Migne Reading Room

PG 26 · cols. 333–344 · Read from the page

Third Oration against the Arians

Third Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:333Read from the page
ἀδιαίρετον αὐτοῦ· καὶ ὁ ἀκούων δὲ καὶ βλέπων τὰ λεγόμενα περὶ τοῦ Πατρὸς, ταῦτα λεγόμενα περὶ τοῦ Υἱοῦ, οὐ κατὰ χάριν ἢ μετοχὴν ἐπιγενόμενα τῇ οὐσίᾳ αὐτοῦ, ἀλλ' ὅτι αὐτὸ τὸ εἶναι τοῦ Υἱοῦ ἴδιον τῆς πατρικῆς οὐσίας ἐστὶ γέννημα, νοήσει καλῶς τὸ εἰρημένον, καθὰ προεῖπον, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ, Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν. Ἔστι γὰρ ὁ Υἱὸς, οἷος ὁ Πατὴρ, τῷ πάντα τὰ τοῦ Πατρὸς ἔχειν· διὸ καὶ μετὰ τοῦ Πατρὸς σημαίνεται. Πατέρα γὰρ οὐκ ἄν τις εἴποι, μὴ ὑπάρχοντος Υἱοῦ. Ὁ μέντοι ποιητὴν λέγων τὸν Θεὸν, οὐ πάντως καὶ τὰ γενόμενα δηλοῖ· ἔστι γὰρ καὶ πρὸ τῶν ποιημάτων ποιητής· ὁ δὲ Πατέρα λέγων εὐθὺς μετὰ τοῦ Πατρὸς σημαίνει καὶ τὴν τοῦ Υἱοῦ ὕπαρξιν. Διὰ τοῦτο καὶ ὁ πιστεύων εἰς τὸν Υἱὸν εἰς τὴν Πατέρα πιστεύει· εἰς γὰρ τὸ ἴδιον τῆς τοῦ Πατρὸς οὐσίας πιστεύει· καὶ οὕτω μία ἐστὶν ἡ πίστις εἰς ἕνα Θεόν· καὶ ὁ προσκυνῶν δὲ καὶ τιμῶν τὸν Υἱὸν ἐν Υἱῷ προσκυνεῖ καὶ τιμᾷ τὸν Πατέρα. Μία γάρ ἐστιν ἡ θεότης· καὶ διὰ τοῦτο μία τιμὴ καὶ μία ἐστὶ προσκύνησις ἡ ἐν Υἱῷ καὶ δι' αὐτοῦ γινομένη τῷ Πατρί· καὶ ὁ οὕτω προσκυνῶν ἕνα Θεὸν προσκυνεῖ· εἷς γὰρ Θεός ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. Ὅτε γοῦν μόνος λέγεται ὁ Πατὴρ Θεός· καὶ ὅτι εἷς Θεός ἐστι, καὶ τὸ, Ἐγώ εἰμι, καὶ, Πλὴν ἐμοῦ οὐκ ἔστι Θεός· καὶ τὸ, Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καλῶς λέγεται· εἷς γὰρ Θεὸς καὶ μόνος καὶ πρῶτός ἐστιν. Οὐκ εἰς ἀναίρεσιν δὲ τοῦ Υἱοῦ λέγεται. Μὴ γένοιτο· ἔστι γὰρ καὶ αὐτὸς ἐν τῷ ἑνὶ, καὶ πρώτῳ, καὶ μόνῳ, ὡς τοῦ ἑνὸς καὶ μόνου καὶ πρώτου καὶ μόνος Λόγος, καὶ σοφία, καὶ ἀπαύγασμα ὤν. Ἔστι δὲ καὶ πρῶτος καὶ αὐτὸς, πλήρωμα τῆς τοῦ πρώτου καὶ μόνου θεότητος, ὅλος καὶ πλήρης ὢν Θεός. Οὐκοῦν οὐ δι' αὐτὸν εἴρηται, ἀλλ' εἰς ἀναίρεσιν τοῦ μὴ εἶναι ἕτερον, οἷός ἐστιν ὁ Πατὴρ, καὶ ὁ τούτου Λόγος· καὶ ἔστι μὲν αὐτὸς ὁ νοῦς τοῦ προφήτου φανερὸς καὶ πᾶσι πρόδηλος.
indivisibility from Him; and he who hears and beholds the things spoken concerning the Father, that these are spoken concerning the Son, not as accruing to His essence by grace or participation, but because the very being of the Son is the proper offspring of the paternal essence, will understand well what was said, as I said before: I am in the Father, and the Father in Me; and, I and the Father are one. For the Son is such as the Father is, by having all the things of the Father; wherefore also He is signified together with the Father. For no one would call Him Father unless the Son existed. Yet he who calls God Maker does not necessarily signify also the things that have come into being; for He is Maker even before the works; whereas he who calls Him Father immediately signifies together with the Father the existence of the Son also. Therefore also he who believes in the Son believes in the Father; for he believes in what is proper to the Father's essence; and thus the faith is one, in one God; and he who worships and honours the Son worships and honours the Father in the Son. For the Godhead is one; and therefore one is the honour and one the worship which is rendered in the Son and through Him to the Father; and he who thus worships, worships one God; for there is one God, and there is none other besides Him. Whenever therefore the Father alone is called God, and that there is one God, and the saying, I am, and, Besides Me there is no God, and the saying, I am the first, and I am hereafter, it is rightly said; for God is one and alone and first. Yet it is not said to the abolition of the Son. Far be it! For He Himself also is in the One, and First, and Only, as being of the One and Only and First the only Word, and Wisdom, and Radiance. And He Himself also is first, being the fullness of the Godhead of the First and Only, being whole and full God. Therefore it was not said on His account, but to do away with there being any other such as the Father and His Word; and this very mind of the prophet is clear and manifest to all.
7. Ἐπειδὴ δὲ οἱ ἀσεβεῖς καὶ ταῦτα φέροντες δυσφημοῦσι μὲν τὸν Κύριον, ὀνειδίζουσι δὲ ἡμῖν λέγοντες· Ἰδοὺ εἷς, καὶ μόνος, καὶ πρῶτος λέγεται ὁ Θεὸς, πῶς ὑμεῖς λέγετε τὸν Υἱὸν εἶναι Θεόν; Εἰ γὰρ ἦν Θεὸς, οὐκ ἂν ἔλεγεν, Ἐγὼ μόνος, οὐδὲ ὅτι εἷς ἐστιν ὁ Θεός· ἀναγκαῖον τὸν νοῦν καὶ τούτων
7. But since the impious, bringing forward these sayings also, blaspheme the Lord and reproach us, saying: Behold, God is called one, and alone, and first; how do you say that the Son is God? For if He were God, He would not have said, I alone, nor that God is one; it is necessary to state the sense of these
Notes, col. 333

On the reading

Printed τὴν Πατέρα, for τὸν Πατέρα.

PG 26:336Read from the page
τῶν ῥητῶν, ὡς δυνατόν ἐστιν, εἰπεῖν, ἵνα πάντες γνῶσι καὶ ἐκ τούτων, ὅτι ὄντως εἰσὶν οἱ Ἀρειανοὶ θεομάχοι. Εἰ μὲν οὖν ἅμιλλα τῷ Υἱῷ ἐστι πρὸς τὸν Πατέρα, τοιαύτας ἀκουέτω φωνάς· καὶ εἰ ὥσπερ Δαβὶδ ἤκουσε περὶ τοῦ Ἀδωνίου καὶ τοῦ Ἀβεσσαλὼμ, οὕτω καὶ ὁ Πατὴρ βλέπει τὸν Υἱόν· πρὸς ἑαυτὸν λεγέτω καὶ προφερέτω τοιαῦτα ῥήματα, μήποτε ὁ Υἱὸς, λέγων ἑαυτὸν Θεὸν, ἀποστήσῃ τινὰς ἀπὸ τοῦ Πατρός· εἰ δὲ ὁ γινώσκων τὸν Υἱὸν γινώσκει μᾶλλον τὸν Πατέρα, ἀποκαλύπτοντος τοῦτον αὐτῷ τοῦ Υἱοῦ, καὶ ἐν τῷ Λόγῳ ὄψεται μᾶλλον τὸν Πατέρα, καθάπερ εἴρηται· ἐλθὼν δὲ ὁ Υἱὸς, οὐχ ἑαυτὸν, ἀλλὰ τὸν Πατέρα ἐδόξασε, λέγων μὲν τῷ προσερχομένῳ· Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· ἀποκρινόμενος δὲ τῷ ἐρωτῶντι, ποία ἐντολὴ ἐν τῷ νόμῳ μείζων, ὅτι, Ἄκουε Ἰσραὴλ, Κύριος ὁ Θεός σου, Κύριος εἷς ἐστι· καὶ τοῖς μὲν ὄχλοις λέγων· Ἐγὼ ἐκ τοῦ οὐρανοῦ καταβέβηκα οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρός· τοὺς δὲ μαθητὰς διδάσκων, ὅτι, Ὁ Πατήρ μου μείζων μού ἐστι· καὶ, Ὁ ἐμὲ τιμῶν τιμᾷ τὸν πέμψαντά με. Καὶ εἰ τοιοῦτός ἐστιν ὁ Υἱὸς πρὸς τὸν ἑαυτοῦ Πατέρα, ποία ἐναντιότης, ἵνα καὶ τοιαύτην τις ὑπόνοιαν λάβῃ περὶ τῶν τοιούτων ῥητῶν; Ἄλλως τε εἰ Λόγος ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, τίς οὕτως ἐστὶν ἄφρων, πλὴν τῶν χριστομάχων, ὡς νομίζειν ὅτι, τὸν ἑαυτοῦ Λόγον διαβάλλων καὶ ἀναιρῶν, τὰ τοιαῦτα λελάληκεν ὁ Θεός; Οὐκ ἔστιν οὗτος ὁ νοῦς Χριστιανῶν· μὴ γένοιτο! Οὐ γὰρ διὰ τὸν Υἱὸν ταῦτα γέγραπται, ἀλλ' εἰς ἀναίρεσιν τῶν πλασθέντων παρὰ τῶν ἀνθρώπων ψευδωνύμων θεῶν· καὶ ἡ διάνοια τῶν τοιούτων ῥητῶν ἔχει τὴν αἰτίαν εὔλογον.
sayings also, so far as is possible, that all may know from these too that the Arians are truly fighters against God. If then the Son has a rivalry towards the Father, let Him hear such words; and if, just as David heard concerning Adonijah and Absalom, so also the Father looks upon the Son, let Him speak to Himself and utter such words, lest perchance the Son, calling Himself God, should draw some away from the Father; but if he who knows the Son knows rather the Father, since the Son reveals Him to him, and in the Word will rather see the Father, as has been said; and when the Son came, He glorified not Himself, but the Father, saying to him who came to Him, Why callest thou Me good? None is good, save one, that is, God; and answering him who asked which commandment in the law is greater, Hear, O Israel, the Lord thy God is one Lord; and saying to the multitudes, I came down from heaven, not to do Mine own will, but the will of the Father Who sent Me; and teaching the disciples, My Father is greater than I; and, He who honoureth Me honoureth Him Who sent Me. And if the Son is such towards His own Father, what opposition is there, that anyone should entertain such a suspicion concerning sayings of this kind? Besides, if the Son is the Word of the Father, who is so senseless, save the fighters against Christ, as to suppose that God has spoken such things, slandering and doing away with His own Word? This is not the mind of Christians; far be it! For not on account of the Son have these things been written, but for the abolition of the falsely-named gods fashioned by men; and the meaning of such sayings has a reasonable cause.
8. Ἐπειδὴ γὰρ οἱ προσκείμενοι τοῖς ψευδωνύμοις θεοῖς ἀφίστανται τοῦ ἀληθινοῦ Θεοῦ, διὰ τοῦτο ἀγαθὸς ὢν καὶ κηδόμενος τῶν ἀνθρώπων ὁ Θεὸς, ἀνακαλούμενος τοὺς πλανηθέντας, φησίν· Ἐγὼ Θεὸς μόνος· καὶ, Ἐγώ εἰμι· καὶ, Πλὴν ἐμοῦ οὐκ ἔστι Θεός· καὶ ὅσα τοιαῦτά ἐστι ῥητά· ἵνα τὰ μὲν μὴ ὄντα διαβάλῃ, ἐπιστρέψῃ δὲ πάντας εἰς ἑαυτόν. Καὶ ὥσπερ ἂν εἴ τις ἡμέρας οὔσης καὶ ἡλίου φαίνοντος ζωγραφοίη ξύλον ἁπλῶς, οὐδὲ κἂν φαντασίαν ἔχον φωτὸς, καὶ λέγοι τὴν εἰκόνα ταύτην αἰτίαν εἶναι
8. For since those who are devoted to the falsely-named gods depart from the true God, therefore God, being good and caring for men, calling back those who have gone astray, says: I am God alone; and, I am; and, Besides Me there is no God; and whatever such sayings there are, in order that He may discredit the things that are not, and turn all towards Himself. And just as if, when it was day and the sun was shining, someone were merely to paint a piece of wood, having not even an appearance of light, and were to say that this image was the cause
PG 26:337Read from the page
τοῦ φωτός· ὁ δὲ ἥλιος τοῦτο βλέπων εἰ λέγοι· Ἐγὼ μόνος εἰμὶ τὸ φῶς τῆς ἡμέρας, καὶ οὐκ ἔστιν ἄλλο φῶς τῆς ἡμέρας πλὴν ἐμοῦ· οὐ πρὸς τὸ ἑαυτοῦ ἀπαύγασμα βλέπων ταῦτα λέγει, ἀλλὰ πρὸς τὴν πλάνην διὰ τὴν εἰκόνα τοῦ ξύλου καὶ ἀνομοιότητα τῆς ματαίας φαντασίας· οὕτως ἐστὶ καὶ τὸ, Ἐγώ εἰμι, καὶ, Ἐγὼ μόνος Θεὸς, καὶ, Οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ· ἵνα τῶν ψευδωνύμων ἀποστήσῃ τοὺς ἀνθρώπους, καὶ μάθωσιν αὐτὸν λοιπὸν τὸν ἀληθινὸν Θεόν. Ἀμέλει ταῦτα λέγων ὁ Θεὸς διὰ τοῦ Λόγου ἑαυτοῦ ἔλεγεν· εἰ μὴ ἄρα καὶ τοῦτο προσθῶσιν οἱ νῦν Ἰουδαῖοι, ὅτι μὴ διὰ τοῦ Λόγου ταῦτα λελάληκεν· ἀλλ' οὕτως εἴρηται, κἂν μαίνωνται οἱ διαβολικοί. Ἐγένετο γὰρ Αόγος Κυρίου πρὸς τὸν προφήτην, καὶ ταῦτα ἠκούετο. Εἰ δὲ αὐτοῦ ἦν ὁ Λόγος, καὶ δι' αὐτοῦ ταῦτ' ἐλέγετο· καὶ οὐκ ἔστι τι ὃ λέγει καὶ ποιεῖ ὁ Θεὸς, ὃ μὴ ἐν τῷ Λόγῳ λέγει καὶ ποιεῖ· οὐκ ἄρα δι' αὐτὸν εἴρηται, ὦ θεομάχοι, ἀλλὰ διὰ τὰ ἀλλότρια καὶ μὴ ὄντα παρ' αὐτοῦ. Καὶ γὰρ καὶ κατὰ τὴν εἰρημένην εἰκόνα, καὶ ὁ ἥλιος εἰ τὰς φωνὰς ἔλεγεν ἐκείνας, οὐκ ἐκτὸς ἔχων τὸ ἑαυτοῦ ἀπαύγασμα, ἀλλ' ἐν τῷ ἀπαυγάσματι δεικνὺς ἑαυτοῦ τὸ φῶς ἤλεγχε τὴν πλάνην, καὶ εἶπεν ἂν τοιαῦτα. Οὐκοῦν οὐκ εἰς ἀναίρεσιν τοῦ Υἱοῦ, οὐδὲ δι' αὐτόν ἐστι τὰ τοιαῦτα ῥητὰ, ἀλλ' εἰς ἀθέτησιν τοῦ ψεύδους. Ἐξ ἀρχῆς γοῦν ὁ Θεὸς οὐκ εἶπε τῷ Ἀδὰμ τὰς τοιαύτας φωνὰς, καίτοι ὄντος τοῦ Λόγου σὺν αὐτῷ, δι' οὗ τὰ πάντα ἐγένετο· οὐ γὰρ ἦν χρεία, μήπω γενομένων εἰδώλων. Ὅτε δὲ ἀντῆραν ἄνθρωποι κατὰ τῆς ἀληθείας καὶ ὠνόμασαν ἑαυτοῖς οὓς ἤθελον θεοὺς, τότε δὴ καὶ τοιούτων χρεία γέγονε ῥημάτων εἰς ἀναίρεσιν τῶν μὴ ὄντων θεῶν. Ἐγὼ δ' ἂν εἴποιμι προσθεὶς, ὅτι καὶ πρὸς τὴν τῶν χριστομάχων ἀφροσύνην προείρηται τὰ τοιαῦτα ῥητὰ, ἵνα γνῶσιν, ὅτι ὃν ἂν ἔξωθεν τῆς οὐσίας τοῦ Πατρὸς ἐπινοήσωσι Θεὸν, οὗτος οὐκ ἔστιν ἀληθινὸς, οὐδὲ τοῦ μόνου καὶ πρώτου εἰκὼν καὶ υἱός.
of the light; and if the sun, seeing this, were to say: I alone am the light of the day, and there is no other light of the day besides me; it says these things not looking towards its own radiance, but towards the error arising from the wooden image and the unlikeness of the vain imagination; so too is the saying, I am, and, I alone am God, and, There is none other besides Me, in order that He may draw men away from the falsely-named gods, and that henceforth they may learn to know Him, the true God. Assuredly, in saying these things, God spoke them through His own Word; unless indeed the present-day Jews should add this also, that He has not spoken these things through the Word; yet so it has been said, even though the devilish men rage. For the Word of the Lord came to the prophet, and these things were heard. And if the Word was His, through Him also these things were spoken; and there is nothing that God says and does which He does not say and do in the Word; therefore not on account of Him was it said, O fighters against God, but on account of the things that are alien and do not exist from Him. For according to the aforesaid comparison also, if the sun had uttered those words, not having its own radiance outside itself, but showing its own light in the radiance, it would have refuted the error and spoken such things. Therefore such sayings are not for the abolition of the Son, nor on account of Him, but for the setting aside of falsehood. From the beginning, at all events, God did not speak such words to Adam, although the Word, through Whom all things came into being, was with Him; for there was no need, before idols had yet come into being. But when men rose up against the truth and named for themselves whatever gods they wished, then indeed there came to be need of such words also for the abolition of the gods that are not. And I would add and say that such sayings were foretold also against the folly of the fighters against Christ, that they may know that whatever God they may devise outside the essence of the Father, he is not true, nor the image and son of the Only and First.
9. Ἐὰν τοίνυν καὶ μόνος ἀληθινὸς Θεὸς ὁ Πατὴρ λέγηται, οὐκ εἰς ἀθέτησιν τοῦ λέγοντος, Ἐγώ εἰμι ἡ ἀλήθεια, εἴρηται, ἀλλ' εἰς ἀναίρεσιν πάλιν τῶν μὴ πεφυκότων εἶναι ἀληθινῶν, οἷός ἐστιν ὁ Πατὴρ καὶ ὁ τούτου Λόγος. Οὕτω γὰρ καὶ αὐτὸς ὁ Κύριος εὐθὺς συνῆψε, Καὶ ὃν ἀπέστειλας Ἰησοῦν
9. If therefore the Father is also called the only true God, it is said not for the setting aside of Him Who says, I am the truth, but again for the abolition of those who are not by nature true, as the Father and His Word are. For thus the Lord Himself also immediately subjoined, And Jesus Whom Thou didst send,
Notes, col. 337

On the reading

Printed Αόγος, for Λόγος.

PG 26:340Read from the page
Χριστόν. Εἰ δὲ κτίσμα ἦν, οὐκ ἂν συνῆψε, καὶ συνηρίθμησεν ἑαυτὸν τῷ κτίσαντι αὐτόν. Ποία γὰρ κοινωνία τῷ ἀληθινῷ καὶ τῷ μὴ ἀληθινῷ; Νῦν δὲ, συνάψας ἑαυτὸν τῷ Πατρὶ, ἔδειξεν, ὅτι τῆς φύσεως τοῦ Πατρός ἐστι, καὶ ἔδωκεν ἡμῖν γινώσκειν, ὅτι τοῦ ἀληθινοῦ Πατρὸς ἀληθινόν ἐστι γέννημα. Τοῦτο καὶ Ἰωάννης μαθὼν ἐδίδαξε γράφων ἐν τῇ Ἐπιστολῇ· Καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς, καὶ ζωὴ αἰώνιος. Καὶ τοῦ μὲν προφήτου περὶ τῆς κτίσεως λέγοντος, Ὁ τανύσας τὸν οὐρανὸν μόνος· τοῦ δὲ Θεοῦ, Ἐγὼ μόνος τὸν οὐρανὸν ἐξέτεινα· παντὶ δῆλον γέγονεν, ὅτι ἐν τῷ μόνῳ καὶ ὁ τοῦ μόνου σημαίνεται Λόγος, ἐν ᾧ τὰ πάντα ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Οὐκοῦν εἰ διὰ τοῦ Λόγου γέγονε, φησὶ δὲ, Ἐγὼ μόνος, νοεῖται δὲ σὺν τῷ μόνῳ καὶ ὁ Υἱὸς, δι' οὗ γέγονεν ὁ οὐρανός· οὕτως ἄρα καὶ ἐὰν λέγηται, Εἷς Θεὸς, καὶ, Ἐγὼ μόνος, καὶ, Ἐγὼ πρῶτος, ἐν τῷ ἑνὶ καὶ μόνῳ καὶ πρώτῳ συνὼν νοεῖται ὁ Λόγος, ὥσπερ ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα. Τοῦτο δὲ οὐκ ἂν ἐπὶ ἄλλου νοηθείη, εἰ μὴ ἐπὶ μόνου τοῦ Λόγου. Τὰ μὲν γὰρ ἄλλα πάντα ἐκ τοῦ μὴ ὄντος ὑπέστη διὰ τοῦ Υἱοῦ, καὶ πολλὴν ἔχει τῇ φύσει τὴν διάστασιν· αὐτὸς δὲ ὁ Υἱὸς ἐκ τοῦ Πατρός ἐστι φύσει καὶ ἀληθινὸν γέννημα· διὸ καὶ ὃ προφέρειν ἔδοξαν οἱ ἀνόητοι ῥητὸν, τὸ, Ἐγὼ πρῶτος, εἰς ἀπολογίαν τῆς αἱρέσεως αὐτῶν, τοῦτο μᾶλλον ἐλέγχει αὐτῶν τὴν κακόνοιαν. Φησὶν ὁ Θεός· Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα. Εἰ μὲν οὖν ὡς συναριθμούμενος τοῖς μετ' αὐτὸν λέγεται τούτων πρῶτος, ἵνα κἀκεῖνα δεύτερα τούτου ᾖ, ἔσται καθ' ὑμᾶς τῶν ποιημάτων καὶ αὐτὸς μόνῳ τῷ χρόνῳ προάγων· ἀλλὰ τοῦτο μόνον πᾶσαν ἀσέβειαν ὑπερβάλλει. Εἰ δὲ εἰς ἀπόδειξιν τοῦ μὴ εἶναι αὐτὸν ἔκ τινος, μηδὲ πρὸ αὐτοῦ τινα, ἀλλ' αὐτὸν εἶναι τῶν πάντων ἀρχὴν καὶ αἴτιον, καὶ εἰς ἀναίρεσιν τῶν παρ' Ἕλλησι μύθων εἴρηκεν, Ἐγὼ πρῶτος· δῆλον, ὅτι καὶ τὸ λέγεσθαι τὸν Υἱὸν πρωτότοκον, οὐ διὰ τὸ συναριθμεῖσθαι αὐτὸν τῇ κτίσει, λέγεται πρωτότοκος, ἀλλ' εἰς ἀπόδειξιν τῆς τῶν πάντων διὰ τοῦ Υἱοῦ δημιουργίας καὶ υἱοποιήσεως. Καὶ γὰρ ὥσπερ ὁ Πατὴρ πρῶτός ἐστιν, οὕτω καὶ αὐτὸς πρῶτος μέν ἐστιν, ὡς εἰκὼν τοῦ πρώτου, καὶ ἐν αὐτῷ ὄντος τοῦ πρώτου, γέννημα δὲ ἐκ τοῦ Πατρός· καὶ ἐν αὐτῷ πᾶσα ἡ κτίσις κτίζεται καὶ υἱοποιεῖται.
Christ. Now if He were a creature, He would not have subjoined this and numbered Himself together with Him Who created Him. For what fellowship is there between the true and the not true? But now, by joining Himself to the Father, He showed that He is of the Father's nature, and gave us to know that He is the true offspring of the true Father. This John also, having learned it, taught when writing in his Epistle: And we are in the true One, in His Son Jesus Christ. This is the true God, and eternal life. And when the prophet says concerning the creation, Who alone stretched out the heaven, and God says, I alone stretched out the heaven, it has become clear to all that in the Only is signified also the Word of the Only, in Whom all things came into being, and without Him came into being not even one thing. Therefore, if it came into being through the Word, and yet He says, I alone, the Son also, through Whom the heaven came into being, is understood together with the Only; so then, even if it be said, One God, and, I alone, and, I am the first, the Word is understood as being together with the One and Only and First, just as the radiance is in the light. And this could not be understood of any other save of the Word alone. For all other things subsisted out of nothing through the Son, and have a great distance by nature; whereas the Son Himself is by nature from the Father and a true offspring; wherefore even the saying which the foolish men thought to bring forward in defence of their heresy, namely, I am the first, rather convicts their malice. God says: I am the first, and I am hereafter. If then He is called first of these as being numbered together with the things after Him, so that those things may be second to Him, He Himself also will according to you be one of the works, preceding them in time alone; but this passes all impiety. Yet if He has said, I am the first, for a proof that He is not from anyone, nor is anyone before Him, but that He Himself is the beginning and cause of all things, and for the abolition of the myths among the Greeks, it is clear that the Son's being called firstborn also—not because He is numbered together with the creation is He called firstborn, but for a proof of the framing and adoption of all things through the Son. For just as the Father is first, so He Himself also is indeed first, as image of the First, and because the First is in Him, and offspring from the Father; and in Him the whole creation is created and adopted.
PG 26:341Read from the page
10. Ἀλλὰ καὶ πρὸς ταῦτα πάλιν ἐπιχειροῦσι φιλονεικεῖν ταῖς ἰδίαις μυθοπλαστίαις, λέγοντες μὴ οὕτως εἶναι τὸν Υἱὸν καὶ τὸν Πατέρα ἓν, μηδὲ ὅμοιον, ὡς ἡ Ἐκκλησία κηρύσσει, ἀλλ' ὡς αὐτοὶ θέλουσι. Φασὶ γάρ· Ἐπεὶ ἃ θέλει ὁ Πατὴρ, ταῦτα θέλει καὶ ὁ Υἱὸς, καὶ οὔτε τοῖς νοήμασιν οὔτε τοῖς κρίμασιν ἀντίκειται, ἀλλ' ἐν πᾶσίν ἐστι σύμφωνος αὐτῷ, τὴν ταὐτότητα τῶν δογμάτων καὶ τὸν ἀκόλουθον καὶ συνηρτημένον τῇ τοῦ Πατρὸς διδασκαλίᾳ ἀποδιδοὺς λόγον· διὰ τοῦτο αὐτὸς καὶ ὁ Πατὴρ ἕν εἰσι. Ταῦτα γὰρ οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τινὲς ἐξ αὐτῶν τετολμήκασι. Τούτου δὲ τί ἄν τις ἀτοπώτερον ἢ ἀλογώτερον εἴποι; Εἰ γὰρ διὰ ταῦτα ἕν εἰσιν ὁ Υἱὸς καὶ ὁ Πατὴρ, καὶ εἰ οὕτως ὅμοιός ἐστιν ὁ Λόγος τῷ Πατρί· ὥρα καὶ τοὺς ἀγγέλους, καὶ τὰ ἄλλα ἡμῶν τὰ ὑπερκείμενα, ἀρχάς τε καὶ ἐξουσίας, καὶ θρόνους καὶ κυριότητας, καὶ τὰ φαινόμενα, ἥλιόν τε καὶ σελήνην, καὶ τοὺς ἀστέρας εἶναι καὶ αὐτοὺς, ὡς τὸν Υἱὸν, υἱούς· λέγεσθαι δὲ καὶ περὶ τούτων, ὅτι αὐτοὶ καὶ ὁ Πατὴρ ἕν εἰσι· καὶ ἕκαστος εἰκὼν καὶ Λόγος ἐστὶ τοῦ Θεοῦ. Ἃ γὰρ θέλει ὁ Θεὸς, ταῦτα θέλουσι καὶ αὐτοί· καὶ οὔτε τοῖς κρίμασιν οὔτε τοῖς δόγμασι διαφωνοῦσιν, ἀλλ' ἐν πᾶσίν εἰσιν ὑπήκοοι τῷ πεποιηκότι. Οὐκ ἂν γὰρ ἔμειναν ἐν τῇ ἰδίᾳ δόξῃ, εἰ μὴ, ἅπερ ἤθελεν ὁ Πατὴρ, ταῦτα καὶ αὐτοὶ ἠβούλοντο. Ὁ γοῦν μὴ μείνας, ἀλλὰ παραφρονήσας ἤκουσε· Πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ Ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων; πῶς οὖν, τούτων οὕτως ὄντων, μόνος οὗτος Υἱὸς μονογενὴς καὶ Λόγος καὶ Σοφία ἐστίν; ἢ πῶς, τοσούτων ὄντων ὁμοίων τῷ Πατρὶ, μόνος οὗτος εἰκών ἐστι; Καὶ γὰρ καὶ ἐν ἀνθρώποις εὑρεθήσονται πολλοὶ ὅμοιοι τῷ Πατρὶ, πλεῖστοι μὲν μάρτυρες γενόμενοι, καὶ πρὸ αὐτῶν οἱ ἀπόστολοι καὶ προφῆται, καὶ πάλιν πρὸ τούτων οἱ πατριάρχαι· πολλοί τε καὶ νῦν ἐφύλαξαν τὴν τοῦ Σωτῆρος ἐντολὴν, γενόμενοι οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὁ ἐν τοῖς οὐρανοῖς, καὶ τηρήσαντες τὸ, Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς τέκνα ἀγαπητά· καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς. Μιμηταὶ δὲ γεγόνασι καὶ τοῦ Παύλου πολλοὶ, ὡς κἀκεῖνος τοῦ Χριστοῦ· καὶ ὅμως οὐδεὶς τούτων οὔτε Λόγος, οὔτε Σοφία, οὔτε μονογενὴς Υἱὸς,
10. Yet against these things also they again attempt to contend with their own fabrications of myths, saying that the Son and the Father are not thus one, nor like, as the Church proclaims, but as they themselves wish. For they say: Since what the Father wills, these things the Son also wills, and He is opposed neither in thoughts nor in judgements, but in all things is in harmony with Him, rendering the identity of doctrines and the discourse consistent and connected with the Father's teaching; therefore He and the Father are one. For some of them have dared not only to say, but even to write these things. Now what could anyone say more absurd or more irrational than this? For if on account of these things the Son and the Father are one, and if the Word is thus like the Father, it is time that the angels also, and the other powers above us, principalities and authorities, and thrones and lordships, and the visible things, sun and moon and the stars, should themselves also be sons, like the Son; and that concerning these also it should be said that they and the Father are one, and that each is an image and Word of God. For what God wills, these things they also will; and they disagree neither in judgements nor in doctrines, but in all things are obedient to their Maker. For they would not have remained in their own glory, unless what the Father willed, these things they also had willed. He at least who did not remain, but lost his senses, heard: How is Lucifer, who rose in the morning, fallen from heaven! How then, since these things are so, is this One alone the only-begotten Son and Word and Wisdom? Or how, when so many are like the Father, is this One alone the image? For among men also many will be found like the Father, very many having become martyrs, and before them the apostles and prophets, and again before these the patriarchs; and many now also have kept the Saviour's commandment, having become merciful, as the Father Who is in heaven, and having observed the saying, Be ye therefore imitators of God, as beloved children; and walk in love, even as Christ also loved us. And many have become imitators of Paul also, as he too was of Christ; and yet none of these is either Word, or Wisdom, or only-begotten Son,
PG 26:344Read from the page
οὔτε εἰκών ἐστιν, οὔτε τις τούτων ἀπετόλμησεν εἰπεῖν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, ἢ, Ἐγὼ ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν ἐμοί. Ἀλλὰ περὶ μὲν πάντων εἴρηται, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; καὶ, Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; περὶ δὲ αὐτοῦ, ὅτι μόνος εἰκὼν ἀληθινὴ καὶ φύσει τοῦ Πατρός ἐστιν. Εἰ γὰρ καὶ κατ' εἰκόνα γεγόναμεν, καὶ εἰκὼν καὶ δόξα Θεοῦ ἐχρηματίσαμεν, ἀλλ' οὐ δι' ἑαυτοὺς πάλιν, ἀλλὰ διὰ τὴν ἐνοικήσασαν ἐν ἡμῖν εἰκόνα καὶ ἀληθῆ δόξαν τοῦ Θεοῦ, ἥτις ἐστὶν ὁ Λόγος αὐτοῦ, ὁ δι' ἡμᾶς ὕστερον γενόμενος σάρξ, ταύτην τῆς κλήσεως ἔχομεν τὴν χάριν.
or image, nor has any of these dared to say: I and the Father are one, or, I am in the Father and the Father in Me. But concerning all it has been said, Who is like unto Thee among the gods, O Lord? and, Who shall be likened to the Lord among the sons of God? whereas concerning Him, that He alone is the true image and by nature of the Father. For even if we have been made according to the image, and have been called image and glory of God, yet not on our own account again, but on account of the image and true glory of God dwelling in us, which is His Word, who later for our sakes became flesh (John 1:14), do we have this grace of the calling.
11. Ἀπρεποῦς δὴ οὖν καὶ ἀλόγου καὶ τῆς τοιαύτης φρονήσεως ἐκείνων φαινομένης, ἀνάγκη τὴν ὁμοίωσιν καὶ τὴν ἑνότητα ἐπ' αὐτὴν τὴν οὐσίαν τοῦ Υἱοῦ φέρειν· εἰ γὰρ μὴ οὕτω τις λάβοι οὔτε πλέον τι τῶν γενητῶν ἔχων φανήσεται, ὥσπερ εἴρηται, οὔτε τοῦ Πατρὸς ὅμοιος ἔσται, ἀλλὰ τῶν τοῦ Πατρὸς ὅμοιος ἔσται δογμάτων· καὶ τοῦ Πατρὸς διαφέρει ὅτι ὁ μὲν Πατὴρ πατήρ ἐστι, τὰ δὲ δόγματα καὶ ἡ διδασκαλία τοῦ Πατρός ἐστιν. Εἰ τοίνυν κατὰ τὰ δόγματα καὶ τὴν διδασκαλίαν ὅμοιός ἐστιν ὁ Υἱὸς τῷ Πατρὶ, ὁ μὲν Πατὴρ κατ' αὐτοὺς ὀνόματι μόνον Πατὴρ ἔσται· ὁ δὲ Υἱὸς οὐκ ἀπαράλλακτος εἰκὼν, μᾶλλον οὐδὲ ὅλως ἰδιότητα ἢ ὁμοίωσίν τινα τοῦ Πατρὸς ἔχων φανήσεται. Ποία γὰρ ὁμοίωσις καὶ ἰδιότης τῷ παρεξηλλαγμένῳ παρὰ τὸν Πατέρα; Καὶ γὰρ καὶ ὁ Παῦλος ὅμοια τῷ Σωτῆρι διδάσκων, οὐκ ἦν κατ' οὐσίαν ὅμοιος αὐτῷ. Ἐκεῖνοι μὲν οὖν, τοιαῦτα φρονοῦντες, ψεύδονται· ὁ δέ γε Υἱὸς καὶ ὁ Πατὴρ οὕτως εἰσὶν ἓν, καθάπερ εἴρηται· καὶ οὕτως ἐστὶν ὁ Υἱὸς ὅμοιος καὶ ἐξ αὐτοῦ τοῦ Πατρὸς, ὡς ἔστιν ἰδεῖν καὶ νοεῖν υἱὸν πρὸς πατέρα, καὶ ὡς ἔστιν ἰδεῖν τὸ ἀπαύγασμα πρὸς τὸν ἥλιον. Διὰ γὰρ τὸ οὕτως εἶναι τὸν Υἱὸν, ἐργαζομένου τοῦ Υἱοῦ, ὁ Πατήρ ἐστιν ὁ ἐργαζόμενος, καὶ ἐρχομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἁγίους, ὁ Πατήρ ἐστιν ὁ ἐρχόμενος ἐν τῷ Υἱῷ, ὡς αὐτὸς ἐπηγγείλατο λέγων· Ἐλευσόμεθα ἐγὼ καὶ ὁ Πατὴρ, καὶ μονὴν παρ' αὐτῷ ποιήσομεν. Ἐν γὰρ τῇ εἰκόνι θεωρεῖται ὁ Πατὴρ, καὶ ἐν τῷ ἀπαυγάσματί ἐστι τὸ φῶς. Διὰ τοῦτο, καθάπερ μικρῷ πρόσθεν εἴπομεν, καὶ διδόντος τοῦ Πατρὸς χάριν
11. Since therefore such a notion of theirs also appears unseemly and irrational, it is necessary to refer the likeness and the unity to the very essence of the Son; for unless one should take it thus, He will neither appear as having anything more than the things that have come into being, as has been said, nor will He be like the Father, but He will be like the Father's doctrines; and He differs from the Father in that the Father is father, whereas the doctrines and the teaching belong to the Father. If therefore the Son is like the Father according to the doctrines and the teaching, the Father according to them will be Father in name alone, and the Son will not be an exact image, or rather will appear as having no propriety or likeness to the Father at all. For what likeness and propriety belongs to him who is altered from the Father? For Paul also, though teaching things like the Saviour, was not like Him according to essence. They therefore, in thinking such things, speak falsely; whereas the Son and the Father are thus one, as has been said; and the Son is thus like and from the Father Himself, as one may see and understand a son in relation to a father, and as one may see the radiance in relation to the sun. For because the Son is thus, when the Son works, the Father is He Who works, and when the Son comes to the saints, the Father is He Who comes in the Son, as He Himself promised, saying: I and the Father will come, and will make Our abode with him. For in the image the Father is contemplated, and in the radiance is the light. Therefore, just as we said a little before, when the Father also gives grace