Migne Reading Room

PG 26 · cols. 253–264 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:253Read from the page
κτίζεται καὶ ἀποστέλλεται. Ἀλλ' οὐκ ἔστιν οὕτω· μὴ γένοιτο! Ψευδής ἐστι τῶν αἱρετικῶν ἡ διάνοια. Οὐ γὰρ κτίσμα ἐστὶν, ἀλλὰ κτίστης μέν ἐστιν ὁ τοῦ Θεοῦ Λόγος· τότε δὲ λέγει παροιμιωδῶς, ἔκτισέ με, ὅτε τὴν κτιστὴν ἐνεδύσατο σάρκα. Καὶ τοῦτο πάλιν δυνατόν ἐστι καὶ ἐξ αὐτοῦ τοῦ ῥητοῦ διανοεῖσθαι. Υἱὸς γὰρ ὢν καὶ Πατέρα τὸν Θεὸν ἔχων, αὐτοῦ γὰρ ἴδιόν ἐστι γέννημα, ὅμως Κύριον νῦν ὀνομάζει τὸν Πατέρα· οὐχ ὅτι δοῦλος ἦν, ἀλλ' ὅτι τὴν τοῦ δούλου μορφὴν ἀνέλαβεν. Ἔπρεπε γὰρ αὐτὸν, ὥσπερ ὄντα Λόγον ἐκ τοῦ Πατρὸς, Πατέρα τὸν Θεὸν καλεῖν· τοῦτο γὰρ ἴδιον υἱοῦ πρὸς πατέρα· οὕτως ἐλθόντα τελειῶσαι τὸ ἔργον, καὶ δούλου λαβόντα μορφὴν, Κύριον ὀνομάζειν τὸν Πατέρα. Καὶ ταύτην τὴν διαφορὰν αὐτὸς ἐδίδαξε μετὰ καλῆς τῆς διαστολῆς, λέγων ἐν τοῖς Εὐαγγελίοις· Ἐξομολογοῦμαί σοι, Πάτερ· εἶτα· Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς. Ἑαυτοῦ μὲν γὰρ εἶναι Πατέρα τὸν Θεὸν λέγει, τῶν δὲ κτισμάτων αὐτὸν Κύριον ὀνομάζει· ὡς ἐκ τούτου δείκνυσθαι λευκῶς, ὅτι, ἡνίκα τὸ κτιστὸν ἐνεδύσατο, τότε τὸν Πατέρα καλεῖ Κύριον. Καὶ γὰρ καὶ ἐν τῇ προσευχῇ τοῦ Δαυῒδ τὴν αὐτὴν διαφορὰν σημαίνει τὸ Πνεῦμα τὸ ἅγιον, διὰ τῶν Ψαλμῶν λέγον· Δὸς τὸ κράτος σου τῷ παιδί σου, καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου. Ἄλλος γάρ ἐστιν ὁ φύσει καὶ ἀληθινὸς παῖς τοῦ Θεοῦ, καὶ ἄλλα τὰ τῆς παιδίσκης τέκνα, ἥτις ἐστὶ τῶν γενητῶν ἡ φύσις. Διὸ καὶ ὁ μὲν, ὡς Υἱὸς, ἔχει τὸ πατρικὸν κράτος, τὰ δὲ, σωτηρίας ἐστὶ δεόμενα.
He is created and sent. But it is not so; God forbid! False is the mind of the heretics. For the Word of God is not a creature, but is Himself Creator; and He says by way of proverb, "He created me", then when He put on the created flesh. And this again it is possible to discern from the text itself also. For though He is Son and has God as Father, for He is His proper offspring, nevertheless He now names the Father Lord; not because He was a servant, but because He took up the form of the servant. For it befitted Him, just as being Word from the Father, to call God Father, for this is proper to a son towards a father; so, having come to complete the work, and having taken the form of a servant, to name the Father Lord. And this difference He Himself taught with a noble distinction, saying in the Gospels: I give thanks to Thee, Father; then: Lord of heaven and earth. For He says that God is Father of Himself, and names Him Lord of the creatures; so that from this it is shown clearly that when He put on what was created, then He calls the Father Lord. For indeed in the prayer of David also the Holy Spirit signifies the same difference, saying through the Psalms: Give Thy strength to Thy child, and save the son of Thy handmaid. For one is He Who is by nature and true child of God, and other are the children of the handmaid, which is the nature of things originated. Wherefore the One, as Son, has the paternal strength, whereas the others are in need of salvation.
51. Εἰ δ' ὅτι παῖς ἐκλήθη, φλυαροῦσι, γινωσκέτωσαν, ὅτι καὶ Ἰσαὰκ παῖς ὠνομάσθη τοῦ Ἀβραὰμ, καὶ ὁ υἱὸς τῆς Σουμανίτιδος παιδάριον ἐκλήθη. Εἰκότως ἄρα, δούλων ἡμῶν ὄντων, ὅτε γέγονεν ὡς ἡμεῖς, Κύριον τὸν Πατέρα καλεῖ καὶ αὐτὸς, ὡς ἡμεῖς· καὶ τοῦτο δὲ φιλανθρωπευόμενος οὕτω πεποίηκεν, ἵνα καὶ ἡμεῖς, δοῦλοι κατὰ φύσιν ὄντες, καὶ δεξάμενοι τὸ πνεῦμα τοῦ Υἱοῦ, θαῤῥήσωμεν τὸν φύσει Κύριον ἑαυτῶν, τοῦτον τῇ χάριτι Πατέρα καλεῖν. Ἀλλ' ὥσπερ ἡμεῖς τὸν Κύριον Πατέρα καλοῦντες, οὐκ ἀρνούμεθα τὴν κατὰ φύσιν δουλείαν· αὐτοῦ γάρ ἐσμεν ἔργα, καὶ αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς· οὕτως ὅταν ὁ Υἱὸς τὴν τοῦ δούλου μορφὴν λαμβάνων λέγῃ, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, μὴ ἀρνείσθωσαν τὴν ἀϊδιότητα τῆς τούτου θεότητος,
51. And if they babble because He was called child, let them know that Isaac also was named child of Abraham, and the son of the Shunammite was called a little child. Reasonably therefore, since we are servants, when He became as we are, He Himself also calls the Father Lord, as we do; and this too He has done thus out of loving-kindness towards man, so that we also, being servants by nature, and having received the Spirit of the Son, might have confidence to call by grace Him Father Who by nature is our own Lord. But just as we, in calling the Lord Father, do not deny our servitude by nature, for we are His works, and He Himself made us and not we ourselves; so when the Son, taking the form of the servant, says: The Lord created me a beginning of His ways, let them not deny the eternity of His godhead,
PG 26:256Read from the page
καὶ ὅτι ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, καὶ πάντα δι' αὐτοῦ γέγονε, καὶ ἐν αὐτῷ τὰ πάντα ἐκτίσθη. Τὸ δὲ ἐν ταῖς Παροιμίαις ῥητὸν, καθὰ προεῖπον, οὐ τὴν οὐσίαν, ἀλλὰ τὸ ἀνθρώπινον τοῦ Λόγου σημαίνει· εἰ γὰρ εἰς ἔργα φησὶν ἐκτίσθαι, φαίνεται μὴ τὴν οὐσίαν ἑαυτοῦ σημᾶναι θέλων, ἀλλὰ τὴν εἰς τὰ ἔργα αὐτοῦ οἰκονομίαν γενομένην, ὅπερ δεύτερόν ἐστι τοῦ εἶναι. Τὰ γὰρ γινόμενα καὶ κτιζόμενα προηγουμένως ἕνεκα τοῦ εἶναι καὶ τοῦ ὑπάρχειν πεποίηται, καὶ δεύτερον ἔχουσι τὸ ποιεῖν, περὶ ὧν ἂν αὐτοῖς ὁ Λόγος προστάττῃ, ὡς ἐπὶ πάντων ἔστιν ἰδεῖν τὸ τοιοῦτον. Ἀδὰμ γὰρ ἐκτίσθη, οὐχ ἵνα ἐργάζηται, ἀλλ' ἵνα πρῶτον ὑπάρχῃ ἄνθρωπος· μετὰ ταῦτα γὰρ ἔλαβε τὴν ἐντολὴν τοῦ ἐργάζεσθαι. Νῶε δὲ ἐκτίσθη οὐ διὰ τὴν κιβωτὸν, ἀλλ' ἵνα πρῶτον ὑπάρχῃ καὶ ἄνθρωπος γένηται· μετὰ ταῦτα γὰρ ἔλαβεν ἐντολὴν κατασκευάσαι τὴν κιβωτόν· καὶ ἐφ' ἑκάστου δὲ ζητῶν ταῦτα εὕροι τις. Καὶ γὰρ καὶ Μωϋσῆς ὁ μέγας πρῶτον ἄνθρωπος γέγονε, καὶ δεύτερον τὴν ἡγεμονίαν τοῦ λαοῦ πεπίστευται. Οὐκοῦν καὶ ἐνταῦθα τοῦτο νοεῖν ἔξεστιν· ὁρᾷς γὰρ, ὅτι οὐκ εἰς τὸ εἶναι κτίζεται, ἀλλ' ἐν ἀρχῇ μὲν ἦν ὁ Λόγος, μετὰ ταῦτα δὲ εἰς τὰ ἔργα πέμπεται, καὶ τὴν τούτων οἰκονομίαν· καὶ γὰρ πρὶν γενέσθαι τὰ ἔργα, ἦν μὲν ἀεὶ ὁ Υἱὸς, οὔπω δὲ χρεία ἦν αὐτὸν καὶ κτισθῆναι. Ὅτε δὲ ἐκτίσθη τὰ ἔργα, καὶ χρεία μετὰ ταῦτα γέγονε τῆς εἰς διόρθωσιν αὐτῶν οἰκονομίας· τότε δὴ καὶ ὁ Λόγος δέδωκεν ἑαυτὸν εἰς τὸ συγκαταβῆναι καὶ ὁμοιωθῆναι τοῖς ἔργοις· ὅπερ διὰ μὲν τῆς, ἔκτισε, λέξεως, ἡμῖν δεδήλωκε, διὰ δὲ τοῦ προφήτου Ἡσαΐου τὸ ὅμοιον σημᾶναι θέλων, πάλιν λέγει· Καὶ νῦν οὕτω λέγει Κύριος, ὁ πλάσας με ἐκ κοιλίας δοῦλον ἑαυτῷ, τοῦ συναγαγεῖν τὸν Ἰακὼβ πρὸς αὐτὸν, καὶ Ἰσραήλ· συναχθήσομαι καὶ δοξασθήσομαι ἐναντίον Κυρίου.
and that in the beginning was the Word, and all things came into being through Him, and in Him all things were created. For the text in Proverbs, just as I said before, does not signify the substance, but the humanity of the Word; for if He says that He was created for works, He clearly wills to signify not His own substance, but the economy that took place for His works, which is secondary to being. For the things that come into being and are created have been made primarily for the sake of being and existing, and secondarily have their doing concerning whatever things the Word may command them, as one may see such a thing in the case of all. For Adam was created, not that he might work, but that first he might exist as man; for after these things he received the commandment to work. And Noah was created not on account of the ark, but that first he might exist and become man; for after these things he received a commandment to prepare the ark; and in the case of each one anyone inquiring would find these things. For indeed the great Moses also first became man, and secondarily was entrusted with the leadership of the people. Therefore here also it is permissible to understand this; for you see that He is not created in order to be, but in the beginning indeed was the Word, and after these things He is sent for the works, and the economy of them; for indeed before the works came into being, the Son always was, and there was not yet need for Him also to be created. But when the works were created, and need afterwards arose for the economy for their restoration, then indeed the Word also gave Himself to condescend and be assimilated to the works; which He has made plain to us through the word "He created", and willing to signify the like through the prophet Isaiah, He says again: And now thus says the Lord, Who formed me from the womb as a servant for Himself, to gather Jacob to Him, and Israel; I shall be gathered and glorified before the Lord.
52. Ἰδοὺ καὶ ἐνταῦθα οὐκ εἰς τὸ εἶναι πλάττεται, ἀλλ' ἕνεκα τοῦ συναγαγεῖν τὰς φυλὰς, τὰς καὶ πρὸ τοῦ πλασθῆναι τοῦτον ὑπαρχούσας. Ὥσπερ γὰρ ἐκεῖ τὸ, ἔκτισεν, οὕτως ὧδε τὸ, ἔπλασε· καὶ ὡς ἐκεῖ, εἰς τὰ ἔργα, οὕτως ὧδε, εἰς τὸ συναγαγεῖν· ὥστε
52. Behold, here also He is not formed in order to be, but for the sake of gathering the tribes, which existed even before He was formed. For just as there it says "He created", so here "He formed"; and as there "for the works", so here "to gather"; so that
PG 26:257Read from the page
πανταχόθεν φαίνεσθαι τοῦ εἶναι τὸν Λόγον δεύτερον λέγεσθαι τὸ, ἔκτισε, καὶ τὸ, ἔπλασε. Καὶ γὰρ ὥσπερ πρὸ τῆς πλάσεως ὑπῆρχον αἱ φυλαὶ δι' ἃς καὶ ἐπλάσθη· οὕτως ὑπάρχειν καὶ τὰ ἔργα φαίνεται, εἰς ἃ καὶ ἐκτίσθη. Καὶ ὅτε μὲν ἐν ἀρχῇ ἦν ὁ Λόγος, οὔπω ἦν τὰ ἔργα, καθὰ προεῖπον· ὅτε δὲ τὰ ἔργα γέγονε, καὶ ἡ χρεία ἀπήτησε, τότε τὸ, ἔκτισεν, εἴρηται. Καὶ ὥσπερ ἂν εἴ τις υἱὸς, παραπολομένων κτημάτων καὶ παρὰ πολεμίοις ὄντων, ἐξ ἀμελείας αὐτῶν, χρείας τε καταλαβούσης εἰ πέμποιτο παρὰ τοῦ πατρὸς συλλαβέσθαι καὶ συναγαγεῖν αὐτά· καὶ οὗτος ἀπερχόμενος, ἐπενδιδύσκοιτο τὴν ὁμοίαν ἐκείνων ἐσθῆτα, καὶ σχηματίζοι ἑαυτὸν, ὡς ἐκεῖνοι, ἵνα μὴ ὡς δεσπότην αὐτὸν ἐπιγνόντες οἱ κατέχοντες φύγωσι, καὶ κωλυθῇ κατελθεῖν καὶ πρὸς τοὺς ὑπὸ γῆν κρυπτομένους παρ' ἐκείνων· εἶτα εἴ τις πυνθάνοιτο τούτου. Διὰ τί οὕτως; ὁ τοιοῦτος εἶπεν ἄν· Ὁ πατὴρ οὕτω με ἔπλασε καὶ κατήρτισεν εἰς τὰ ἔργα αὐτοῦ· λέγων τε οὕτως, οὔτε δοῦλον ἑαυτὸν οὔτε ἕνα τῶν ἔργων εἶναι σημαίνει· οὔτε δὲ τὴν ἀρχὴν τῆς γενέσεως αὐτοῦ λέγει, ἀλλὰ τὴν ὕστερον αὐτῷ δοθεῖσαν εἰς τὰ ἔργα φροντίδα· τὸν αὐτὸν τρόπον καὶ ὁ Κύριος, ἐπενδυσάμενος τὴν ἡμετέραν σάρκα, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, εἰ ἐρωτηθείη παρὰ τῶν οὕτως αὐτὸν ὁρώντων καὶ θαυμαζόντων, εἴποι ἄν· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· καί· Ἔπλασέ με τοῦ συναγαγεῖν τὸν Ἰσραήλ. Τοῦτο δὲ πάλιν καὶ τὸ Πνεῦμα προσημαῖνον ἐν Ψαλμοῖς ἔλεγε· Κατέστησας αὐτὸν ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου· ὅπερ καὶ περὶ ἑαυτοῦ σημαίνων αὐτὸς ὁ Κύριός φησιν· Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ· ὥσπερ δὲ, ὅτε ἐπέλαμψε σωματικῶς τῇ Σιὼν, οὐκ ἀρχὴν εἶχεν εἶναι οὐδὲ τοῦ βασιλεύειν· ἀλλὰ ὢν Λόγος τοῦ Θεοῦ καὶ ἀΐδιος βασιλεὺς, κατηξίωσεν ἀνθρωπίνως ἐπιλάμψαι τὴν βασιλείαν ἑαυτοῦ καὶ ἐν τῇ Σιὼν, ἵνα, ἀπὸ τῆς βασιλευούσης ἐν αὐτοῖς ἁμαρτίας λυτρωσάμενος αὐτούς τε καὶ ἡμᾶς, ποιήσῃ ὑπὸ τὴν πατρικὴν βασιλείαν ἑαυτοῦ· οὕτω καθιστάμενος εἰς τὰ ἔργα, οὐκ εἰς τὰ μηδέπω ὄντα, ἀλλ' εἰς τὰ ἤδη ὄντα καὶ δεόμενα διορθώσεως καθίσταται.
from every side the words "He created" and "He formed" appear to be spoken as subsequent to the Word's being. For just as before the forming the tribes existed on account of which He was also formed, so also the works appear to exist for which He was also created. And when in the beginning was the Word, the works were not yet, just as I said before; but when the works came into being, and need demanded, then the word "He created" was spoken. And just as if some son, when possessions had been lost and were among enemies out of their own carelessness, and need had overtaken them, if he were sent by his father to succour and gather them; and setting out, he should put on over himself attire like theirs, and fashion himself as they were, lest those holding them, recognizing him as master, should flee, and he be prevented from going down also to those hidden under the earth by them; then if someone should inquire of him: Why thus? such a one would have said: My father thus formed and prepared me for his works; and in speaking thus, he neither signifies that he himself is a servant nor one of the works, nor does he speak of the beginning of his origin, but of the care given to him afterwards for the works; in the same manner the Lord also, having put on over Himself our flesh, and being found in fashion as a man, if He were asked by those seeing Him thus and marvelling, would say: The Lord created me a beginning of His ways for His works; and: He formed me to gather Israel. And the Spirit, foretelling this again in the Psalms, said: Thou didst set Him over the works of Thy hands; which the Lord Himself also signifying concerning Himself says: Yet I was set as king by Him upon Sion His holy mountain; and just as, when He shone forth bodily in Sion, He did not have a beginning of being nor of reigning, but being the Word of God and eternal King, He vouchsafed in human wise to make His kingdom shine forth in Sion also, that having redeemed both them and us from the sin reigning in them, He might bring us under His Father's kingdom; so, when He is set for the works, He is set not for things not yet existing, but for things already existing and needing restoration.
53. Τὸ ἄρα, ἔκτισε, καὶ τὸ, ἔπλασε, καὶ τὸ, κατ-
53. Therefore the word "He created", and "He formed", and "He
PG 26:260Read from the page
έστησε, τὴν αὐτὴν ἔχοντα διάνοιαν, οὐ τὴν ἀρχὴν τοῦ εἶναι αὐτὸν, οὐδὲ τὴν οὐσίαν αὐτοῦ κτιστὴν δείκνυσιν, ἀλλὰ τὴν εἰς ἡμᾶς αὐτοῦ κατ' εὐεργεσίαν γενομένην ἀνανέωσιν. Ταῦτα γοῦν λέγων, ἐδίδασκεν ὅμως καὶ πρὸ τούτων ὑπάρχειν ἑαυτὸν, ὅτε ἔλεγε· Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι· καί· Ἡνίκα τὸν οὐρανὸν ἡτοίμαζε, συμπαρήμην αὐτῷ· καί· Ἤμην παρ' αὐτῷ ἁρμόζουσα. Ὥσπερ δὲ ἦν αὐτὸς πρὶν Ἀβραὰμ γενέσθαι, ὁ δὲ Ἰσραὴλ μετὰ τὸν Ἀβραὰμ γέγονε, καὶ δῆλόν ἐστιν, ὅτι προϋπάρχων ὕστερον πλάττεται, καὶ ἡ πλάσις οὐ τὴν ἀρχὴν τοῦ εἶναι, ἀλλὰ τὴν ἐνανθρώπησιν σημαίνει, ἐν ᾗ καὶ ἐπισυνάγει τὰς φυλὰς τοῦ Ἰσραήλ· οὕτως ἄρα ἀεὶ συνὼν τῷ Πατρὶ, αὐτὸς τῆς κτίσεως δημιουργός ἐστι, καὶ δῆλόν ἐστιν ὅτι δεύτερά ἐστιν αὐτοῦ τὰ ἔργα, καὶ τὸ, ἔκτισεν, οὐκ ἀρχὴν τοῦ εἶναι αὐτὸν, ἀλλὰ τὴν εἰς τὰ ἔργα γενομένην οἰκονομίαν, ἣν ἐν τῇ σαρκὶ πεποίηκε, γνωρίζει. Ἔπρεπε γὰρ, ἄλλον αὐτὸν ὄντα τῶν ἔργων, καὶ μᾶλλον δημιουργὸν αὐτῶν ὄντα αὐτὸν, καὶ τὴν τούτων ἀνανέωσιν εἰς ἑαυτὸν ἀναδέξασθαι, ἵνα, αὐτοῦ κτιζομένου εἰς ἡμᾶς, τὰ πάντα εἰς ἑαυτὸν ἀνακτίσηται. Καὶ γὰρ λέγων, ἔκτισεν, εὐθὺς καὶ τὴν αἰτίαν ἐπήγαγε, λέγων, τὰ ἔργα, ἵνα τὸ, εἰς τὰ ἔργα κτίζεσθαι, τὸ γίνεσθαι ἄνθρωπον δηλώσῃ εἰς τὴν τούτων ἀνανέωσιν. Καὶ τοῦτο ἔθος ἐστὶ τῇ θείᾳ Γραφῇ· ὅταν μὲν γὰρ σημαίνῃ τὴν κατὰ σάρκα γένεσιν τοῦ Λόγου, τίθησι καὶ τὴν αἰτίαν, δι' ἣν γέγονεν ἄνθρωπος· ὅταν δὲ περὶ τῆς θεότητος αὐτοῦ αὐτός τε λέγῃ, καὶ οἱ τούτου θεράποντες ἐπαγγέλλωσι, πάντα ἁπλῇ τῇ λέξει, ἀπολελυμένῃ τε τῇ διανοίᾳ, καὶ οὐδὲν μετὰ συμπεπλεγμένης αἰτίας λέγεται. Τοῦ γὰρ Πατρός ἐστιν ἀπαύγασμα· ὥσπερ δὲ ὁ Πατὴρ οὐ διά τινα αἰτίαν ἐστὶν, οὕτως οὐδὲ τοῦ ἀπαυγάσματος τούτου χρὴ ζητεῖν τὴν αἰτίαν. Ἐν ἀρχῇ οὖν ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος, γέγραπται· καὶ οὐκ ἔχει τὸ διὰ τί· ὅτε δὲ, Ὁ Λόγος σὰρξ ἐγένετο, τότε καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν γέγονε, λέγων· Καὶ ἐσκήνωσεν ἐν ἡμῖν. Πάλιν τε ὁ Ἀπόστολος λέγων, Ὅς, ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐκ ἔθηκε τὴν αἰτίαν εἰ μὴ, ὅτε Τὴν
set", having the same meaning, do not show the beginning of His being, nor that His substance is created, but His renewal that took place for us by way of beneficence. At any rate, in saying these things, He taught nevertheless that He Himself existed even before these things, when He said: Before Abraham came into being, I am; and: When He prepared the heaven, I was present with Him; and: I was beside Him fitting things together. And just as He Himself was before Abraham came into being, whereas Israel came into being after Abraham, and it is clear that pre-existing He is afterwards formed, and the forming does not signify the beginning of being, but the incarnation, in which He also gathers together the tribes of Israel; so therefore, always being with the Father, He Himself is Framer of creation, and it is clear that the works are subsequent to Him, and the word "He created" makes known not a beginning of His being, but the economy that took place for the works, which He has wrought in the flesh. For it befitted Him, being other than the works, and rather being Himself their Framer, to take upon Himself also the renewal of these, so that, through His being created for us, He might recreate all things unto Himself. For indeed in saying "He created", He immediately also added the cause, saying "the works", so that to be created for the works might declare His becoming man for the renewal of these. And this is the custom of Divine Scripture: for when it signifies the origin of the Word according to the flesh, it sets down also the cause on account of which He became man; but when both He Himself speaks concerning His godhead, and His servants proclaim it, all things are spoken in simple diction, and with an absolute sense, and nothing with an interwoven cause. For He is the radiance of the Father; and just as the Father is not on account of some cause, so neither ought one to seek the cause of this radiance. In the beginning therefore was the Word, and the Word was with God, and the Word was God, it is written; and it does not have the "wherefore"; but when: The Word became flesh, then it sets down also the cause on account of which He became so, saying: And dwelt among us. And again the Apostle, saying: Who, being in the form of God, did not set down the cause except when: The
PG 26:261Read from the page
μορφὴν ἔλαβε τοῦ δούλου· τότε γὰρ ἐπιφέρει λέγων· Ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, θανάτου δὲ σταυροῦ· διὰ ταῦτα γὰρ καὶ σὰρξ γέγονε καὶ μορφήν ἔλαβε δούλου.
He took the form of the servant; for then he brings forward, saying: He humbled Himself unto death, even the death of the cross (Phil. 2:7-8); for on account of these things He both became flesh and took the form of a servant.
54. Αὐτός τε ὁ Κύριος πολλὰ μὲν ἐν παροιμίαις λελάληκε, περὶ δὲ αὑτοῦ σημαίνων, ἀπολελυμένως εἴρηκεν· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· καὶ· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ, Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα· καὶ· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου· καὶ· Ἐγώ εἰμι ἡ ἀλήθεια· οὐ τιθεὶς ἐφ' ἑκάστου τὴν αἰτίαν, οὐδὲ τὸ διὰ τί, ἵνα μὴ δεύτερος ἐκείνων εἶναι φαίνηται, ὧν χάριν καὶ γέγονεν. Ἀνάγκη γὰρ προηγεῖσθαι τὴν αἰτίαν τούτου, ἧς ἄνευ οὐκ ἂν οὐδ' αὐτὸς ἐγεγόνει. Παῦλος γοῦν ἀφωρισμένος ἀπόστολος εἰς Εὐαγγέλιον, ὃ προεπηγγείλατο ὁ Κύριος διὰ τῶν προφητῶν, εἶχε πρὸ ἑαυτοῦ τὸ Εὐαγγέλιον, οὗ καὶ γέγονε διάκονος· καὶ ὁ Ἰωάννης μὲν, προχειρισθεὶς εἰς τὸ προοδεῦσαι τοῦ Κυρίου, πρὸ ἑαυτοῦ εἶχε τὸν Κύριον· ὁ δὲ Κύριος οὐκ ἔχων πρὸ ἑαυτοῦ αἰτίαν τοῦ εἶναι Λόγος, ἢ μόνον ὅτι τοῦ Πατρός ἐστι γέννημα καὶ σοφία μονογενὴς, ὅταν ἄνθρωπος γίνεται, τότε καὶ τὴν αἰτίαν τίθησι, δι' ἣν μέλλει σάρκα φορεῖν. Προηγεῖται γὰρ τοῦ γενέσθαι αὐτὸν ἄνθρωπον ἡ τῶν ἀνθρώπων χρεία, ἧς ἄνευ οὐκ ἂν ἐνεδύσατο σάρκα. Τίς δὲ ἡ χρεία, δι' ἣν γέγονεν ἄνθρωπος, αὐτὸς μὲν ὁ Κύριος σημαίνων ταύτην ἔλεγε· Καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με. Τοῦτο δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με, ἵνα πᾶν, ὃ δέδωκέ μοι, μὴ ἀπολέσω ἐξ αὐτοῦ, ἀλλὰ ἀναστήσω αὐτὸ ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ· τοῦτο γάρ ἐστι τὸ θέλημα τοῦ Πατρός μου, ἵνα πᾶς ὁ θεωρῶν τὸν Υἱὸν καὶ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον, καὶ ἐγὼ ἀναστήσω αὐτὸν ἐν τῇ ἐσχάτῃ ἡμέρᾳ. Καὶ πάλιν· Ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα, ἵνα πᾶς ὁ πιστεύων εἰς ἐμὲ ἐν τῇ σκοτίᾳ μὴ μείνῃ. Καὶ πάλιν φησίν· Ἐγὼ εἰς τοῦτο γεγέννημαι, καὶ εἰς τοῦτο ἐλήλυθα εἰς τὸν κόσμον, ἵνα
54. And the Lord Himself has spoken many things in proverbs, yet when signifying concerning Himself, He has spoken absolutely: I in the Father, and the Father in Me (John 14:10); and: I and the Father are one (John 10:30); and, He who has seen Me has seen the Father (John 14:9); and: I am the light of the world (John 8:12); and: I am the truth (John 14:6); not setting down in each case the cause, nor the wherefore, lest He should appear to be second to those things for the sake of which He also came to be. For of necessity the cause of this must precede, without which neither would He Himself have come to be. Paul, at any rate, being an apostle set apart for the Gospel which the Lord had promised beforehand through the prophets (Rom. 1:1-2), had before himself the Gospel, of which also he became a minister; and John indeed, having been appointed to go before the Lord, had the Lord before himself; whereas the Lord, not having before Himself any cause of His being the Word, save only that He is the Offspring and Only-begotten Wisdom of the Father, when He becomes man, then also sets down the cause on account of which He is about to bear flesh. For the need of men precedes His becoming man, without which He would not have put on flesh. And what the need is, on account of which He became man, the Lord Himself, signifying this, said: I have come down from heaven, not to do My own will, but the will of Him Who sent Me. And this is the will of Him Who sent Me, that of all that He has given Me I should lose nothing, but should raise it up at the last day; for this is the will of My Father, that everyone who beholds the Son and believes in Him should have eternal life, and I will raise him up at the last day (John 6:38-40). And again: I have come as a light into the world, that everyone who believes in Me may not remain in the darkness (John 12:46). And again He says: To this end have I been born, and to this end have I come into the world, that
55. Διὰ τὸ μαρτυρῆσαι ἄρα, καὶ ὑπὲρ ἡμῶν αναδέξασθαι θάνατον, καὶ διὰ τὸ ἀναστῆναι τοὺς ἀνθρώπους, καὶ λῦσαι τὰ ἔργα τοῦ διαβόλου ἐλήλυθεν ὁ
55. Therefore, in order to bear witness, and on our behalf to undergo death, and in order to raise up men, and to destroy the works of the devil, there has come the
Notes, col. 261

On the reading

Printed μορφήν, for μορφὴν.

Printed αναδέξασθαι, for ἀναδέξασθαι.

PG 26:264Read from the page
Σωτὴρ, καὶ αὕτη ἐστὶν ἡ αἰτία τῆς ἐνσάρκου παρουσίας αὐτοῦ. Ἄλλως γὰρ ἀνάστασις οὐκ ἂν ἐγένετο, εἰ μὴ θάνατος ἐγεγόνει· θάνατος δὲ πῶς ἂν ἐγεγόνει, εἰ μὴ τὸ ἀποθνῆσκον ἐσχήκει σῶμα; Τοῦτο παρ' αὐτοῦ μαθὼν καὶ ὁ Ἀπόστολος ἔλεγεν· Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκὸς, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῇν ἔνοχοι ἦσαν δουλείας· καί· Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἀνάστασις νεκρῶν· καὶ πάλιν· Τὸ γὰρ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί· ἵνα τὸ δικαίωμα τοῦ νόμου πληρωθῇ ἐν ἡμῖν, τοῖς μὴ κατὰ σάρκα περιπατοῦσιν, ἀλλὰ κατὰ πνεῦμα. Καὶ ὁ δὲ Ἰωάννης φησίν· Οὐ γὰρ ἀπέστειλεν ὁ Θεὸς τὸν Υἱὸν αὐτοῦ εἰς τὸν κόσμον, ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Πάλιν δὲ καὶ ὁ Σωτὴρ δι' ἑαυτοῦ ἔλεγεν· Εἰς κρῖμα ἐγὼ ἐλήλυθα εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέπωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Οὐ δι' ἑαυτὸν ἄρα, ἀλλὰ διὰ τὴν ἡμετέραν σωτηρίαν, καὶ διὰ τὸ καταργηθῆναι τὸν θάνατον, καὶ διὰ τὸ κατακριθῆναι τὴν ἁμαρτίαν, καὶ διὰ τὸ ἀναβλέψαι τυφλοὺς, καὶ διὰ τὸ ἀναστῆναι πάντας ἐκ νεκρῶν ἐλήλυθεν. Εἰ δὲ μὴ δι' ἑαυτὸν ἐλήλυθεν, ἀλλὰ δι' ἡμᾶς, οὐ δι' ἑαυτὸν ἄρα, ἀλλὰ δι' ἡμᾶς κτίζεται. Εἰ δὲ οὐ δι' ἑαυτὸν κτίζεται, ἀλλὰ δι' ἡμᾶς, οὐκ ἔστιν ἄρα αὐτὸς κτίσμα, ἀλλὰ τὴν ἡμῶν ἐνδυσάμενος σάρκα, ταῦτα λέγει. Καὶ ὅτι ταύτην τὴν διάνοιαν ἔχουσιν αἱ Γραφαὶ, ἐξὸν παρὰ τοῦ Ἀποστόλου μαθεῖν· φησὶ γὰρ ἐν τῇ πρὸς Ἐφεσίους· Τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην. Εἰ δὲ ἐν αὐτῷ
Saviour, and this is the cause of His bodily presence. For otherwise a resurrection would not have come to pass, unless death had preceded; and how could death have preceded, unless He had possessed a mortal body? Having learnt this from Him, the Apostle also said: Since therefore the children have shared in blood and flesh, He Himself also likewise partook of the same, that through death He might bring to nought him who holds the power of death, that is, the devil, and might deliver those who through fear of death were all their lifetime subject to bondage (Heb. 2:14-15); and: For since by a man came death, by a man came also the resurrection of the dead (1 Cor. 15:21); and again: For what the law could not do, in that it was weak through the flesh, God, sending His own Son in the likeness of sinful flesh and for sin, condemned sin in the flesh; that the righteous requirement of the law might be fulfilled in us, who walk not according to the flesh, but according to the spirit (Rom. 8:3-4). And John also says: For God did not send His Son into the world to judge the world, but that the world might be saved through Him (John 3:17). And again the Saviour also said of Himself: For judgement I have come into this world, that those who do not see may see, and those who see may become blind (John 9:39). Not for His own sake, therefore, but for our salvation, and in order that death might be brought to nought, and that sin might be condemned, and that the blind might recover their sight, and that all might rise from the dead, has He come. And if He has come not for His own sake, but for ours, then not for His own sake, but for ours is He created. And if not for His own sake He is created, but for ours, then He Himself is not a creature, but having put on our flesh, He says these things. And that the Scriptures hold this meaning, one may learn from the Apostle; for he says in the Epistle to the Ephesians: Having broken down the middle wall of the partition, the enmity, in His flesh, having abolished the law of commandments in ordinances, that He might create in Himself the two into one new man, making peace (Eph. 2:14-15). And if in Him