Migne Reading Room

PG 26 · cols. 467–477 · Read from the page

Fourth Oration against the Arians

Fourth Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:467Read from the page
Κύριον ὑπὸ πάντων ὁμολογούμενον Θεὸν, καὶ Θεοῦ Υἱὸν, περιέρχονται οἱ ἄθλιοι, ὡς οἱ κάνθαροι, μετὰ τοῦ πατρὸς ἑαυτων τοῦ διαβόλου προφάσεις εἰς ἀσέβειαν ζητοῦντες. Ποίας οὖν ἄρα μετὰ ταῦτα πάλιν, ἢ πόθεν εὑρεῖν δυνήσονται, εἰ μὴ ἄρα παρὰ μὲν Ἰουδαίων καὶ τοῦ Καϊάφα δανείσωνται τὰς δυσφημίας, παρ' Ἑλλήνων δὲ λάβωσι τὴν ἀθεότητα ; αἱ γὰρ θεῖαι Γραφαὶ τούτοις ἐκλείσθησαν, καὶ πανταχόθεν ἐξ αὐτῶν ἠλέγχθησαν ἄφρονες καὶ Χριστομάχοι.
the Lord confessed by all to be God and Son of God, the wretched men go about like dung-beetles with their father the devil, seeking pretexts for impiety. What pretexts, then, after these things, or whence will they be able to find them again, unless indeed they borrow blasphemies from the Jews and Caiaphas, and take atheism from the Greeks? For the divine Scriptures have been shut to them, and on every side from them they have been convicted as fools and fighters against Christ.
ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΤΕΤΑΡΤΟΣ .
Of the Same, Fourth Oration.
1. Ἐκ Θεοῦ Θεός ἐστιν ὁ Λόγος· καὶ Θεὸς γὰρ ἦν ὁ Λόγος· καὶ πάλιν· Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. Καὶ ἐπειδὴ ἐκ Θεοῦ Θεός ἐστι, καὶ τοῦ Θεοῦ Λόγος, Σοφία, Υἱὸς, καὶ δύναμίς ἐστιν ὁ Χριστὸς, διὰ τοῦτο εἷς Θεὸς ἐν ταῖς θείαις Γραφαῖς καταγγέλλεται. Τοῦ ἑνὸς γὰρ Θεοῦ Υἱὸς ὢν ὁ Λόγος, εἰς αὐτὸν, οὗ καὶ ἔστιν, ἀναφέρεται· ὥστε δύο μὲν εἶναι Πατέρα καὶ Υἱὸν, μονάδα δὲ θεότητος ἀδιαίρετον καὶ ἄσχιστον. Λεχθείη δ' ἂν καὶ οὕτω μία ἀρχὴ θεότητος, καὶ οὐ δύο ἀρχαί· ὅθεν κυρίως καὶ μοναρχία ἐστίν. Ἐξ αὐτῆς δὲ τῆς ἀρχῆς ἐστι φύσει Υἱὸς ὁ Λόγος, οὐχ ὡς ἀρχὴ ἑτέρα καθ' ἑαυτὸν ὑφεστὼς οὐδ' ἔξωθεν ταύτης γεγονὼς, ἵνα μὴ τῇ ἑτερότητι δυαρχία καὶ πολυαρχία γένηται, ἀλλὰ τῆς μιᾶς ἀρχῆς ἴδιος Υἱὸς, ἰδία σοφία, ἴδιος Λόγος, ἐξ αὐτῆς ὑπάρχων. Κατὰ γὰρ τὸν Ἰωάννην, ἐν ταύτῃ τῇ ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν· Θεὸς γάρ ἐστιν ἡ ἀρχή· καὶ ἐπειδὴ ἐξ αὐτῆς ἐστι, διὰ τοῦτο καὶ Θεὸς ἦν ὁ Λόγος. Ὥσπερ δὲ μία ἀρχή· καὶ κατὰ τοῦτο εἷς Θεός· οὕτως ἡ τῷ ὄντι καὶ ἀληθῶς καὶ ὄντως οὖσα οὐσία καὶ ὑπόστασις μία ἐστὶν ἡ λέγουσα, Ἐγώ εἰμι ὁ ὢν, καὶ οὐ δύο, ἵνα μὴ δύο ἀρχαί· Ἐκ δὲ τῆς μιᾶς φύσει καὶ ἀληθῶς Υἱὸς, ὁ Λόγος, ἡ σοφία, ἡ δύναμις ἰδία ὑπάρχουσα αὐτῆς, καὶ ἐξ αὐτῆς ἀχώριστος. Ὥσπερ δὲ οὐκ ἄλλη, ἵνα μὴ δύο ἀρχαί. οὕτως ὁ ἐκ τῆς μιᾶς Λόγος οὐ διαλελυμένος, ἢ ἁπλῶς φωνὴ σημαντικὴ, ἀλλὰ οὐσιώδης Λόγος καὶ οὐσιώδης σοφία, ἥτις ἐστὶν ὁ Υἱὸς ἀληθῶς. Εἰ γὰρ δὴ μὴ οὐσιώδης εἴη, ἔσται ὁ Θεὸς λαλῶν εἰς ἀέρα, καὶ σῶμα οὐδὲν πλέον ἔχων τῶν ἀνθρώπων. Ἐπειδὴ δὲ
1. From God the Word is God; for the Word also was God (John 1:1); and again: Whose are the fathers, and from whom is the Christ, Who is God over all, blessed for ever. Amen (Rom. 9:5). And since the Word is God from God, and Christ is the Word, Wisdom, Son, and Power of God, on this account one God is proclaimed in the divine Scriptures. For being the Son of the one God, the Word is referred to Him Whose also He is; so that Father and Son are two, yet the Monad of the Godhead is indivisible and unsevered. And thus also there may be said to be one Principle of the Godhead, and not two principles; whence strictly also there is a Monarchy. And from that very Principle the Word is Son by nature, not subsisting of Himself as another principle, nor having come into being from outside It, lest by that diversity a dyarchy and polyarchy should arise, but of the one Principle the proper Son, proper Wisdom, proper Word, existing from It. For according to John, in this Principle was the Word, and the Word was with God (John 1:1); for the Principle is God; and since He is from It, on this account the Word also was God. And just as there is one Principle, and according to this one God, so the essence and hypostasis which really and truly and actually exists is one, which says, I am He Who is (Exod. 3:14), and not two, lest there be two principles; and from the one there is by nature and truly the Son, the Word, the Wisdom, the Power existing as proper to It and inseparable from It. And just as there is not another essence, lest there be two principles, so the Word which is from the one is not dissolved, or a mere significant voice, but an essential Word and essential Wisdom, which is truly the Son. For if indeed He were not essential, God will be speaking into the air, and having a body in no way superior to men. But since
Notes, col. 467

On the reading

Printed ἑαυτων, for ἑαυτῶν.

PG 26:469Read from the page
οὐκ ἔστιν ἄνθρωπος· οὐκ ἂν εἴη οὐδὲ ὁ Λόγος αὐτοῦ κατὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν. Ὥσπερ γὰρ μία οὐσία ἡ ἀρχὴ, οὕτως εἷς οὐσιώδης καὶ ὑφεστὼς ὁ ταύτης Λόγος καὶ ἡ σοφία. Ὡς γὰρ ἐκ Θεοῦ Θεός ἐστι, καὶ ἐκ σοφοῦ σοφία, καὶ ἐκ λογικοῦ Αόγος, καὶ ἐκ Πατρὸς Υἱός· οὕτως ἐξ ὑποστάσεως ὑπόστατος, καὶ ἐξ οὐσίας οὐσιώδης καὶ ἐνούσιος, καὶ ἐξ ὄντος ὤν.
is not a man; neither could His Word be according to the weakness of men. For just as the beginning is one essence, so one, essential and subsisting, is the Word and the wisdom thereof. For as from God is God, and from the wise is wisdom, and from the rational is a Word, and from a Father is a Son; so from a subsistence is He subsistent, and from essence essential and substantive, and from Him Who is, existing.
2. Ἐπεὶ εἰ μὴ οὐσιώδης σοφία, καὶ ἐνούσιος Λόγος, καὶ ὢν Υἱὸς, ἀλλὰ ἁπλῶς σοφία, καὶ Λόγος, καὶ Υἱὸς ἐν τῷ Πατρί· εἴη ἂν αὐτὸς ὁ Πατὴρ σύνθετος ἐκ σοφίας καὶ Λόγου. Εἰ δὲ τοῦτο, ἀκολουθήσει τὰ προειρημένα ἄτοπα· ἔσται δὲ καὶ αὐτὸς ἑαυτοῦ Πατὴρ, καὶ ὁ Υἱὸς αὐτὸς ἑαυτὸν γεννῶν, καὶ γεννώμενος ὑφ' ἑαυτοῦ· ἢ ὄνομα μόνον ἐστὶ Λόγος, καὶ Σοφία, καὶ Υἱὸς, οὐχ ὑφέστηκε δὲ, καθ' οὗ λέγεται ταῦτα, μᾶλλον δὲ ὅς ἐστι ταῦτα. Εἰ οὖν οὐχ ὑφέστηκεν, ἀργὰ ἂν εἴη καὶ κενὰ τὰ ὀνόματα, ἐκτὸς εἰ μὴ ἄν τις εἴποι αὐτοσοφίαν εἶναι καὶ Αὐτολόγον τὸν Θεόν. Ἀλλ' εἰ τοῦτο, εἴη ἂν αὐτὸς ἑαυτοῦ Πατὴρ καὶ Υἱός· Πατὴρ μὲν, ὅτε σοφὸς, Υἱὸς δὲ, ὅτε σοφία. Ἀλλὰ μὴ ὡς ποιότης τις ταῦτα ἐν τῷ Θεῷ· ἄπαγε! ἀπρεπὲς τοῦτο· εὑρεθήσεται γὰρ σύνθετος ὁ Θεὸς ἐξ οὐσίας καὶ ποιότητος. Πᾶσα γὰρ ποιότης ἐν οὐσίᾳ ἐστί. Κατὰ τοῦτο δὲ ἡ θεία μονὰς, ἀδιαίρετος οὖσα, σύνθετος φανήσεται, τεμνομένη εἰς οὐσίαν καὶ συμβεβηκός. Πευστέον οὖν τῶν προπετῶν· Ὁ Υἱὸς σοφία καὶ Λόγος ἐκηρύχθη τοῦ Θεοῦ· πῶς τοίνυν ἐστίν; Εἰ μὲν ὡς ποιότης, ἐδείχθη τὸ ἄτοπον· εἰ δὲ αὐτοσοφία ὁ Θεὸς, καὶ τὸ ἐκ τούτου ἄτοπον εἴρηται παρὰ Σαβελλίῳ. Οὐκοῦν ὡς γέννημα κυρίως ἐξ αὐτοῦ τοῦ Πατρὸς, κατὰ τὸ τοῦ φωτὸς παράδειγμα. Ὡς γὰρ ἀπὸ πυρὸς φῶς, οὕτως ἐκ Θεοῦ Λόγος, καὶ σοφία ἐκ σοφοῦ, καὶ ἐκ Πατρὸς Υἱός. Ταύτῃ γὰρ καὶ ἡ μονὰς ἀδιαίρετος καὶ ὁλόκληρος μένει, καὶ ὁ ταύτης Υἱὸς Λόγος οὐκ ἀνούσιος, οὐδὲ οὐχ ὑφεστὼς, ἀλλ' οὐσιώδης ἀληθῶς. Ἐπεὶ εἰ μὴ τοῦτον ἔχει τὸν τρόπον, εἴη ἂν πάντα, ἃ λέγεται, κατ' ἐπίνοιαν καὶ ἁπλῶς λεγόμενα. Εἰ δὲ φευκτέον τὸ ἐκ τῆς ἐπινοίας ἄτοπον, ἄρα ἀληθὴς Λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς Πατὴρ, οὕτως ἀληθῶς Σοφία. Κατὰ τοῦτο οὖν δύο μὲν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς Πατὴρ καὶ Υἱὸς, ἀλλὰ ὁ Πατὴρ Πατὴρ, καὶ ὁ Υἱὸς Υἱός· ἓν δὲ, ὅτι Υἱὸς τῆς οὐσίας τοῦ Πατρός ἐστι φύσει, ἴδιος ὑπάρχων Λόγος αὐτοῦ. Τοῦτο ὁ Κύριος ἔλεγεν, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Οὔτε γὰρ ὁ Λόγος κεχώρισται τοῦ Πατρὸς, οὔτε ὁ Πατὴρ ἄλογος πώποτε ἦν ἢ ἔστι. Καὶ ὁ Λόγος οὖν Θεὸς, καὶ ὁ Πατὴρ οὐκ ἄλογος· διὰ τοῦτο, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, εἴρηκεν.
2. Since if He is not essential wisdom, and substantive Word, and existing Son, but simply wisdom, and Word, and Son in the Father, the Father Himself would be compounded of wisdom and Word. And if this is so, the aforesaid absurdities will follow; and He Himself will be both Father of Himself, and the Son Himself begetting Himself and being begotten by Himself; or else Word, and Wisdom, and Son is a name only, and He does not subsist of Whom these things are said, or rather Who is these things. If then He does not subsist, the names would be idle and empty, unless one should say that God is self-wisdom and Self-Word. But if this is so, He would be Father and Son of Himself: Father indeed, when wise, and Son, when wisdom. But let not these things be in God as some quality; away with the thought! this is unseemly; for God will be found compounded of essence and quality. For every quality is in an essence. And according to this the divine Monad, being indivisible, will appear compounded, being cut into essence and accident. We must therefore inquire of the rash men: The Son has been proclaimed wisdom and Word of God; how then is He? If indeed as a quality, the absurdity has been shown; and if God is self-wisdom, the absurdity resulting from this too has been stated in the case of Sabellius. Therefore He is so as an offspring properly from the Father Himself, according to the example of the light. For as from fire is light, so from God is the Word, and wisdom from the wise, and from the Father the Son. For in this way both the Monad remains indivisible and entire, and its Son the Word is not unsubstantial, nor non-subsistent, but truly essential. Since if it is not in this way, all things that are said would be said conceptually and merely in words. But if the absurdity resulting from mere conception must be shunned, then the true Word is essential. For just as there is truly a Father, so is there truly Wisdom. According to this, therefore, they are two indeed, because the Father and the Son are not the same, according to Sabellius, but the Father is Father, and the Son is Son; and one, because He is Son of the essence of the Father by nature, existing as His proper Word. This the Lord said, I and the Father are one. For neither has the Word been separated from the Father, nor was or is the Father ever wordless. Both the Word, therefore, is God, and the Father is not wordless; on this account He has said, I am in the Father, and the Father in Me.
Notes, col. 469

On the reading

Printed Αόγος, for Λόγος.

PG 26:472Read from the page
3. Καὶ πάλιν ὁ Χριστὸς Λόγος τοῦ Θεοῦ ἐστι. Πότερον οὖν ἀφ' ἑαυτοῦ ὑπέστη, καὶ ὑποστὰς προσκεκόλληται τῷ Πατρί; ἢ ὁ Θεὸς αὐτὸν πεποίηκε καὶ ὠνόμασεν ἑαυτοῦ Λόγον; Εἰ μὲν οὖν τὸ πρῶτον, λέγω δὴ τὸ, ἑαυτῷ ὑπέστη καὶ Θεός ἐστι, δύο ἂν εἶεν ἀρχαὶ, οὐκ ἔσται δὲ εἰκότως οὐδὲ τοῦ Πατρὸς ἴδιος, διὰ τὸ μὴ αὐτοῦ τοῦ Πατρὸς, ἀλλ' ἑαυτοῦ εἶναι· εἰ δὲ ἔξωθεν πεποίηται, εἴη ἂν κτίσμα. Λείπεται δὴ ἐξ αὐτοῦ τοῦ Θεοῦ λέγειν αὐτόν· εἰ δὲ τοῦτο, ἄλλο ἂν εἴη τὸ ἔκ τινος, καὶ ἄλλο τὸ ἐξ οὗ ἐστι· κατὰ τοῦτο ἄρα δύο. Εἰ δὲ μὴ δύο εἴη, ἀλλ' ἐπὶ τοῦ αὐτοῦ λέγοιτο, ἔσται τὸ αὐτὸ αἴτιον καὶ αἰτιατὸν, καὶ γεννώμενον καὶ γεννῶν, ὅπερ ἄτοπον ἐπὶ Σαβελλίου δέδεικται. Εἰ δὲ ἐξ αὐτοῦ μὲν ἔστιν, οὐκ ἄλλο δέ· ἔσται καὶ γεννῶν, καὶ μὴ γεννῶν· γεννῶν μὲν, ὅτι ἐξ αὐτοῦ προφέρει, μὴ γεννῶν δὲ, ὅτι μὴ ἄλλο αὐτοῦ ἐστιν. Εἰ δὲ τοῦτο, εἴη ἂν κατ' ἐπίνοιαν λεγόμενος ὁ αὐτὸς Πατὴρ καὶ Υἱός. Εἰ δὲ ἀπρεπὲς οὕτως, εἴη ἂν δύο, Πατὴρ καὶ Υἱός· ἓν δὲ, ὅτι ὁ Υἱὸς οὐκ ἔξωθεν, ἀλλ' ἐκ τοῦ Θεοῦ γεγέννηται. Εἰ δὲ φεύγει τις τὸ λέγειν γέννημα, μόνον δὲ λέγει ὑπάρχειν τὸν Λόγον σὺν τῷ Θεῷ· φοβηθήτω ὁ τοιοῦτος μὴ, φεύγων τὸ ὑπὸ τῆς Γραφῆς λεγόμενον, ἐμπέσῃ εἰς ἀτοπίαν, διφυῆ τινα εἰσάγων τὸν Θεόν· μὴ διδοὺς γὰρ ἐκ τῆς μονάδος εἶναι τὸν Λόγον, ἀλλ' ἁπλῶς κεκολλῆσθαι τῷ Πατρὶ Λόγον, δυάδα οὐσίας εἰσάγει, μηδετέραν τῆς ἑτέρας Πατέρα τυγχάνουσαν. Τὸ αὐτὸ δὲ καὶ περὶ δυνάμεως. Φανερώτερον δ' ἄν τις ἴδοι τοῦτο, εἰ ἐπὶ Πατρὸς λάβοι· εἷς γὰρ Πατὴρ, καὶ οὐ δύο, ἀλλ' ἐκ τοῦ ἑνὸς ὁ Υἱός. Ὥσπερ οὖν οὐ δύο Πατέρες, ἀλλ' εἷς, οὕτως οὐ δύο ἀρχαὶ, ἀλλὰ μία, καὶ ἐκ τῆς μιᾶς οὐσιώδης ὁ Υἱός. Πρὸς Ἀρειανοὺς δὲ ἀνάπαλιν ἐρωτητέον· τοὺς μὲν γὰρ Σαβελλίζοντας ἀπὸ τῆς περὶ Υἱοῦ ἐννοίας ἐλεγκτέον, τοὺς δὲ Ἀρειανοὺς ἀπὸ τῆς περὶ Πατρός.
3. And again, Christ is the Word of God. Did He then subsist of Himself, and having subsisted, has He been joined to the Father? Or has God made Him and named Him His own Word? If then the first, I mean that He subsisted for Himself and is God, there would be two beginnings, and reasonably He will not be proper to the Father either, because He is not of the Father Himself, but of Himself; whereas if He has been made from without, He would be a creature. It remains, then, to say that He is from God Himself; and if this is so, that which is from something would be one thing, and that from which it is would be another; according to this, therefore, they are two. But if they were not two, and were said of the same, the same will be both cause and caused, both begotten and begetting, which has been shown to be absurd in the case of Sabellius. And if He is from Him indeed, yet not another, He will be both begetting and not begetting: begetting indeed, because He brings forth from Himself, and not begetting, because He is not another than Himself. And if this is so, the same would be called Father and Son conceptually. But if it is unseemly thus, they would be two, Father and Son; and one, because the Son is not from without, but has been begotten from God. And if anyone shuns calling Him an offspring, and only says that the Word exists together with God, let such a one fear lest, shunning what is said by the Scripture, he fall into absurdity, introducing a God of a double nature; for by not granting that the Word is from the Monad, but saying that a Word has simply been joined to the Father, he introduces a dyad of essence, neither of the two happening to be Father of the other. And the same holds concerning power also. And one might see this more clearly if one took it in the case of the Father: for there is one Father, and not two, but from the one is the Son. Just as, therefore, there are not two Fathers, but one, so there are not two beginnings, but one, and from the one is the Son, essential. And against the Arians conversely one must put the question: for those who Sabellianize must be refuted from the notion concerning the Son, and the Arians from that concerning the Father.
4. Λεκτέον οὖν· Ὁ Θεὸς σοφὸς καὶ οὐκ ἄλογός ἐστιν, ἢ τοὐναντίον ἄσοφος καὶ ἄλογος. Εἰ μὲν οὖν τὸ δεύτερον, αὐτόθεν ἔχει τὴν ἀτοπίαν· εἰ δὲ τὸ πρῶτον, ἐρωτητέον, πῶς ἐστι σοφὸς, καὶ οὐκ ἄλογος· πότερον ἔξωθεν ἐσχηκὼς τὸν Λόγον καὶ τὴν σοφίαν, ἢ ἐξ ἑαυτοῦ; Εἰ μὲν οὖν ἔξωθεν, ἔσται τις ὁ προδεδωκὼς αὐτῷ, καὶ πρὶν λαβεῖν ἄσοφος καὶ ἄλογος· εἰ δὲ ἐξ αὐτοῦ, δῆλον ὅτι οὐκ ἐξ οὐκ ὄντων, οὐδ' ἦν ποτε ὅτε οὐκ ἦν· ἀεὶ γὰρ ἦν· ἐπεὶ καὶ οὗ ἐστιν εἰκὼν, ἀεὶ ὑπάρχει. Ἐὰν δὲ λέγωσιν, ὅτι σοφὸς μὲν ἔστι καὶ οὐκ ἄλογος, ἰδίαν δὲ ἔχει ἐν ἑαυτῷ σοφίαν καὶ ἴδιον Λόγον, οὐ τὸν Χριστὸν δὲ, ἀλλ' ἐν ᾧ καὶ τὸν Χριστὸν ἐποίησε· λεκτέον, ὅτι, εἰ ὁ Χριστὸς ἐν ἐκείνῳ τῷ Λόγῳ γέγονε, δῆλον ὅτι καὶ τὰ πάντα· καὶ αὐτὸς ἂν εἴη, περὶ οὗ λέγει Ἰωάννης, Πάντα δι' αὐτοῦ ἐγένετο·
4. One must therefore say: God is wise and not wordless, or on the contrary unwise and wordless. If then the second, it has its absurdity self-evident; but if the first, one must ask how He is wise and not wordless: whether having acquired the Word and wisdom from without, or from Himself? If then from without, there will be someone who has given it to Him beforehand, and before receiving it He was unwise and wordless; but if from Himself, it is plain that it is not from things that are not, nor was there ever when He was not; for He always was, since He also Whose image He is always exists. But if they say that He is indeed wise and not wordless, and has in Himself His own wisdom and His own Word, yet not Christ, but that in which He also made Christ; one must say that if Christ has come to be in that Word, it is plain that all things did so too; and that one would be He concerning Whom John says, All things came to be through Him;
PG 26:473Read from the page
καὶ ὁ Ψαλμῳδὸς δὲ, Πάντα ἐν σοφίᾳ ἐποίησας. Εὑρεθήσεται δὲ ὁ Χριστὸς ψευδόμενος, Ἐγὼ ἐν τῷ Πατρὶ, ὄντος ἑτέρου ἐν τῷ Πατρί. Καὶ, Ὁ Λόγος δὲ σὰρξ ἐγένετο, οὐκ ἀληθὲς κατ' αὐτούς· εἰ γὰρ, ἐν ᾧ τὰ πάντα ἐγένετο, αὐτὸς ἐγένετο σὰρξ, ὁ δὲ Χριστὸς οὐκ ἔστιν ἐν τῷ Πατρὶ Λόγος, δι' οὗ τὰ πάντα ἐγένετο· ἄρα ὁ Χριστὸς οὐ γέγονε σὰρξ, ἀλλ' ἴσως ὠνομάσθη Λόγος ὁ Χριστός. Καὶ εἰ τοῦτο, πρῶτον μὲν ἄλλος ἂν εἴη παρὰ τὸ ὄνομα· ἔπειτα οὐ δι' αὐτοῦ ἐγένετο τὰ πάντα, ἀλλ' ἐν ἐκείνῳ, ἐν ᾧ καὶ ὁ Χριστός. Εἰ δὲ φήσαιεν, ὡς ποιότητα εἶναι ἐν τῷ Πατρὶ τὴν σοφίαν, ἢ αὐτοσοφίαν εἶναι· ἀκολουθήσει τὰ ἐν τοῖς ἔμπροσθεν ἄτοπα εἰρημένα. Ἔσται γὰρ σύνθετος, καὶ αὐτὸς ἑαυτοῦ Υἱὸς καὶ Πατὴρ γινόμενος. Πλὴν ἐλεγκτέον καὶ δυσωπητέον αὐτοὺς, ὅτι ὁ ἐν τῷ Θεῷ Λόγος, οὐκ ἂν εἴη κτίσμα, οὐδὲ ἐκ τοῦ μὴ ὄντος· ὄντος δὲ ἅπαξ ἐν Θεῷ Λόγου, αὐτὸς ἂν εἴη ὁ Χριστὸς ὁ λέγων, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ὁ διὰ τοῦτο καὶ μονογενὴς ὢν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος Υἱὸς, ὅς ἐστι Λόγος, σοφία, δύναμις· οὐ γὰρ σύνθετος ἐκ τούτων ὁ Θεὸς, ἀλλὰ γεννητικός. Ὥσπερ γὰρ τὰ κτίσματα Λόγῳ δημιουργεῖ, οὕτω κατὰ φύσιν τῆς ἰδίας οὐσίας ἔχει γέννημα τὸν Λόγον, δι' οὗ καὶ δημιουργεῖ, καὶ κτίζει, καὶ οἰκονομεῖ τὰ πάντα. Τῷ γὰρ Λόγῳ καὶ τῇ σοφίᾳ τὰ πάντα γέγονε, καὶ τῇ διατάξει αὐτοῦ διαμένει τὰ σύμπαντα. Τὸ αὐτὸ δὲ καὶ περὶ Υἱοῦ· εἰ ἄγονος, καὶ ἀνενέργητος ὁ Θεός· γέννημα γὰρ αὐτοῦ ὁ Υἱὸς δι' οὗ ἐργάζεται. Εἰ δὲ μὴ, αἱ αὐταὶ ἐρωτήσεις καὶ τὰ αὐτὰ ἄτοπα τοῖς ἀναισχυντοῦσιν ἀκολουθήσει.
and the Psalmist too, All things in wisdom hast Thou made. And Christ will be found speaking falsely when He says, I am in the Father, since there is another in the Father. And, The Word became flesh, is not true according to them; for if He in Whom all things came to be Himself became flesh, and Christ is not the Word in the Father through Whom all things came to be, then Christ has not become flesh, but perhaps Christ was named Word. And if this is so, first of all He would be another beside the name; and next, not through Him did all things come to be, but in that one in whom Christ also came to be. And if they should say that wisdom is in the Father as a quality, or that He is self-wisdom, the absurdities stated previously will follow. For He will be compounded, and Himself becoming Son and Father of Himself. Nevertheless they must be refuted and put to shame, because the Word Who is in God could not be a creature, nor from that which is not; and once there is a Word in God, He Himself must be the Christ Who says, I am in the Father, and the Father in Me, Who on this account is also only-begotten, since no other was begotten from Him. One is this Son, Who is Word, wisdom, power; for God is not compounded of these, but is generative. For just as He fashions the creatures by the Word, so according to the nature of His own essence He has as offspring the Word, through Whom He both fashions, and creates, and orders all things. For by the Word and the wisdom all things have come to be, and by His ordinance the universe endures. And the same holds concerning the Son also: if God is ungenerative, He is also inactive; for His offspring is the Son through Whom He works. Otherwise, the same questions and the same absurdities will follow for the shameless men.
5. Ἐκ τοῦ Δευτερονομίου· Ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ Θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον. Ἐκ τούτου δυνατὸν εἰδέναι τὴν διαφορὰν, καὶ γνῶναι, ὅτι οὐκ ἔστι κτίσμα ὁ Υἱὸς τοῦ Θεοῦ. Ὁ μὲν γὰρ Υἱὸς λέγει, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· τὰ δὲ γενητὰ, ὅτ' ἂν προκόπτῃ, πρόσκειται τῷ Κυρίῳ. Ὁ μὲν γὰρ Λόγος, ὡς ἴδιος, ἐν τῷ Πατρί ἐστι· τὰ δὲ γενητὰ, ἔξωθεν ὄντα, πρόσκειται, ὡς τῇ μὲν φύσει ἀλλότρια, τῇ δὲ προαιρέσει προσκείμενα.
5. From Deuteronomy: But you who cleave to the Lord your God are all alive today. From this it is possible to know the difference, and to perceive that the Son of God is not a creature. For the Son indeed says, I and the Father are one; and, I am in the Father, and the Father in Me; whereas things that have come to be, whenever they advance, cleave to the Lord. For the Word indeed, as proper, is in the Father; whereas things that have come to be, being from without, cleave to Him, as being alien by nature, but cleaving by choice.
PG 26:476Read from the page
Καὶ γὰρ καὶ υἱὸς μὲν ὁ φύσει, ἕν ἐστι μετὰ τοῦ γεννῶντος· ὁ δὲ ἔξωθεν υἱοποιούμενος προσκείσεται τῷ γένει. Διὰ τοῦτο καὶ εὐθὺς ἐπιφέρει, ὅτι Ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων; καὶ ἀλλαχοῦ· Θεὸς ἐγγίζων ἐγώ· τοῖς γὰρ γενητοῖς ἐγγίζει, ὡς ξένοις αὐτοῦ οὖσι· τῷ δὲ Υἱῷ, ὡς ἰδίῳ, οὐκ ἐγγίζει, ἀλλ' ἐν αὐτῷ ἐστι· καὶ ὁ Υἱὸς οὐ πρόσκειται, ἀλλὰ σύνεστι τῷ Πατρί. Ὅθεν καὶ πάλιν λέγει Μωσῆς ἐν αὐτῷ τῷ Δευτερονομίῳ· Τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε, καὶ αὐτῷ προστεθήσεσθε. Τὸ δὲ προστιθέμενον ἔξωθεν προστίθεται.
For indeed a son who is so by nature is one with him who begets him; whereas he who is adopted as a son from without will cleave to the family. On this account he also immediately adds: What great nation is there, which has God drawing near to it? And elsewhere: I am a God drawing near; for He draws near to things that have come to be, as being strangers to Him; whereas to the Son, as His own, He does not draw near, but is in Him; and the Son does not cleave to, but is together with the Father. Whence Moses says again in Deuteronomy itself: You shall hear His voice, and shall be added to Him. And that which is added is added from without.
6. Πρὸς δὲ τὴν ἀσθενῆ καὶ ἀνθρωπίνην ἔννοιαν τῶν Ἀρειανῶν, διὰ τὸ ὑπονοεῖν τὸν Κύριον ἐνδεᾶ, ὅταν λέγῃ, Ἐδόθη μοι, καὶ, ἔλαβον· καὶ ἐὰν λέγῃ ὁ Παῦλος, Διὰ τοῦτο ὑπερύψωσεν αὐτὸν, καὶ, Ἐκάθισεν ἐν δεξιᾷ, καὶ τὰ τοιαῦτα, λεκτέον, ὅτι ὁ Κύριος ἡμῶν, Λόγος ὢν Υἱὸς τοῦ Θεοῦ, ἐφόρεσε σῶμα, καὶ γέγονε καὶ Υἱὸς ἀνθρώπου, ἵνα, μεσίτης γενόμενος Θεοῦ καὶ ἀνθρώπων, τὰ μὲν Θεαῦ ἡμῖν, τὰ δὲ ἡμῶν τῷ Θεῷ διακονῇ. Ὅταν οὖν λέγηται πεινᾷν, καὶ δακρύειν, καὶ κοπιᾷν, καὶ Ἐλωΐ, Ἐλωΐ, ἀνθρώπινα ὄντα, καὶ ἡμέτερα πάθη, δέχεται παρ' ἡμῶν, καὶ τῷ Πατρὶ ἀναφέρει, πρεσβεύων ὑπὲρ ἡμῶν, ἵνα ἐν αὐτῷ ἐξαφανισθῇ· ὅταν δὲ, ὅτι Ἐδόθη μοι ἐξουσία, καὶ, ἔλαβον, καὶ, Διὰ τοῦτο ὑπερύψωσεν αὐτὸν ὁ Θεὸς, τὰ παρὰ τοῦ Θεοῦ εἰς ἡμᾶς ἐστι χαρίσματα δι' αὐτοῦ διδόμενα. Οὐ γὰρ ὁ Λόγος ἐνδεὴς ἦν ἢ γέγονε πώποτε· οὐδὲ πάλιν οἱ ἄνθρωποι ἱκανοὶ ἦσαν ἑαυτοῖς διακονῆσαι ταῦτα· διὰ δὲ τοῦ Λόγου δίδοται ἡμῖν· διὰ τοῦτο, ὡς αὐτῷ διδόμενα, ἡμῖν μεταδίδοται· διὰ τοῦτο γὰρ καὶ ἐνηνθρώπησεν, ἵνα, ὡς αὐτῷ διδόμενα, εἰς ἡμᾶς διαβῇ. Ἄνθρωπος γὰρ ψιλὸς οὐκ ἂν ἠξιώθη τούτων· Λόγος δὲ πάλιν μόνος, οὐκ ἂν ἐδεήθη τούτων. Συνήφθη οὖν ἡμῖν ὁ Λόγος, καὶ τότε ἐξουσίαν ἡμῖν μετέδωκε, καὶ ὑπερύψωσεν. Ἐν ἀνθρώπω γὰρ ὢν ὁ Λόγος ὑπερύψωσε τὸν ἄνθρωπον· καὶ ἐν ἀνθρώπῳ ὄντος τοῦ Λόγου, ἔλαβεν ὁ ἄνθρωπος. Ἐπεὶ οὖν τοῦ Λόγου ὄντος ἐν σαρκὶ, ὑψώθη ὁ ἄνθρωπος, καὶ ἔλαβεν ἐξουσίαν· διὰ τοῦτο εἰς τὸν Λόγον ἀναφέρεται ταῦτα, ἐπειδὴ δι' αὐτὸν ἐδόθη· διὰ γὰρ τὸν ἐν ἀνθρώπῳ Λόγον ἐδόθη ταῦτα τὰ χαρίσματα. Καὶ ὥσπερ ὁ Λόγος σὰρξ ἐγένετο, οὕτω καὶ ὁ ἄνθρωπος τὰ διὰ τοῦ Λόγου εἴληφε. Πάντα γὰρ ὅσα ὁ ἄνθρωπος εἴληφεν, ὁ Λόγος λέγεται εἰληφέναι· ἵνα δειχθῇ, ὅτι οὐκ ἄξιος
6. And against the weak and human notion of the Arians, on account of their suspecting the Lord to be in need when He says, It was given to Me, and, I received; and if Paul says, Wherefore He highly exalted Him, and, He sat down at the right hand, and such like things, one must say that our Lord, being the Word, the Son of God, wore a body, and became also Son of man, so that, having become mediator of God and men, He might minister the things of God to us, and the things of us to God. Whenever, then, He is said to hunger, and to weep, and to be weary, and Eloi, Eloi, which are human things and our passions, He receives them from us and offers them to the Father, interceding on our behalf, so that in Him they may be utterly abolished; and whenever it is said, Authority was given to Me, and, I received, and, Wherefore God highly exalted Him, these are the gifts given from God to us through Him. For the Word was not in need, nor did He ever become so; nor again were men sufficient to minister these things to themselves; but through the Word they are given to us; on this account, as given to Him, they are imparted to us; for on this account He also became man, so that, as given to Him, they might pass over to us. For a mere man would not have been counted worthy of these things; and again the Word alone would not have needed these things. The Word, therefore, was joined to us, and then He imparted authority to us, and highly exalted us. For being in man, the Word highly exalted man; and since the Word was in man, man received. Since, therefore, when the Word was in flesh, man was exalted and received authority, on this account these things are referred to the Word, because they were given on His account; for on account of the Word Who was in man were these gifts given. And just as the Word became flesh, so also man has received the things through the Word. For all things whatsoever man has received, the Word is said to have received; so that it might be shown that, not being worthy
Notes, col. 476

On the reading

Printed Θεαῦ, for Θεοῦ.

Printed ἀνθρώπω, for ἀνθρώπῳ.

PG 26:477Read from the page
ὢν ὁ ἄνθρωπος λαβεῖν, ὅσον ἧκεν εἰς τὴν αὐτοῦ φύσιν, ὅμως διὰ τὸν γενόμενον σάρκα Λόγον εἴληφεν. Ὅθεν ἐάν τι λέγηται δίδοσθαι τῷ Κυρίῳ, ἤ τι τοιοῦτον, νοεῖν δεῖ μὴ αὐτῷ ὡς χρήζοντι δίδοσθαι, ἀλλὰ τῷ ἀνθρώπῳ διὰ τοῦ Λόγου. Καὶ γὰρ πᾶς πρεσβεύων ὑπὲρ ἄλλου, αὐτὸς τὴν χάριν λαμβάνει, οὐ χρήζων, ἀλλὰ διὰ τὸν ὑπὲρ οὗ πρεσβεύει.
to receive, so far as pertained to his own nature, man nevertheless has received through the Word Who became flesh. Whence, if anything is said to be given to the Lord, or anything of the sort, one must understand that it is given not to Him as needing it, but to man through the Word. For indeed everyone who intercedes on behalf of another receives the grace himself, not as needing it, but on account of him on whose behalf he intercedes.
7. Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν λαμβάνει οὐκ ἀσθενῶν, καὶ πεινᾷ οὐ πεινῶν, ἀλλὰ τὰ ἡμῶν ἀναπέμπει εἰς τὸ ἐξαλειφθῆναι· οὕτω τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ Θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ Κύριος· Πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς· καὶ πάλιν, Ὑπὲρ αὐτῶν ἐρωτῶ. Ἠρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ ἡμῶν ἀναδεχόμενος, καὶ ἐδίδου ἃ ἐλάμβανεν. Ἐπειδὴ οὖν, συναφθέντος τοῦ Λόγου τῷ ἀνθρώπῳ, εἰς τὸν Λόγον ἀποβλέπων ἐχαρίζετο ὁ Πατὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν πᾶσαν ἐξουσίαν, καὶ ὅσα τοιαῦτα· διὰ τοῦτο αὐτῷ τῷ Λόγῳ πάντα ἀναφέρεται, καὶ ὡς αὐτῷ διδόμενά ἐστιν, ἃ δι' αὐτοῦ ἡμεῖς λαμβάνομεν. Ὡς γὰρ δι' ἡμᾶς ἐνηνθρώπησεν αὐτὸς, οὕτως ἡμεῖς δι' αὐτὸν ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον, εἰ, ὥσπερ δι' ἡμᾶς ἐταπείνωσεν ἑαυτὸν, καὶ δι' ἡμᾶς λέγεται ὑπερυψῶσθαι. Ἐχαρίσατο οὖν αὐτῷ, ἀντὶ τοῦ, ἡμῖν δι' αὐτὸν, καὶ ὑπερύψωσεν, ἀντὶ τοῦ, ἡμᾶς ἐν αὐτῷ. Καὶ αὐτὸς δὲ ὁ Λόγος, ἡμῶν ὑψουμένων, καὶ λαμβανόντων, καὶ βοηθουμένων, ὡς αὐτὸς ὑψούμενος, καὶ λαμβάνων, καὶ βοηθούμενος, εὐχαριστεῖ τῷ Πατρὶ, τὰ ἡμέτερα εἰς ἑαυτὸν ἀναφέρων καὶ λέγων· Πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς.
7. For just as He receives our weaknesses though not weak, and hungers though not hungering, but sends up our things to be blotted out; so the gifts from God in place of our weaknesses He Himself again receives, so that man, being joined to Him, may be able to partake of them. Accordingly the Lord says: All things whatsoever Thou hast given Me, I have given to them; and again, I pray on their behalf. For He prayed on our behalf, taking upon Himself the things that are ours, and He gave what He received. Since, therefore, when the Word was joined to man, the Father, looking upon the Word, bestowed upon man to be exalted, to have all authority, and whatsoever things are of this sort; on this account all things are referred to the Word Himself, and the things that we receive through Him are as given to Him. For as He Himself became man on our account, so we are exalted on His account. It is nothing absurd, therefore, if, just as on our account He humbled Himself, He is also on our account said to have been highly exalted. He bestowed upon Him, therefore, stands for, upon us on His account; and He highly exalted, stands for, us in Him. And the Word Himself also, when we are exalted, and receive, and are helped, as though He Himself were exalted, and receiving, and being helped, gives thanks to the Father, referring our things to Himself and saying: All things whatsoever Thou hast given Me, I have given to them.
8. Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται, ἀρχὴν τοῦ εἶναι τῷ Υἱῷ διδόντες, προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν βασιλείας. Ἔστι δὲ γελοῖον. Ὁ γὰρ ἀρχὴν τοῦ εἶναι διδοὺς τῷ Υἱῷ, πρόδηλον, ὅτι καὶ τοῦ βασιλεύειν ἀρχὴν δίδωσιν αὐτῷ· ὥστε ὁμολογοῦντες ὃ ἀρνοῦνται, τυφλώττουσι. Καὶ πάλιν οἱ λέγοντες μόνον ὄνομα εἶναι Υἱοῦ, ἀνούσιον δὲ καὶ ἀνυπόστατον εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, τουτέστι τὴν Λόγον τοῦ Πατρὸς, προσποιοῦνται ἀγανακτεῖν κατὰ τῶν λεγόντων, Ἦν ποτε, ὅτε οὐκ ἦν. Ἔστι δὲ καὶ τοῦτο γελοῖον. Οἱ γὰρ ὅλως τὸ εἶναι αὐτῷ μὴ διδόντες, ἀγανακτοῦσι κατὰ τῶν κἂν χρόνῳ διδόντων. Καὶ οὗτοι οὖν ὅπερ ἀρνοῦνται, διὰ τοῦ ἐπιτιμᾷν τοῖς ἄλλοις, ὁμολογοῦσι. Πάλιν τε οἱ περὶ Εὐσέβιον, Υἱὸν ὁμολογοῦντες, ἀρνοῦνται αὐτὸν εἶναι φύσει Λόγον, καὶ κατ' ἐπίνοιαν Λόγον λέγεσθαι τὸν Υἱὸν βούλονται· οἱ δὲ ἕτεροι, Λόγον ὁμολογοῦντες,
8. The Ariomaniacs around Eusebius, while giving to the Son a beginning of existence, pretend not to wish Him to have a beginning of His kingdom. But this is ridiculous. For he who gives to the Son a beginning of existence manifestly gives Him a beginning of reigning also; so that by confessing what they deny, they are blind. And again, those who say that there is only a name of Son, and that the Son of God—that is, the Word of the Father—is unsubstantial and non-subsistent, pretend to be indignant against those who say, There was once when He was not. And this too is ridiculous. For those who do not grant existence to Him at all are indignant against those who grant it to Him at least in time. And these men too, therefore, confess the very thing that they deny, by rebuking the others. And again, those around Eusebius, while confessing the Son, deny that He is Word by nature, and wish the Son to be called Word conceptually; whereas the others, while confessing the Word,
Notes, col. 477

On the reading

Printed τὴν, for τὸν.