Migne Reading Room

PG 26 · cols. 148–157 · Read from the page

Second Oration against the Arians

Second Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:148Read from the page
τῶν ἐλέγχοις, καὶ ταῖς περὶ τῆς ἀληθείας ἀποδείξεσιν ἀρκεῖσθαι, καὶ παυομένους λοιπὸν, μεταγινώσκειν ἐφ' οἷς ἐφρόνησάν τε καὶ ἐλάλησαν κακῶς περὶ τοῦ Σωτῆρος· αὐτοὶ δὲ, οὐκ οἶδ' ὅπως, οὐδὲ οὕτως καταδύονται· ἀλλ' ὡς χοῖροι καὶ κύνες περὶ τὰ ἴδια ἐξεράματα καὶ τὸν ἑαυτῶν βόρβορον κυλιόμενοι, μᾶλλον ἐφευρίσκουσιν ἑαυτοῖς ἐπινοίας εἰς ἀσέβειαν. Μὴ νοοῦντες γοῦν μήτε τὸ ἐν ταῖς Παροιμίαις γεγραμμένον, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, μήτε τὸ παρὰ τοῦ Ἀποστόλου εἰρημένον, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, φιλονεικοῦσιν ἁπλῶς, λέγοντες ποίημα καὶ κτίσμα εἶναι τὸν τοῦ Θεοῦ Υἱόν. Καὶ ἤρκει μὲν ἀπὸ τῶν προειρημένων αὐτοὺς συνιδεῖν, εἰ μὴ τέλεον καὶ τὰς αἰσθήσεις ἀπώλεσαν, ὡς τῆς ἀληθείας μαρτυρησάσης, μὴ εἶναι ἐξ οὐκ ὄντων μηδὲ ὅλως τῶν γενητῶν τὸν Υἱόν· Θεὸς γὰρ ὢν, οὐδ' ἂν εἴη ποίημα, οὐδὲ θέμις λέγειν αὐτὸν κτίσμα. Κτισμάτων γὰρ καὶ ποιημάτων ἴδιον τὸ λέγεσθαι ἐξ οὐκ ὄντων, καὶ, Οὐκ ἦν πρὶν γεννηθῇ· ἀλλ' ἐπειδὴ, ὥσπερ δεδιότες ἀποστῆναι τῆς ἰδίας μυθοπλαστίας, προφασίζονται συνήθως τὰ προειρημένα ῥητὰ τῶν θείων Γραφῶν, τὰ καλῶς μὲν γεγραμμένα, ῥᾳδιουργηθέντα δὲ παρ' αὐτῶν· φέρε, πάλιν ἐπαναλαβόντες τὸν νοῦν τῶν προειρημένων, τοὺς μὲν πιστοὺς ὑπομνήσωμεν, τούτους δὲ δείξωμεν καὶ ἐξ ἑκάστου τούτων, μηδ' ὅλως εἰδέναι τὸν Χριστιανισμόν. Εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν ἑαυτοὺς συνέκλειον εἰς τὴν τῶν νῦν Ἰουδαίων ἀπιστίαν, ἀλλ' ἐρωτῶντες ἐμάνθανον, ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· ὅτε δὲ εὐδοκήσαντος τοῦ Πατρὸς ὁ Λόγος αὐτὸς γέγονεν ἄνθρωπος, τότε εἰκότως εἴρηται περὶ αὐτοῦ παρὰ μὲν τοῦ Ἰωάννου τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο· παρὰ δὲ τοῦ Πέτρου, Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησε· καὶ διὰ μὲν Σολομῶνος, ὡς παρ' αὐτοῦ τοῦ Κυρίου, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· παρὰ δὲ τοῦ Παύλου· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· καὶ πάλιν, Ἑαυτὸν ἐκένωσε, μορφὴν
refutations of them, and with the demonstrations concerning the truth, to be content, and ceasing henceforth, to repent of the things wherein they both thought and spoke ill concerning the Saviour; yet they, I know not how, do not even thus sink down in shame; but like swine and dogs wallowing about their own vomitings and their own mire, they rather invent for themselves devices unto impiety. Not understanding, therefore, either what is written in the Proverbs, The Lord created me a beginning of His ways for His works, or what is spoken by the Apostle, Being faithful to Him Who made Him, they contend lightly, saying that the Son of God is a work and a creature. And it would have sufficed from the things said before for them to perceive, had they not utterly lost their senses as well, as the truth bore witness, that the Son is not from things that are not nor at all among originate things; for being God, He could not be a work, nor is it lawful to call Him a creature. For it is proper to creatures and works to be said to be from things that are not, and, He was not before He was begotten; but since, as though fearing to depart from their own fabrication of myths, they customarily allege as a pretext the aforesaid passages of the divine Scriptures, which are indeed well written, but falsified by them; come, taking up again the sense of the things said before, let us remind the faithful, and show these men even from each of these passages that they do not know Christianity at all. For if they knew, they would not have shut themselves up into the unbelief of the present-day Jews, but by asking would have learned that In the beginning was the Word, and the Word was with God, and the Word was God; and when by the good pleasure of the Father the Word Himself became man, then fittingly there was said concerning Him by John, The Word became flesh; and by Peter, He made Him Lord and Christ; and through Solomon, as from the Lord Himself, The Lord created me a beginning of His ways for His works; and by Paul, Having become so much better than the angels; and again, He emptied Himself, a form
PG 26:149Read from the page
δούλου λαβών· καὶ αὖθις, Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· τὰ τοιαῦτα γὰρ πάντα ῥητὰ τὴν αὐτὴν ἔχει δύναμιν καὶ διάνοιαν βλέπουσαν εἰς εὐσέβειαν, καὶ δεικνύουσαν τὴν θεότητα τοῦ Λόγου, καὶ τὰ ἀνθρωπίνως λεγόμενα περὶ αὐτοῦ, διὰ τὸ γεγενῆσθαι αὐτὸν καὶ υἱὸν ἀνθρώπου. Καὶ εἰ καὶ αὐτάρκη ταῦτα πρὸς ἀπόδειξιν κατ' αὐτῶν, ὅμως ἐπειδὴ μὴ νοοῦντες τὸ παρὰ τοῦ Ἀποστόλου λεγόμενον, ἵνα τούτου πρῶτον μνησθῶ, νομίζουσιν ἓν τῶν ποιημάτων εἶναι τὸν τοῦ Θεοῦ Λόγον, διὰ τὸ γεγράφθαι, Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν, ἀναγκαῖον ἡγησάμην τοῦτο πάλιν λέγοντας αὐτοὺς ἐντρέπειν, ὥσπερ καὶ ἐν τοῖς πρὸ τούτων ἐλέγομεν, λαμβάνοντες παρ' αὐτῶν τὸ λῆμμα.
of a servant having taken; and again, Wherefore, holy brethren, partakers of a heavenly calling, consider the Apostle and High Priest of our confession, Jesus, being faithful to Him Who made Him; for all such expressions have the same force and meaning looking towards piety, and showing the divinity of the Word, and the things spoken humanly concerning Him because of His having become also Son of man. And although these things are sufficient for a demonstration against them, nevertheless, since not understanding what is said by the Apostle, that I may mention this first, they suppose the Word of God to be one of the works, because it is written, Being faithful to Him Who made Him, I deemed it necessary to put them to shame again when they say this, just as we also said in the things before these, taking the premiss from them.
2. Εἰ μὲν οὖν οὐκ ἔστιν Υἱὸς, λεγέσθω καὶ ποίημα· πάντα τε τὰ ἐπὶ τῶν ποιημάτων κατηγορείσθω καὶ ἐπ' αὐτοῦ· καὶ μόνος μὴ λεγέσθω Υἱός· μὴ Λόγος, μὴ Σοφία· καὶ αὐτὸς δὲ ὁ Θεὸς μὴ λεγέσθω Πατὴρ, ἀλλὰ μόνον δημιουργὸς καὶ κτίστης τῶν γινομένων ὑπ' αὐτοῦ. Καὶ ἔστω ἡ μὲν κτίσις, εἰκὼν καὶ χαρακτὴρ τῆς δημιουργικῆς βουλήσεως αὐτοῦ· αὐτὸς δὲ κατ' ἐκείνους μὴ ἔστω γεννητικῆς φύσεως· ὥστε τῆς ἰδίας οὐσίας αὐτοῦ μὴ εἶναι Λόγον, μὴ Σοφίαν, μηδ' ὅλως εἰκόνα. Εἰ γὰρ μή ἐστιν Υἱὸς, οὐδὲ εἰκών. Μὴ ὄντος δὲ Υἱοῦ, πῶς ἄρα τὸν Θεὸν κτίστην εἶναι λέγετε, εἴ γε διὰ Λόγου καὶ ἐν Σοφίᾳ πάντα τὰ γινόμενα γίνεται, χωρίς τε τούτου οὐκ ἄν τι γένοιτο, οὐκ ἔχει δὲ καθ' ὑμᾶς ἐν ᾧ καὶ δι' οὗ τὰ πάντα ποιεῖ; Εἰ δὲ μὴ καρπογόνος ἐστὶν αὐτὴ ἡ θεία οὐσία, ἀλλ' ἔρημος, κατ' αὐτοὺς, ὡς φῶς μὴ φωτίζον, καὶ πηγὴ ξηρὰ, πῶς δημιουργικὴν ἐνέργειαν ἔχειν αὐτὸν λέγοντες οὐκ αἰσχύνονται; Καὶ ἀναιροῦντες δὲ τὸ κατὰ φύσιν, πῶς τὸ κατὰ βούλησιν προηγεῖσθαι θέλοντες οὐκ ἐρυθριῶσιν; Εἰ δὲ τὰ ἐκτὸς καὶ οὐκ ὄντα πρότερον, βουλόμενος δὲ αὐτὰ εἶναι, δημιουργεῖ, καὶ γίνεται τούτων ποιητής· πολλῷ πρότερον εἴη ἂν πατὴρ γεννήματος ἐκ τῆς ἰδίας οὐσίας. Εἰ γὰρ τὸ βούλεσθαι περὶ τῶν μὴ ὄντων διδόασι τῷ Θεῷ, διὰ τί μὴ τὸ ὑπερκείμενον τῆς βουλήσεως οὐκ ἐπιγινώσκουσι τοῦ Θεοῦ; Ὑπεραναβέβηκε δὲ τῆς βουλήσεως τὸ πεφυκέναι καὶ εἶναι αὐτὸν πατέρα τοῦ ἰδίου Λόγου. Εἰ τοίνυν τὸ πρότερον, ὅπερ ἐστὶ κατὰ φύσιν, οὐχ ὑπῆρξε κατὰ
2. If therefore He is not a Son, let Him also be called a work; and let all the things predicated of the works be predicated of Him also; and let neither Him alone be called Son, nor Word, nor Wisdom; nor let God Himself be called Father, but only framer and creator of the things that come to be by Him. And let the creation be an image and impress of His framing will; and let Him, according to them, not be of a generative nature, so that of His own essence there is neither Word, nor Wisdom, nor image at all. For if He is not a Son, neither is He an image. And if there is no Son, how then do you say that God is creator, if indeed through the Word and in Wisdom all things that come to be come into being, and without this nothing could come to be, while according to you He does not have that in which and through which He makes all things? And if the divine essence itself is not fruitful, but barren, according to them, as a light not shining, and a dry spring, how are they not ashamed when they say that He has framing energy? And doing away with what is by nature, how do they not blush when they wish what is by will to take precedence? And if the things that are external and were not before, when He wills them to be, He frames, and becomes their maker, much prior would He be Father of an offspring from His own essence. For if they grant to God willing concerning things that are not, why do they not recognize that of God which lies above willing? Now to be by nature and to be Father of His own Word has transcended willing. If, therefore, what is prior, which is according to nature, did not exist according to
PG 26:152Read from the page
τὴν ἐκείνων ἄνοιαν, πῶς τὸ δεύτερον, ὅπερ ἐστὶ κατὰ βούλησιν, γένοιτ' ἄν; Πρότερον δέ ἐστιν ὁ Λόγος, καὶ δεύτερον ἡ κτίσις. Ἀλλ' ἔστιν ὁ Λόγος, κἂν πλείονα τολμῶσιν οἱ ἀσεβεῖς· δι' αὐτοῦ γὰρ γέγονεν ἡ κτίσις· καὶ δῆλον ἂν εἴη, ὅτι, ποιητὴς ὢν ὁ Θεὸς, ἔχει καὶ τὸν δημιουργικὸν Λόγον οὐκ ἔξωθεν, ἀλλ' ἴδιον ἑαυτοῦ· πάλιν γὰρ τὸ αὐτὸ ῥητέον. Εἰ τὸ βούλεσθαι ἔχει, καὶ τὸ βούλημα αὐτοῦ ποιητικόν ἐστι, καὶ ἀρκεῖ τὸ βούλημα αὐτοῦ πρὸς σύστασιν τῶν γινομένων· ὁ δὲ Λόγος ἐστὶν αὐτοῦ ποιητικὸς, καὶ δημιουργός· οὐκ ἀμφίβολον, ὅτι αὐτός ἐστιν ἡ τοῦ Πατρὸς ζῶσα βουλὴ, καὶ ἐνούσιος ἐνέργεια, καὶ Λόγος ἀληθινὸς, ἐν ᾧ καὶ συνέστηκε καὶ διοικεῖται τὰ πάντα καλῶς. Οὐδεὶς δὲ οὐδὲ διστάξειεν, ὡς ὁ ἁρμόζων τῆς ἁρμονίας καὶ τῶν ἁρμοζομένων πρόεστι. Καὶ δεύτερόν ἐστι, καθὰ προεῖπον, τὸ δημιουργεῖν τοῦ γεννᾷν τὸν Θεόν. Τὸ μὲν γὰρ Υἱὸς ἴδιον καὶ ἀληθῶς ἐκ τῆς μακαρίας ἐκείνης καὶ ἀεὶ οὔσης οὐσίας ἐστί· τὰ δὲ ἐκ βουλήσεως αὐτῆς ἔξωθεν συνιστάμενα γίνεται, καὶ δημιουργεῖται διὰ τοῦ ἰδίου καὶ ἐξ αὐτῆς γεννήματος.
their folly, how could what is second, which is according to will, come to be? Rather, the Word is prior, and the creation is second. Yet the Word exists, even if the impious dare more things; for through Him the creation came to be; and it will be clear that, being Maker, God has also the framing Word not from without, but proper to Himself; for the same thing must be said again. If He has willing, and His will is productive, and His will suffices for the constitution of the things that come to be, while the Word is His Maker and Framer, there is no doubt that He Himself is the living counsel of the Father, and essential energy, and true Word, in Whom all things both consist and are excellently governed. And no one would even doubt that He Who fits together is prior to the harmony and the things fitted together. And for God to frame is second, just as I said before, to His begetting. For the Son is proper to and truly from that blessed and ever-existing essence; whereas the things constituted from without out of its will come into being, and are framed through the offspring that is proper to it and from it.
3. Οὐκοῦν τοῦ Λόγου δεικνύντος πολλὴν ἀτοπίαν κατὰ τῶν λεγόντων μὴ εἶναι Υἱὸν Θεοῦ, ἀλλὰ ποίημα· ἀνάγκη λοιπὸν ἡμᾶς συνομολογεῖν Υἱὸν εἶναι τὸν Κύριον. Εἰ δὲ Υἱός ἐστιν, ὥσπερ οὖν καὶ ἔστιν, ὡμολόγηται δὲ ὁ Υἱὸς οὐκ ἔξωθεν, ἀλλ' ἐκ τοῦ γεννῶντος εἶναι· μὴ διαφερέσθωσαν ταῖς λέξεσι, καθὰ προεῖπον, ἐὰν καὶ ἐπ' αὐτοῦ τοῦ Λόγου ἀντὶ τοῦ, τῷ γεννήσαντι, τῷ ποιήσαντι ὀνομάζουσιν οἱ ἅγιοι, ὡς ἀδιαφόρου τοῦ ῥήματος ὄντος ἐπὶ τῶν τοιούτων, ἕως τὸ κατὰ φύσιν ὁμολογεῖται. Οὐ γὰρ αἱ λέξεις τὴν φύσιν παραιροῦνται· ἀλλὰ μᾶλλον ἡ φύσις τὰς λέξεις εἰς ἑαυτὴν ἕλκουσα μεταβάλλει. Καὶ γὰρ οὐ πρότεραι τῶν οὐσιῶν αἱ λέξεις, ἀλλ' αἱ οὐσίαι πρῶται, καὶ δεύτεραι τούτων αἱ λέξεις. Διὸ καὶ ὅταν ἡ οὐσία ποίημα ἢ κτίσμα ᾖ, τότε τὸ, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισε, κυρίως ἐπ' αὐτῶν λέγεταί τε καὶ σημαίνει τὸ ποίημα. Ὅταν δὲ ἡ οὐσία γέννημα ᾖ καὶ υἱὸς, τότε τὸ, ἐποίησε, καὶ τὸ, ἐγένετο, καὶ τὸ, ἔκτισεν, οὐκ ἔτι κυρίως ἐπ' αὐτοῦ κεῖται, οὐδὲ ποίημα σημαίνει· ἀλλ' ἀντὶ τοῦ, ἐγέννησε, τῷ, ἐποίησεν, ἀδιαφόρως τις κέχρηται ῥήματι. Πολλάκις γοῦν πατέρες τοὺς ἐξ αὐτῶν φύντας υἱοὺς δούλους ἑαυτῶν ὀνομάζουσι· καὶ οὐκ ἀρνοῦνται τὸ γνήσιον τῆς φύσεως· καὶ πολλάκις τοὺς ἰδίους δούλους φιλοφρονούμενοι, τέκνα καλοῦσι· καὶ οὐ κρύπτουσι τὴν ἐξ ἀρχῆς αὐτῶν κτῆ-
3. Since therefore the argument shows great absurdity against those who say that He is not the Son of God, but a work, it is necessary henceforth for us to confess together that the Lord is Son. And if He is Son, just as indeed He is, and the Son has been confessed to be not from without, but from Him Who begets, let them not quarrel over the words, just as I said before, if even regarding the Word Himself instead of the expression, to Him Who begot, the saints name it, to Him Who made, as the term is indifferent in such matters, so long as what is according to nature is confessed. For words do not take away nature; but rather nature, drawing the words to itself, transforms them. For words are not prior to essences, but essences are first, and words are second to these. Wherefore also when the essence is a work or a creature, then the expression, He made, and the expression, He became, and the expression, He created, is properly both spoken of them and signifies a work. But when the essence is an offspring and a son, then the expression, He made, and the expression, He became, and the expression, He created, is no longer properly set down of him, nor does it signify a work; but instead of the expression, He begot, someone has indifferently used the term, He made. Often, at any rate, fathers name the sons born from themselves their own servants, and do not deny the genuineness of nature; and often, showing kindness to their own servants, they call them children, and do not hide their original pos-
PG 26:153Read from the page
σιν· τὸ μὲν γὰρ ἐπ' ἐξουσίας, ὡς πατέρες λέγουσι· τὸ δὲ φιλανθρώπως ὀνομάζουσι. Σάῤῥα γοῦν τὸν Ἀβραὰμ κύριον ἐκάλει, καίτοι μὴ δούλη, ἀλλὰ σύζυγος οὖσα· καὶ ὁ μὲν Ἀπόστολος Φιλήμονι τῷ κτησαμένῳ συνῆπτεν ὡς ἀδελφὸν Ὀνήσιμον τὸν δοῦλον· ἡ δὲ Βηρσαβεὲ, καίτοι μήτηρ οὖσα, τὸν υἱὸν ἐκάλει δοῦλον, λέγουσα τῷ πατρί· Τὸν δοῦλόν σου Σολομῶνα· εἶτα καὶ Νάθαν ὁ προφήτης, εἰσελθὼν, τὰ αὐτὰ ἐκείνῃ ἔλεγε τῷ Δαβὶδ, ὅτι Σολομῶνα τὸν δοῦλόν σου· καὶ οὐκ ἔμελεν αὐτοῖς τὸν υἱὸν εἰπεῖν δοῦλον. Ἀκούων γὰρ κἀκεῖνος ἐπεγίνωσκε τὴν φύσιν, καὶ οὗτοι δὲ λέγοντες οὕτως, οὐκ ἠγνόουν τὸ γνήσιον. Κληρονόμον γοῦν ἠξίουν αὐτὸν τοῦ πατρὸς γενέσθαι, ὃν ὡς δοῦλον ἐκάλουν· ἦν γὰρ υἱὸς τῇ φύσει τοῦ Δαβίδ.
session of them; for the one they say on the ground of authority, as fathers; and the other they name kindly. Sarah, at any rate, called Abraham lord, although she was not a servant, but a wife; and the Apostle joined Onesimus the servant as a brother to Philemon who had acquired him; and Bathsheba, although she was a mother, called her son a servant, saying to his father: Thy servant Solomon; then Nathan the prophet also, having entered, said the same things as she to David, Thy servant Solomon; and it did not concern them to call the son a servant. For hearing it, he too recognized the nature, and they also, speaking thus, were not ignorant of his genuineness. At any rate, they deemed him worthy to become heir of his father, whom they called as a servant; for he was by nature David's son.
4. Ὥσπερ τοίνυν ἀναγινώσκοντες ταῦτα διανοούμεθα καλῶς· καὶ ἀκούοντες δοῦλον τὸν Σολομῶνα, οὐ νομίζομεν αὐτὸν εἶναι δοῦλον, ἀλλὰ φύσει καὶ γνήσιον υἱόν· οὕτως ἐὰν καὶ περὶ τοῦ Σωτῆρος τοῦ ἀληθῶς ὁμολογουμένου Υἱοῦ, καὶ φύσει Λόγου ὄντος λέγωσιν οἱ ἅγιοι· Πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ἢ αὐτὸς περὶ ἑαυτοῦ ἐὰν λέγῃ· Κύριος ἔκτισέ με· καὶ, Ἐγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου· καὶ ὅσα τοιαῦτα· μὴ διὰ τοῦτο ἀρνείσθωσάν τινες τὴν ἐκ τοῦ Πατρὸς αὐτοῦ ἰδιότητα· ἀλλ', ὡς ἐπὶ Σολομῶνος καὶ τοῦ Δαβὶδ, διανοείσθωσαν ὀρθῶς περὶ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ. Ἐπεὶ, εἰ ἀκούοντες Σολομῶνα δοῦλον, ὁμολογοῦσιν υἱὸν, πῶς οὐ πολλάκις ἀπολωλέναι δίκαιοί εἰσιν, ὅτι τὴν αὐτὴν ἐπὶ τοῦ Κυρίου διάνοιαν οὐ σώζουσιν; ἀλλ' ὅταν μὲν ἀκούωσι γέννημα, καὶ Λόγον, καὶ Σοφίαν, βιάζονται παρερμηνεύειν καὶ ἀρνεῖσθαι τὴν φύσει καὶ γνησίαν γέννησιν τὴν ἐκ τοῦ Πατρὸς τοῦ Υἱοῦ· ἀκούοντες δὲ ποιήματος φωνὰς καὶ λέξεις, εὐθὺς εἰς τὸ νομίζειν φύσει ποίημα τὸν Υἱὸν καταφέρονται, καὶ ἀρνοῦνται τὸν Λόγον· καίτοι δυνάμενοι, διὰ τὸ γεγενῆσθαι αὐτὸν ἄνθρωπον, πάσας τὰς τοιαύτας λέξεις ἐπιῤῥίπτειν ἐπὶ τὸ ἀνθρώπινον αὐτοῦ. Πῶς οὖν καὶ οὗτοι οὐ βδελυκτοὶ παρὰ τῷ Κυρίῳ δείκνυνται, δισσὰ στάθμια παρ' ἑαυτοῖς ἔχοντες, καὶ τῷ μὲν ἐκεῖνα λογιζόμενοι, τῷ δὲ τὸν Κύριον βλασφημοῦντες; Ἀλλ' ἴσως τὸ μὲν, δοῦλος, ὡς κατὰ διάθεσιν λεγόμενον συντίθενται· τὸ δὲ, τῷ ποιήσαντι, κατέχουσιν, ὡς μέγα τι βοήθημα τῆς αἱρέσεως αὐτῶν. Ἔστι δὲ αὐτοῖς καὶ τοῦτο κάλαμος τεθλασμέ-
4. Just as, therefore, when we read these things we understand them rightly, and when we hear Solomon called a servant, we do not suppose him to be a servant, but by nature and a genuine son; so also if concerning the Saviour, Who is truly confessed to be Son, and Who is by nature Word, the saints say: Being faithful to Him Who made Him; or if He Himself says concerning Himself: The Lord created me; and, I am Thy servant, and the son of Thy handmaid; and whatever things are such as these, let not some on this account deny His proper relationship from the Father; but, as in the case of Solomon and David, let them understand rightly concerning the Father and the Son. Since, if hearing Solomon called a servant, they confess him a son, how are they not justly worthy to perish many times over, because they do not preserve the same understanding in the case of the Lord? Rather, when they hear offspring, and Word, and Wisdom, they force a misinterpretation and deny the natural and genuine generation of the Son from the Father; whereas when they hear voices and words of a work, straightway they rush down into supposing the Son to be by nature a work, and deny the Word; although they are able, because of His having become man, to cast all such words upon His humanity. How then are these men also not shown to be abominable before the Lord, having twofold weights with themselves, and with the one reckoning those things, and with the other blaspheming the Lord? Yet perhaps they agree that the expression, servant, is spoken according to disposition; whereas they hold fast the expression, to Him Who made, as some great help for their heresy. Yet this too is for them a bruised reed
PG 26:156Read from the page
νος τὸ ἔρεισμα· καταγνώσονται γὰρ εὐθὺς ἑαυτῶν, εἰ μάθοιεν τὸ τῆς Γραφῆς ἰδίωμα. Καὶ γὰρ ὥσπερ δοῦλος λέγεται ὁ Σολομὼν, καίπερ ὢν υἱός· οὕτως, ἵνα τὰ ἐν τοῖς προτέροις εἰρημένα πάλιν εἴπωμεν, εἰ καὶ ποιουμένους καὶ κτιζομένους καὶ γινομένους τοὺς ἐξ ἑαυτῶν φυομένους υἱοὺς λέγοιεν οἱ γονεῖς, οὐδὲν ἧττον οὐκ ἀρνοῦνται τὴν φύσιν. Ὁ γοῦν Ἐζεκίας, ὡς ἐν τῷ Ἡσαΐᾳ γέγραπται, εὐχόμενος ἔλεγεν· Ἀπὸ γὰρ τῆς σήμερον παιδία ποιήσω, ἃ ἀναγγελοῦσι τὴν δικαιοσύνην σου, Κύριε τῆς σωτηρίας μου. Καὶ αὐτὸς μὲν ἔλεγε, ποιήσω· ὁ δὲ προφήτης ἔν τε αὐτῷ τῷ βιβλίῳ, καὶ τῇ τετάρτῃ τῶν Βασιλειῶν οὕτω φησί· Καὶ οἱ υἱοί σου, οἳ ἐξελεύσονται ἐκ σοῦ. Ἀντὶ τοῦ γεννᾷν, ἄρα τὸ, ποιήσω, εἴρηκε· καὶ τοὺς ἐξ αὐτοῦ φυομένους, ὡς ποιουμένους φησί. Καὶ οὐ διαφέρεταί τις, ὡς περὶ τοῦ φύσει γεννήματός ἐστιν ἡ λέξις. Καὶ Εὔα δὲ τεκοῦσα τὸν Κάϊν, εἶπεν· Ἐκτησάμην ἄνθρωπον διὰ τοῦ Θεοῦ. Ἀντὶ τοῦ, τεκεῖν, ἄρα καὶ αὐτὴ τὸ, ἐκτησάμην, εἴρηκε. Καὶ γὰρ πρότερον ἰδοῦσα τὸν τόκον, ὕστερον εἶπε τὸ, ἐκτησάμην. Καὶ οὐ διὰ τὸ, ἐκτησάμην, νομίσειεν ἄν τις ἔξωθεν ἠγοράσθαι τὸν Κάϊν, καὶ μὴ ἐξ αὐτῆς τετέχθαι. Καὶ ὁ πατριάρχης δὲ Ἰακὼβ ἔλεγε τῷ Ἰωσήφ· Νῦν οὖν οἱ δύο υἱοί σου, οἱ γενόμενοί σοι ἐν Αἰγύπτῳ, πρὸ τοῦ με ἐλθεῖν πρὸς σὲ εἰς Αἴγυπτον, ἐμοί εἰσιν, Ἐφραῒμ καὶ Μανασσῆς. Καὶ ἡ Γραφὴ δὲ περὶ τοῦ Ἰώβ φησιν· Ἐγένοντο αὐτῷ υἱοὶ ἑπτὰ, καὶ θυγατέρες τρεῖς· ὥσπερ καὶ Μωϋσῆς εἴρηκεν ἐν τῷ νόμῳ· Ἐὰν δὲ γένωνταί τινι υἱοί· καὶ, ἐὰν ποιήσῃ υἱόν.
as a prop; for they will straightway condemn themselves, if they should learn the idiom of Scripture. For just as Solomon is called a servant, although he is a son; so, that we may say again the things spoken in what went before, even if parents should call the sons born from themselves made and created and having come to be, none the less they do not deny their nature. Hezekiah, at any rate, as it is written in Isaiah, praying said: For from today I shall make children, who shall declare Thy righteousness, O Lord of my salvation. And he himself said, I shall make; whereas the prophet both in that same book, and in the fourth of the Kingdoms speaks thus: And thy sons, who shall go forth from thee. Instead of begetting, then, he has said the expression, I shall make; and those born from him, he speaks of as being made. And no one disputes that the word is concerning the natural offspring. And Eve too, having borne Cain, said: I have acquired a man through God. Instead of bearing, then, she too has said the expression, I have acquired. For having first seen the childbirth, afterwards she said the expression, I have acquired. And not on account of the expression, I have acquired, would anyone suppose that Cain had been bought from without, and had not been born from her. And the patriarch Jacob too said to Joseph: Now therefore thy two sons, who came to be to thee in Egypt, before I came to thee into Egypt, are mine, Ephraim and Manasseh. And Scripture also says concerning Job: There came to be to him seven sons, and three daughters; just as Moses also has said in the law: And if sons come to be to anyone; and, if he makes a son.
5. Ἰδοὺ πάλιν τοὺς γεννηθέντας, ὡς γενομένους καὶ ποιηθέντας εἰρήκασιν, εἰδότες, ὅτι ἕως ὁμολογοῦνται υἱοὶ, κἂν λέγῃ τις, ἐγένοντο, ἢ ἐκτησάμην, ἢ ἐποίησα, οὐδὲν διαφέρει. Ἡ γὰρ φύσις καὶ ἡ ἀλήθεια ἕλκει τὴν διάνοιαν εἰς ἑαυτήν. Διὸ καὶ πρὸς τοὺς ζητοῦντας, εἰ κτίσμα καὶ ποίημά ἐστιν ὁ Κύριος, χρὴ πρότερον ζητεῖν εἰ Υἱός ἐστι, καὶ Λόγος, καὶ Σοφία. Τούτων γὰρ ἀποδεικνυμένων, ἐκβάλλεται εὐθὺς καὶ παύεται ἡ περὶ τοῦ ποιήματος καὶ κτίσματος ὑπόνοια· οὔτε γὰρ τὸ ποίημα Υἱὸς καὶ Λόγος ἂν εἴη, οὔτε ὁ Υἱὸς ποίημα ἂν εἴη. Τούτων δὲ πάλιν οὕτως ὄντων, φανερὰ πᾶσιν ἀπόδειξις, ὡς ἡ λέξις ἡ λέγουσα, τῷ ποιήσαντι αὐτὸν, οὐκ εἰς ὄνησίν ἐστι τῇ αἱρέσει αὐτῶν, ἀλλὰ μᾶλλον εἰς κατάγνωσιν. Δέδεικται γὰρ ὅτι ἡ τοῦ, ἐποίησε, λέξις, καὶ ἐπὶ τῶν γνησίων καὶ φύσει τέκνων ἐν τῇ θείᾳ κεῖται Γραφῇ· ὅθεν τοῦ Κυρίου ἀποδεικνυμένου
5. Behold, again they have spoken of those who were begotten as having come to be and having been made, knowing that so long as they are confessed to be sons, even if someone says, they came to be, or I have acquired, or I made, it makes no difference. For nature and truth draw the meaning to themselves. Wherefore also against those who inquire whether the Lord is a creature and a work, one must first inquire whether He is Son, and Word, and Wisdom. For when these things are demonstrated, the suspicion concerning a work and a creature is straightway cast out and ceases; for neither could a work be Son and Word, nor could the Son be a work. And since these things again are so, it is a clear demonstration to all that the expression which says, to Him Who made Him, is not for a benefit to their heresy, but rather for condemnation. For it has been shown that the expression, He made, is set down in the divine Scripture even in the case of genuine and natural children; whence, when the Lord is demonstrated to be
PG 26:157Read from the page
φύσει καὶ γνησίου Υἱοῦ, Λόγου, καὶ Σοφίας τοῦ Πατρὸς, κἂν λέγηται ἐπ' αὐτοῦ τὸ, ἐποίησεν, ἢ τὸ, ἐγένετο, οὐχ ὡς ποιήματος ὄντος αὐτοῦ λέγεται, ἀλλ' ἀδιαφόρως τῇ λέξει χρῶνται οἱ ἅγιοι, ὡς ἐπὶ τοῦ Σολομῶνος, καὶ τῶν Ἐζεκίου τέκνων. Καὶ γὰρ καὶ αὐτῶν γεννησάντων ἐξ ἑαυτῶν, γέγραπται· ἐποίησα, καὶ, ἐκτησάμην, καὶ, ἐγένετο. Οὐκοῦν τὰ τοιαῦτα λεξείδια πολλάκις προφασισάμενοι οἱ θεομάχοι, ὀφείλουσι κἂν ὀψέ ποτε ἐκ τῶν εἰρημένων ἀποθέσθαι τὴν ἀσεβῆ φρόνησιν, καὶ φρονῆσαι περὶ τοῦ Κυρίου ὅτι Υἱός ἐστιν ἀληθινὸς, Λόγος καὶ Σοφία τοῦ Πατρὸς, οὐ ποίημα, οὐ κτίσμα. Εἰ γὰρ ποίημά ἐστιν ὁ Υἱὸς, ἐν ποίῳ ἄρα λόγῳ καὶ ἐν ποίᾳ σοφίᾳ γέγονεν αὐτός; Πάντα γὰρ τὰ ποιήματα διὰ τοῦ Λόγου καὶ τῆς Σοφίας γέγονε, καθὼς γέγραπται· Πάντα ἐν Σοφίᾳ ἐποίησας· καὶ, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. Εἰ δὲ αὐτός ἐστιν ὁ Λόγος καὶ ἡ Σοφία, ἐν ᾗ πάντα γίνεται, οὐκ ἄρα τῶν ποιουμένων ἐστὶν, οὐδε ὅλως τῶν γενητῶν, ἀλλὰ τοῦ Πατρὸς γέννημα.
by nature and genuine Son, Word, and Wisdom of the Father, even if there be said regarding Him the expression, He made, or the expression, He became, it is not said as though He were a work, but the saints use the expression indifferently, as in the case of Solomon, and the children of Hezekiah. For even when they themselves begot from themselves, it is written: I made, and, I have acquired, and, he came to be. Therefore, having often alleged such little words as a pretext, the fighters against God ought at least late in the day from the things that have been said to put away their impious mindset, and to think concerning the Lord that He is true Son, Word and Wisdom of the Father, not a work, not a creature. For if the Son is a work, in what word then and in what wisdom did He Himself come to be? For all the works came to be through the Word and the Wisdom, according as it is written: All things in Wisdom hast Thou made; and, All things came to be through Him, and without Him there came to be not even one thing. And if He Himself is the Word and the Wisdom, in which all things come to be, then He is not among the things that are made, nor at all among originate things, but an offspring of the Father.
6. Σκοπεῖτε γὰρ ὁπόσον ἔχει πτῶμα τὸ λέγειν ποίημα τὸν τοῦ Θεοῦ Λόγον. Λέγει που Σολομὼν ἐν τῷ Ἐκκλησιαστῇ, ὅτι Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ἐν παντὶ παρεωρωμένῳ, ἐὰν ἀγαθὸν, καὶ ἐὰν πονηρόν. Οὐκοῦν εἰ ποίημά ἐστιν ὁ Λόγος, ἀχθήσεται καθ' ὑμᾶς καὶ αὐτὸς εἰς κρίσιν; Καὶ ποῦ λοιπὸν ἡ κρίσις, κρινομένου τοῦ κριτοῦ; τίς δὲ τοῖς μὲν δικαίοις τὰς εὐλογίας δώσει, τοῖς δὲ ἀναξίοις τὰς ἐπιτιμίας, ἑστηκότος τοῦ Κυρίου καθ' ὑμᾶς μετὰ πάντων ἐν κρίσει; Ποίῳ δὲ καὶ νόμῳ κριθήσεται αὐτὸς ὁ νομοθέτης; Ταῦτα τῶν ποιημάτων ἴδιά ἐστι, τὸ κρίνεσθαι, τὸ παρὰ τοῦ Υἱοῦ εὐλογεῖσθαι καὶ ἐπιτιμᾶσθαι. Φοβήθητε λοιπὸν τὸν κριτὴν, καὶ πείσθητε τῷ Σολομῶνι λέγοντι. Εἰ γὰρ σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς εἰς κρίσιν, ὁ δὲ Υἱὸς οὐκ ἔστι τῶν κρινομένων, ἀλλὰ καὶ μᾶλλον συμπάντων τῶν ποιημάτων αὐτός ἐστιν ὁ κριτής· πῶς οὐ λαμπρότερον ἡλίου δείκνυται μὴ ποίημα ὢν ὁ Υἱὸς, ἀλλὰ τοῦ Πατρὸς Λόγος, ἐν ᾧ τὰ ποιήματα γίνεταί τε καὶ κρίνεται; Εἰ δ', ὅτι γέγραπται, πιστὸν ὄντα, πάλιν ταράττει αὐτοὺς νομίζοντας, ὡς ἐπὶ πάντων λέγεσθαι, καὶ ἐπ' αὐτοῦ τὸ, πιστὸν, ὅτι πιστεύων ἐκδέ-
6. For consider how great a fall it involves to call the Word of God a work. Solomon says somewhere in Ecclesiastes that God will bring the whole work into judgement, in everything that has been overlooked, whether good, or whether evil. Therefore, if the Word is a work, will He also according to you be brought into judgement? And where then is the judgement, when the Judge is judged? And who will give blessings to the righteous, and punishments to the unworthy, when the Lord stands according to you with all in judgement? And by what law too will the Lawgiver Himself be judged? These things are proper to the works: to be judged, to be blessed and rebuked by the Son. Fear henceforth the Judge, and be persuaded by Solomon when he says it. For if God will bring the whole work into judgement, while the Son is not among those who are judged, but rather He Himself is the Judge of all the works together, how is He not shown more brightly than the sun not to be a work, He Who is the Son, but the Father's Word, in Whom the works both come to be and are judged? And if, because it is written, being faithful, this again troubles them, supposing that as in the case of all, so also in His case the expression, faithful, is spoken because by believing He re-
Notes, col. 157

On the reading

Printed οὐδε, for οὐδὲ.

Printed παρεωρωμένῳ, for παρεωραμένῳ.