Migne Reading Room

PG 26 · cols. 480–489 · Read from the page

Fourth Oration against the Arians

Fourth Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:480Read from the page
ἀρνοῦνται αὐτὸν εἶναι Υἱὸν, καὶ κατ' ἐπίνοιαν Υἱὸν λέγεσθαι τὸν Λόγον βούλονται, ἐξ ἴσου κενοβατοῦντες.
deny Him to be Son, and wish the Word to be called Son according to conception, equally treading upon emptiness.
9. Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Τὰ δύο ἓν εἶναί φατε, ἢ τὸ ἓν διώνυμον, ἢ πάλιν τὸ ἓν εἰς δύο διῃρῆσθαι. Εἰ μὲν οὖν τὸ ἓν εἰς δύο διῄρηται, ἀνάγκη σῶμα εἶναι τὸ διαιρεθὲν, καὶ μηδέτερον τέλειον, μέρος γὰρ ἑκάτερον καὶ οὐχ ὅλον· εἰ δὲ τὸ ἓν διώνυμον, Σαβελλίου τὸ ἐπιτήδευμα, τὸν αὐτὸν Υἱὸν καὶ Πατέρα λέγοντος, καὶ ἑκάτερον ἀναιροῦντος, ὅτε μὲν Υἱὸς, τὸν Πατέρα, ὅτε δὲ Πατὴρ, τὸν Υἱόν. Εἰ δὲ τὰ δύο ἓν, ἀνάγκη δύο μὲν εἶναι, ἓν δὲ κατὰ τὴν θεότητα, καὶ κατὰ τὸ ὁμοούσιον εἶναι τὸν Υἱὸν τῷ Πατρὶ, καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς εἶναι τὸν Λόγον· ὥστε δύο μὲν εἶναι, ὅτι Πατήρ ἐστι καὶ Υἱὸς, ὅ ἐστι Λόγος, ἓν δὲ, ὅτι εἷς Θεός. Εἰ γὰρ μὴ οὕτως ἐστὶν, ἔδει εἰπεῖν, Ἐγώ εἰμι ὁ Πατὴρ, ἢ, Ἐγὼ καὶ ὁ Πατήρ εἰμι. Νῦν δὲ ἐν τῷ, Ἐγὼ, τὸν Υἱὸν σημαίνει· ἐν δὲ τῷ, καὶ ὁ Πατὴρ, τὸν γεννήσαντα· ἐν δὲ τῷ, ἓν, τὴν μίαν θεότητα καὶ τὸ ὁμοούσιον αὐτοῦ. Οὐ γὰρ καθ' Ἕλληνας ὁ αὐτὸς σοφός καὶ σοφία ἐστὶν, ἢ ὁ αὐτὸς Πατὴρ καὶ Λόγος ἐστίν· ἀπρεπὲς γὰρ αὐτὸν ἑαυτοῦ πατέρα εἶναι· ἡ δὲ θεία διδασκαλία οἶδε Πατέρα καὶ Υἱὸν, καὶ σοφὸν καὶ σοφίαν, καὶ Θεὸν καὶ Λόγον· καθόλου μέντοι φυλάττει ἀδιαίρετον, καὶ ἀδιάσπαστον, καὶ ἀμέριστον κατὰ πάντα.
9. I and the Father are one (John 10:30). Do you say that the two are one, or that the one has two names, or again that the one has been divided into two? If then the one has been divided into two, that which was divided must of necessity be a body, and neither of the two be perfect, for each is a part and not a whole; but if the one has two names, this is the contrivance of Sabellius, who says that the same is Son and Father, and does away with either, the Father when He is Son, and the Son when He is Father. But if the two are one, of necessity they are two indeed, yet one according to the Godhead, and according to the Son's being consubstantial with the Father, and the Word's being from the Father Himself; so that they are two indeed, because there is Father and Son, which is the Word, yet one, because there is one God. For if it is not thus, He ought to have said, I am the Father, or, I and the Father am. But as it is, in the word, I, He signifies the Son; and in the words, and the Father, Him Who begot; and in the word, one, the one Godhead and His consubstantiality. For not, as among the Greeks, is the same one wise and wisdom, or the same one Father and Word; for it is unseemly for Him to be His own father; but the divine teaching knows Father and Son, and wise and wisdom, and God and Word; yet altogether it guards Him indivisible, and inseparable, and unparted in all respects.
10. Ἐὰν δὲ, ὅτι δύο ἐστὶν ὁ Πατὴρ καὶ ὁ Υἱὸς, ἀκούων τις διαβάλλοι, ὡς δύο θεῶν καταγγελλομένων (τοιαῦτα γάρ τινες ἑαυτοῖς ἀναπλάττονται, καὶ εὐθέως γελῶσιν, ὅτι Δύο θεοὺς λέγετε)· λεκτέον πρὸς τοὺς τοιούτους· Εἰ ὁ Πατέρα καὶ Υἱὸν γινώσκων δύο θεοὺς λέγει, ὥρα καὶ τὸν λέγοντα ἕνα, ἀναιρεῖν τὸν Υἱὸν, καὶ Σαβελλίζειν. Εἰ γὰρ ὁ λέγων δύο, Ἑλληνίζει, οὐκοῦν ὁ λέγων ἓν Σαβελλίζει. Τοῦτο δὲ οὐκ ἔστι· μὴ γένοιτο! ἀλλ' ὥσπερ ὁ λέγων Πατέρα καὶ Υἱὸν δύο ἕνα Θεὸν λέγει, οὕτως ὁ λέγων ἕνα Θεὸν δύο φρονείτω Πατέρα καὶ Υἱὸν, ἓν ὄντας τῇ θεότητι, καὶ τῷ ἐξ αὐτοῦ ἀμέριστον καὶ ἀδιαίρετον καὶ ἀχώριστον εἶναι τὸν Λόγον ἀπὸ τοῦ Πατρός. Ἔστω δὲ παράδειγμα ἀνθρώπινον, τὸ πῦρ καὶ τὸ ἐξ αὐτοῦ ἀπαύγασμα, δύο μὲν τῷ εἶναι καὶ ὁρᾶσθαι, ἓν δὲ τῷ ἐξ αὐτοῦ καὶ ἀδιαίρετον εἶναι τὸ ἀπαύγασμα αὐτοῦ.
10. But if anyone, hearing that the Father and the Son are two, should slander us as though two gods were being proclaimed (for some fashion such things for themselves, and straightway laugh, saying, You speak of two gods), one must say to such persons: If he who acknowledges Father and Son speaks of two gods, then it is time for him who speaks of one to do away with the Son, and to Sabellianize. For if he who speaks of two Hellenizes, then he who speaks of one Sabellianizes. Yet this is not so; God forbid! But just as he who speaks of Father and Son as two speaks of one God, so let him who speaks of one God think of two, Father and Son, being one in the Godhead, and in the Word's being from Him unparted and indivisible and inseparable from the Father. And let there be a human illustration, fire and the radiance from it: two indeed in being and in being seen, yet one in that the radiance of it is from it and indivisible.
Notes, col. 480

On the reading

Printed σοφός, for σοφὸς.

PG 26:481Read from the page
11. Εἰς τὴν αὐτὴν μὲν ἄνοιαν τοῖς Ἀρειανοῖς πίπτουσι· κἀκεῖνοι γάρ φασι δι' ἡμᾶς αὐτὸν ἐκτίσθαι, ἵνα ἡμᾶς κτίσῃ, ὥσπερ τοῦ Θεοῦ περιμένοντος τὴν ἡμετέραν κτίσιν, ἵνα ἢ προβάληται κατ' ἐκείνους, ἢ κτίσῃ κατὰ τούτους. Ἀρειανοὶ μὲν οὖν πλέον ἡμῖν ἢ τῷ Υἱῷ χαρίζονται· οὐ γὰρ ἡμεῖς δι' ἐκεῖνον, φασὶν, ἀλλ' ἐκεῖνος δι' ἡμᾶς γέγονεν· εἴγε διὰ τοῦτο ἐκτίσθη καὶ ὑπέστη, ἵνα ἡμᾶς δι' αὐτοῦ κτίσῃ ὁ Θεός. Οὗτοι δὲ, ἐξ ἴσου ἢ καὶ μειζόνως ἀσεβοῦντες, ἔλαττον τῷ Θεῷ ἢ ἡμῖν διδόασιν. Ἡμεῖς γὰρ πολλάκις καὶ σιωπῶντες μὲν, ἐνθυμούμενοι δὲ ἐνεργοῦμεν, ὥστε τὰ ἐκ τῆς ἐνθυμήσεως καὶ εἰδωλοποιεῖσθαι· τὸν δὲ Θεὸν, σιωπῶντα μὲν ἀνενέργητον, λαλοῦντα δὲ ἰσχύειν αὐτὸν βούλονται· εἴγε σιωπῶν μὲν οὐκ ἠδύνατο ποιεῖν, λαλῶν δὲ κτίζειν ἤρξατο. Ἐρέσθαι γὰρ αὐτοὺς δίκαιον, εἰ ὁ Λόγος, ἐν τῷ Θεῷ ὢν, τέλειος ἦν, ὥστε καὶ ποιεῖν δύνασθαι. Εἰ μὲν οὖν ἀτελὴς ἦν, ἐν Θεῷ ὢν, γεννηθεὶς δὲ τέλειος γέγονεν· ἡμεῖς αἴτιοι τῆς τελειότητος αὐτοῦ, εἴγε δι' ἡμᾶς γεγέννηται, δι' ἡμᾶς γὰρ καὶ τὸ δύνασθαι ποιεῖν προσείληφεν· εἰ δὲ τέλειος ἦν ἐν Θεῷ, ὥστε καὶ ποιεῖν δύνασθαι, περιττὴ ἡ γέννησις αὐτοῦ· ἐδύνατο γὰρ, καὶ ἐν Πατρὶ ὢν, δημιουργεῖν· ὥστε ἢ οὐ γεγέννηται, ἢ γεγέννηται οὐ δι' ἡμᾶς, ἀλλ' ὅτι ἀεὶ ἐκ τοῦ Πατρός ἐστιν. Ἡ γὰρ γέννησις αὐτοῦ οὐ τὴν ἡμῶν κτίσιν δείκνυσιν, ἀλλὰ τὸ ἐκ Θεοῦ εἶναι· ἦν γὰρ καὶ πρὸ τῆς κτίσεως ἡμῶν.
11. They fall into the same folly as the Arians; for those also say that He was created on our account, that He might create us, as though God were waiting for our creation, that He might either put Him forth according to those, or create Him according to these. The Arians, then, grant more to us than to the Son; for not we on His account, say they, but He on our account came to be; if indeed He was created and subsisted for this reason, that God might create us through Him. And these, being equally or even more impious, give less to God than to us. For we oftentimes even when silent, yet pondering within ourselves, are active, so that the things resulting from our pondering are even formed into images; whereas they wish God, when silent, to be inactive, and to have strength only when speaking; if indeed when silent He was unable to make, and when speaking He began to create. For it is just to ask them whether the Word, being in God, was perfect, so as also to be able to make. If then He was imperfect when being in God, and having been begotten became perfect, we are the causes of His perfection, if indeed He has been begotten on our account, for on our account He has also received the ability to make; but if He was perfect in God, so as also to be able to make, His generation is superfluous; for He was able, even when being in the Father, to fashion; so that either He has not been begotten, or He has been begotten not on our account, but because He is ever from the Father. For His generation shows not our creation, but His being from God; for He was even before our creation.
12. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ Πατρὸς τολμῶντες φανήσονται. Εἰ γὰρ σιωπῶν οὐκ ἠδύνατο ποιεῖν, ἀνάγκη προσειληφέναι αὐτὸν δύναμιν γεννήσαντα, ὅ ἐστι, λαλήσαντα. Καὶ πόθεν προσείληφε; καὶ διὰ τί; Εἰ δὲ ἠδύνατο, ἔχων ἐν ἑαυτῷ τὸν Λόγον, ποιεῖν, περιττῶς γεννᾷ, δυνάμενος καὶ σιωπῶν ποιεῖν. Ἔπειτα, εἰ πρὸ τοῦ γεννηθῆναι, ἐν τῷ Θεῷ ἦν ὁ Λόγος, ἄρα γεννηθεὶς ἐκτὸς καὶ ἔξω τοῦ Θεοῦ ἐστιν. Εἰ δὲ τοῦτο, πῶς νῦν λέγει· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί; Εἰ δὲ νῦν ἐν τῷ Πατρί ἐστιν, ἄρα ἀεὶ ἦν ἐν τῷ Πατρὶ, ὥσπερ καὶ νῦν ἐστι, καὶ περιττὸν τὸ λέγειν, Δι' ἡμᾶς γεγέννηται, καὶ μεθ' ἡμᾶς ἀνατρέχει, ἵνα ᾖ ὥσπερ ἦν. Οὐ γὰρ ἦν ὅπερ οὐκ ἔστι νῦν, οὐδέ ἐστιν ὅπερ οὐκ ἦν· ἀλλ' ἔστιν ὥσπερ ἦν ἀεὶ, καὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων· ἐπεὶ ἀτελὴς καὶ τρεπτὸς φανήσεται. Εἰ γὰρ, ὅπερ ἦν,
12. And they will be seen daring the same thing concerning the Father also. For if when silent He was unable to make, He must of necessity have received power upon having begotten, that is, having spoken. And whence has He received it? And wherefore? But if, having the Word in Himself, He was able to make, He begets superfluously, since He is able to make even when silent. Next, if before being begotten the Word was in God, then having been begotten He is outside and without God. And if this is so, how does He now say, I in the Father, and the Father in Me (John 14:10)? But if He is now in the Father, then He was ever in the Father, just as He also now is, and it is superfluous to say, He has been begotten on our account, and after us He runs back, that He may be as He was. For He was not what He is not now, nor is He what He was not; but He is just as He ever was, both holding in like manner and in the same state; since otherwise He will be seen to be imperfect and mutable. For if what He was,
PG 26:484Read from the page
τοῦτ' ἔσται μετὰ ταῦτα, ὡς νῦν οὐκ ὤν· δῆλον, ὅτι οὐκ ἔστι νῦν, ὅπερ ἦν καὶ ἔσται. Λέγω δέ· Εἰ ἐν Θεῷ ἦν πρότερον, καὶ μετὰ ταῦτα πάλιν ἔσται· δῆλον, ὅτι οὐκ ἔστι νῦν ἐν τῷ Θεῷ ὁ Λόγος. Ἀλλ' ἐλέγχει τούτους ὁ Κύριος λέγων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· οὕτω γάρ ἐστι νῦν, ὥσπερ ἦν ἀεί. Εἰ δὲ οὕτω νῦν ἐστιν, ὥσπερ ἦν ἀεί· δῆλον, ὅτι οὐ ποτὲ μὲν ἐγεννᾶτο, ποτὲ δὲ οὔ· οὐδὲ ποτέ μὲν ἐν Θεῷ ἡσυχία ἦν, ποτὲ δὲ ἐλάλει· ἀλλ' ἔστιν ἀεὶ Πατὴρ, καὶ Υἱὸς ὁ τούτου Λόγος, οὐκ ὀνόματι μόνον Λόγος, οὐδὲ κατ' ἐπίνοιαν Υἱὸς ὁ Λόγος, ἀλλ' ὑπάρχων ὁμοούσιος τῷ Πατρί· οὐ δι' ἡμᾶς γεννηθείς· ἡμεῖς γὰρ δι' ἐκεῖνον γεγόναμεν. Ἐπεὶ εἰ δι' ἡμᾶς ἐγεννήθη, καὶ ἐν τῷ γεγεννῆσθαι αὐτὸν ἐκτίσθημεν, καὶ τῇ γεννήσει αὐτοῦ συνέστηκεν ἡ κτίσις, ἀνατρέχει δὲ ἵνα ᾖ ὅπερ πρότερον ἦν· πρῶτον μὲν ἔσται πάλιν μὴ γεννωμενος ὁ γεννηθείς. Εἰ γὰρ ἡ πρόοδος αὐτοῦ γέννησίς ἐστιν, ἡ ἀναδρομὴ πάλιν παῦλα τῆς γεννήσεως· γενομένου γὰρ αὐτοῦ ἐν τῷ Θεῷ, σιωπήσσι πάλιν ὁ Θεός. Εἰ δὲ σιωπήσει, ἔσται ὅπερ ἦν, σιωπῶντος αὐτοῦ, ἡσυχία, καὶ οὐ κτίσις· παύσεται ἄρα ἡ κτίσις. Ὥσπερ γὰρ προελθόντος τοῦ Λόγου, γέγονεν ἡ κτίσις, καὶ ὑπῆρξεν· οὕτω παλινδρομοῦντος τοῦ Λόγου, οὐχ ὑπάρξει ἡ κτίσις. Τίς οὖν χρεία τοῦ γενέσθαι, εἰ παύσεται; Ἢ τί καὶ ἐλάλει ὁ Θεὸς, ἵνα μετὰ ταῦτα σιωπήσῃ; Τί δὲ προεβάλλετο, ὃν ἀνακαλεῖται; Τί δὲ καὶ ἐγέννα, οὗ τὴν γέννησιν παύσειν ἤθελε; Τί δὲ πάλιν ἔσται, ἄδηλον. Ἢ γὰρ σιωπήσει ἀεὶ, ἢ πάλιν γεννήσει, καὶ ἑτέραν κτίσιν ἐπινοήσει· οὐ γὰρ τὴν αὐτὴν ποιήσει· ἢ γὰρ ἂν διέμεινεν ἡ γενομένη· ἀλλ' ἑτέραν· ἀκολούθως δὲ καὶ ταύτην παύσει, καὶ ἑτέραν ἐπινοήσει, καὶ τοῦτο εἰς ἄπειρον.
this He will be hereafter, as not being so now, it is plain that He is not now what He was and will be. I mean this: If He was in God formerly, and hereafter will be again, it is plain that the Word is not now in God. But the Lord refutes these men, saying, I in the Father, and the Father in Me (John 14:10); for thus He is now, just as He ever was. And if He is thus now, just as He ever was, it is plain that it was not that at one time He was being begotten, and at another time not; nor was there at one time silence in God, and at another time He spoke; but there is ever Father, and His Word is Son, not Word in name only, nor is the Word Son according to conception, but existing consubstantial with the Father; not begotten on our account, for we came to be on His account. Since if He was begotten on our account, and in His having been begotten we were created, and by His generation the creation consisted, and He runs back that He may be what He formerly was: first, He Who was begotten will again be unbegotten. For if His progression is generation, His running back again is a cessation of generation; for when He has come to be in God, God will be silent again. And if He shall be silent, there will be what there was when He was silent, silence, and not creation; the creation therefore will cease. For just as when the Word went forth, the creation came to be, and subsisted; so when the Word runs back again, the creation will not subsist. What need then was there for it to come to be, if it shall cease? Or why too did God speak, that after these things He might be silent? And why did He put forth Him Whom He recalls? And why too did He beget Him Whose generation He wished to make to cease? And what will be again is uncertain. For either He will be silent ever, or He will beget again, and will devise another creation; for He will not make the same—otherwise that which came to be would have remained—but another; and consequently He will make this also to cease, and will devise another, and this to infinity.
13. Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε, διαβεβαιουμένων συστέλλεσθαι καὶ πάλιν ἐκτείνεσθαι τὸν Θεὸν μετὰ τῆς κτίσεως, καὶ ἀπείρως παύεσθαι. Τὸ γὰρ πλατυνόμενον ἀπὸ στενότητος πλατύνεται· καὶ τὸ ἐκτεινόμενον συνεσταλμένον ἐκτείνεται· καὶ αὐτὴ μὲν ἔστι, πλέον δὲ οὐδὲν ἢ πάθος ὑπομένει. Εἰ τοίνυν ἡ Μονὰς, πλατυνθεῖσα, γέγονε Τριάς· ἡ δὲ Μονάς ἐστιν ὁ Πατὴρ, Τριὰς δὲ Πατὴρ, Υἱὸς, ἅγιον Πνεῦμα· πρῶτον μὲν πλατυνθεῖσα ἡ
13. And this perhaps he supposed from the Stoics, who affirm that God contracts and again extends Himself with the creation, and ceases infinitely. For that which is dilated is dilated from narrowness; and that which is extended is extended when contracted; and it is indeed the same, and undergoes nothing more than an affection. If therefore the Monad, having been dilated, became a Triad, and the Monad is the Father, and the Triad is Father, Son, Holy Spirit, first indeed, having been dilated, the
Notes, col. 484

On the reading

Printed ποτέ, for ποτὲ.

Printed γεννωμενος, for γεννώμενος.

Printed σιωπήσσι, for σιωπήσει.

PG 26:485Read from the page
Μονὰς, πάθος ὑπέμεινε, καὶ γέγονεν ὅπερ οὐκ ἦν· ἐπλατύνθη γὰρ οὐκ οὖσα πλατεῖα· ἔπειτα εἰ αὐτὴ ἡ Μονὰς ἐπλατύνθη εἰς Τριάδα, Τριὰς δέ ἐστι Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα· ὁ αὐτὸς ἄρα Πατὴρ γέγονε καὶ Υἱὸς καὶ Πνεῦμα κατὰ Σαβέλλιον· ἐκτὸς εἰ μὴ ἡ λεγομένη παρ' αὐτῷ Μονὰς ἄλλο τί ἐστι παρὰ τὸν Πατέρα. Οὐκ ἔτι οὖν πλατύνεσθαι ἔδει λέγειν, ἀλλ' ἡ Μονὰς τριῶν ποιητικὴ, ὥστε εἶναι Μονάδα, εἶτα καὶ Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα. Εἰ γὰρ ἐπλατύνθη αὕτη, καὶ ἐξέτεινεν ἑαυτὴν, αὐτὴ ἂν εἴη, ὅπερ ἐξετάθη. Καὶ Τριὰς μὲν πλατυνθεῖσα οὐκ ἔτι Μονάς ἐστι· Μονὰς δὲ οὖσα οὔπω ἦν Τριάς. Καὶ ὁ Πατὴρ ἄρα ὢν οὔπω ἦν Υἱὸς καὶ Πνεῦμα· γενόμενος δὲ ταῦτα, οὐκ ἔτι Πατὴρ μόνον ἐστί. Ταῦτα δὲ καταψευδόμενος ἄν τις εἴποι, τοῦ Θεοῦ σῶμα καὶ παθητὸν αὐτὸν εἰσάγων· τί γάρ ἐστι πλατύνεσθαι ἢ πάθος τοῦ πλατυνομένου; Ἢ τί ἐστι τὸ πλατυνόμενον, ἢ τὸ πρότερον μὴ τοιοῦτον, ἀλλὰ στενὸν τυγχάνον; ταὐτὸν γάρ ἐστι χρόνῳ μόνον διαφέρον ἑαυτοῦ,
Monad underwent an affection, and became what it was not; for it was dilated when it was not broad; next, if the Monad itself was dilated into a Triad, and the Triad is Father and Son and Holy Spirit, then the same Father became both Son and Spirit according to Sabellius, unless the Monad spoken of by him is something else beside the Father. Therefore one ought no longer to say that it was dilated, but that the Monad was productive of three, so that there is a Monad, and then both Father, and Son, and Spirit. For if this was dilated, and extended itself, it would itself be that which was extended. And a Triad having been dilated is no longer a Monad; and while being a Monad it was not yet a Triad. And so He Who was Father was not yet Son and Spirit; and having become these, He is no longer Father only. And a man might say these things speaking falsely of God, introducing a body for Him and making Him passible; for what is it to be dilated other than an affection of that which is dilated? Or what is that which is dilated, other than that which formerly was not such, but happened to be narrow? For it is the same thing differing from itself in time only,
14. Τοῦτο καὶ ὁ θεῖος γινώσκει Ἀπόστολος πρὸς Κορινθίους ἐπιστέλλων· Μὴ στενοχωρεῖσθε ἐν ἡμῖν· πλατύνθητε δὲ καὶ ὑμεῖς, Κορίνθιοι. Τοὺς γὰρ αὐτοὺς ἀπὸ στενότητος εἰς πλατυσμὸν μεταβάλλειν συμβουλεύει. Ὥσπερ δὲ εἰ ἐπλατύνθησαν πάλιν Κορίνθιοι καὶ στενοχωρούμενοι, οὐκ ἄλλοι ἐτύγχανον, ἀλλὰ πάλιν ἦσαν Κορίνθιοι· οὕτως εἰ ὁ Πατὴρ ἐπλατύνθη εἰς Τριάδα, ἡ Τριὰς πάλιν ἐστὶν ὁ Πατὴρ μόνος. Τὸ αὐτὸ δὲ πάλιν φησὶν, Ἡ καρδία ἡμῶν πεπλάτυνται· καὶ ὁ Νῶε λέγει, Πλατύναι ὁ Θεὸς τῷ Ἰάφεθ· ἡ αὐτὴ γὰρ καρδία καὶ ὁ αὐτὸς Ἰάφεθ ἐστὶν ἐν τῷ πλατυσμῷ. Εἰ μὲν οὖν ἡ Μονὰς ἐπλάτυνεν, ἄλλοις ἂν ἐπλάτυνεν· εἰ δὲ αὐτὴ ἐπλάτυνεν, αὐτὴ ἂν εἴη, ὅπερ ἐπλατύνθη. Τί δέ ἐστιν ἢ ὁ Υἱὸς καὶ Πνεῦμα ἅγιον; Ἐρέσθαι δὲ αὐτὸν τοιαῦτα λέγοντα, καλόν· Τίς ἡ ἐνέργεια τοῦ τοιούτου πλατυσμοῦ; ἢ, ὡς ἐπ' αὐτῆς ἀληθείας, διὰ τί ὅλως ἐπλατύνθη; Τὸ γὰρ μὴ μένον
14. This the divine Apostle also knows when writing to the Corinthians: Be not straitened in us, but be you also dilated, O Corinthians (2 Cor. 6:12). For he counsels the same men to change from narrowness into dilation. And just as, if the Corinthians even when straitened were dilated again, they did not happen to be others, but were Corinthians again; so if the Father was dilated into a Triad, the Triad again is the Father alone. And again he says the same thing, Our heart has been dilated (2 Cor. 6:11); and Noah says, May God dilate for Japheth (Gen. 9:27); for it is the same heart and the same Japheth in the dilation. If then the Monad dilated, it would dilate for others; but if it dilated itself, it would itself be that which was dilated. And what is it other than the Son and Holy Spirit? And it is well to ask him who says such things: What is the operation of such a dilation? Or, as in very truth, wherefore was it dilated at all? For that which does not remain
PG 26:488Read from the page
τὸ αὐτὸ, ἀλλ' ὕστερον πλατυνόμενον, ἔχειν ἀνάγκη δεῖ τὴν αἰτίαν, δι' ἣν καὶ ἐπλατύνθη. Εἰ μὲν οὖν ἵνα Λόγος καὶ Πνεῦμα συνῇ αὐτῷ, περιττὸν τὸ λέγειν, Μονάς· εἶτα, ἐπλατύνθη. Οὐ γὰρ ὕστερον Λόγος καὶ Πνεῦμα, ἀλλ' ἀεὶ, ἵνα μὴ ἄλογος ὁ Θεὸς κατὰ τοὺς Ἀρειανούς. Ὥστε, εἰ ἀεὶ ἦν Λόγος καὶ Πνεῦμα, ἀεὶ πλατεῖα, καὶ οὐ πρῶτον Μονάς. Εἰ δὲ ὕστερον ἐπλατύνθη, ὕστερον καὶ Λόγος. Εἰ δὲ διὰ τὴν ἐνανθρώπησιν ἐπλατύνθη, καὶ γέγονε τότε Τριάς· ἄρα πρὸ τῆς ἐνανθρωπήσεως οὔπω ἦν Τριάς. Φανήσεται δὲ ὁ Πατηρ καὶ γεγονὼς σὰρξ, εἴγε αὐτὸς, Μονὰς ὢν, ἐν τῷ ἀνθρώπῳ ἐπλατύνθη· καὶ τάχα λοιπὸν Μονὰς ἔσται καὶ σὰρξ, καὶ, τὸ τρίτον, Πνεῦμα· εἴγε αὐτὸς ἐπλατύνθη· ἔσται δὲ καὶ ὀνόματι μόνον Τριάς. Εἰ δὲ διὰ τὸ κτίσαι ἐπλατύνθη, ἄτοπον. Δυνατὸν γὰρ ἦν, καὶ Μονάδα μένουσαν αὐτὴν, πάντα ποιεῖν· οὐ γὰρ ἐνδεὴς ἦν πλατυσμοῦ ἡ Μονὰς, οὐδὲ ἀσθενὴς ἦν πρὸ τοῦ πλατυνθῆναι. Ἄτοπον γὰρ καὶ ἀσεβὲς τοῦτό γε ἐπὶ Θεοῦ νοεῖν καὶ λέγειν. Ἀκολουθήσει δὲ καὶ ἄλλο ἄτοπον. Εἰ γὰρ διὰ τὴν κτίσιν ἐπλατύνθη, ἕως δὲ Μονὰς ἦν, οὐκ ἦν ἡ κτίσις· πάλιν δὲ ἔσται μετὰ τὴν συντέλειαν Μονὰς ἀπὸ πλατυσμοῦ· ἀναιρεθήσεται καὶ ἡ κτίσις. Ὥσπερ γὰρ διὰ τὸ κτίσαι ἐπλατύνθη, οὕτω παυομένου τοῦ πλατυσμοῦ, παύσεται καὶ ἡ κτίσις.
the same, but is dilated afterwards, must of necessity have the cause on account of which it was also dilated. If then it was in order that Word and Spirit might be with Him, it is superfluous to say, Monad, and then, it was dilated. For Word and Spirit are not afterwards, but ever, lest God be wordless according to the Arians. So that, if Word and Spirit ever were, it was ever broad, and not first a Monad. And if it was dilated afterwards, the Word also was afterwards. And if it was dilated on account of the incarnation, and then became a Triad, then before the incarnation there was not yet a Triad. And the Father will also be seen to have become flesh, if indeed He Himself, being a Monad, was dilated in the man; and perhaps henceforth there will be Monad and flesh, and, thirdly, Spirit; if indeed He Himself was dilated, there will also be a Triad in name only. And if it was dilated on account of creating, it is absurd. For it was possible, even while it remained a Monad, for it to make all things; for the Monad was not in need of dilation, nor was it weak before being dilated. For this at least is absurd and impious to think and say concerning God. And another absurdity also will follow. For if it was dilated on account of the creation, and while it was a Monad the creation was not, and again after the consummation there will be a Monad from dilation, the creation also will be done away with. For just as it was dilated on account of creating, so when the dilation ceases, the creation also will cease.
15. Τοιαῦτα μὲν οὖν ἄτοπα ἐκ τοῦ πλατύνεσθαι λέγειν εἰς Τριάδα τὴν Μονάδα ἀπαντήσει. Ἐπειδὴ δὲ οἱ τοῦτο λέγοντες τολμῶσι διαιρεῖν Λόγον καὶ Υἱὸν, καὶ λέγειν ἄλλον μὲν εἶναι τὸν Λόγον, ἕτερον δὲ τὸν Υἱὸν, καὶ πρότερον μὲν εἶναι τὸν Λόγον, εἶτα τὸν Υἱόν· φέρε, καὶ περὶ τούτων ἴδωμεν. Ἔστι δὲ τούτων διάφορος ἡ τόλμα. Οἱ μὲν γὰρ τὸν ἄνθρωπον, ὃν ἀνέλαβεν ὁ Σωτὴρ, αὐτὸν εἶναι τὸν Υἱὸν λέγουσιν· οἱ δὲ τὸ συναμφότερον, τόν τε ἄνθρωπον καὶ τὸν Λόγον, Υἱὸν τότε γεγενῆσθαι, ὅτε συνήφθησαν. Ἄλλοι δέ εἰσιν οἱ λέγοντες, αὐτὸν τὸν Λόγον τότε Υἱὸν γεγενῆσθαι, ὅτε ἐνηνθρώπησεν· Ἀπὸ γὰρ Λόγου, φασὶ, γέγονεν Υἱὸς, οὐκ ὢν πρότερον Υἱὸς, ἀλλὰ Λόγος μόνον. Στωϊκὰ μὲν οὖν ἀμφότερα, τό τε πλατύνεσθαι λέγειν τὸν Θεὸν, καὶ ἀρνεῖσθαι τὸν Υἱόν. Κατὰ περιττὸν δὲ ἀνόητον, ὅτι, ὀνομάζοντες Λόγον, ἀρνοῦνται αὐτὸν Υἱὸν εἶναι. Εἰ μὲν γὰρ οὐκ ἔστιν ἐκ τοῦ Θεοῦ ὁ Λόγος, εἰκότως ἂν αὐτὸν ἀρνοῖντο εἶναι Υἱόν· εἰ δὲ ἐκ τοῦ Θεοῦ ἐστι, διὰ τί μὴ συνορῶσιν, ὅτι τὸ ἔκ τινος ὑπάρχον υἱός ἐστιν ἐκείνου, ἐξ οὗ καὶ ἔστιν; Εἶτα εἰ τοῦ Λόγου Πατήρ ἐστιν ὁ Θεὸς, διὰ τί μὴ καὶ ὁ Λόγος Υἱὸς ἂν εἴη τοῦ ἑαυτοῦ Πατρός; Πατὴρ γὰρ
15. Such absurdities, then, will meet us from saying that the Monad is dilated into a Triad. And since those who say this dare to divide Word and Son, and to say that the Word is one, and the Son another, and that first is the Word, and then the Son, come, let us look concerning these things also. Now the audacity of these men is varied. For some say that the man whom the Saviour assumed is himself the Son; and others, that the two together, both the man and the Word, then became Son when they were joined together. And there are others who say that the Word Himself then became Son when He became man; for from being Word, say they, He became Son, not being Son formerly, but Word only. Now both are Stoic, both to say that God is dilated, and to deny the Son. And it is exceedingly foolish that, while naming Him Word, they deny Him to be Son. For if indeed the Word is not from God, they would reasonably deny Him to be Son; but if He is from God, why do they not perceive that what exists from someone is son of him from whom also it is? Next, if God is Father of the Word, why would not the Word also be Son of His own Father? For a father
Notes, col. 488

On the reading

Printed Πατηρ, for Πατὴρ.

PG 26:489Read from the page
τίς ἐστι καὶ λέγεται, οὗ ἐστιν ὁ υἱός· καὶ υἱός τίς ἐστι καὶ λέγεται ἐκείνου, ου ἐστιν ὁ πατήρ. Εἰ τοίνυν τοῦ Χριστοῦ οὐκ ἔστι Πατὴρ ὁ Θεὸς, οὐδὲ ὁ Λόγος Υἱὸς ἂν εἴη· εἰ δὲ Πατὴρ ὁ Θεὸς, εἰκότως ἂν εἴη καὶ ὁ Λόγος Υἱός. Εἰ δὲ ὕστερον μὲν Πατὴρ καὶ πρῶτον Θεὸς, Ἀρειανῶν μὲν τὸ φρόνημα· ἔπειτα ἄτοπον μεταβάλλεσθαι τὸν Θεόν· σωματικὸν γάρ· εἰ δὲ ὥσπερ ἐπὶ τῆς κτίσεως ὕστερον ποιητὴς, ἰστέον, ὅτι τῶν γινομένων ὕστερόν ἐστιν ἡ μεταβολὴ, οὐχὶ τοῦ Θεοῦ.
is and is called someone's, whose the son is; and a son is and is called his, whose the father is. If therefore God is not Father of Christ, neither would the Word be Son; but if God is Father, reasonably would the Word also be Son. And if He is afterwards Father and first God, the sentiment is that of the Arians; next, it is absurd that God should change, for that is bodily; and if He is Maker afterwards as in the case of the creation, one must know that the change belongs to the things that come to be afterwards, not to God.
16. Εἰ μὲν οὖν ποίημα καὶ ὁ Υἱὸς, καλῶς ἂν ὕστερον Πατὴρ καὶ ἐπ' αὐτοῦ· εἰ δὲ οὐ ποίημα ὁ Υἱὸς, ἀεὶ ἄρα ὁ Πατὴρ, ἀεὶ καὶ ὁ Υἱός. Εἰ δὲ ἀεὶ ὁ Υἱὸς, αὐτὸς ἂν εἴη ὁ Λόγος. Εἰ γὰρ μὴ Υἱὸς εἴη ὁ Λόγος, καὶ τοῦτό τις ἀποτολμῶν εἴποι· ἢ τὸν Λόγον Πατέρα λέγει, ἢ τὸν Υἱὸν κρείττονα τοῦ Λόγου. Τοῦ γὰρ Υἱοῦ ἐν κόλποις ὄντος τοῦ Πατρὸς, ἀνάγκη ἢ μὴ εἶναι πρὸ Υἱοῦ τὸν Λόγον· οὐδὲν γάρ ἐστι πρὸ τοῦ ὄντος ἐν τῷ Πατρί· ἢ εἰ ὁ Λόγος ἄλλος ἐστὶ παρὰ τὸν Υἱὸν, ὁ Λόγος ἂν εἴη ὁ Πατὴρ, ἐν ᾧ ἐστιν ὁ Υἱός. Εἰ δὲ οὐκ ἔστιν ὁ Λόγος Πατὴρ, ἀλλὰ Λόγος, ἐκτὸς ἂν εἴη ὁ Λόγος τοῦ Πατρὸς, ὄντος τοῦ Υἱοῦ ἐν τοῖς κόλποις τοῦ Πατρός. Οὐ γὰρ ἀμφότερα, ὅ τε Λόγος καὶ ὁ Υἱὸς, ἐν τοῖς κόλποις, ἀλλ' ἕνα εἶναι δεῖ, καὶ τοῦτον τὸν Υἱὸν, ὅς ἐστι μονογενής. Καὶ πάλιν, εἰ ἄλλος ἐστὶν ὁ Λόγος, καὶ ἄλλος ὁ Υἱὸς, κρείττων εὑρεθήσεται ὁ Υἱὸς τοῦ Λόγου· οὐδεὶς γὰρ γινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, οὐχ ὁ Λόγος. Ἢ τοίνυν οὐκ οἶδεν ὁ Λόγος, ἢ εἰ οἶδε ψεῦδος τὸ, Οὐδεὶς γινώσκει. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· Υἱοῦ γάρ εἰσι φωναὶ, καὶ οὐ Λόγου κατ' αὐτούς· δῆλον δὲ ἀπὸ τῶν Εὐαγγελίων. Κατὰ γὰρ τὸν Ἰωάννην, λέγοντος τοῦ Κυρίου, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἐβάστασαν λίθους οἱ Ἰουδαῖοι, ἵνα λιθάσωσιν αὐτόν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Πολλὰ ἔργα καλὰ ἔδειξα ὑμῖν ἐκ τοῦ Πατρός· διὰ ποῖον αὐτῶν ἔργον ἐμὲ λιθάζετε; Ἀπεκρίθησαν αὐτῷ οἱ Ἰουδαῖοι· Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, καὶ ὅτι σὺ, ἄνθρωπος ὢν, ποιεῖς σεαυτὸν Θεόν. Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς· Οὐκ ἔστι γεγραμμένον ἐν τῷ νόμῳ ὑμῶν, ὅτι ἐγὼ εἶπα, Θεοί ἐστε; Εἰ ἐκείνους εἶπε θεοὺς, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο, καὶ οὐ δύναται λυθῆναι ἡ Γραφή· ὃν ὁ Πατὴρ ἡγίασε καὶ ἀπέστειλεν εἰς
16. If then the Son also is a work, well would He be Father afterwards in His case also; but if the Son is not a work, then ever is the Father, and ever the Son. And if the Son is ever, He Himself would be the Word. For if the Word were not Son, and someone daring should say this, either he calls the Word Father, or the Son better than the Word. For since the Son is in the bosom of the Father (John 1:18), of necessity either the Word is not before the Son—for nothing is before Him Who is in the Father—or if the Word is other beside the Son, the Word would be the Father, in Whom is the Son. But if the Word is not Father, but Word, the Word would be outside the Father, since the Son is in the bosom of the Father. For not both, the Word and the Son, are in the bosom, but there must be one, and this the Son, Who is only-begotten. And again, if the Word is one, and the Son another, the Son will be found better than the Word; for no one knows the Father except the Son (Matt. 11:27), not the Word. Either therefore the Word does not know, or if He knows, the saying, No one knows, is false. And the same holds also concerning the saying, He who has seen Me has seen the Father (John 14:9), and, I and the Father are one (John 10:30); for they are voices of the Son, and not of the Word according to them; and this is plain from the Gospels. For according to John, when the Lord said, I and the Father are one, the Jews took up stones that they might stone Him. Jesus answered them: Many good works I have showed you from the Father; for which work of them do you stone Me? The Jews answered Him: For a good work we do not stone you, but for blasphemy, and because you, being a man, make yourself God. Jesus answered them: Is it not written in your law, I said, You are gods? If He called those gods, unto whom the Word of God came, and the Scripture cannot be broken, Him Whom the Father sanctified and sent into
Notes, col. 489

On the reading

Printed ου, for οὗ.