τῷ Πατρὶ, ὅπουγε καὶ περὶ ἡμῶν γέγραπται· Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμεν; Πάσχουσι δὲ τοῦτο ἀκολούθως τῇ κακονοίᾳ ἑαυτῶν, σῶμα νομίζοντες εἶναι τὸν Θεὸν, καὶ μὴ νοοῦντες μήτε τί ἐστιν ἀληθινὸς Πατὴρ, καὶ ἀληθινὸς Υἱὸς, μήτε τί ἐστι φῶς ἀόρατον, καὶ ἀΐδιον, καὶ ἀπαύγασμα αὐτοῦ ἀόρατον, μήτε τί ἐστιν ἀόρατος ὑπόστασις, καὶ χαρακτὴρ ἀσώματος, καὶ εἰκὼν ἀσώματος. Εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν τὸν Κύριον τῆς δόξης μετὰ γέλωτος ἐδυσφήμουν, οὔτε τὰ ἀσώματα σωματικῶς ἐκλαμβάνοντες, τὰ καλῶς λεγόμενα παρεξηγοῦντο. Ἤρκει μὲν οὖν καὶ μόνον ἀκούοντας ταῦτα, λέγοντος τοῦ Κυρίου, πιστεύειν· ἐπεὶ καὶ ἡ τῆς ἁπλότητος πίστις βελτίων ἐστὶ τῆς ἐκ περιεργίας πιθανολογίας· ἐπειδὴ δὲ καὶ τοῦτο βεβηλοῦν ἐπεχείρησαν πρὸς τὴν ἰδίαν αἵρεσιν, ἀναγκαῖον τὴν μὲν ἐκείνων κακόνοιαν διελέγξαι, τὴν δὲ τῆς ἀληθείας διάνοιαν δεῖξαι ἕνεκά γε τῆς τῶν πιστῶν ἀσφαλείας. Οὐ γὰρ, ὡς ἐκεῖνοι νομίζουσιν, ἀντεμβιβαζόμενοι εἰς ἀλλήλους εἰσὶν, ἐν τῷ λέγεσθαι, Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, ὥσπερ ἐν ἀγγείοις κενοῖς ἐξ ἀλλήλων πληρούμενοι· ὥστε τὸν μὲν Υἱὸν πληροῦν τὸ κενὸν τοῦ Πατρὸς, τὸν δὲ Πατέρα πληροῦν τὸ κενὸν τοῦ Υἱοῦ, καὶ ἑκάτερον αὐτῶν μὴ εἶναι πλήρη καὶ τέλειον· σωμάτων μὲν ἴδιον τοῦτό γε· διὸ καὶ τὸ μόνον εἰπεῖν τοῦτο πλέον ἐστὶν ἀσεβείας· πλήρης γὰρ καὶ τέλειός ἐστιν ὁ Πατὴρ, καὶ πλήρωμα θεότητός ἐστιν ὁ Υἱός. Οὐδ' αὖ πάλιν, ὥσπερ ἐν τοῖς ἁγίοις γινόμενος ὁ Θεὸς, ἐνδυναμοῖ αὐτοὺς, οὕτως ἐστὶ καὶ ἐν τῷ Υἱῷ· αὐτὸς γάρ ἐστιν ἡ τοῦ Πατρὸς δύναμις καὶ σοφία· καὶ τὰ μὲν γενητὰ μετοχῇ τούτου ἐν Πνεύματι ἁγιάζεται· αὐτὸς δὲ ὁ Υἱὸς οὐ μετουσίᾳ υἱός ἐστιν, ἀλλὰ γέννημα τοῦ Πατρὸς ἴδιόν ἐστιν. Οὐκ ἔστι δὲ πάλιν οὕτως ὁ Υἱὸς ἐν τῷ Πατρὶ, ὡς τὸ, Ἐν αὐτῷ ζῶμεν, καὶ κινούμεθα, καί ἐσμεν· αὐτὸς γὰρ ὡς ἐκ πηγῆς τοῦ Πατρός ἐστιν ἡ ζωὴ, ἐν ᾗ τὰ πάντα ζωογονεῖταί τε καὶ συνέστηκεν· οὐ γὰρ ἡ ζωὴ ἐν ζωῇ ζῇ· ἐπεὶ οὐκ ἂν εἴη ζωή· ἀλλ' αὐτὸς μᾶλλον ζωογονεῖ τὰ πάντα.
the Father (John 14:10), since concerning us also it is written, For in Him we live, and move, and are (Acts 17:28)? Now they suffer this consistently with their own ill-mindedness, supposing that God is a body, and understanding neither what is true Father and true Son, nor what is invisible and eternal light, and its invisible radiance, nor what is invisible subsistence, and bodiless express image, and bodiless image (Heb. 1:3). For if they knew, they would not blaspheme the Lord of glory with laughter, nor, taking bodiless things bodily, would they misinterpret the things well spoken. It was sufficient indeed even upon merely hearing these things, when the Lord said them, to believe; since the faith of simplicity is better than the plausible speech arising from meddlesomeness; yet since they attempted to profane this also for their own heresy, it is necessary to refute their ill-mindedness, and to show the meaning of the truth for the sake of the security of the faithful. For they are not, as those men suppose, mutually transferred into one another in the saying, I in the Father, and the Father in Me (John 14:10), as though in empty vessels being filled from one another, so that the Son fills the emptiness of the Father, and the Father fills the emptiness of the Son, and each of them is not full and perfect; for this indeed is proper to bodies; wherefore even merely to say this is full of impiety; for the Father is full and perfect, and the Son is the fullness of deity. Nor again, just as God, coming to be in the saints, strengthens them, is He thus in the Son also; for He Himself is the Father's power and wisdom; and the things that have come to be are sanctified by participation in Him in the Spirit; whereas the Son Himself is Son not by participation, but is the proper offspring of the Father. Nor again is the Son thus in the Father, as the saying, In Him we live, and move, and are (Acts 17:28); for He Himself, as from the fountain of the Father, is the life, in which all things are both quickened and consist; for life does not live in life, else it would not be life, but rather He Himself quickens all things.
2. Ἴδωμεν δὲ καὶ τὰ τοῦ συνηγόρου τῆς αἱρέσεως Ἀστερίου τοῦ σοφιστοῦ· γέγραφε γὰρ καὶ αὐτὸς, εἰς τοῦτο ζηλώσας τοὺς Ἰουδαίους, ταῦτα· « Εὔδηλον γὰρ, ὅτι διὰ τοῦτο εἴρηκεν ἑαυτὸν μὲν ἐν τῷ
2. Let us look also at the words of the advocate of the heresy, Asterius the sophist; for he also, having emulated the Jews in this, has written these things: « For it is quite clear that on this account He has said that He Himself is in the