν καὶ εἰς ἑαυτὸν τὴν τοιαύτην εὐχὴν ἀναφέρει, καὶ μαρτυρεῖ λέγων ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, ὅτι ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, τουτέστιν ἐπὶ τὸν σταυρὸν ἐρχόμενος, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου, τουτέστι πρὸς τὸν Πατέρα, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσήνεγκε, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας· καίπερ ὢν Υἱὸς, ἔμαθεν ἀφ' ὧν ἔπαθε τὴν ὑπακοήν. Ἐνταῦθα Παῦλος, μᾶλλον δὲ ὁ ἐν αὐτῷ λαλῶν Χριστὸς, καὶ τὰ σεσιγημένα καὶ λείποντα τοῖς εὐαγγελισταῖς ἡμᾶς ἐδίδαξε, μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων λέγων γενέσθαι τὴν προσευχὴν, τοῦ, Πάτερ, παρελθέτω ἀπ' ἐμοῦ τὸ ποτήριον τοῦτο, οὐκ ἐν ὑποκρίσει, οὐκ ἐπὶ τὸ δελεάσαι τὸν Σατανᾶν, οὐ τὸ τοῦ κόσμου οἰκειούμενος θέλημα· ἀλλ' ἐξ οἰκείου προσώπου ὁ Χριστὸς οἰκονομικῶς ἑκουσίως προσεύχεται μετὰ κραυγῆς, μετὰ δακρύων, μετὰ ἱδρώτων καὶ θρόμβου αἵματος, μετὰ ἀγγέλου ἐνισχύοντος, καὶ οἱονεὶ παρακαλοῦντος καὶ παρηγοροῦντος αὐτὸν, καίπερ Υἱὸς Θεοῦ ἀληθῶς ὑπάρχων. Ἀλλὰ καὶ ἐν ἀγωνίᾳ γενόμενος προσηύχετο, ὥς φησιν ὁ εὐαγγελιστὴς, ἀλλὰ καὶ ἐκτενέστερον, ἀλλὰ καὶ δὶς, καὶ τρὶς τὴν εὐχὴν τῷ Πατρὶ προσάγει. Τοῦ οὖν Παύλου, μᾶλλον δὲ πάλιν λέγω τοῦ Χριστοῦ, τοῦ ἐν αὐτῷ τῷ Παύλῳ λαλοῦντος, εἰς ἑαυτὸν ἀναφέροντος τὴν τοιαύτην προσευχὴν· τίς ἐστιν ὁ παραχαράξαι δυνάμενος, ἃ αὐτὸς ὁ Χριστὸς περὶ ἑαυτοῦ ἐμαρτύρησεν;
Let not the tempest of water drown me, neither let the deep swallow me up. Since a decree and a fearful curse have been set forth, that even if an angel should preach good tidings or teach us contrary to what Paul taught, let him be anathema (Gal. 1:8), who is he that is able to overrule Paul, or rather Christ Who speaks in him? Therefore He refers such a prayer to Himself also, and bears witness, saying in the Epistle to the Hebrews, that in the days of His flesh—that is, when coming to the cross—He offered up prayers and supplications with strong crying and tears unto Him Who was able to save Him from death, that is, unto the Father, and was heard for His godly fear; though He was a Son, yet learned He obedience by the things which He suffered (Heb. 5:7-8). Here Paul, or rather Christ Who speaks in him, has also taught us the things passed over in silence and omitted by the evangelists, saying that with strong crying and tears was made the prayer: Father, let this cup pass from Me (Matt. 26:39)—not in pretence, not in order to bait Satan, not appropriating the will of the world; but from His own person Christ according to the dispensation willingly prays with crying, with tears, with sweat and clots of blood, with an angel strengthening and, as it were, encouraging and comforting Him, even though He is truly the Son of God. Moreover, being in an agony He prayed, as the evangelist says (Luke 22:43-44), and more earnestly, and twice and thrice He offers the prayer to the Father. When Paul, therefore, or rather—I say again—Christ, Who speaks in Paul himself, refers such a prayer to Himself, who is he that is able to falsify the things which Christ Himself has testified concerning Himself?
Πρόσχες τῇ ψυχῇ μου, καὶ λύτρωσαι αὐτήν· ἐκ τοῦ κατασχόντος, δηλονότι τοῦ θανάτου. Ἕνεκα τῶν ἐχθρῶν μου ῥῦσαί με. Ἐξ ἧς πεπόνθαμεν ἀδικίας παρὰ τῶν νοητῶν ἐχθρῶν, ἀπὸ ταύτης ἐπὶ τὸν ἔλεον τὸν ἡμέτερον διεγείρει τὸν Πατέρα.
Attend unto my soul, and redeem it: from him that held it fast, clearly death. Because of mine enemies deliver me. From the injustice which we have suffered at the hands of the spiritual enemies, from this He stirs up the Father unto mercy towards us.