Migne Reading Room

PG 26 · cols. 345–356 · Read from the page

Third Oration against the Arians

Third Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:345Read from the page
καὶ εἰρήνην, αὐτὴν καὶ ὁ Υἱὸς δίδωσιν, ὡς ὁ Παῦλος ἐπισημαίνεται διὰ πάσης ἐπιστολῆς γράφων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ. Μία γὰρ καὶ ἡ αὐτὴ χάρις ἐστὶ παρὰ Πατρὸς ἐν Υἱῷ, ὡς ἔστιν ἓν τὸ φῶς τοῦ ἡλίου καὶ τοῦ ἀπαυγάσματος, καὶ τὸ φωτίζειν τοῦ ἡλίου διὰ τοῦ ἀπαυγάσματος γίνεται. Οὕτω γοῦν πάλιν ἐπευχόμενος Θεσσαλονικεῦσι καὶ λέγων· Αὐτὸς δὲ ὁ Θεὸς καὶ Πατὴρ ἡμῶν, καὶ ὁ Κύριος Ἰησοῦς Χριστὸς κατευθύναι τὴν ὁδὸν ἡμῶν πρὸς ὑμᾶς, τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ἐφύλαξεν· οὐ γὰρ εἶπε, κατευθύνοιεν, ὡς παρὰ δύο διδομένης, παρὰ τούτου καὶ τούτου, διπλῆς χάριτος, ἀλλὰ, κατευθύναι, ἵνα δείξῃ, ὅτι ὁ Πατὴρ δι' Υἱοῦ δίδωσι ταύτην· ἐξ ὧν κἂν ἐρυθριᾷν οἱ ἀσεβεῖς δυνάμενοι, οὐ βούλονται.
and peace, the Son also gives it, as Paul points out, writing throughout every epistle: Grace to you and peace from God our Father and the Lord Jesus Christ (Rom. 1:7; 1 Cor. 1:3; Eph. 1:2). For one and the same grace is from the Father in the Son, as the light of the sun and of the radiance is one, and the illuminating of the sun comes to pass through the radiance. Thus, therefore, praying again for the Thessalonians and saying: Now may God Himself and our Father, and the Lord Jesus Christ direct our way towards you (1 Thess. 3:11), he preserved the unity of the Father and of the Son; for he did not say, may they direct, as though a double grace were given from two, from this one and that one, but, may He direct, that he might show that the Father gives this through the Son; at which things, even though the impious are able to blush, they do not wish to.
12. Εἰ γὰρ μὴ ἦν ἑνότης καὶ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας γέννημα ὁ Λόγος, ὡς τὸ ἀπαύγασμα τοῦ φωτὸς, ἀλλὰ διειστήκει τῇ φύσει ὁ Υἱὸς τοῦ Πατρός· ἤρκει τὸν Πατέρα δοῦναι μόνον, οὐδενὸς τῶν γενητῶν ἐπικοινωνοῦντος πρὸς τὸν πεποιηκότα ἐν τοῖς διδομένοις· νῦν δὲ ἡ τοιαύτη δόσις δείκνυσι τὴν ἑνότητα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Οὐκ ἂν γοῦν εὔξαιτό τις λαβεῖν παρὰ τοῦ Θεοῦ καὶ τῶν ἀγγέλων, ἢ παρά τινος τῶν ἄλλων κτισμάτων, οὐδ' ἂν εἴποι τις, Δῴη σοι ὁ Θεὸς καὶ ὁ ἄγγελος, ἀλλὰ παρὰ Πατρὸς καὶ τοῦ Υἱοῦ διὰ τὴν ἑνότητα καὶ τὴν ἑνοειδῆ δόσιν. Διὰ γὰρ τοῦ Υἱοῦ δίδοται τὰ διδόμενα· οὐδὲν δέ ἐστιν, ὃ μὴ δι' Υἱοῦ ἐνεργεῖ ὁ Πατήρ· οὕτω γὰρ καὶ ὁ λαβὼν ἀσφαλῆ τὴν χάριν ἔχει. Εἰ δὲ ὁ πατριάρχης Ἰακὼβ, εὐλογῶν τοὺς ἐγγόνους Ἐφραῒμ καὶ Μανασσῆ ἔλεγεν· Ὁ Θεὸς ὁ τρέφων με ἐκ νεότητός μου ἕως τῆς ἡμέρας ταύτης· ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, εὐλογήσαι τὰ παιδία ταῦτα· οὐ τῶν κτισθέντων καὶ τὴν φύσιν ἀγγέλων ὄντων ἕνα συνῆπτε τῷ κτίσαντι αὐτοὺς Θεῷ· οὐδὲ ἀφεὶς τὸν τρέφοντα αὐτὸν Θεὸν, παρ' ἀγγέλου τὴν εὐλογίαν ᾔτει τοῖς ἐγγόνοις, ἀλλ' εἰρηκὼς, Ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν, ἔδειξε μὴ τῶν κτισθέντων τινὰ ἀγγέλων, ἀλλὰ τὸν Λόγον εἶναι τοῦ Θεοῦ, ὃν τῷ Πατρὶ συνάπτων ηὔχετο, δι' οὗ καὶ οὓς ἐὰν θέλῃ, ῥύεται ὁ Θεός. Τοῦτον γὰρ καὶ μεγάλης βουλῆς Ἄγγελον τοῦ Πατρὸς εἰδὼς καλούμενον, οὐκ
12. For if there were not unity and the Word were not the proper offspring of the Father's essence, as the radiance of the light, but the Son were separated in nature from the Father, it would have sufficed for the Father alone to give, since none of the originated things shares with the Maker in the things given; but now such a giving shows the unity of the Father and of the Son. Assuredly no one would pray to receive from God and the angels, or from any of the other creatures, nor would anyone say, May God and the angel give to you, but from the Father and the Son on account of the unity and the uniform giving. For through the Son the things given are given; and there is nothing which the Father does not work through the Son; for thus the one who receives also has the grace secure. And if the patriarch Jacob, blessing his grandsons Ephraim and Manasseh, said: The God who nourishes me from my youth unto this day; the Angel who delivers me out of all evils, bless these boys (Gen. 48:15-16); he did not join one of the created angels, who are angels by nature, to the God who created them; nor, leaving aside the God who nourished him, did he ask the blessing for his grandsons from an angel, but having said, Who delivers me out of all evils, he showed that it was not any of the created angels, but the Word of God, Whom joining to the Father he prayed to, through Whom also God delivers whomsoever He wills. For knowing that He is also called the Angel of great counsel of the Father (Isa. 9:6), he said that none
PG 26:348Read from the page
ἄλλον ἢ αὐτὸν εἶναι τὸν εὐλογοῦντα, καὶ ῥυόμενον ἐκ τῶν κακῶν ἔλεγεν. Οὐ γὰρ αὐτὸς μὲν παρὰ Θεοῦ ἠξίου εὐλογεῖσθαι, τοὺς δὲ ἐκγόνους ἤθελε παρ' ἀγγέλου· ἀλλ' ὃν αὐτὸς παρεκάλει λέγων, Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς (Θεὸς δὲ ἦν οὗτος, ὡς αὐτός φησιν· Εἶδον Θεὸν πρόσωπον πρὸς πρόσωπον), τοῦτον εὐλογῆσαι καὶ τοὺς υἱοὺς τοῦ Ἰωσὴφ ηὔχετο. Ἀγγέλου μὲν οὖν ἴδιον τὸ διακονεῖν τῇ τοῦ Θεοῦ προστάξει· πολλάκις δὲ καὶ προπορεύεται ἐκβάλλειν τὸν Ἀμοῤῥαῖον, καὶ πέμπεται φυλάξαι τὸν λαὸν ἐν τῇ ὁδῷ· ἀλλὰ καὶ ταῦτα οὐκ ἔστιν αὐτοῦ, τοῦ δὲ προστάξαντος καὶ ἀποστείλαντος αὐτὸν Θεοῦ, οὗ καὶ τὸ ῥύεσθαι ἔστιν, οὓς ἂν αὐτὸς θελήσῃ ῥύεσθαι· διὰ τοῦτο οὐκ ἄλλος ἢ αὐτὸς Κύριος ὁ Θεὸς ὁ ὀφθεὶς εἶπεν αὐτῷ· Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἂν πορευθῇς· καὶ οὐκ ἄλλος, ἀλλὰ πάλιν ὁ Θεὸς ὁ ὀφθεὶς ἐπέσχε τοῦ Λάβαν τὴν ἐπιβουλὴν, κελεύσας αὐτῷ μὴ λαλῆσαι πονηρὰ τῷ Ἰακώβ· καὶ αὐτὸς δὲ οὐκ ἄλλον ἢ τὸν Θεὸν παρεκάλει λέγων· Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου Ἠσαῦ, ὅτι φοβοῦμαι αὐτόν· καὶ γὰρ καὶ ταῖς γυναιξὶν ὁμιλῶν ἔλεγεν, ὅτι Οὐκ ἔδωκεν ὁ Θεὸς τῷ Λάβαν κακοποιῆσαί με.
other than Himself was the One who blesses and delivers out of evils. For he did not ask to be blessed by God himself, while wishing his descendants to be blessed by an angel; but the One Whom he himself entreated, saying, I will not let Thee go, unless Thou bless me (Gen. 32:26) (and this was God, as he himself says: I have seen God face to face (Gen. 32:30)), this One he prayed would bless the sons of Joseph also. Now it is proper to an angel to minister at the command of God; and often he also goes before to cast out the Amorite (Num. 21:24; Deut. 2:26), and is sent to guard the people in the way; yet these things also are not his own, but belong to the God Who commanded and sent him, Whose it is also to deliver whomsoever He Himself may will to deliver; on this account none other than the Lord God Himself Who appeared said to him: And behold, I am with thee, preserving thee in all the way wherever thou mayest go (Gen. 28:15); and none other, but again the God Who appeared restrained the plot of Laban, commanding him not to speak evil things to Jacob; and he himself entreated none other than God, saying: Deliver me out of the hand of my brother Esau, for I fear him (Gen. 32:11); for indeed, speaking also to his wives, he said that God did not suffer Laban to do me harm (Gen. 31:7).
13. Διὰ τοῦτο καὶ ὁ Δαβὶδ οὐκ ἄλλον ἢ αὐτὸν τὸν Θεὸν παρεκάλει περὶ τοῦ ῥυσθῆναι· Πρὸς σὲ, Κύριε, ἐν τῷ θλίβεσθαί με, ἐκέκραξα, καὶ ἐπήκουσάς μου· Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ χειλέων ἀδίκων, καὶ ἀπὸ γλώσσης δολίας· τούτῳ καὶ τὴν χάριν ἀνατιθεὶς ἐλάλησε καὶ τοὺς λόγους τῆς ᾠδῆς ἐν τῷ ἑπτακαιδεκάτῳ ψαλμῷ, ἐν ᾗ ἡμέρᾳ ἐῤῥύσατο αὐτὸν ὁ Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπεν· Ἀγαπήσω σε, Κύριε, ἡ ἰσχύς μου, Κύριος στερέωμά μου καὶ καταφυγή μου, καὶ ῥύστης μου. Ὁ δὲ Παῦλος, πολλοὺς διωγμοὺς ὑπομείνας, οὐκ ἄλλῳ ἢ τῷ Θεῷ ηὐχαρίστει λέγων· Ἐκ πάντων με ἐῤῥύσατο ὁ Κύριος, καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαμεν· καὶ οὐκ ἄλλος δὲ ἢ ὁ Θεὸς ηὐλόγησε τὸν Ἀβραὰμ καὶ τὸν Ἰσαάκ· καὶ ὁ Ἰσαὰκ δὲ ἐπευχόμενος τῷ Ἰακὼβ, ἔλεγεν· Ὁ Θεός μου εὐλογήσαι σε,
13. On this account David also entreated none other than God Himself concerning being delivered: Unto Thee, O Lord, when I was afflicted, have I cried, and Thou hast heard me; O Lord, deliver my soul from unjust lips, and from a deceitful tongue (Ps. 119:1-2); and ascribing the thanks to Him, he spoke also the words of the ode in the seventeenth Psalm, in the day in which the Lord delivered him out of the hand of all his enemies, and out of the hand of Saul, and said: I will love Thee, O Lord, my strength; the Lord is my firmament and my refuge, and my deliverer (Ps. 17:1-2). And Paul, having endured many persecutions, gave thanks to none other than to God, saying: Out of them all the Lord delivered me, and He will deliver, in Whom we have hoped (2 Cor. 1:10); and none other than God blessed Abraham and Isaac; and Isaac also, praying for Jacob, said: May my God bless you,
PG 26:349Read from the page
καὶ αὐξήσαι σε καὶ πληθυνεῖ σε, καὶ ἔσῃ εἰς συναγωγὰς ἐθνῶν, καὶ δῴη σοι τὴν εὐλογίαν Ἀβραὰμ τοῦ πατρός μου. Εἰ δὲ οὐκ ἄλλου τινός ἐστι τὸ εὐλογεῖν καὶ τὸ ῥύεσθαι, ἢ τοῦ Θεοῦ, καὶ οὐκ ἄλλος τις ἦν ὁ ῥυόμενος τὸν Ἰακὼβ ἢ αὐτὸς ὁ Κύριος, τὸν δὲ ῥυόμενον αὐτὸν ὁ πατριάρχης ἐπεκαλεῖτο ἐπὶ τοὺς ἐκγόνους· δῆλόν ἐστιν, ὡς οὐκ ἄλλον ἐν τῇ εὐχῇ συνῆπτε τῷ Θεῷ ἢ τὸν τούτου Λόγον, ὃν διὰ τοῦτο καὶ ἄγγελον ἐκάλεσεν, ὅτι μόνος οὗτός ἐστιν ὁ ἀποκαλύπτων τὸν Πατέρα. Ὅπερ καὶ ὁ Ἀπόστολος ἐποίει λέγων· Χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ· οὕτω γὰρ καὶ ἀσφαλὴς ἦν ἡ εὐλογία διὰ τὸ ἀδιαίρετον τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα, καὶ ὅτι μία καὶ ἡ αὐτή ἐστιν ἡ διδομένη χάρις. Κἂν γὰρ ὁ Πατὴρ δῴη, διὰ τοῦ Υἱοῦ ἐστι τὸ διδόμενον· κἂν ὁ Υἱὸς λέγηται χαρίζεσθαι, ὁ Πατήρ ἐστιν ὁ διὰ τοῦ Υἱοῦ καὶ ἐν τῷ Υἱῷ παρέχων· Εὐχαριστῶ γὰρ, φησὶν ὁ Ἀπόστολος γράφων Κορινθίοις, τῷ Θεῷ μου πάντοτε περὶ ὑμῶν ἐπὶ τῇ χάριτι τοῦ Θεοῦ τῇ δοθείσῃ ὑμῖν ἐν Χριστῷ Ἰησοῦ. Τοῦτο δὲ καὶ ἐπὶ φωτὸς καὶ ἀπαυγάσματος ἄν τις ἴδοι· καὶ γὰρ ὅπερ φωτίζει τὸ φῶς, τοῦτο τὸ ἀπαύγασμα καταυγάζει· φωτός ἐστιν ὁ φωτισμός. Οὕτω καὶ βλεπομένου τοῦ Υἱοῦ, ἀπαύγασμα· καὶ οὕτως ὁ Πατὴρ καὶ ὁ Υἱὸς ἕν εἰσι.
and increase you and multiply you, and you shall become gatherings of nations, and may He give you the blessing of Abraham my father (Gen. 28:3-4). Now if it belongs to none other to bless and to deliver than to God, and if there was none other who delivered Jacob than the Lord Himself, and the patriarch called upon the One Who delivered him over his descendants, it is clear that in his prayer he joined none other to God than His Word, Whom on this account he also called Angel, because He alone is the One Who reveals the Father. Which very thing the Apostle also did, saying: Grace to you and peace from God our Father and the Lord Jesus Christ (Rom. 1:7); for thus the blessing also was secure on account of the indivisibility of the Son towards the Father, and because the grace given is one and the same. For even if the Father should give, that which is given is through the Son; and even if the Son be said to bestow grace, it is the Father Who supplies it through the Son and in the Son; For I give thanks, says the Apostle writing to the Corinthians, to my God always concerning you for the grace of God which was given to you in Christ Jesus (1 Cor. 1:4). And this one might see also in the case of light and radiance; for that which the light illuminates, this the radiance beams upon; illumination belongs to light. Thus also when the Son is seen, radiance; and thus the Father and the Son are one.
14. Τοῦτο δὲ ἐπὶ τῶν γενητῶν καὶ κτισμάτων οὐκ ἄν τις εἴποι. Οὔτε γὰρ, ἐργαζομένου τοῦ Πατρὸς, ἐργάζεταί τις αὐτὰ τῶν ἀγγέλων, ἢ ἄλλος τις τῶν κτισμάτων· οὐδὲν γὰρ τούτων ποιητικὸν αἴτιόν ἐστιν, ἀλλὰ τῶν γινομένων εἰσίν· ἄλλως τε καὶ κεχωρισμένοι, καὶ διεστηκότες τοῦ μόνου, καὶ ἄλλο τὴν φύσιν ὄντες, καὶ ἔργα τυγχάνοντες, οὔτε ἅπερ ἐργάζεται ὁ Θεὸς, δύνανται ἐργάζεσθαι, οὔτε, καθὰ προεῖπον, χαριζομένου τοῦ Θεοῦ, συγχαρίζεσθαι· οὔτε βλεπομένου ἀγγέλου, εἴποι ἄν τις ἑωρακέναι τὸν Πατέρα. Ἄγγελοι μὲν γὰρ, ὡς γέγραπται, λειτουργικὰ πνεύματά εἰσιν εἰς διακονίαν ἀποστελλόμενοι, καὶ τὰς παρ' αὐτοῦ διὰ τοῦ Λόγου δωρεὰς διδομένας ἀπαγγέλλοντές εἰσι τοῖς λαμβάνουσι. Καὶ αὐτὸς δὲ ὁ ἄγγελος, ὁρώμενος, ὁμολογεῖ ἀπεστάλθαι παρὰ τοῦ Δεσπότου, ὡς ἐπὶ Ζαχαρίου ὁ Γαβριὴλ, καὶ ἐπὶ τῆς Θεοτόκου Μαρίας ὁ αὐτὸς ὡμολόγησε. Καὶ ὁ βλέπων δὲ ἀγγέλων ὀπτασίαν οἶδεν, ὅτι τὸν ἄγγελον εἶδε, καὶ οὐ τὸν Θεόν. Εἶδε γὰρ Ζαχαρίας ἄγγελον· εἶδε καὶ
14. But this one could not say in the case of originated things and creatures. For neither, when the Father works, does any of the angels or any other of the creatures work those things; for none of these is an efficient cause, but they belong to the things that come into being; and besides, being both separated and distant from the only One, and being other in nature, and happening to be works, they are neither able to work the things which God works, nor, as I said before, when God bestows grace, to bestow grace together with Him; nor when an angel is seen, could anyone say that he has seen the Father. For angels, as it is written, are ministering spirits sent forth for service (Heb. 1:14), and are announcers to those who receive of the gifts given from Him through the Word. And the angel himself, when seen, confesses that he has been sent from the Master, as Gabriel confessed in the case of Zechariah, and the same in the case of Mary the Mother of God. And he who sees a vision of angels knows that he saw the angel, and not God. For Zechariah saw an angel; Isaiah also saw
PG 26:352Read from the page
Ἠσαΐας τὸν Κύριον· εἶδε Μανωὲ ὁ πατὴρ τοῦ Σαμψὼμ ἄγγελον· ἐθεώρησε δὲ καὶ Μωϋσῆς τὸν Θεόν· εἶδε Γεδεὼν ἄγγελον· ὤφθη δὲ καὶ τῷ Ἀβραὰμ ὁ Θεός· καὶ οὔτε ὁ τὸν Θεὸν ὁρῶν, ἄγγελον ἔβλεπεν, οὔτε ὁ τὸν ἄγγελον ὁρῶν ἐνόμιζε τὸν Θεὸν ὁρᾷν· πολὺ γὰρ, μᾶλλον δὲ τὸ ὅλον διέστηκε τῇ φύσει τὰ γενητὰ πρὸς τὸν κτίσαντα Θεόν. Εἰ δὲ καί ποτε ὀφθέντος ἀγγέλου, ὁ ὁρῶν φωνῆς ἤκουε Θεοῦ, ὡς ἐπὶ τῆς βάτου γέγονεν· Ὤφθη γὰρ ἄγγελος Κυρίου ἐν φλογὶ πυρὸς ἐκ τῆς βάτου· καὶ ἐκάλεσε Κύριος Μωϋσῆν ἐκ τῆς βάτου λέγων· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ πατρός σου, ὁ Θεὸς Ἀβραὰμ, καὶ ὁ Θεὸς Ἰσαὰκ, καὶ ὁ Θεὸς Ἰακώβ. Ἀλλ' οὐκ ἦν ὁ ἄγγελος, ὁ Θεὸς Ἀβραὰμ, ἐν δὲ ἀγγέλῳ λαλῶν ἦν ὁ Θεός. Καὶ ὁ μὲν φαινόμενος ἦν ἄγγελος· ὁ δὲ Θεὸς ἐν αὐτῷ ἐλάλει. Ὡς γὰρ ἐν στύλῳ νεφέλης ἐλάλει τῷ Μωϋσῇ ἐν τῇ σκηνῇ, οὕτω καὶ ἐν ἀγγέλοις φαίνεται λαλῶν ὁ Θεός· οὕτω καὶ τῷ τοῦ Ναυῆ δι' ἀγγέλου ἐλάλει. Ἃ δὲ λαλεῖ ὁ Θεὸς, πρόδηλον, ὅτι διὰ τοῦ Λόγου λαλεῖ, καὶ οὐ δι' ἄλλου. Ὁ δὲ Λόγος οὐ κεχωρισμένος τοῦ Πατρὸς, οὐδὲ ἀνόμοιος καὶ ξένος τῆς οὐσίας τοῦ Πατρὸς τυγχάνων, ἃ ἐργάζεται, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα, καὶ μίαν ποιεῖ τὴν δημιουργίαν· καὶ ἃ δίδωσιν ὁ Υἱὸς, ταῦτα τοῦ Πατρός ἐστιν ἡ δόσις. Καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν, οἶδεν, ὅτι, τοῦτον ἑωρακὼς, οὐκ ἄγγελον, οὐδὲ μείζονά τινα τῶν ἀγγέλων, οὐδὲ ὅλως τινὰ τῶν κτισμάτων, ἀλλ' αὐτὸν ἑώρακε τὸν Πατέρα· καὶ ὁ τοῦ Λόγου ἀκούων, οἶδεν, ὅτι τοῦ Πατρὸς ἀκούει· ὥσπερ καὶ ὁ τῷ ἀπαυγάσματι καταυγαζόμενος οἶδεν, ὅτι καὶ ὑπὸ ἡλίου φωτίζεται.
the Lord; Manoah the father of Samson saw an angel; and Moses beheld God; Gideon saw an angel; and God appeared also to Abraham; and neither did he who saw God behold an angel, nor did he who saw the angel suppose that he saw God; for originated things differ much, or rather altogether, in nature towards the God Who created them. And if ever, when an angel appeared, he who saw heard the voice of God, as came to pass at the bush: For an angel of the Lord appeared in a flame of fire out of the bush; and the Lord called Moses out of the bush, saying: I am the God of thy father, the God of Abraham, and the God of Isaac, and the God of Jacob (Exod. 3:2, 6). Yet the angel was not the God of Abraham, but it was God speaking in the angel. And the one appearing was an angel, while God spoke in him. For as He spoke to Moses in a pillar of cloud in the tabernacle, so also God appears speaking in angels; so also He spoke to the son of Nun through an angel (Josh. 1:2, 9). And the things which God speaks, it is manifest that He speaks through the Word, and not through another. And the Word, not being separated from the Father, nor happening to be unlike and foreign to the essence of the Father, the things which He works, these are the works of the Father, and He makes the creation one; and the things which the Son gives, these are the giving of the Father. And he who has seen the Son knows that, having seen Him, he has seen not an angel, nor any greater than the angels, nor any of the creatures at all, but the Father Himself; and he who hears the Word knows that he hears the Father; just as also he who is beamed upon by the radiance knows that he is also illuminated by the sun.
15. Οὕτω γὰρ ἡμᾶς βουλομένη νοεῖν ἡ θεία Γραφὴ, τοιαῦτα τὰ παραδείγματα δέδωκεν, ὡς καὶ ἐν τοῖς προτέροις εἰρήκαμεν, ἐξ ὧν καὶ τοὺς προδότας Ἰουδαίους δυσωπεῖν δυνάμεθα, καὶ τὴν Ἑλλήνων διαλύειν κατηγορίαν, φασκόντων καὶ νομιζόντων διὰ τὴν Τριάδα λέγειν καὶ ἡμᾶς πολλοὺς θεούς. Οὐδὲ γὰρ, ὥσπερ καὶ τὸ παράδειγμα δείκνυσι, τρεῖς ἀρχὰς ἢ τρεῖς πατέρας εἰσάγομεν, ὡς οἱ περὶ Μαρκίωνα καὶ Μανιχαῖον· ἐπεὶ μηδὲ τριῶν ἡλίων ὑπεθέμεθα τὴν εἰκόνα, ἀλλὰ ἥλιον καὶ ἀπαύγασμα, καὶ ἓν τὸ
15. For sacred Scripture, wishing us to understand thus, has given such examples, as we have also said in what precedes, from which we are able both to put to shame the traitorous Jews, and to dissolve the accusation of the Greeks, who assert and suppose that on account of the Trinity we also speak of many gods. For neither, as the example also shows, do we introduce three principles or three fathers, as do the followers of Marcion and Manichaeus; since we did not suppose the image of three suns, but sun and radiance, and one the
PG 26:353Read from the page
ἐξ ἡλίου ἐν τῷ ἀπαυγάσματι φῶς· οὕτω μίαν ἀρχὴν οἴδαμεν· τόν τε δημιουργὸν Λόγον φάσκομεν οὐχ ἕτερόν τινα τρόπον ἔχειν θεότητος ἢ τὴν τοῦ μόνου Θεοῦ, διὰ τὸ ἐξ αὐτοῦ πεφυκέναι. Μᾶλλον μὲν οὖν οἱ Ἀρειομανῖται δικαίως ἂν σχοῖεν τὸ ἔγκλημα τῆς πολυθεότητος ἢ καὶ ἀθεότητος, ὅτι ἔξωθεν τὸν Υἱὸν κτίσμα, καὶ πάλιν τὸ Πνεῦμα ἐκ τοῦ μὴ ὄντος βαττολογοῦσιν. Ἢ γὰρ οὐκ εἶναι Θεὸν τὸν Λόγον φήσουσιν· ἢ λέγοντες Θεὸν μὲν διὰ τὸ γεγραμμένον, μὴ ἴδιον δὲ τῆς οὐσίας τοῦ Πατρὸς, πολλοὺς ἂν εἰσάγοιεν διὰ τὸ ἑτεροειδὲς αὐτῶν· εἰ μὴ ἄρα κατὰ μετοχὴν, ὥσπερ καὶ τὰ πάντα, Θεὸν λέγεσθαι καὶ αὐτὸν λέγειν τολμήσουσιν. Ἀλλὰ καὶ τοῦτο νομίζοντες ὁμοίως ἀσεβοῦσιν, ἕνα τῶν πάντων λέγοντες εἶναι τὸν Λόγον. Ἡμῶν δὲ τοῦτο μηδὲ εἰς τὸν νοῦν ποτε εἰσέλθοι! Ἓν γὰρ εἶδος θεότητος, ὅπερ ἐστὶ καὶ ἐν τῷ Λόγῳ· καὶ εἷς Θεὸς ὁ Πατὴρ, ἐφ' ἑαυτῷ ὢν κατὰ τὸ ἐπὶ πάντων εἶναι· καὶ ἐν τῷ Υἱῷ δὲ φαινόμενος κατὰ τὸ διὰ πάντων διήκειν, καὶ ἐν τῷ Πνεύματι δὲ κατὰ τὸ ἐν ἅπασι διὰ τοῦ Λόγου ἐν αὐτῷ ἐνεργεῖν. Οὕτω γὰρ καὶ ἕνα διὰ τῆς Τριάδος ὁμολογοῦμεν εἶναι τὸν Θεὸν, καὶ πολὺ μᾶλλον εὐσεβέστερον λέγομεν τῆς πολυειδοῦς καὶ πολυμεροῦς τῶν αἱρετικῶν θεότητος, ὅτι τὴν μίαν ἐν τριάδι θεότητα φρονοῦμεν.
light from the sun in the radiance; so we know one principle; and we assert that the creative Word has no other manner of deity than that of the only God, because He is naturally from Him. Rather, therefore, the Ariomaniacs would justly incur the charge of polytheism or even atheism, because they babble that the Son is a creature from outside, and again that the Spirit is from nothing. For either they will say that the Word is not God; or, calling Him God on account of what is written, yet not proper to the essence of the Father, they would introduce many gods on account of their diversity of kind; unless indeed they shall dare to say that He also is called God by participation, just like all things. Yet even supposing this they are equally impious, saying that the Word is one of all things. But may this never even enter into our mind! For there is one form of deity, which is also in the Word; and one God the Father, existing in Himself according as He is over all; and appearing in the Son according as He pervades through all, and in the Spirit according as He works in all through the Word in Him. For thus we both confess God to be one through the Trinity, and we speak far more piously than the multiform and manifold deity of the heretics, because we hold the one deity in Trinity.
16. Εἰ γὰρ μὴ οὕτως ἔχει, ἀλλ' ἐξ οὐκ ὄντων ἐστὶ κτίσμα καὶ ποίημα ὁ Λόγος· ἢ οὐκ ἔστι Θεὸς ἀληθινὸς, διὰ τὸ εἶναι αὐτὸν ἕνα τῶν κτισμάτων· ἢ εἰ Θεὸν αὐτὸν ὀνομάζουσιν ἐντρεπόμενοι παρὰ τῶν Γραφῶν, ἀνάγκη λέγειν αὐτοὺς δύο θεοὺς, ἕνα μὲν κτίστην, τὸν δὲ ἕτερον κτιστόν· καὶ δύο κυρίοις λατρεύειν, ἑνὶ μὲν ἀγενήτῳ, τῷ δὲ ἑτέρῳ γενητῷ καὶ κτίσματι· δύο τε πίστεις ἔχειν, μίαν μὲν εἰς τὸν ἀληθινὸν Θεὸν, ἑτέραν δὲ εἰς τὸν ποιηθέντα καὶ πλασθέντα παρ' αὐτῶν καὶ λεχθέντα Θεόν. Ἀνάγκη δὲ αὐτοὺς, οὕτω τυφλωθέντας, ὅτε μὲν προσκυνοῦσι τῷ ἀγενήτῳ, κατανωτίζεσθαι τὸν γενητὸν, ὅτε δὲ προσέρχονται τῷ κτίσματι, ἀποστρέφεσθαι τὸν κτίστην. Οὐ γάρ ἐστιν ἰδεῖν τοῦτον ἐν ἐκείνῳ, διὰ τὸ ξένας καὶ διαφόρους αὐτῶν εἶναι τάς τε φύσεις καὶ τὰς ἐνεργείας. Οὕτω δὲ φρονοῦντες, πάντως καὶ πλείονας
16. For if it is not so, but the Word is a creature and a work out of nothing, either He is not true God, because He is one of the creatures; or if they name Him God, being put to shame by the Scriptures, it is necessary for them to speak of two gods, one a creator, and the other created; and to serve two lords, one unoriginated, and the other originated and a creature; and to have two faiths, one in the true God, and the other in the one made and fashioned by them and called God. And it is necessary for them, being thus blinded, when they worship the Unoriginated, to turn their backs upon the originated, and when they approach the creature, to turn away from the Creator. For it is not possible to see the One in the other, because both their natures and their operations are foreign and different. And thinking thus, they will certainly join together even more
Notes, col. 353

On the reading

Printed παρὰ, for ὑπὸ.

PG 26:356Read from the page
συνάψουσι θεούς· τοῦτο γὰρ τῶν ἐκπεσόντων ἀπὸ τοῦ ἑνὸς Θεοῦ τὸ ἐπιχείρημα. Διὰ τί οὖν οἱ Ἀρειανοὶ, τοιαῦτα λογιζόμενοι καὶ νοοῦντες, οὐ συναριθμοῦσιν ἑαυτοὺς μετὰ τῶν Ἑλλήνων; καὶ γὰρ κἀκεῖνοι, ὥσπερ καὶ οὗτοι, τῇ κτίσει λατρεύουσι παρὰ τὸν κτίσαντα τὰ πάντα Θεόν. Ἀλλὰ τὸ μὲν ὄνομα τὸ Ἑλληνικὸν φεύγουσι διὰ τὴν τῶν ἀνοήτων ἀπάτην, τὴν δὲ ὁμοίαν ἐκείνοις διάνοιαν ὑποκρίνονται. Καὶ γὰρ καὶ τὸ σοφὸν αὐτῶν, ὥσπερ εἰώθασι λέγειν, Οὐ λέγομεν δύω ἀγένητα, φαίνονται πρὸς ἀπάτην τῶν ἀκεραίων λέγοντες· φάσκοντες γὰρ, Οὐ λέγομεν δύο ἀγένητα, λέγουσι δύο θεοὺς, καὶ τούτους διαφόρους ἔχοντας τὰς φύσεις, τὸν μὲν γενητὴν, τὸν δὲ ἀγένητον. Εἰ δὲ οἱ μὲν Ἕλληνες ἑνὶ ἀγενήτῳ καὶ πολλοῖς γενητοῖς λατρεύουσιν, οὗτοι δὲ ἑνὶ ἀγενήτῳ καὶ ἑνὶ γενητῷ· οὐδ' οὕτω διαφέρουσιν Ἑλλήνων. Ὅ τε γὰρ παρ' αὐτῶν λεγόμενος γενητὸς εἷς ἐκ πολλῶν ἐστι· καὶ οἱ πολλοὶ δὲ πάλιν τῶν Ἑλλήνων τὴν αὐτὴν τῷ ἑνὶ τούτῳ φύσιν ἔχουσι· καὶ οὗτος γὰρ κἀκεῖνοι κτίσματά εἰσιν. Ἄθλιοι, καὶ πλεῖον ὅσον ἐβλάβησαν κατὰ Χριστοῦ φρονήσαντες. Ἐξέπεσαν γὰρ τῆς ἀληθείας, καὶ τὴν μὲν Ἰουδαίων προδοσίαν ὑπερέβησαν ἀρνούμενοι τὸν Χριστὸν, τοῖς δὲ Ἕλλησι συγκυλίονται, κτίσματι καὶ διαφόροις θεοῖς λατρεύοντες οἱ θεοστυγεῖς. Εἷς γὰρ Θεός ἐστι, καὶ οὐ πολλοὶ, καὶ εἷς ὁ τούτου Λόγος, καὶ οὐ πολλοί· Θεὸς γάρ ἐστιν ὁ Λόγος, καὶ μόνος αὐτὸς ἔχει τὸ πατρικὸν εἶδος· ὥσπερ ὢν αὐτὸς ὁ Σωτὴρ, ἐδυσώπει τοὺς Ἰουδαίους λέγων· Ὁ πέμψας με Πατὴρ, ἐκεῖνος μεμαρτύρηκε περὶ ἐμοῦ· οὔτε φωνὴν αὐτοῦ πώποτε ἀκηκόατε, οὔτε εἶδος αὐτοῦ ἑωράκατε· καὶ τὸν Λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα· ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Τὸν δὲ Λόγον συνῆψε τῷ εἴδει καλῶς, ἵνα δείξῃ, ὅτι ὁ τοῦ Θεοῦ Λόγος, αὐτὸς καὶ εἰκὼν καὶ χαρακτὴρ καὶ εἶδός ἐστι τοῦ Πατρὸς ἑαυτοῦ· καὶ ὅτι οἱ τὸν λαλοῦντα μὴ δεξάμενοι Ἰουδαῖοι οὐκ ἐδέξαντο τὸν Λόγον, ὅσπερ ἐστὶ τὸ εἶδος τοῦ Θεοῦ. Τοῦτο καὶ ὁ πατριάρχης Ἰακὼβ ἑωρακὼς ηὐλογήθη, καὶ ἀντὶ Ἰακὼβ Ἰσραὴλ ἐκλήθη παρ' αὐτοῦ, ὡς ἡ
gods; for this is the endeavour of those who have fallen away from the one God. Why then do the Arians, reckoning and understanding such things, not number themselves with the Greeks? For they also, just like these men, serve the creature rather than the God Who created all things. But they flee the Greek name on account of the deception of the senseless, while they feign a mind like theirs. For indeed that clever saying of theirs, as they are accustomed to say, We do not speak of two unoriginated things, they manifestly say for the deception of the simple; for while asserting, We do not speak of two unoriginated things, they speak of two gods, and these having different natures, the one originated, and the other unoriginated. And if the Greeks serve one unoriginated and many originated things, whereas these men serve one unoriginated and one originated, not even so do they differ from the Greeks. For both the one originated spoken of by them is one out of many, and the many of the Greeks again have the same nature with this one; for both this one and those are creatures. Wretched men, and how much more have they been harmed in thinking against Christ! For they fell away from the truth, and surpassed the betrayal of the Jews by denying Christ, while they wallow with the Greeks, serving a creature and different gods, hated of God as they are. For there is one God, and not many, and one is His Word, and not many; for the Word is God (John 1:1), and He alone has the paternal form; just as the Saviour Himself, being this, put the Jews to shame, saying: The Father Who sent Me, He has borne witness concerning Me; you have neither heard His voice at any time, nor seen His form; and you do not have His Word abiding in you; because Whom He sent, Him you do not believe (John 5:37-38). And He rightly joined the Word to the form, that He might show that the Word of God is Himself both the image and impress and form of His own Father; and that the Jews who did not receive the One speaking did not receive the Word, Who is the form of God. Having seen this also, the patriarch Jacob was blessed, and instead of Jacob was called Israel by Him, as