Migne Reading Room

PG 26 · cols. 453–464 · Read from the page

Third Oration against the Arians

Third Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:453Read from the page
Μᾶλλον γὰρ εἷς τῶν πάντων ἐστὶ βουλήσει καὶ αὐτὸς ἀποκυηθεὶς Υἱὸς, ὥσπερ καὶ ἡμεῖς Λόγῳ ἀληθείας γεγόναμεν υἱοί· καὶ λοιπὸν ἡμᾶς ἀνάγκη ζητεῖν, ὥσπερ εἴρηται, ἄλλον Λόγον, δι' οὗ καὶ οὗτος γέγονε, καὶ ἀπεκυήθη μετὰ πάντων, ὧν ἠθέλησεν ὁ Θεός.
For rather is He Himself also one of all things, a Son brought forth by counsel, even as we also have become sons by the Word of truth; and henceforth we must of necessity seek, even as has been said, another Word, through whom He also has come into being, and was brought forth together with all the things that God willed.
62. Εἰ μὲν οὖν ἐστιν ἕτερος τοῦ Θεοῦ Λόγος, ἔστω καὶ οὗτος Λόγῳ γεγονώς· εἰ δὲ μὴ ἔστιν ἄλλος (οὐκ ἔστι γάρ), ἀλλὰ πάντα δι' αὐτοῦ γέγονεν, ἅπερ ὁ Πατὴρ βεβούληται· πῶς οὐ δείκνυται τούτων πολυκέφαλος πανουργία; Ὅτι καταισχυνθέντες ἐπὶ τῷ λέγειν ποίημα καὶ κτίσμα, καὶ, Οὐκ ἦν πρὶν γεννηθῇ ὁ τοῦ Θεοῦ Λόγος, ἄλλως πάλιν κτίσμα λέγουσιν αὐτὸν εἶναι, βούλησιν προβαλλόμενοι καὶ λέγοντες· Εἰ μὴ βουλήσει γέγονεν, οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἔσχεν ὁ Θεὸς Υἱόν. Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ, πονηρότατοι, καὶ πάντα πρὸς τὴν αἵρεσιν ἑαυτῶν ἕλκοντες; Τὸ μὲν γὰρ ἀντικείμενον τῇ βουλήσει ἑωράκασι· τὸ δὲ μεῖζον καὶ ὑπερκείμενον οὐκ ἐθεώρησαν. Ὥσπερ γὰρ ἀντίκειται τῇ βουλήσει τὸ παρὰ γνώμην, οὕτως ὑπέρκειται καὶ προηγεῖται τοῦ βουλεύεσθαι τὸ κατὰ φύσιν. Οἰκίαν μὲν οὖν τις βουλευόμενος κατασκευάζει, υἱὸν δὲ γεννᾷ κατὰ φύσιν· καὶ τὸ μὲν βουλήσει κατασκευαζόμενον ἤρξατο γίνεσθαι, καὶ ἔξωθέν ἐστι τοῦ ποιοῦντος· ὁ δὲ υἱὸς ἴδιόν ἐστι τῆς οὐσίας τοῦ πατρὸς γέννημα, καὶ οὐκ ἔστιν ἔξωθεν αὐτοῦ· διὸ οὐδὲ βουλεύεται περὶ αὐτοῦ, ἵνα μὴ καὶ περὶ ἑαυτοῦ δοκῇ βουλεύεσθαι. Ὅσῳ οὖν τοῦ κτίσματος ὁ υἱὸς ὑπέρκειται, τοσούτῳ καὶ τῆς βουλήσεως τὸ κατὰ φύσιν· καὶ ἔδει αὐτοὺς, ἀκούοντας, οὐ βουλήσει λογίζεσθαι τὸ κατὰ φύσιν. Οἱ δὲ ἐπιλαθόμενοι, ὅτι περὶ Υἱοῦ Θεοῦ ἀκούουσι, τολμῶσιν ἀνθρωπίνας ἀντιθέσεις λέγειν ἐπὶ Θεοῦ, ἀνάγκην καὶ παρὰ γνώμην, ἵνα τὸ εἶναι Υἱὸν ἀληθινὸν ἀρνήσωνται τοῦ Θεοῦ· ἐπεὶ εἰπάτωσαν ἡμῖν αὐτοί· Τὸ ἀγαθὸν εἶναι καὶ οἰκτίρμονα τὸν Θεὸν ἐκ βουλήσεως πρόσεστιν αὐτῷ, ἢ οὐ βουλήσει; Εἰ μὲν οὖν ἐκ βουλήσεως, σκοπεῖν δεῖ, ὅτι ἤρξατο μὲν εἶναι ἀγαθὸς, καὶ τὸ μὴ εἶναι δὲ αὐτὸν ἀγαθὸν ἐνδεχόμενόν ἐστι. Τὸ γὰρ βουλεύεσθαι καὶ προαιρεῖσθαι εἰς ἑκάτερα τὴν ῥοπὴν ἔχει, καὶ λογικῆς φύσεώς ἐστι τοῦτο πάθος. Εἰ δὲ διὰ τὸ ἐκ τούτων ἄτοπον οὐκ ἐκ βουλήσεως ἀγαθὸς καὶ οἰκτίρμων ἐστὶν, ἀκου-
62. If, therefore, there is another Word of God, let this One also have come into being by a Word; but if there is no other (for indeed there is not), but all things have come into being through Him, whatsoever the Father has counselled, how is not the many-headed craftiness of these men shown? Because, having been put to shame at saying that the Word of God is a thing made and a creature, and, He was not before He was begotten, they say again in another way that He is a creature, putting forward counsel and saying: If He has not come into being by counsel, therefore by necessity and unwillingly God had a Son. And who is he that imposed necessity upon Him, O most wicked men, who draw all things unto your own heresy? For that which is opposed to counsel they have seen; but that which is greater and transcends it they have not perceived. For just as that which is contrary to intention is opposed to counsel, so that which is according to nature transcends and precedes counselling. Now a man builds a house by counselling, whereas he begets a son according to nature; and that which is built by counsel began to come into being, and is external to the maker; whereas the son is the proper offspring of the essence of the father, and is not external to him; wherefore neither does he counsel concerning him, lest he seem to counsel concerning himself also. By so much, therefore, as the son transcends the creature, by so much also does that which is according to nature transcend counsel; and they ought, when hearing not by counsel, to reckon it as that which is according to nature. But they, having forgotten that they are hearing concerning the Son of God, dare to speak human antitheses in the case of God—necessity and contrary to intention—so that they may deny that He is the true Son of God; else let them tell us themselves: Does God's being good and merciful belong to Him from counsel, or not by counsel? If, then, from counsel, one must consider that He began to be good, and that His not being good is also possible. For to counsel and to choose has its inclination towards either side, and this is an affection of a rational nature. But if, because of the absurdity arising from these things, He is good and merciful not from counsel, let them hear
PG 26:456Read from the page
σάτωσαν ἅπερ εἰρήκασιν αὐτοί· οὐκοῦν ἀνάγκῃ καὶ μὴ θέλων ἐστὶν ἀγαθός. Καὶ τίς ὁ τὴν ἀνάγκην ἐπιβαλὼν αὐτῷ; Εἰ δὲ ἄτοπόν ἐστι λέγειν ἐπὶ Θεοῦ ἀνάγκην, καὶ διὰ τοῦτο φύσει ἀγαθός ἐστιν· εἴη ἂν πολλῷ μᾶλλον καὶ ἀληθέστερον τοῦ Υἱοῦ φύσει καὶ οὐκ ἐκ βουλήσεως Πατήρ.
the things that they themselves have said: therefore by necessity and unwillingly He is good. And who is he that imposed the necessity upon Him? But if it is absurd to speak of necessity in the case of God, and on this account He is good by nature, much more and more truly would He be Father of the Son by nature and not from counsel.
63. Εἰπάτωσαν δὲ πάλιν ἡμῖν καὶ τοῦτο (πρὸς γὰρ τὴν ἀναισχυντίαν αὐτῶν ἐρώτησιν αὐτοῖς ἐπαγαγεῖν ἔτι βούλομαι, τολμηροτέραν μὲν, βλέπουσαν δὲ ὅμως εἰς εὐσέβειαν· ἱλάσθητι, Δέσποτα)· Ὁ Πατὴρ αὐτὸς, βουλευσάμενος πρότερον, εἶτα θελήσας, οὕτως ὑπάρχει, ἢ καὶ πρὸ τοῦ βουλεύσασθαι; Χρὴ γὰρ, καὶ περὶ τοῦ Λόγου τοιαῦτα τολμῶντας αὐτοὺς, τοιαῦτα καὶ ἀκούειν, ἵνα γνῶσιν, ὅτι ἡ τοιαύτη αὐτῶν προπέτεια καὶ εἰς αὐτὸν τὸν Πατέρα φθάνει. Ἐὰν μὲν οὖν εἴπωσιν, ἅπαξ βουλευσάμενοι περὶ βουλήσεως, ὅτι καὶ αὐτὸς ἐκ βουλήσεως· τί οὖν ἦν πρὸ τοῦ βουλεύσασθαι, ἢ τί πλέον ἔσχεν, ὡς ὑμεῖς λέγετε, μετὰ τὸ βουλεύσασθαι; Εἰ δὲ ἄτοπος καὶ ἀσύστατός ἐστιν ἡ τοιαύτη ἐρώτησις, καὶ οὐ θέμις ὅλως τοιαῦτα λέγειν (ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς περὶ Θεοῦ εἰδέναι καὶ νοεῖν, ὅτι αὐτός ἐστιν ὁ ὤν), πῶς οὐκ ἄλογον ἂν εἴη περὶ τοῦ Λόγου τοῦ Θεοῦ τοιαῦτα ἐνθυμεῖσθαι, καὶ βούλησιν καὶ θέλησιν προβάλλεσθαι; Ἀρκεῖ γὰρ καὶ μόνον ἀκούοντας ἡμᾶς καὶ περὶ τοῦ Λόγου εἰδέναι καὶ νοεῖν, ὅτι ὁ μὴ ἐκ βουλήσεως ὑπάρχων Θεὸς οὐ βουλήσει, ἀλλὰ φύσει τὸν ἴδιον ἔχει Λόγον. Πῶς δὲ οὐχ ὑπερβάλλει πᾶσαν μανίαν, τὸ καὶ μόνον ἐνθυμεῖσθαι, ὅτι αὐτὸς ὁ Θεὸς βουλεύεται καὶ σκέπτεται, καὶ προαιρεῖται, καὶ θέλειν ἑαυτὸν προτρέπεται, ἵνα μὴ ἄλογος καὶ ἄσοφος ᾖ, ἀλλὰ Λόγον καὶ Σοφίαν ἔχῃ; Περὶ ἑαυτοῦ γὰρ δοκεῖ σκέπτεσθαι ὁ περὶ τοῦ ἰδίου τῆς οὐσίας ἑαυτοῦ βουλευόμενος. Πολλῆς τοίνυν δυσφημίας οὔσης ἐν τῇ τοιαύτῃ φρονήσει, εὐσεβῶς ἂν λεχθείη, ὅτι τὰ μὲν γενητὰ εὐδοκίᾳ καὶ βουλήσει γέγονεν, ὁ δὲ Υἱὸς οὐ θελήματός ἐστι δημιούργημα ἐπιγεγονὼς, καθάπερ ἡ κτίσις, ἀλλὰ φύσει τῆς οὐσίας ἴδιον γέννημα. Καὶ γὰρ ἴδιος ὢν Λόγος τοῦ Πατρὸς, οὐκ ἐᾷ πρὸ ἑαυτοῦ λογίσασθαί τινα βού-
63. And let them tell us this also again (for against their shamelessness I wish to bring a question upon them still further, somewhat bold indeed, yet looking towards godliness; be propitious, O Sovereign Lord): Does the Father Himself, having first counselled, and then willed, thus exist, or even before counselling? For it is necessary that they who dare such things concerning the Word also should hear such things, so that they may know that such rashness of theirs reaches even unto the Father Himself. If, then, having once counselled concerning counsel, they say that He Himself also is from counsel: what then was He before counselling, or what more did He have, as you say, after counselling? But if such a question is absurd and incoherent, and it is not lawful at all to say such things (for it suffices for us, on merely hearing concerning God, to know and understand that He Himself is He Who is), how would it not be irrational to ponder such things concerning the Word of God, and to put forward counsel and will? For it suffices for us, on merely hearing concerning the Word also, to know and understand that the God Who exists not from counsel has His own Word not by counsel, but by nature. And how does it not surpass all madness even merely to ponder that God Himself counsels and deliberates, and chooses, and exhorts Himself to will, so that He may not be wordless and wisdomless, but may have Word and Wisdom? For he who counsels concerning that which is proper to his own essence seems to deliberate concerning himself. Since, therefore, there is much blasphemy in such a mindset, it would be piously said that originate things have come into being by good pleasure and counsel, whereas the Son is not a work of will that has come into being afterwards, just like the creation, but is by nature the proper offspring of the essence. For indeed, being the proper Word of the Father, He does not permit anyone to reckon before Himself any coun-
PG 26:457Read from the page
λησιν, αὐτὸς ὢν βουλὴ ζῶσα τοῦ Πατρὸς, καὶ δύναμις, καὶ δημιουργὸς τῶν δοκούντων τῷ Πατρί. Καὶ ταῦτα αὐτὸς ἐν ταῖς Παροιμίαις περὶ ἑαυτοῦ φησιν· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ὡς γὰρ αὐτὸς ὢν ἡ φρόνησις, ἐν ᾗ τοὺς οὐρανοὺς ἡτοίμασε, καὶ αὐτὸς ὢν ἰσχὺς καὶ δύναμις· Χριστὸς γὰρ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία· νῦν παρακλίνων εἶπεν, Ἐμὴ φρόνησις, καὶ ἐμὴ ἰσχύς· οὕτω λέγων, Ἐμὴ βουλὴ, αὐτὸς ἂν εἴη τοῦ Πατρὸς ἡ ζῶσα βουλὴ, καθὼς καὶ παρὰ τοῦ προφήτου μεμαθήκαμεν, ὅτι αὐτὸς τῆς μεγάλης βουλῆς Ἄγγελος γίνεται, καὶ θέλημα τοῦ Πατρὸς αὐτὸς ἐκλήθη. Χρὴ γὰρ οὕτω διελέγχειν αὐτοὺς, ἀνθρώπινα περὶ τοῦ Θεοῦ διανοουμένους.
sel, being Himself the living counsel of the Father, and power, and Creator of the things that seem good to the Father. And these things He Himself says concerning Himself in the Proverbs: Counsel and safety are Mine; understanding is Mine, and strength is Mine (Prov. 8:14). For just as, being Himself the understanding in which He prepared the heavens (Prov. 3:19), and being Himself strength and power—for Christ is the power of God and the wisdom of God (1 Cor. 1:24)—now varying the expression He said, Understanding is Mine, and strength is Mine; so in saying, Counsel is Mine, He Himself would be the living counsel of the Father, even as we have learned from the prophet also, that He Himself becomes the Angel of great counsel (Isa. 9:6), and He Himself was called the will of the Father. For thus must one refute them, who think human things concerning God.
64. Οὐκοῦν εἰ τὰ ποιήματα βουλήσει καὶ εὐδοκίᾳ ὑπέστη, καὶ ἡ κτίσις πᾶσα θελήματι γέγονεν· ὅ τε Παῦλος διὰ θελήματος Θεοῦ ἀπόστολος ἐκλήθη, καὶ ἡ κλῆσις ἡμῶν εὐδοκίᾳ καὶ θελήματι γέγονε, πάντα δὲ διὰ τοῦ Λόγου γέγονεν· ἐκτός ἐστιν οὗτος τῶν βουλήσει γεγονότων, καὶ μᾶλλον αὐτός ἐστιν ἡ ζῶσα βουλὴ τοῦ Πατρὸς, ἐν ᾗ ταῦτα πάντα γέγονεν· ἐν ᾗ καὶ ὁ ἅγιος Δαβὶδ εὐχαριστῶν ἔλεγεν ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ· Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου· καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με. Πῶς οὖν δύναται βουλὴ καὶ θέλημα τοῦ Πατρὸς ὑπάρχων ὁ Λόγος γίνεσθαι καὶ αὐτὸς θελήματι καὶ βουλήσει, ὡς ἕκαστος, εἰ μὴ, καθὰ προεῖπον, μανέντες πάλιν εἴπωσιν αὐτὸν δι' ἑαυτοῦ γεγονέναι, ἢ δι' ἑτέρου τινός; Τίς οὖν ἐστι, δι' οὗ γέγονε; Πλασάσθωσαν ἕτερον Λόγον, καὶ τὰ Οὐαλεντίνου ζηλώσαντες, Χριστὸν ἕτερον ὀνομασάτωσαν· οὐ γὰρ γέγραπται. Ἀλλὰ κἂν πλάσωνται, πάντως κἀκεῖνος διά τινος γίνεται· καὶ λοιπὸν οὕτως ἐπιλογιζομένων ἡμῶν, καὶ ἀνακρινόντων τὴν ἀκολουθίαν, εὑρίσκεται τῶν ἀθέων ἡ πολυκέφαλος αἵρεσις εἰς πολυθεότητα πίπτουσα καὶ ἄμετρον μανίαν, ἐν ῃ κτίσμα καὶ ἐξ οὐκ ὄντων θέλοντες εἶναι τὸν Υἱὸν, ἑτέρως τὰ αὐτὰ σημαίνουσι, βούλησιν καὶ θέλησιν προβαλλόμενοι, ἃ μάλιστα ἐπὶ τῶν γενητῶν καὶ κτιστῶν ταῦτα εὐλόγως ἂν λέγοιτο. Πῶς οὖν οὐκ ἀσεβὲς τὰ τῶν γενητῶν ἐπὶ τὸν Δημιουργὸν ἀναφέρειν; Ἢ πῶς οὐ βλάσφημον λέγειν βούλησιν πρὸ τοῦ Λόγου
64. Therefore, if the things made subsisted by counsel and good pleasure, and the whole creation has come into being by will; and Paul was called an apostle through the will of God (1 Cor. 1:1), and our calling has come about by good pleasure and will (Eph. 1:5), and all things have come into being through the Word: He is outside of the things that have come into being by counsel, and rather He Himself is the living counsel of the Father, in which all these things have come into being; in which also the holy David, giving thanks, said in the seventy-second Psalm: Thou hast held my right hand; and in Thy counsel Thou hast guided me (Ps. 72:24). How then can the Word, being the counsel and will of the Father, come into being Himself also by will and counsel, like each thing, unless, even as I said before, having gone mad again they say that He has come into being through Himself, or through some other? Who then is it through whom He has come into being? Let them fashion another Word, and, having emulated the doctrines of Valentinus, let them name another Christ; for it is not written. Yet even if they fashion one, assuredly that one also comes to be through someone; and henceforth, as we reckon thus and examine the consequence, the many-headed heresy of the godless is found falling into polytheism and measureless madness, wherein, wishing the Son to be a creature and out of nothing, they signify the same things in another way, putting forward counsel and will, which very things would reasonably be said in the case of things originate and created. How then is it not ungodly to refer the properties of originate things to the Creator? Or how is it not blasphemous to say that counsel was in the Father before the Word?
Notes, col. 457

On the reading

Printed ῃ, for ᾗ.

PG 26:460Read from the page
εἶναι ἐν τῷ Πατρί; Εἰ γὰρ προηγεῖται βούλησις ἐν τῷ Πατρὶ, οὐκ ἀληθεύει λέγων ὁ Υἱὸς, Ἐγὼ ἐν τῷ Πατρί· ἢ εἰ καὶ αὐτὸς ἐν τῷ Πατρί ἐστιν, ἀλλὰ δεύτερος λογισθήσεται, καὶ οὐκ ἔπρεπε λέγειν αὐτὸν, Ἐγὼ ἐν τῷ Πατρὶ, οὔσης βουλήσεως πρὸ αὐτοῦ, ἐν ᾗ τὰ πάντα γέγονε, καὶ αὐτὸς ὑπέστη καθ' ὑμᾶς. Κἂν γὰρ τῇ δόξῃ διαφέρῃ, ἀλλ' οὐδὲν ἧττον εἷς ἐστι τῶν ἐκ βουλήσεως γινομένων. Ὡς δὲ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, εἰ οὕτως ἐστὶ, πῶς ὁ μὲν Κύριος, τὰ δὲ δοῦλα; Πάντων δὲ Κύριος τυγχάνει οὗτος, ὅτι τῇ τοῦ Πατρὸς κυριότητι ἥνωται· καὶ πάντως ἡ κτίσις δούλη, ἐπεὶ ἐκτὸς τῆς τοῦ Πατρὸς ἑνότητός ἐστι, καὶ οὐκ οὖσά ποτε γέγονε.
For if counsel precedes in the Father, the Son does not speak truly when He says, I am in the Father (John 14:10); or even if He Himself is in the Father, yet He will be reckoned second, and it was not fitting for Him to say, I am in the Father, since counsel was before Him, in which all things have come into being and He Himself subsisted according to you. For even though He excel in glory, yet none the less He is one of the things that come into being from counsel. And as we have said in what goes before, if it is thus, how is He Lord, while they are servants? Yet He is Lord of all, because He is united to the lordship of the Father; and assuredly the creation is a servant, since it is outside of the unity of the Father, and once not existing has come into being.
65. Ἔδει δὲ αὐτοὺς, λέγοντας βουλήσει τὸν Υἱὸν, εἰπεῖν, ὅτι καὶ φρονήσει γέγονε· ταὐτὸν γὰρ ἡγοῦμαι φρόνησιν καὶ βούλησιν εἶναι. Ὃ γὰρ βουλεύεταί τις, τοῦτο πάντως καὶ φρονεῖ· καὶ ὃ φρονεῖ, τοῦτο καὶ βουλεύεται. Αὐτὸς γοῦν ὁ Σωτὴρ ὡς ἀδελφὰ ταῦτα τῇ ἀναλογίᾳ συνῆψεν ἅμα λέγων· Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ὡς γὰρ ἰσχὺς καὶ ἀσφάλεια ταὐτόν ἐστιν, ἡ αὐτὴ γὰρ δύναμίς ἐστιν· οὕτω ταὐτόν ἐστιν εἰπεῖν τὴν φρόνησιν καὶ τὴν βουλὴν εἶναι, ἅπερ ἐστὶν ὁ Κύριος. Ἀλλ' οἱ ἀσεβεῖς οὐ θέλουσι μὲν Λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν Υἱόν· περὶ δὲ τὸν Θεὸν φρόνησιν καὶ βουλὴν καὶ σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν ἀνθρωπίνως γίνεσθαι μυθολογοῦσι, καὶ πάντα κινοῦσι, καὶ τὴν Οὐαλεντίνου ἔννοιαν καὶ θέλησιν προβάλλονται, ἵνα μόνον διαστήσωσι τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, καὶ μὴ εἴπωσιν ἴδιον αὐτὸν τοῦ Πατρὸς εἶναι Λόγον, ἀλλὰ κτίσμα. Ἐκεῖνοι μὲν οὖν ἀκουέτωσαν, ὡς Σίμων ὁ Μάγος ἤκουσεν· Ἡ ἀσέβεια Οὐαλεντίνου σὺν ὑμῖν εἴη εἰς ἀπώλειαν! ἕκαστος δὲ Σολομῶνι μᾶλλον πειθέσθω λέγοντι αὐτὸν εἶναι σοφίαν καὶ φρόνησιν τὸν Λόγον. Φησὶ γάρ· Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν· ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει· ὡς δὲ ὧδε ἐν φρονήσει, οὕτως ἐν Ψαλμοῖς· Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Ὡς δὲ τῷ Λόγῳ οἱ οὐρανοὶ, οὕτω πάντα, ὅσα ἠθέλησεν, ἐποίησε· καὶ ὡς ὁ Ἀπό-
65. Now they ought, when saying that the Son is by counsel, to say that He has come into being by understanding also; for I deem understanding and counsel to be the same. For what a man counsels, this assuredly he also understands; and what he understands, this he also counsels. The Saviour Himself, at all events, joined these together as sisters by analogy, saying at the same time: Counsel and safety are Mine; understanding is Mine, and strength is Mine (Prov. 8:14). For just as strength and safety are the same—for it is the same power—so one may say that understanding and counsel are the same, which very things the Lord is. But the ungodly do not wish the Son to be the living Word and counsel; rather, they fable that understanding and counsel and wisdom come to be about God after a human manner as a habit that accrues and departs, and they leave no stone unturned, and put forward the thought and will of Valentinus, if only they may separate the Son from the Father, and not say that He is the proper Word of the Father, but a creature. Let those men, therefore, hear, even as Simon Magus heard: May the ungodliness of Valentinus be with you unto perdition! (Acts 8:20); and let each one rather obey Solomon when he says that the Word Himself is wisdom and understanding. For he says: God by wisdom founded the earth, and prepared the heavens in understanding (Prov. 3:19); and as here in understanding, so in the Psalms: By the Word of the Lord the heavens were established (Ps. 32:6). And as by the Word the heavens were established, so all things whatsoever He willed, He made; and as the Apo-
PG 26:461Read from the page
στολος γράφει Θεσσαλονικεῦσι· Τὸ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ ἐστιν. Ὁ ἄρα τοῦ Θεοῦ Υἱὸς, αὐτός ἐστιν ὁ Λόγος καὶ ἡ σοφία, αὐτὸς ἡ φρόνησις καὶ ἡ ζῶσα βουλή· καὶ ἐν αὐτῷ τὸ θέλημα τοῦ Πατρός ἐστιν· αὐτὸς ἀλήθεια, καὶ φῶς, καὶ δύναμις τοῦ Πατρός ἐστιν. Εἰ δὲ ἡ βούλησις τοῦ Θεοῦ, ἡ σοφία ἐστὶ καὶ ἡ φρόνησις, ὁ δὲ Υἱός ἐστιν ἡ σοφία· ὁ ἄρα λέγων βουλήσει τὸν Υἱὸν ἶσον λέγει τῷ τὴν Σοφίαν ἐν Σοφίᾳ γεγονέναι, καὶ τὸν Υἱὸν ἐν Υἱῷ πεποιῆσθαι, καὶ διὰ τοῦ Λόγου τὸν Λόγον ἐκτίσθαι. Τοῦτο δὲ καὶ τῷ Θεῷ μάχεται, καὶ ταῖς παρ' αὐτοῦ Γραφαῖς ἐναντιοῦται· καὶ γὰρ καὶ ὁ Ἀπόστολος οὐ βουλήσεως, ἀλλὰ αὐτῆς τῆς πατρικῆς οὐσίας ἴδιον ἀπαύγασμα καὶ χαρακτῆρα τὸν Υἱὸν κηρύττει, λέγων· Ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ. Εἰ δὲ, ὡς προειρήκαμεν, ἐκ βουλήσεως οὐκ ἔστιν ἡ πατρικὴ οὐσία καὶ ὑπόστασις, εὔδηλον, ὡς οὔτε τὸ ἴδιον τῆς πατρικῆς ὑποστάσεως ἐκ βουλήσεως ἂν εἴη. Ὁποία γὰρ ἦ καὶ ὡς ἐὰν ᾖ ἡ μακαρία ἐκείνη ὑπόστασις, τοιοῦτον καὶ οὕτως εἶναι καὶ τὸ ἴδιον ἐξ αὐτῆς γέννημα δεῖ. Καὶ αὐτὸς γοῦν ὁ Πατὴρ οὐκ εἶπεν· Οὗτός ἐστιν ὁ βουλήσει μου γεγονὼς Υἱὸς, οὐδὲ, Ὃν κατ' εὐδοκίαν ἔσχον Υἱόν· ἀλλ' ἁπλῶς, Ὁ Υἱός μου, καὶ μᾶλλον, Ἐν ᾧ ηὐδόκησα· δεικνὺς ἐκ τούτων, ὅτι, Φύσει μὲν οὗτός ἐστιν Υἱὸς, ἐν αὐτῷ δὲ τῶν ἐμοὶ δοκούντων ἡ βούλησις ἀπόκειται.
stle writes to the Thessalonians: The will of God is in Christ Jesus. Therefore the Son of God, He Himself is the Word and the wisdom, He Himself is the understanding and the living counsel; and in Him is the will of the Father; He Himself is truth, and light, and power of the Father. And if the counsel of God is wisdom and understanding, and the Son is wisdom, then he who says that the Son is by counsel says what is equal to saying that Wisdom has come to be in Wisdom, and that the Son has been made in the Son, and that through the Word the Word has been created. And this both fights against God and opposes the Scriptures from Him; for indeed the Apostle too proclaims the Son to be not of counsel, but the proper radiance and express image of the paternal essence itself, saying: Who being the radiance of His glory and the express image of His subsistence. And if, as we have said before, the paternal essence and subsistence is not from counsel, it is plain that neither could that which is proper to the paternal subsistence be from counsel. For of whatever sort and however that blessed subsistence may be, of such a sort and thus must also be the proper offspring from it. And indeed the Father Himself did not say: This is the Son who has come to be by My counsel, nor, Whom I had as Son according to good pleasure; but simply, My Son, and rather, In Whom I was well pleased; showing from these words that: By nature indeed this is My Son, and in Him is laid up the counsel of the things that seem good to Me.
66. Ἆρ' οὖν ἐπεὶ φύσει καὶ μὴ ἐκ βουλήσεώς ἐστιν ὁ Υἱὸς, ἤδη καὶ ἀθέλητός ἐστι τῷ Πατρὶ, καὶ μὴ βουλομένου τοῦ Πατρός ἐστιν ὁ Υἱός; Οὐμενοῦν· ἀλλὰ καὶ θελόμενός ἐστιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς, καὶ, ὡς αὐτός φησιν, Ὁ Πατὴρ φιλεῖ τὸν Υἱὸν, καὶ πάντα δείκνυσιν αὐτῷ. Ὡς γὰρ τὸ εἶναι ἀγαθὸς οὐκ ἐκ βουλήσεως μὲν ἤρξατο, οὐ μὴν ἀβουλήτως καὶ ἀθελήτως ἐστὶν ἀγαθός· ὃ γάρ ἐστι, τοῦτο καὶ θελητόν ἐστιν αὐτῷ· οὕτω καὶ τὸ εἶναι τὸν Υἱὸν, εἰ καὶ μὴ ἐκ βουλήσεως ἤρξατο, ἀλλ' οὐκ ἀθέλητον, οὐδὲ παρὰ γνώμην ἐστὶν αὐτῷ. Ὥσπερ γὰρ τῆς ἰδίας ὑποστάσεώς ἐστι θελητὴς, οὕτω καὶ ὁ Υἱὸς, ἴδιος ὢν αὐτοῦ τῆς οὐσίας, οὐκ ἀθέλητός ἐστιν αὐτῷ. Θελέσθω καὶ φιλείσθω τοίνυν ὁ Υἱὸς παρὰ τοῦ Πατρός· καὶ οὕτω τὸ θέλειν καὶ
66. Since, then, the Son is by nature and not from counsel, is He therefore without the will of the Father, and is the Son in existence without the Father willing it? Not at all; rather, the Son is both willed by the Father, and, as He Himself says, The Father loves the Son, and shows Him all things. For just as His being good did not begin from counsel, yet He is not good without counsel and without will—for what He is, this is also willed by Him—so also the existence of the Son, even though it did not begin from counsel, yet is not unwilled, nor contrary to His mind. For just as He is a willer of His own subsistence, so also the Son, being proper to His essence, is not unwilled by Him. Let the Son, therefore, be willed and loved by the Father; and thus the willing and
Notes, col. 461

On the reading

Printed ἦ, for ᾖ.

PG 26:464Read from the page
τὸ μὴ ἀβούλητον τοῦ Θεοῦ τις εὐσεβῶς λογιζέσθω. Καὶ γὰρ ὁ Υἱὸς τῇ θελήσει ᾗ θέλεται παρὰ τοῦ Πατρὸς, ταύτῃ καὶ αὐτὸς ἀγαπᾷ, καὶ θέλει, καὶ τιμᾷ τὸν Πατέρα· καὶ ἕν ἐστι θέλημα τὸ ἐκ Πατρὸς ἐν Υἱῷ, ὡς καὶ ἐκ τούτου θεωρεῖσθαι τὸν Υἱὸν ἐν τῷ Πατρὶ, καὶ τὸν Πατέρα ἐν τῷ Υἱῷ. Μὴ μέντοι κατὰ Οὐαλεντῖνον προηγουμένην τις βούλησιν ἐπεισαγέτω· μηδὲ μέσον τις ἑαυτὸν ὠθείτω τοῦ μόνου Πατρὸς πρὸς τὸν μόνον Λόγον, προφάσει τοῦ βουλεύεσθαι. Μαίνοιτο γὰρ ἄν τις μεταξὺ τιθεὶς Πατρὸς καὶ Υἱοῦ βούλησιν καὶ σκέψιν. Καὶ γὰρ ἕτερόν ἐστι λέγειν, Βουλήσει γέγονεν, ἕτερον δὲ, ὅτι Ἴδιον ὄντα φύσει τὸν Υἱὸν αὐτοῦ ἀγαπᾷ καὶ θέλει αὐτόν. Τὸ μὲν γὰρ λέγειν, Ἐκ βουλήσεως γέγονε, πρῶτον μὲν τὸ μὴ εἶναί ποτε τοῦτον σημαίνει· ἔπειτα δὲ, καὶ τὴν ἐπ' ἄμφω ῥοπὴν ἔχει, καθάπερ εἴρηται· ὥστε δύνασθαί τινα νοεῖν, ὅτι ἠδύνατο καὶ μὴ βούλεσθαι τὸν Υἱόν. Ἐπὶ Υἱοῦ δὲ λέγειν, Ἠδύνατο καὶ μὴ εἶναι, δυσσεβές ἐστι καὶ φθάνον εἰς τὴν τοῦ Πατρὸς οὐσίαν τὸ τόλμημα· εἴγε τὸ ἴδιον αὐτῆς ἠδύνατο μὴ εἶναι. Ὅμοιον γὰρ ὡς εἰ ἐλέγετο, Ἠδύνατο καὶ μὴ εἶναι ἀγαθὸς ὁ Πατήρ. Ἀλλ' ὥσπερ ἀγαθὸς ἀεὶ καὶ τῇ φύσει, οὕτως ἀεὶ γεννητικὸς τῇ φύσει ὁ Πατήρ· τὸ δὲ λέγειν, Ὁ Πατὴρ θέλει τὸν Υἱὸν, καὶ, Ὁ Λόγος θέλει τὸν Πατέρα, οὐ βούλησιν προηγουμένην δείκνυσιν, ἀλλὰ φύσεως γνησιότητα, καὶ οὐσίας ἰδιότητα καὶ ὁμοίωσιν γνωρίζει. Ὡς γὰρ καὶ ἐπὶ τοῦ ἀπαυγάσματος ἄν τις εἴποι καὶ τοῦ φωτὸς, ὅτι τὸ ἀπαύγασμα οὐκ ἔχει μὲν βούλησιν προηγουμένην ἐν τῷ φωτί· ἔστι δὲ φύσει αὐτοῦ γέννημα θελόμενον παρὰ τοῦ φωτὸς του καὶ γεννήσαντος αὐτὸ, οὐκ ἐν σκέψει βουλήσεως, ἀλλὰ φύσει καὶ ἀληθείᾳ· οὕτω καὶ ἐπὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὀρθῶς ἄν τις εἴποι, ὅτι ὁ Πατὴρ ἀγαπᾷ καὶ θέλει τὸν Υἱὸν, καὶ ὁ Υἱὸς ἀγαπᾷ καὶ θέλει τὸν Πατέρα.
the absence of unwillingness in God let one piously reckon. For indeed, with the will wherewith the Son is willed by the Father, with this He Himself also loves, and wills, and honours the Father; and one is the will which is from the Father in the Son, so that from this too the Son is beheld in the Father, and the Father in the Son. Let no one, however, after Valentinus, bring in an antecedent counsel; nor let anyone thrust himself in the middle between the only Father and the only Word, under pretext of taking counsel. For a man would be mad who placed counsel and deliberation between the Father and the Son. For it is one thing to say, He has come to be by counsel, and another, that He loves and wills His own Son Who is proper to Him by nature. For to say, He has come to be from counsel, first of all signifies that He once was not; and next, it also carries an inclination either way, just as has been said, so that one could think that He could also not will the Son. But regarding the Son to say, He could also not be, is an impious audacity and one reaching even to the essence of the Father, if indeed that which is proper to it could not be. For it is just as if it were said, The Father could also not be good. But just as the Father is always good and by nature, so is He always generative by nature; and to say, The Father wills the Son, and, The Word wills the Father, does not show an antecedent counsel, but makes known genuineness of nature, and propriety and likeness of essence. For just as concerning the radiance also and the light one might say that the radiance does not have an antecedent counsel in the light, but is by nature its offspring, willed by the light which also begot it, not in deliberation of counsel, but by nature and in truth; so also concerning the Father and the Son one might rightly say that the Father loves and wills the Son, and the Son loves and wills the Father.
67. Οὐκοῦν μὴ λεγέσθω θελήματος δημιούργημα ὁ Υἱὸς, μηδὲ τὰ Οὐαλεντίνου ἐπεισαγέσθω τῇ Ἐκκλησίᾳ, ἀλλὰ βουλὴ ζῶσα, καὶ ἀληθῶς φύσει γέννημα, ὡς τοῦ φωτὸς τὸ ἀπαύγασμα. Οὕτω γὰρ καὶ ὁ μὲν Πατὴρ εἴρηκεν, Ἐξηρεύξατο ἡ καρδία μου Λόγον ἀγαθόν· ὁ δὲ Υἱὸς ἀκολούθως, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί. Εἰ δὲ ὁ Λόγος ἐν καρδίᾳ, ποῦ ἡ βούλησις; Καὶ εἰ ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ποῦ ἡ θέλησις; Καὶ εἰ ἡ βούλησις αὐτὸς, πῶς ἐν βουλήσει
67. Therefore let not the Son be called a work of will, nor let the doctrines of Valentinus be brought into the Church, but let Him be called living counsel, and truly an offspring by nature, as the radiance of the light. For thus the Father too has said, My heart has poured forth a good Word; and the Son correspondingly, I am in the Father, and the Father in Me. And if the Word is in the heart, where is counsel? And if the Son is in the Father, where is willing? And if He Himself is the counsel, how in counsel is
Notes, col. 464

On the reading

Printed του, for τοῦ.