ἡ βουλή; Ἄτοπον γάρ· ἵνα μὴ καὶ ἐν Λόγῳ ὁ Λόγος, καὶ ὁ Υἱὸς ἐν Υἱῷ, καὶ ἡ Σοφία ἐν Σοφίᾳ γίνηται, καθάπερ πολλάκις εἴρηται. Πάντα γάρ ἐστιν ὁ Υἱὸς τοῦ Πατρός· καὶ οὐδὲν ἐν τῷ Πατρὶ πρὸ τοῦ Λόγου· ἀλλ' ἐν τῷ Λόγῳ καὶ ἡ βούλησις· καὶ δι' αὐτοῦ τὰ τοῦ βουλήματος εἰς ἔργον τελειοῦται, ὡς ἔδειξαν αἱ θεῖαι Γραφαί. Ἐβουλόμην δὲ τοὺς ἀσεβεῖς οὕτως εἰς ἀλογίαν πεπτωκότας, καὶ περὶ βουλήσεως σκεπτομένους, νῦν ἐρωτῆσαι μηκέτι τὰς τικτούσας αὐτῶν γυναῖκας, ἃς οὗτοι πρότερον ἠρώτων λέγοντες, Εἰ εἶχες υἱὸν, πρὶν γεννήσῃς; ἀλλὰ τοὺς πατέρας, καὶ εἰπεῖν αὐτοῖς· Πότερον βουλευόμενοι γίνεσθε πατέρες, ἢ κατὰ φύσιν καὶ τῆς ὑμῶν βουλήσεως; Ἢ τῆς φύσεως καὶ οὐσίας ὑμῶν ἐστιν ὅμοια τὰ τέκνα; ἵνα κἂν παρὰ τῶν γονέων ἐντραπῶσι, παρ' ὧν τὸ λῆμμα τῆς γενέσεως ἀπήτησαν, καὶ παρ' ὧν ἤλπισαν ἔχειν τὴν γνῶσιν. Ἀποκριθήσονται γὰρ αὐτοῖς, ὅτι Ἃ γεννῶμεν, οὐ τοῦ θελήματος, ἀλλ' ἡμῶν ἐστιν ὅμοια· οὐδὲ προβουλευσάμενοι γινόμεθα γονεῖς, ἀλλὰ τῆς φύσεως ἴδιόν ἐστι τὸ γεννᾷν· ἐπεὶ καὶ ἡμεῖς τῶν τεκόντων ἐσμὲν εἰκόνες. Ἢ τοίνυν καταγινωσκέτωσαν ἑαυτῶν, καὶ παυέσθωσαν πυνθανόμενοι γυναικῶν περὶ τοῦ Υἱοῦ τοῦ Θεοῦ, ἢ μανθανέτωσαν παρ' αὐτῶν, ὅτι οὐ βουλήσει γεννᾶται ὁ υἱὸς, ἀλλὰ φύσει καὶ ἀληθείᾳ. Πρέπων δὲ καὶ ἁρμόζων τούτοις ὁ ἐξ ἀνθρώπων ἔλεγχος, ἐπειδὴ καὶ ἀνθρώπινα περὶ τῆς θεότητος διαλογίζονται οἱ κακόφρονες. Τί τοίνυν ἔτι μαίνονται οἱ Χριστομάχοι; Καὶ τοῦτο γὰρ αὐτῶν ὥσπερ οὖν καὶ τὰ ἄλλα προβλήματα δέδεικται καὶ ἠλέγχθη φαντασία καὶ μυθοπλαστία μόνον ὄντα· καὶ διὰ τοῦτο ὀφείλουσι, κἂν ὀψέ ποτε θεωρήσαντες εἰς ὅσον ἀφροσύνης πεπτώκασι κρημνὸν, ἀναδῦναι καὶ φύγειν ἀπὸ τῆς τοῦ διαβόλου παγίδος, νουθετούμενοι παρ' ἡμῶν. Φιλάνθρωπος γὰρ ἡ ἀλήθεια κράζουσα διαπαντός· Εἰ ἐμοὶ μὴ πιστεύετε διὰ τὴν τοῦ σώματος περιβολὴν, κἂν τοῖς ἔργοις πιστεύσατε· ἵνα γνῶτε, ὅτι ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Ἀλλ' ὁ μὲν Κύριος συνήθως φιλανθρωπεύεται, καὶ θέλει πάντας ἀνορθοῦσθαι τοὺς κατερῥαγμένους, ὡς ἡ αἴνεσις λέγει τοῦ Δαβίδ· οἱ δὲ ἀσεβεῖς οὐ θέλοντες ἀκούειν Κυριακῆς φωνῆς, οὐδὲ φέροντες ὁρᾷν τὸν
the counsel? For that is absurd; lest also the Word come to be in a Word, and the Son in a Son, and Wisdom in Wisdom, just as has often been said. For the Son is all things of the Father; and nothing was in the Father before the Word; but in the Word is the counsel also; and through Him the things of counsel are brought to accomplishment in work, as the divine Scriptures have shown. And I could wish that the impious, having thus fallen into unreason and speculating about counsel, would now question no longer their child-bearing women, whom they formerly questioned, saying, Did you have a son before you gave birth?—but the fathers, and say to them: Do you become fathers by taking counsel, or according to the nature even of your counsel? Or are your children like your nature and essence?—so that they may be put to shame at least by the parents from whom they demanded the premise of generation, and from whom they hoped to have knowledge. For they will answer them: The things that we beget are like, not our will, but ourselves; nor is it by taking counsel beforehand that we become parents, but it is proper to nature to beget; since we too are images of those who begot us. Either, therefore, let them condemn themselves and cease inquiring of women concerning the Son of God, or let them learn from them that the son is begotten not by counsel, but by nature and in truth. And fitting and suitable for these men is the refutation drawn from human beings, since the evil-minded men also reason in a human way concerning the Godhead. Why then do the fighters against Christ still rave? For this problem of theirs also, just like their others, has been shown and convicted of being mere fantasy and fabrication of myths; and on this account they ought, even though late, having beheld into how great a precipice of folly they have fallen, to rise up and flee from the snare of the devil, being admonished by us. For truth is loving towards mankind, crying out continually: If you do not believe Me on account of the vesture of the body, at least believe the works; that you may know that I am in the Father, and the Father in Me; and, I and the Father are one; and, He who has seen Me has seen the Father. Yet the Lord, as is His wont, shows love towards mankind, and wills to set upright all those who are broken down, as the praise of David says; whereas the impious, not willing to hear the Lord's voice, nor bearing to see the