Migne Reading Room

PG 26 · cols. 492–501 · Read from the page

Fourth Oration against the Arians

Fourth Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:492Read from the page
τὸν κόσμον, ὑμεῖς λέγετε, ὅτι Βλασφημκῖς, ὅτι εἶπον, Υἱὸς τοῦ Θεοῦ εἰμι; Εἰ οὐ ποιῶ τὰ ἔργα τοῦ Πατρὸς, μὴ πιστεύετέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε, ἵνα γνῶτε καὶ γινώσκητε, ὅτι ἐν ἐμοὶ ὁ Πατὴρ, κἀγὼ ἐν τῷ Πατρί. Καίτοι, ὅσον ἐκ τοῦ προφανοῦς δεῖ νοεῖν, οὐθ' ὅτι Θεός εἰμι, οὐδ' ὅτι Υἱὸς Θεοῦ εἰμι, εἶπεν, ἀλλ', Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν.
the world, do you say, You blaspheme, because I said, I am the Son of God? If I do not do the works of the Father, do not believe Me; but if I do them, even though you do not believe Me, believe the works, that you may know and understand that the Father is in Me, and I in the Father (John 10:30-38). And yet, so far as one must understand from what is evident, He said neither, I am God, nor, I am the Son of God, but, I and the Father are one.
17. Οἱ μὲν οὖν Ἰουδαῖοι ἐν τῷ ἀκοῦσαι, ἓν, ἐνόμιζον κατὰ Σαβέλλιον αὐτὸν εἰρηκέναι εἶναι τὸν Πατέρα· ὁ δέ γε Σωτὴρ ἡμῶν συλλογίζεται μὲν αὐτῶν τὴν ἁμαρτίαν ὅτι· Εἰ καὶ Θεὸν εἶπον, ἔδει ὑμᾶς εἰδέναι τὸ γεγραμμένον, Ἐγὼ εἶπα, Θεοί ἐστε· εἶτα τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, σαφηνίζων, ἐν τῷ Υἱῷ τὴν πρὸς τὸν Πατέρα ἑνότητα ἀποδέδωκε λέγων, Ὅτι εἶπον· Υἱός εἰμι τοῦ Θεοῦ. Εἰ γὰρ τῇ λέξει οὐκ εἶπεν, ἀλλὰ τὴν διάνοιαν τοῦ, ἕν ἐσμεν, ἀποδέδωκε τῷ Υἱῷ. Οὐδὲν γὰρ ἓν πρὸς τὸν Πατέρα, εἰ μὴ τὸ ἐξ αὐτοῦ. Τί δ' ἂν εἴη τὸ ἐξ αὐτοῦ ἢ ὁ Υἱός; Ἐπιφέρει γοῦν, Ἵνα γινώσκητε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Τὸ γὰρ ἓν ἐπεξηγούμενος, οὐκ ἐν τῷ αὐτὸ εἶναι ἐκεῖνο πρὸς ὃ ἕν ἐστιν εἶπεν, ἀλλ' ἐν τῷ αὐτὸν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ, τὴν συνάφειαν, καὶ τὸ ἀχώριστον. Καὶ γὰρ καὶ Σαβέλλιον ἐν τούτῳ ἀνατρέπει, ἐν τῷ εἰπεῖν οὐχ, Ὁ Πατήρ εἰμι, ἀλλὰ, Ὁ Υἱὸς τοῦ Θεοῦ· καὶ Ἄρειον ἐν τῷ εἰπεῖν, Ἕν ἐσμεν. Εἰ τοίνυν ὁ Υἱὸς ἄλλο, καὶ ὁ Λόγος ἄλλο, οὐχ ὁ Λόγος ἕν ἐστι πρὸς τὸν Πατέρα, ἀλλ' ὁ Υἱός· οὐδὲ ὁ τὸν Λόγον ἑωρακὼς ἑώρακε τὸν Πατέρα, ἀλλ' ὁ τὸν Υἱόν. Τούτων δὲ δεικνυμένων, ἢ μείζων ὁ Υἱὸς τοῦ Λόγου, ἢ πλεῖον οὐδὲν ὁ Λόγος τοῦ Υἱοῦ ἔχει. Τί γὰρ μεῖζον ἢ τελειότερον τοῦ, Ἕν, καὶ τοῦ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, καὶ τοῦ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα; Καὶ γὰρ καὶ αὗται αἱ φωναὶ τοῦ Υἱοῦ εἰσι. Φησὶ γοῦν ὁ αὐτὸς Ἰωάννης· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν πέμψαντά με· καὶ, Ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με· καὶ, Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ· καὶ, Ἐάν τίς μου ἀκούσῃ τῶν λόγων, καὶ μὴ φυλάξῃ, ἐγὼ οὐ κρίνω αὐτόν· οὐ γὰρ ἦλθον ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω τὸν κόσμον. Ὁ λόγος δὲ ὃν ἀκούει, ἐκεῖνος κρινεῖ αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι. Τὸ κήρυγμα δέ φησι κρίνειν τὸν μὴ φυλάξαντα τὴν ἐντολήν. Εἰ γάρ φησι, μὴ ἦλθον, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· νῦν δὲ πρόφασιν οὐκ ἔξουσιν, φησὶ, ἀκηκοότες μου τῶν
17. Now the Jews, upon hearing, one, supposed according to Sabellius that He had said that He was the Father; whereas our Saviour reasons concerning their sin, saying: Even if I said God, you ought to have known what is written, I said, You are gods (Ps. 81:6); then, making clear the words, I and the Father are one, He assigned the unity with the Father to the Son, saying, Because I said, I am the Son of God (John 10:36). For even if He did not say it in the literal wording, yet He assigned the sense of the words, we are one, to the Son. For nothing is one with the Father, except that which is from Him. And what would that which is from Him be other than the Son? Accordingly He adds, That you may know that I am in the Father, and the Father in Me (John 10:38). For in expounding the one, He said that it is not in that thing's being the same as that with which it is one, but in His being Himself in the Father, and the Father in the Son—the conjunction, and the inseparability. For indeed He overthrows Sabellius also in this, in saying not, I am the Father, but, The Son of God; and Arius in saying, We are one (John 10:30). If therefore the Son is one thing, and the Word another, it is not the Word that is one with the Father, but the Son; nor has he who has seen the Word seen the Father, but he who has seen the Son. And since these things are shown, either the Son is greater than the Word, or the Word has nothing more than the Son. For what is greater or more perfect than the saying, One (John 10:30), and the saying, I in the Father, and the Father in Me (John 14:10), and the saying, He who has seen Me has seen the Father (John 14:9)? For indeed these voices also are the Son's. Accordingly the same John says: He who has seen Me has seen Him Who sent Me (John 12:45); and, He who receives Me receives Him Who sent Me (Matt. 10:40); and, I have come a light into the world, that everyone who believes in Me may not remain in the darkness; and, If anyone hears My words, and does not keep them, I do not judge him; for I came not to judge the world, but to save the world. The word that he hears, that will judge him in the last day; because I go to the Father (John 12:46-48, 14:12). He says that the proclamation judges him who has not kept the commandment. For if, says He, I had not come, and spoken to them, they would not have sin; but now they will have no excuse (John 15:22), says He, having heard My
Notes, col. 492

On the reading

Printed Βλασφημκῖς, for Βλασφημεῖς.

Printed ἔξουσιν, for ἕξουσιν.

PG 26:493Read from the page
ῥημάτων, δι' ὧν σωτηρίαν καρπίζονται οἱ φυλάσσοντες.
words, through which those who keep them reap salvation.
18. Ἴσως μὲν οὖν ἂν εἴποιεν ἀναιδῶς, μὴ Υἱοῦ, ἀλλὰ Λόγου εἶναι τὴν φωνὴν ταύτην. Ἀλλ' ἐν τοῖς ἀνωτέρω λεχθεῖσι δῆλον ἐγένετο, ὅτι Υἱός ἐστιν ὁ λέγων. Ὁ γὰρ λέγων ἐνταῦθα, Οὐκ ἦλθον κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι, δείκνυται οὐκ ἄλλος εἶναι ἢ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ. Φησὶ γὰρ ἐν τοῖς ἔμπροσθεν ὁ αὐτὸς Ἰωάννης· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων ἐπ' αὐτὸν μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Αὕτη δέ ἐστιν ἡ κρίσις, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ ἠγάπησαν οἱ ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς· ἦν γὰρ αὐτῶν πονηρὰ τὰ ἔργα. Εἰ ὁ λέγων, Οὐ γὰρ ἦλθον, ἵνα κρίνω τὸν κόσμον, ἀλλ' ἵνα σώσω αὐτὸν, αὐτός ἐστιν ὁ λέγων, Ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με· ὁ δὲ ἐλθὼν σῶσαι τὸν κόσμον, καὶ μὴ κρῖναι αὐτὸν, ὁ μονογενής ἐστιν Υἱὸς τοῦ Θεοῦ· δῆλον ὅτι ὁ αὐτὸς Υἱός ἐστιν ὁ λέγων, Ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με. Καὶ γὰρ ὁ λέγων, Ὁ πιστεύων εἰς ἐμὲ, καὶ, Ἐάν τίς μου ἀκούσῃ τῶν ῥημάτων, ἐγὼ οὐ κρίνω αὐτὸν, αὐτός ἐστιν ὁ Υἱὸς, περὶ οὗ ταῦτά φησιν, Ὁ πιστεύων εἰς αὐτὸν οὐ κρίνεται· ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι μὴ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ. Καὶ πάλιν, Καὶ αὕτη ἐστὶν ἡ κρίσις τοῦ μὴ πιστεύοντος εἰς τὸν Υἱὸν, ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον, καὶ οὐκ ἐπίστευσαν αὐτῷ, δηλονότι τῷ Υἱῷ. Αὐτὸς γὰρ ἂν εἴη τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον· καὶ ὅσον χρόνον ἐπὶ γῆς ὑπῆρχε κατὰ τὴν ἐνανθρώπησιν, φῶς εἰς τὸν κόσμον ἦν, ὡς ἔφη αὐτός· Ἕως τὸ φῶς ἔχετε, πιστεύετε εἰς τὸ φῶς, ἵνα υἱοὶ φωτὸς γένησθε. Ἐγὼ γὰρ φῶς, φησὶν, εἰς τὸν κόσμον ἐλήλυθα.
18. Perhaps then they might shamelessly say that this voice is not the Son's, but the Word's. Yet in what was said above it became plain that He Who speaks is the Son. For He Who says here, I came not to judge the world, but to save it (John 12:47), is shown to be no other than the only-begotten Son of God. For the same John says in what goes before: For God so loved the world, that He gave His only-begotten Son, that everyone who believes in Him may not perish, but may have eternal life. For God sent not the Son into the world to judge the world, but that the world might be saved through Him. He who believes in Him is not judged; but he who does not believe has been judged already, because he has not believed in the name of the only-begotten Son of God. And this is the judgement, that the light has come into the world, and men loved the darkness rather than the light; for their works were evil (John 3:16-19). If He Who says, For I came not to judge the world, but to save it, is Himself He Who says, He who beholds Me beholds Him Who sent Me (John 12:45); and He Who came to save the world, and not to judge it, is the only-begotten Son of God; it is plain that He Who says, He who beholds Me beholds Him Who sent Me, is the same Son. For indeed He Who says, He who believes in Me (John 12:44), and, If anyone hears My words, I do not judge him (John 12:47), is Himself the Son, concerning Whom He says these things, He who believes in Him is not judged; but he who does not believe has been judged already, because he has not believed in the name of the only-begotten Son of God (John 3:18). And again, And this is the judgement of him who does not believe in the Son, that the light has come into the world, and they did not believe in Him (John 3:19), plainly in the Son. For He Himself would be the light that enlightens every man coming into the world (John 1:9); and for so much time as He was on earth according to the incarnation, He was light in the world, as He Himself said: While you have the light, believe in the light, that you may become sons of light (John 12:36). For I, He says, have come as a light into the world (John 12:46).
19. Καὶ τούτου τοίνυν δειχθέντος, δῆλον ὅτι Υἱός ἐστιν ὁ Λόγος. Εἰ δὲ ὁ Υἱός ἐστι τὸ φῶς τὸ εἰς τὸν κόσμον ἐληλυθὸς, ἀναντιῤῥήτως διὰ τοῦ Υἱοῦ ὁ κόσμος
19. And since this therefore has been shown, it is plain that the Word is Son. And if the Son is the light that has come into the world, indisputably through the Son the world
Notes, col. 493

On the reading

Printed 495, for 493.

PG 26:496Read from the page
ἐγένετο. Ἐν γὰρ τῇ ἀρχῇ τοῦ Εὐαγγελίου περὶ τοῦ Βαπτιστοῦ λέγων Ἰωάννου ὁ Εὐαγγελιστής φησιν· Οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν γὰρ, ὡς προέφημεν, τὸ φῶς αὐτὸς ὁ Χριστὸς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον τὸν ἐρχόμενον εἰς τὸν κόσμον. Εἰ γὰρ ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, ἀνάγκη οὖν αὐτὸν εἶναι τὸν Λόγον τοῦ Θεοῦ, περὶ οὗ καὶ πάντα δι' αὐτοῦ γεγενῆσθαι ἔφησεν. Ἢ γὰρ δύο κόσμους ἀναγκασθήσονται λέγειν, ἵν' ὁ μὲν δι' Υἱοῦ, ὁ δὲ διὰ τοῦ Λόγου εἴη γεγονώς· ἢ, εἰ εἷς ἐστιν ὁ κόσμος καὶ μία ἡ κτίσις, ἀκόλουθον καὶ ἕνα καὶ τὸν αὐτὸν Υἱὸν καὶ Λόγον πρὸ πάσης κτίσεως· δι' αὐτοῦ γὰρ γέγονεν. Οὐκοῦν εἰ ὡς διὰ τοῦ Λόγου, οὕτω καὶ διὰ Υἱοῦ τὰ πάντα γέγονεν, οὐδὲν ἐναντίον φανήσεται, ἀλλὰ καὶ ταὐτὸν εἴη ἂν εἰπεῖν, ὡς, Ἐν ἀρχῇ ἦν ὁ Λόγος, Ἐν ἀρχῇ ἦν ὁ Υἱός. Εἰ δὲ, ὅτι μὴ εἶπεν ὁ Ἰωάννης, Ἐν ἀρχῇ ἦν ὁ Υἱὸς, οὐχ ἁρμόζειν φήσουσι τῷ Υἱῷ τὰ τοῦ Λόγου, ὥρα καὶ τὰ τοῦ Υἱοῦ μὴ ἁρμόζειν τῷ Λόγῳ. Τοῦ δὲ Υἱοῦ ἐδείχθη τὸ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, καὶ τὸ, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ Πατρὸς, ὑπάρχειν αὐτόν· καὶ τὸ, Ὁ θεωρῶν ἐμὲ, θεωρεῖ τὸν πέμψαντά με· κοινὸν μέντοι πρός τε τὸν Λόγον καὶ τὸν Υἱὸν τὸ τὸν κόσμον δι' αὐτοῦ γεγενῆσθαι· ὡς ἐκ τούτου δείκνυσθαι πρὸ τοῦ κόσμου εἶναι τὸν Υἱόν. Ἀνάγκη γὰρ τὸν δημιουργὸν πρὸ τῶν γινομένων εἶναι. Καὶ τὸ πρὸς Φίλιππον δὲ λεγόμενον οὐ τοῦ Λόγου κατ' αὐτοὺς ἂν εἴη ἀλλὰ τοῦ Υἱοῦ. Εἶπε γὰρ, φησὶν, ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καὶ πῶς σὺ λέγεις, Δεῖξον ἡμῖν τὸν Πατέρα; Οὐ πιστεύεις, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι; Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ ὑμῖν, ἀπ' ἐμαυτοῦ οὐ λαλῶ· ὁ δὲ Πατὴρ, ὁ ἐν ἐμοὶ μένων, αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ δὲ μὴ, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι. Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, ὁ πιστεύων εἰς ἐμὲ, τὰ ἔργα, ἃ ἐγὼ ποιῶ, κἀκεῖνος ποιήσει, καὶ μείζονα τούτων ποιήσει, ὅτι ἐγὼ πρὸς τὸν Πατέρα πορεύομαι. Καὶ ὅ τι ἂν αἰτήσητε ἐν τῷ ὀνόματί μου, τοῦτο ποιήσω, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Οὐκοῦν εἰ ὁ Πατὴρ δοξάζεται ἐν τῷ Υἱῷ, ὁ Υἱὸς ἂν εἴη ὁ λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί· αὐτὸς καὶ τὸ, Ὁ ἐμὲ ἑωρακὼς, ἑώρακε τὸν Πατέρα. Αὐτὸς γὰρ ὁ ταῦτα λέγων
was made. For in the beginning of the Gospel, speaking concerning John the Baptist, the Evangelist says: He was not the light, but that he might bear witness concerning the light. For, as we said before, Christ Himself was the true light, which lighteth every man that cometh into the world (John 1:8-9). For if He was in the world, and the world was made through Him, it is necessary therefore that He is the Word of God, concerning Whom he also said that all things were made through Him. For either they will be compelled to speak of two worlds, so that the one might have come into being through the Son, and the other through the Word; or, if the world is one and the creation is one, it follows also that the Son and Word before all creation is one and the same; for through Him it came into being. Therefore if, just as through the Word, so also through the Son all things came into being, nothing contrary will appear, but rather it would be the same to say, In the beginning was the Word, as, In the beginning was the Son. And if, because John did not say, In the beginning was the Son, they shall say that the attributes of the Word do not belong to the Son, it is time also that the attributes of the Son should not belong to the Word. Yet it was shown to belong to the Son, I and the Father are one (John 10:30), and that He is the One Who is in the bosom of the Father (John 1:18); and, He that beholdeth Me, beholdeth Him that sent Me (John 12:45); while it is common both to the Word and to the Son that the world came into being through Him; so that from this the Son is shown to be before the world. For of necessity the Framer is before the things that come into being. And that which is spoken to Philip also would not belong to the Word according to them, but to the Son. For Jesus said, says he: So long a time am I with you, and hast thou not known Me, Philip? He that hath seen Me, hath seen the Father. And how sayest thou, Show us the Father? Believest thou not, that I am in the Father, and the Father is in Me? The words that I speak unto you, I speak not from Myself; but the Father, Who abideth in Me, Himself doeth the works. Believe Me, that I am in the Father, and the Father in Me. Or else, believe Me for the very works' sake. Verily, verily I say unto you, he that believeth on Me, the works that I do, he also shall do, and greater than these shall he do, because I go unto the Father. And whatsoever ye shall ask in My name, this will I do, that the Father may be glorified in the Son (John 14:9-13). Therefore if the Father is glorified in the Son, the Son must be He Who says: I in the Father and the Father in Me; and He Himself is also the One Who says, He that hath seen Me, hath seen the Father. For He Himself Who speaks these things
PG 26:497Read from the page
Υἱὸν ἑαυτὸν δείκνυσιν ἐπάγων, ἵνα δοξασθῇ ὁ Πατὴρ ἐν τῷ Υἱῷ.
shows Himself to be the Son when He adds, that the Father may be glorified in the Son.
20. Εἰ μὲν οὖν τὸν ἄνθρωπον, ὃν ἐφόρεσεν ὁ Λόγος, αὐτὸν εἶναι λέγουσι τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, καὶ μὴ τὸν Λόγον Υἱόν· ὁ ἄνθρωπος ἂν εἴη ἀκολούθως ὁ ἐν τῷ Πατρὶ, ἐν ᾧ καὶ ὁ Πατὴρ ἐν αὐτῷ· καὶ ὁ ἄνθρωπος ἂν εἴη, ὁ ἓν ὢν αὐτὸς καὶ ὁ Πατὴρ, καὶ ὁ ἐν τοῖς κόλποις τοῦ Πατρὸς, καὶ τὸ φῶς τὸ ἀληθινόν. Ἀναγκασθήσονται δὲ καὶ δι' αὐτοῦ τοῦ ἀνθρώπου εἰπεῖν τὸν κόσμον γεγενῆσθαι, καὶ τὸν ἄνθρωπον εἶναι τὸν ἐλθόντα μὴ κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι αὐτόν· αὐτὸν δὲ εἶναι καὶ πρὶν Ἀβραὰμ γενέσθαι. Ἰησοῦς γὰρ, φησὶν, εἶπεν αὐτοῖς· Ἀμὴν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι. Καὶ πῶς οὐκ ἄτοπον κατ' αὐτοὺς τὸν ἐκ σπέρματος Ἀβραὰμ μετὰ δύο καὶ τεσσαράκοντα γενεὰς γενόμενον λέγειν, πρὶν Ἀβραὰμ γενέσθαι, ὑπάρχειν; Πῶς δὲ οὐκ ἄτοπον, εἰ ἡ σὰρξ, ἣν ἐφόρεσεν ὁ Λόγος, αὕτη ἐστὶν ὁ Υἱὸς, λέγειν τὴν ἐκ Μαρίας σάρκα ταύτην εἶναι, δι' ἧς ὁ κόσμος ἐγένετο; Πῶς δὲ φήσουσι καὶ τὸ, Ἐν τῷ κόσμῳ ἦν; Τὸ γὰρ πρὸ τῆς κατὰ σάρκα γενέσεως τοῦ Υἱοῦ σημαίνων ὁ εὐαγγελιστὴς, ἐπήγαγε λέγων, Ἐν τῷ κόσμῳ ἦν. Πῶς δὲ εἰ μὴ ὁ Λόγος Υἱός ἐστιν, ἀλλ' ὁ ἄνθρωπος Υἱὸς, δύναται τὸν κόσμον σῶσαι, εἷς ὢν καὶ αὐτὸς τοῦ κόσμου; Εἰ δὲ ἀναισχυντοῖεν ἐπὶ τούτοις, ποῦ ἔσται ὁ Λόγος, τοῦ ἀνθρώπου ὄντος ἐν τῷ Πατρί; Πόστος δὲ ἔσται ὁ Λόγος πρὸς τὸν Πατέρα, τοῦ ἀνθρώπου καὶ τοῦ Πατρὸς ἓν ὄντων; Εἰ δὲ ὁ ἄνθρωπος μονογενής ἐστι, πόστος ἔσται ὁ Λόγος; Ἢ γὰρ δεύτερον εἶναι αὐτὸν λέξειέ τις· ἢ εἰ ὑπὲρ τὸ Μονογενές ἐστιν, αὐτὸς ἂν εἴη ὁ Πατήρ. Ὥσπερ γὰρ εἷς ἐστιν ὁ Πατὴρ, οὕτως ἓν καὶ τὸ ἐξ αὐτοῦ Μονογενές. Τί δὲ καὶ πλέον ὁ Λόγος ἔχει τοῦ ἀνθρώπου, εἴ γε οὐχ ὁ Λόγος Υἱός ἐστι; Διὰ μὲν γὰρ Υἱοῦ καὶ τοῦ Λόγου ὁ κόσμος γεγενῆσθαι γέγραπται, καὶ κοινόν ἐστι τῷ τε Λόγῳ καὶ τῷ Υἱῷ τὸ δημιουργεῖν τὸν κόσμον· τὸ δὲ ὁρᾶν τὸν Πατέρα οὐκ ἔτι ἐν τῷ Λόγῳ γέγραπται, ἀλλ' ἐν τῷ Υἱῷ· καὶ τὸ σώζειν τὸν κόσμον οὐκέτι διὰ τοῦ Λόγου ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς Υἱοῦ. Εἶπε γὰρ, φησὶν, ὁ Ἰησοῦς· Τοσοῦτον χρόνον μεθ' ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε; Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Καὶ τὸν Πατέρα δὲ οὐχ ὁ Λόγος γέγραπται γινώσκειν, ἀλλ' ὁ Υἱός· ὁρᾷν δὲ τὸν Πατέρα οὐχ ὁ Λόγος εἴρηται, ἀλλ' ὁ μονογενὴς Υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός.
20. If then they say that the man, whom the Word wore, is Himself the only-begotten Son of God, and that the Word is not the Son, the man would consequently be the One Who is in the Father, in whom the Father also is in him; and the man would be the One who is one, himself and the Father, and the One who is in the bosom of the Father, and the true light. And they will be compelled to say that through this very man the world came into being, and that the man is the One who came not to judge the world, but to save it (John 12:47); and that he also was before Abraham came into being. For Jesus, says he, said unto them: Verily, verily I say unto you, before Abraham came into being, I am (John 8:58). And how is it not absurd according to them to say that he who came into being from the seed of Abraham after two and forty generations subsisted before Abraham came into being? And how is it not absurd, if the flesh, which the Word wore, is itself the Son, to say that this flesh from Mary is that through which the world was made? And how will they also explain the saying, He was in the world (John 1:10)? For the evangelist, signifying His existence before the generation of the Son according to the flesh, added, saying, He was in the world. And how, if the Word is not the Son, but the man is the Son, can he save the world, being himself also one of the world? And if they should be shameless over these things, where will the Word be, since the man is in the Father? And in what rank will the Word be in relation to the Father, when the man and the Father are one? And if the man is only-begotten, in what rank will the Word be? For either one would say that He is second; or if He is above the Only-begotten, He Himself would be the Father. For just as the Father is one, so also the Only-begotten from Him is one. And what more does the Word even have than the man, if indeed the Word is not the Son? For it is written that the world has come into being through both the Son and the Word, and to frame the world is common both to the Word and to the Son; yet to see the Father is no longer written in the case of the Word, but in the case of the Son; and to save the world was not said to be through the Word, but through the only-begotten Son. For Jesus said, says he: So long a time am I with you, and hast thou not known Me, Philip? He that hath seen Me, hath seen the Father (John 14:9). And not the Word, but the Son, is written to know the Father; and not the Word is said to see the Father, but the only-begotten Son Who is in the bosom of the Father (John 1:18).
21. Τί δὲ πλέον εἰς σωτηρίαν ἡμῶν ὁ Λόγος συμβάλλεται μᾶλλον τοῦ Υἱοῦ, εἴ γε κατ' αὐτοὺς ἄλλος ἐστὶν ὁ Υἱὸς, καὶ ἄλλος ὁ Λόγος; Πιστεύειν γὰρ ἡμᾶς οὐκ εἰς τὸν Λόγον, ἀλλ' εἰς τὸν Υἱὸν πρόσταξίς ἐστι.
21. And what more does the Word contribute towards our salvation rather than the Son, if indeed according to them the Son is one, and the Word is another? For the command is that we believe not on the Word, but on the Son.
PG 26:500Read from the page
Φησὶ γὰρ ὁ Ἰωάννης· Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν. Καὶ τὸ ἅγιον δὲ βάπτισμα, ἐν ᾧ πάσης πίστεως ἡμῶν ἡ σύστασις ὁρμεῖ, οὐκ εἰς Λόγον, ἀλλ' εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα δίδοται. Εἴπερ οὖν κατ' αὐτοὺς ἄλλος ἐστὶν ὁ Λόγος, καὶ ἄλλος ὁ Υἱὸς, καὶ οὐκ ἔστιν Υἱὸς ὁ Λόγος, οὐδὲν πρὸς τὸν Λόγον τὸ βάπτισμα. Πῶς οὖν σύνεστιν ὁ Λόγος κατ' αὐτοὺς τῷ Πατρὶ, οὐ συνὼν αὐτῷ ἐν τῇ τοῦ βαπτίσματος δόσει; Ἀλλ' ἴσως ἂν εἴποιεν. Ἐν τῷ τοῦ Πατρὸς ὀνόματι περιέχεται καὶ ὁ Λόγος. Διὰ τί οὖν οὐχὶ καὶ τὸ Πνεῦμα; Ἢ ἐκτὸς τοῦ Πατρὸς τὸ Πνεῦμα; Καὶ ἄνθρωπος μὲν, εἴπερ οὐκ ἔστιν Υἱὸς ὁ Λόγος, μετὰ τὸν Πατέρα ὀνομάζεται, τὸ δὲ Πνεῦμα μετὰ τὸν ἄνθρωπον· οὐκ ἔτι δὲ οὐδὲ εἰς τριάδα κατ' αὐτοὺς ἡ μονὰς πλατύνεται, ἀλλ' εἰς τετράδα, Πατέρα, καὶ Λόγον, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον. Ἐν τούτοις δὴ αἰσχυνόμενοι, εἰς ἕτερον καταφεύγουσι, καί φασι μὴ τὸν ἄνθρωπον καθ' ἑαυτὸν, ὃν ἐφόρεσεν ὁ Κύριος, ἀλλὰ τὸ συναμφότερον, τόν τε Λόγον καὶ τὸν ἄνθρωπον, εἶναι Υἱόν· συνημμένα γὰρ ἀμφότερα Υἱὸς, ὡς αὐτοὶ λέγουσιν, ὀνομάζεται. Τί τοίνυν τίνος αἴτιον, καὶ πότερος πότερον Υἱὸν κατεσκεύασεν; Ἢ, ἵνα λευκότερον εἴποιμι, ἆρα διὰ τὴν σάρκα ὁ Λόγος Υἱός; ἢ διὰ τὸν Λόγον ἡ σὰρξ Υἱὸς λέγεται; Ἢ οὐδ' ὁπότερον τούτων, ἀλλ' ἡ ἀμφοῖν σύνοδος; Εἰ μὲν οὖν ὁ Αόγος διὰ τὴν σάρκα, ἀνάγκη τὴν σάρκα εἶναι Υἱὸν, καὶ ἀκολουθεῖ τὰ ἄτοπα, ὅσα προείρηται ἐκ τοῦ λέγειν τὸν ἄνθρωπον Υἱόν· εἰ δὲ διὰ τὸν Λόγον ἡ σὰρξ Υἱὸς λέγεται, καὶ πρὸ τῆς σαρκὸς πάντως ὁ Λόγος ὢν Υἱὸς ἦν. Πῶς γὰρ οἷόν τε υἱοποιεῖν τινα ἑτέρους, μὴ ὄντα αὐτὸν υἱὸν, ὄντος μάλιστα πατρός; Εἰ μὲν οὖν ἑαυτῷ υἱοποιεῖ, Πατὴρ αὐτὸς ἂν εἴη· εἰ δὲ τῷ Πατρὶ, ἀνάγκη αὐτὸν εἶναι Υἱὸν, μᾶλλον δὲ αὐτὸν εἶναι τὸν Υἱὸν, δι' ὃν καὶ οἱ ἄλλοι υἱοποιοῦνται.
For John says: He that believeth on the Son hath everlasting life; and he that obeyeth not the Son shall not see life (John 3:36). And holy baptism also, wherein the constitution of all our faith is anchored, is given not into the Word, but into the Father and the Son and the Holy Spirit. If indeed therefore according to them the Word is one, and the Son is another, and the Word is not the Son, baptism has nothing to do with the Word. How then is the Word together with the Father according to them, when He is not together with Him in the giving of baptism? But perhaps they might say: In the name of the Father the Word also is included. Why then not the Spirit also? Or is the Spirit outside the Father? And the man on the one hand, if indeed the Word is not the Son, is named after the Father, and the Spirit on the other hand after the man; and no longer is the Monad expanded according to them into a Triad, but into a Tetrad: Father, and Word, and Son, and Holy Spirit. Being ashamed then at these things, they flee to another subterfuge, and say that not the man by himself, whom the Lord wore, but the combination of both, both the Word and the man, is the Son; for both joined together, as they themselves say, are named Son. Which then is the cause of which, and which of the two constituted the other as Son? Or, that I may speak more plainly, is the Word the Son on account of the flesh; or is the flesh called Son on account of the Word? Or is it neither of these, but the concurrence of both? If then the Word is so on account of the flesh, of necessity the flesh is the Son, and all the absurdities follow which have been stated before from calling the man the Son; but if the flesh is called Son on account of the Word, then altogether even before the flesh the Word, being, was the Son. For how is it possible for anyone to adopt others as sons, not being himself a son, especially when there is a father? If then He adopts them as sons for Himself, He Himself would be the Father; but if for the Father, of necessity He Himself is the Son, or rather He Himself is the Son, through Whom the others also are adopted as sons.
22. Ἐπεὶ εἰ, μὴ ὄντος αὐτοῦ Υἱοῦ, ἡμεῖς υἱοί ἐσμεν, ἡμῶν ἂν εἴη ὁ Θεὸς Πατὴρ, καὶ οὐκ αὐτοῦ. Πῶς οὖν ἰδιοποιεῖται μᾶλλον λέγων, Ὁ Πατήρ μου, καὶ, Ἐγὼ ἐκ τοῦ Πατρός; Εἰ γὰρ κοινὸς πάντων Πατὴρ, οὐ μόνου αὐτοῦ Πατὴρ, οὐδὲ μόνος αὐτὸς ἐξῆλθεν ἐκ τοῦ Πατρός. Λέγει δέ ποτε καὶ ἡμῶν αὐτὸν λέγεσθαι Πατέρα, διὰ τὸ αὐτὸν κεκοινωνηκέναι τῇ ἡμετέρᾳ σαρκί. Διὰ τοῦτο γὰρ γέγονεν ὁ Λόγος σὰρξ, ἵν', ἐπειδὴ ὁ Λόγος ἐστὶν Υἱὸς, διὰ τὸν ἐνοικοῦντα ἐν ἡμῖν Υἱὸν λέγηται καὶ ἡμῶν Πατήρ. Ἀπέστειλε γὰρ, φησὶ, τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐ-
22. Since if, He not being the Son, we are sons, God would be our Father, and not His. How then does He rather claim Him as His own, saying, My Father (John 5:17), and, I came forth from the Father (John 16:28)? For if He is the common Father of all, He is not His Father alone, nor did He alone come forth from the Father. Yet He says that at times He is called our Father also, on account of His having partaken of our flesh. For on this account the Word became flesh, that, since the Word is the Son, on account of the Son dwelling in us He might be called our Father also. For He sent forth, says he, the Spirit of His Son
Notes, col. 500

On the reading

Printed Αόγος, for Λόγος.

PG 26:501Read from the page
τοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον, Ἀββᾶ, ὁ Πατήρ. Οὐκοῦν ὁ ἐν ἡμῖν Υἱὸς, τὸν ἴδιον Πατέρα ἐπικαλούμενος, καὶ ἡμῶν αὐτῶν ποιεῖ Πατέρα λέγεσθαι. Ἀμέλει ὧν οὐκ ἔστιν εἰς τὰς καρδίας ὁ Υἱὸς, τούτων οὐδὲ Πατὴρ ὁ Θεὸς ἂν λεχθείη. Εἴπερ οὖν διὰ τὸν Λόγον ὁ ἄνθρωπος λέγεται Υἱὸς, ἀνάγκη πᾶσα, λεγομένων καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῶν παλαιῶν υἱῶν, εἶναι καὶ πρὸ τῆς ἐπιδημίας τὸν Λόγον Υἱόν. Υἱοὺς γὰρ, φησὶν, ἐγέννησα· καὶ ἐπὶ Νῶε· Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ· καὶ ἐν τῇ Ὠδῇ· Οὐκ αὐτὸς οὗτός σου Πατήρ; Οὐκοῦν ἦν καὶ ὁ ἀληθῶς Υἱὸς, δι' ὃν κἀκεῖνοι υἱοί. Εἰ δὲ κατ' ἐκείνους πάλιν οὐδ' ὁπότερον τούτων Υἱὸς, ἀλλὰ διὰ τὴν ἀμφοῖν σύνοδον, ἀνάγκη μηδ' ὁπότερον εἶναι Υἱόν· φημὶ δὴ, μήτε τὸν Λόγον, μήτε τὸν ἄνθρωπον, ἀλλά τινα αἰτίαν, δι' ἣν καὶ συνήφθησαν· καὶ οὕτω δὲ προηγήσεται ἡ αἰτία τῆς συνάψεως, ἥτις Υἱὸν ποιεῖ. Οὐκοῦν καὶ κατὰ τοῦτο πρὸ τῆς σαρκὸς προῆν ὁ Υἱός. Τούτων δὴ λεγομένων, εἰς ἕτερον καταφεύξονται, λέγοντες μὴ τὸν ἄνθρωπον εἶναι Υἱὸν, μηδὲ τὸ συναμφότερον, ἀλλὰ τὸν Λόγον ἐν ἀρχῇ μὲν εἶναι Λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησε, τότε ὠνομάσθαι Υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι Υἱὸν, ἀλλὰ Λόγον μόνον· καὶ ὥσπερ ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ ὢν πρότερον σὰρξ, οὕτως ὁ Λόγος Υἱὸς γέγονεν, οὐκ ὢν πρότερον Υἱός. Ταῦτα μὲν ἐκείνων τὰ φλυαρήματα· ἔχει δὲ τὸν ἔλεγχον ἐναργῆ.
into our hearts, crying, Abba, Father (Gal. 4:6). Therefore the Son Who is in us, calling upon His own Father, causes Him to be called the Father of us ourselves also. Assuredly, those in whose hearts the Son is not, of them neither could God be called Father. If indeed therefore on account of the Word the man is called Son, there is every necessity, since the men of old even before the incarnation were called sons, that even before the sojourn the Word was the Son. For I have begotten sons, says He (Isa. 1:2); and in the time of Noah: When the sons of God saw (Gen. 6:2); and in the Ode: Is not this Himself thy Father (Deut. 32:6)? Therefore there was also the true Son, through Whom those men also were sons. But if again according to them neither of these two is the Son, but He is so on account of the concurrence of both, of necessity neither of the two is the Son; I mean, neither the Word, nor the man, but some cause on account of which they were also joined together; and thus too the cause of the conjunction, which makes the Son, will precede. Therefore according to this also the Son pre-existed before the flesh. When these things then are said, they will flee to another subterfuge, saying that the man is not the Son, nor is the combination of both, but that the Word in the beginning was simply the Word; and when He became man, then He was named Son; for before the manifestation He was not the Son, but the Word only; and just as the Word became flesh, not being flesh before, so the Word has become Son, not being Son before. Such are their babblings; yet they have a clear refutation.
23. Εἰ γὰρ ὅλως ἐνανθρωπήσας γέγονεν Υἱὸς, ἡ ἐνανθρώπησις αἰτία. Καὶ εἰ ὁ ἄνθρωπος αἴτιος τοῦ εἶναι αὐτὸν Υἱὸν, ἢ τὸ συναμφότερον, καὶ τὰ αὐτὰ ἄτοπα ἀπαντήσει. Ἔπειτα, εἰ πρῶτον Λόγος, καὶ ὕστερον Υἱὸς, φανήσεται ὕστερον ἐγνωκὼς τὸν Πατέρα, καὶ οὐ πρότερον. Οὐ γὰρ ᾗ Λόγος γινώσκει, ἀλλ' ᾗ Υἱός. Οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός. Ἀπαντήσει δὲ καὶ τοῦτο, ὅτι ὕστερον ἐν κόλποις τοῦ Πατρὸς γέγονε, καὶ ὕστερον αὐτὸς καὶ ὁ Πατὴρ ἓν γεγόνασι, καὶ ὕστερον τὸ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ταῦτα γὰρ πάντα ἐπὶ Υἱοῦ ἐλέχθη. Ἐκ δὴ τούτων ἀναγκασθήσονται εἰπεῖν· Οὐδὲν ἦν ὁ Λόγος, ἀλλ' ὄνομα μόνον. Οὔτε γὰρ ἐν ἡμῖν μετὰ τοῦ Πατρὸς, οὔτε ὁ τὸν Λόγον ἑωρακὼς ἔβλεπε τὸν Πατέρα, οὔτε ὅλως τινὶ ἐγνώσθη ὁ Πατήρ· διὰ γὰρ Υἱοῦ γινώσκεται ὁ Πατήρ· οὕτω γὰρ καὶ γέγραπται, Καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Μήπω δὲ ὄντος τοῦ Λόγου Υἱοῦ, οὐδέπω τις ἐγίνωσκε τὸν Πατέρα. Πῶς οὖν Μωσεῖ, πῶς τοῖς πατράσιν ὤφθη; Αὐτὸς γὰρ ἐν ταῖς Βασιλείαις φησίν· Ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς πάντας τοὺς πατέρας ὑμῶν. Εἰ δὲ ἀπεκαλύφθη Θεὸς, δῆ-
23. For if at all having become man He has become Son, the incarnation is the cause. And if the man is the cause of His being the Son, or the combination of both, the same absurdities will also meet them. Next, if He is first Word, and afterwards Son, He will appear to have known the Father afterwards, and not before. For He does not know Him insofar as He is Word, but insofar as He is Son. For no one knoweth the Father, save the Son (Matt. 11:27). And this also will meet them, that afterwards He came to be in the bosom of the Father, and afterwards He and the Father became one, and afterwards came the saying, He that hath seen Me, hath seen the Father (John 14:9). For all these things were spoken in the case of the Son. From these things then they will be compelled to say: The Word was nothing, save a name only. For neither was He in us with the Father, nor did he who had seen the Word behold the Father, nor was the Father known to anyone at all; for through the Son the Father is known; for so also it is written, And to whomsoever the Son shall reveal Him (Matt. 11:27). And when the Word was not yet Son, no one yet knew the Father. How then did He appear to Moses, how to the fathers? For He Himself in the Books of the Kingdoms says: Having been revealed I was revealed unto all your fathers (1 Sam. 2:27). But if God was revealed, it is plain