Migne Reading Room

PG 26 · cols. 97–108 · Read from the page

First Oration against the Arians

First Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:97Read from the page
Πατρι· διὰ τοῦτο καὶ ὡς ἄνθρωπος δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν λέγεται ὑπερυψοῦσθαι, ἵν' ὥσπερ τῷ θανάτῳ αὐτοῦ πάντες ἡμεῖς ἀπεθάνομεν ἐν Χριστῷ, οὕτ⟨ω⟩, ἐν αὐτῷ τῷ Χριστῷ πάλιν ἡμεῖς ὑπερυψωθῶμεν, ἔκ τε τῶν νεκρῶν ἐγειρόμενοι, καὶ εἰς οὐρανοὺς ἀνερχόμενοι, ἔνθα πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν Ἰησοῦς, οὐκ εἰς ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανὸν νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Εἰ δὲ νῦν ὑπὲρ ἡμῶν εἰς αὐτὸν τὸν οὐρανὸν εἰσῆλθεν ὁ Χριστὸς, καίτοι καὶ πρὸ τούτου καὶ ἀεὶ Κύριος ὢν καὶ δημιουργὸς τῶν οὐρανῶν· ὑπὲρ ἡμῶν ἄρα καὶ τὸ ὑψωθῆναι νῦν γέγραπται. Καὶ ὥσπερ αὐτὸς πάντας ἁγιάζων, λέγει πάλιν τῷ Πατρὶ ἑαυτὸν ὑπὲρ ἡμῶν ἁγιάζειν, οὐχ ἵνα ἅγιος ὁ Λόγος γένηται, ἀλλ' ἵνα αὐτὸς ἐν ἑαυτῷ ἁγιάσῃ πάντας ἡμᾶς· οὕτως ἄρα καὶ τὸ νῦν λεγόμενον, ὑπερύψωσεν αὐτὸν, οὐχ ἵνα αὐτὸς ὑψωθῇ· ὕψιστος γάρ ἐστιν· ἀλλ' ἵνα αὐτὸς μὲν ὑπὲρ ἡμῶν δικαιοσύνη γένηται, ἡμεῖς δὲ ὑψωθῶμεν ἐν αὐτῷ, καὶ εἰς τὰς πύλας εἰσέλθωμεν τῶν οὐρανῶν, ἃς αὐτὸς πάλιν ὑπὲρ ἡμῶν ἀνέῳξε, λεγόντων τῶν προτρεχόντων· ᾌρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Καὶ ὧδε γὰρ οὐκ αὐτῷ ἦσαν αἱ πύλαι κεκλεισμέναι Κυρίῳ καὶ ποιητῇ τῶν πάντων ὄντι, ἀλλὰ δι' ἡμᾶς καὶ τοῦτο γέγραπται, οἷς ἦν ἡ θύρα κεκλεισμένη τοῦ παραδείσου. Διὸ καὶ ἀνθρωπίνως μὲν, δι' ἣν ἐφόρει σάρκα, λέγεται περὶ αὐτοῦ τὸ, ᾌρατε πύλας· καὶ τὸ, Εἰσελεύσεται, ὡς ἀνθρώπου εἰσερχομένου· θεϊκῶς δὲ πάλιν περὶ αὐτοῦ λέγεται, ἐπειδὴ καὶ Θεός ἐστιν ὁ Λόγος, ὅτι οὗτός ἐστιν ὁ Κύριος καὶ ὁ βασιλεὺς τῆς δόξης. Τὴν δὲ τοιαύτην εἰς ἡμᾶς γενομένην ὕψωσιν προανεφώνει τὸ Πνεῦμα ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ λέγον· Καὶ ἐν τῇ δικαιοσύνῃ σου ὑψωθήσονται, ὅτι τὸ καύχημα τῆς δυνάμεως αὐτῶν εἶ σύ. Εἰ δὲ δικαιοσύνη ἐστὶν ὁ Υἱὸς, οὐκ ἐστὶν αὐτός.
Father; wherefore also as man, because of us and on our behalf, He is said to be highly exalted, so that just as by His death we all died in Christ, so in Christ Himself we again might be highly exalted, both being raised from the dead and ascending into the heavens, whither Jesus entered as a forerunner on our behalf, not into figures of the true, but into heaven itself, now to appear before the face of God on our behalf (Heb. 6:20; 9:24). And if Christ has now entered into heaven itself on our behalf, although even before this and always He is Lord and Creator of the heavens, on our behalf therefore His being exalted is also now written. And just as He Who sanctifies all says again to the Father that He sanctifies Himself on our behalf, not that the Word may become holy, but that He Himself in Himself may sanctify us all; so therefore also what is now said, He highly exalted Him, is not that He Himself may be exalted—for He is Most High—but that He Himself may become righteousness on our behalf, while we may be exalted in Him, and may enter into the gates of the heavens, which He Himself again opened on our behalf, the forerunners saying: Lift up your gates, ye princes, and be lifted up, ye everlasting gates, and the King of glory shall enter in (Ps. 23:7). For here too the gates were not shut to Him Who is Lord and Maker of all things, but because of us this also is written, to whom the door of paradise was shut. Wherefore in a human manner indeed, because of the flesh which He bore, it is said concerning Him, Lift up the gates, and, He shall enter in, as of a man entering in; but divinely again it is said concerning Him, since the Word is also God, that He is the Lord and the King of glory. And such an exaltation wrought towards us the Spirit foretold in the eighty-eighth Psalm, saying: And in Thy righteousness shall they be exalted, because Thou art the boast of their strength (Ps. 88:17). And if the Son is righteousness, not is He Himself.
42. Καὶ γὰρ καὶ τὸ, ἐχαρίσατο αὐτῷ, οὐ δι' αὐτὸν τὸν Λόγον γέγραπται· ἦν γὰρ πάλιν, καὶ πρὶν ἄνθρωπος γένηται, προσκυνούμενος, ὥσπερ εἴπομεν, ὑπό τε τῶν ἀγγέλων καὶ πάσης τῆς κτίσεως, κατὰ την πατρικὴν ἰδιότητα· ἀλλὰ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν τοῦτο πάλιν περὶ αὐτοῦ γέγραπται. Ὥσπερ
42. For indeed the expression also, He bestowed upon Him, is not written on account of the Word Himself; for again, even before He became man, He was worshipped, as we said, both by the angels and by all creation, according to His paternal property; but because of us and on our behalf this again is written concerning Him. Just as
Notes, col. 97

On the reading

Printed Πατρι, for Πατρί.

Printed την, for τὴν.

PG 26:100Read from the page
γὰρ, ὡς ἄνθρωπος, ὁ Χριστὸς ἀπέθανε καὶ ὑψώθη· οὕτως, ὡς ἄνθρωπος, λέγεται λαμβάνειν ὅπερ εἶχεν ἀεὶ ὡς Θεὸς, ἵνα εἰς ἡμᾶς φθάσῃ καὶ ἡ τοιαύτη δοθεῖσα χάρις. Οὐ γὰρ ἠλαττώθη ὁ Λόγος σῶμα λαβὼν, ἵνα καὶ χάριν ζητήσῃ λαβεῖν, ἀλλὰ μᾶλλον καὶ ἐθεοποίησεν ὅπερ ἐνεδύσατο, καὶ πλέον ἐχαρίσατο τῷ γένει τῶν ἀνθρώπων τοῦτο. Ὥσπερ γὰρ ἀεὶ προσεκυνεῖτο Λόγος ὢν καὶ ἐν μορφῇ Θεοῦ ὑπάρχων· οὕτως ὁ αὐτὸς ὢν καὶ ἄνθρωπος γενόμενος, κληθείς τε Ἰησοῦς, οὐδὲν ἧττον ἔχει πᾶσαν ὑπὸ πόδα τὴν κτίσιν, καὶ ἐν τῷ ὀνόματι τούτῳ τὰ γόνατα κάμπτουσαν αὐτῷ, καὶ ἐξομολογουμένην ὅτι καὶ τὸ γενέσθαι σάρκα τὸν Λόγον, καὶ θάνατον ὑπομεῖναι σαρκὶ, οὐκ ἐπ' ἀδοξίᾳ τῆς θεότητος αὐτοῦ γέγονεν, ἀλλ' εἰς δόξαν Θεοῦ Πατρός. Δόξα δὲ Πατρός ἐστι τὸν γενόμενον ἄνθρωπον καὶ ἀπολόμενον εὑρεθῆναι, καὶ νεκρωθέντα ζωοποιηθῆναι, καὶ ναὸν γενέσθαι Θεοῦ. Καὶ γὰρ καὶ τῶν ἐν οὐρανοῖς δυνάμεων, ἀγγέλων τε καὶ ἀρχαγγέλων ἀεὶ μὲν προσκυνούντων αὐτὸν, προσκυνούντων δὲ καὶ νῦν ἐν τῷ ὀνόματι Ἰησοῦ τὸν Κύριον, ἡμῶν ἐστιν αὕτη ἡ χάρις καὶ ὑπερύψωσις, ὅτι τε καὶ ἄνθρωπος γενόμενος, προσκυνεῖται ὁ τοῦ Θεοῦ Υἱὸς, καὶ οὐ ξενισθήσονται αἱ οὐράνιοι δυνάμεις βλέπουσαι τοὺς συσσώμους ἐκείνου πάντας ἡμᾶς εἰσαγομένους εἰς τὰς χώρας αὐτῶν. Ἄλλως δὲ οὐκ ἂν ἐγεγόνει τοῦτο, εἰ μὴ ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων εἰλήφει δούλου μορφὴν, καὶ ταπεινώσας ἦν ἑαυτὸν, μέχρι θανάτου συγχωρήσας φθάσαι τὸ σῶμα.
for, as man, Christ died and was exalted; so, as man, He is said to receive that which He always had as God, in order that such grace given might also reach unto us. For the Word was not diminished by taking a body, that He should seek to receive grace also, but rather He even deified that which He put on, and more abundantly bestowed this upon the race of men. For just as He was always worshipped, being the Word and existing in the form of God; so, being the same and having become man, and having been called Jesus, He nonetheless has all creation under foot, and in this name bending its knees to Him, and confessing that both the Word's becoming flesh and His undergoing death in the flesh did not happen to the dishonour of His Godhead, but to the glory of God the Father. For it is the glory of the Father that man, who had been made and had perished, should be found, and having been deadened should be made alive, and should become a temple of God. For indeed, while the powers in the heavens, both angels and archangels, always worshipped Him, and now also worship the Lord in the name of Jesus, this grace and high exaltation is ours, both that having become man the Son of God is worshipped, and that the heavenly powers will not be astonished at seeing all of us, who are of one body with Him, brought into their regions. Otherwise this would not have come to pass, unless He Who exists in the form of God had taken the form of a servant, and had humbled Himself, permitting His body to reach even unto death.
43. Ἰδοὺ γοῦν τὸ νομιζόμενον παρὰ ἀνθρώποις μωρὸν τοῦ Θεοῦ διὰ τὸν σταυρὸν γέγονε πάντων ἐντιμότερον. Ἡ μὲν γὰρ ἀνάστασις ἡμῶν ἐν αὐτῷ ἀπόκειται· οὐκέτι δὲ μόνος ὁ Ἰσραὴλ, ἀλλὰ καὶ πάντα τὰ ἔθνη λοιπὸν, ὡς προείρηκεν ὁ προφήτης, τὰ μὲν εἴδωλα ἑαυτῶν καταλιμπάνουσι, τὸν δὲ ἀληθινὸν Θεὸν τὸν τοῦ Χριστοῦ Πατέρα ἐπιγινώσκουσι· καὶ ἡ μὲν τῶν δαιμόνων φαντασία κατήργηται, μόνος δὲ ὁ ὄντως Θεὸς ἐν τῷ ὀνόματι τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ προσκυνεῖται. Τὸ δὲ καὶ ἐν σώματι γενόμενον τὸν Κύριον καὶ κληθέντα Ἰησοῦν προσκυνεῖσθαι, πιστεύεσθαί τε αὐτὸν Υἱὸν Θεοῦ, καὶ δι' αὐτοῦ ἐπιγινώσκεσθαι τὸν Πατέρα, δῆλον ἂν εἴη, καθάπερ εἴρηται, ὅτι οὐχ ὁ Λόγος, ᾗ Λόγος ἐστὶν, ἔλαβε τὴν τοιαύτην χάριν, ἀλλ' ἡμεῖς. Διὰ γὰρ τὴν πρὸς τὸ σῶμα αὐτοῦ συγγένειαν ναὸς Θεοῦ γεγόναμεν καὶ ἡμεῖς, καὶ υἱοὶ Θεοῦ λοιπὸν πεποιήμεθα, ὥστε καὶ ἐν ἡμῖν ἤδη προσκυνεῖσθαι τὸν Κύριον, καὶ τοὺς ὁρῶντας ἀπαγγέλλειν, ὡς ὁ Ἀπόστολος εἴρηκεν, ὅτι ὄντως
43. Behold, therefore, what among men is deemed the foolishness of God because of the cross has become more honourable than all things. For our resurrection is laid up in it; and no longer Israel alone, but henceforth all the nations also, as the prophet foretold, forsake their idols and acknowledge the true God, the Father of Christ; and the delusion of demons has been abolished, and He alone Who is truly God is worshipped in the name of our Lord Jesus Christ. And that the Lord, having also come to be in a body and having been called Jesus, is worshipped, and is believed to be the Son of God, and that through Him the Father is known, makes it plain, as has been said, that it was not the Word, in so far as He is Word, that received such grace, but we. For because of our kinship with His body we also have become a temple of God, and henceforth have been made sons of God, so that in us also the Lord is now worshipped, and those who behold declare, as the Apostle has said, that truly
PG 26:101Read from the page
⟨ὁ⟩ Θεὸς ἐν τούτοις ἐστί· καθάπερ καὶ ὁ Ἰωάννης ⟨ἐ⟩ν μὲν τῷ Εὐαγγελίῳ φησίν· Ὅσοι δὲ ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι· ἐν δὲ τῇ Ἐπιστολῇ γράφει· Ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ὑμῖν, ἐκ τοῦ πνεύματος αὐτοῦ, οὗ ἔδωκεν ἡμῖν. Γνώρισμα δέ ἐστι καὶ τοῦτο τῆς εἰς ἡμᾶς παρ' αὐτοῦ γενομένης ἀγαθότητος, ὅτι ἡμεῖς μὲν ὑψώθημεν, διὰ τὸ ἐν ἡμῖν εἶναι τὸν ὕψιστον Κύριον, καὶ δι' ἡμᾶς ἡ χάρις δίδοται, διὰ τὸ γενέσθαι ὡς ἡμᾶς ἄνθρωπον τὸν χορηγοῦντα τὴν χάριν Κύριον· αὐτὸς δὲ ὁ Σωτὴρ ἐταπείνωσεν ἑαυτὸν ἐν τῷ λαβεῖν τὸ ταπεινὸν ἡμῶν σῶμα· δούλου τε μορφὴν ἔλαβεν, ἐνδυσάμενος τὴν δουλωθεῖσαν σάρκα τῇ ἁμαρτίᾳ. Καὶ αὐτὸς μὲν οὐδὲν παρ' ἡμῶν εἰς βελτίωσιν ἔσχηκεν· ἀνενδεὴς γάρ ἐστι καὶ πλήρης ὁ τοῦ Θεοῦ Λόγος· ἡμεῖς δὲ παρ' αὐτοῦ μᾶλλον ἐβελτιώθημεν. Αὐτὸς γάρ ἐστι τὸ φῶς, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Καὶ μάτην ἐπερείδονται οἱ Ἀρειανοὶ τῷ, διὸ, συνδέσμῳ, διὰ τὸ λέγειν τὸν Παῦλον· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσεν. Οὐ γὰρ ἆθλον ἀρετῆς, οὐδὲ βελτίωσιν προκοπῆς αὐτοῦ σημαίνων ἔλεγεν, ἀλλὰ τὸ αἴτιον τῆς εἰς ἡμᾶς γενομένης ὑψώσεως. Τί δὲ τοῦτό ἐστιν ἢ τὸν ἐν μορφῇ Θεοῦ ὑπάρχοντα, καὶ εὐγενοῦς Πατρὸς Υἱὸν, ταπεινῶσαι ἑαυτὸν καὶ δοῦλον ἀνθ' ἡμῶν καὶ ὑπὲρ ἡμῶν γενέσθαι; Εἰ γὰρ μὴ ἄνθρωπος ὁ Κύριος ἐγεγόνει, οὐκ ἂν ἡμεῖς ἀπὸ ἁμαρτιῶν λυτρωθέντες ἐκ νεκρῶν ἀνέστημεν, ἀλλ' ἐμένομεν ὑπὸ γῆν νεκροί· οὐδ' ἂν ὑψώθημεν εἰς οὐρανοὺς, ἀλλ' ἐκείμεθα ἐν τῷ ᾅδῃ. Δι' ἡμᾶς ἄρα καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον ὑπερύψωσε, καὶ, ἐχαρίσατο.
God is among them (1 Cor. 14:25); just as John also in the Gospel says: But as many as received Him, to them He gave power to become children of God (John 1:12); and in the Epistle he writes: Hereby we know that He abides in you, from His Spirit, which He gave to us (1 John 3:24). And this also is a token of His goodness wrought towards us from Him, that we indeed were exalted because the Most High Lord is in us, and on our account grace is given, because the Lord Who supplies the grace became man like us; whereas the Saviour Himself humbled Himself in taking our lowly body, and took the form of a servant, putting on the flesh that had been enslaved to sin. And He Himself indeed has received nothing from us for His betterment—for the Word of God is without need and full—whereas we rather were bettered by Him. For He Himself is the light, which enlightens every man coming into the world (John 1:9). And in vain do the Arians lean upon the conjunction wherefore, because Paul says: Wherefore God also highly exalted Him (Phil. 2:9). For he did not say this signifying a prize of virtue, nor a betterment of His advancement, but the cause of the exaltation wrought unto us. And what is this save that He Who exists in the form of God, and the Son of a noble Father, humbled Himself and became a servant in our stead and on our behalf? For if the Lord had not become man, we would not, having been redeemed from sins, have risen from the dead, but would have remained dead under the earth; nor would we have been exalted into the heavens, but would have lain in Hades. Because of us, therefore, and on our behalf are spoken the words He highly exalted, and He bestowed.
44. Τοιαύτην μὲν οὖν ἡγοῦμαι τὴν διάνοιαν τοῦ ῥητοῦ καὶ μάλα ἐκκλησιαστικὴν οὖσαν. Καὶ δεύτερον δὲ ὅμως τις ἐπιχειρήσειεν εἰς τὸ ῥητὸν, ἐκ παραλλήλου λέγων τὰ αὐτά· ὅτι οὐ τὸν Λόγον αὐτὸν, ᾗ Λόγος ἐστὶν, ὑψοῦσθαι σημαίνει· ἔστι γὰρ, ὡς προείρηται μικρῷ πρόσθεν, ὕψιστος καὶ ὅμοιος ὢν τῷ Πατρί· ἀλλὰ διὰ τὴν ἐνανθρώπησιν αὐτοῦ τῆς ἐκ νεκρῶν ἀναστάσεώς ἐστι δηλωτικὸν τὸ ῥητόν. Λέγων γοῦν, ἐταπείνωσεν ἑαυτὸν μέχρι θανάτου, εὐθὺς ἐπήγαγε τὸ, διὰ τοῦτο ὑπερύψωσε· δεῖξαι θέλων, ὅτι, εἰ καὶ ὡς ἄνθρωπος λέγεται τεθνηκέναι, ἀλλ' ὡς ζωὴ ὢν ὑψώθη τῇ ἀναστάσει· Ὁ γὰρ καταβὰς, αὐτός ἐστι καὶ ὁ ἀναστάς. Κατέβη γὰρ σωματικῶς· ἀνέστη δὲ, ὅτι Θεὸς ἦν αὐτὸς ἐν σώματι. Καὶ τοῦτο πάλιν ἐστὶν οὗ χάριν ἐπήγαγε τῇ διανοίᾳ ταύτῃ τὸν, διὸ, σύνδεσμον, οὐ μισθὸν ἀρετῆς οὐδὲ προκο-
44. Such, then, I consider the meaning of the text to be, and a very ecclesiastical one. Yet in a second way also one might treat the text, saying the same things in parallel: that it does not signify that the Word Himself, in so far as He is Word, is exalted—for He is, as has been said a little before, Most High and like to the Father—but because of His incarnation the text is declarative of the resurrection from the dead. Saying, at any rate, He humbled Himself unto death, he immediately added, wherefore He highly exalted (Phil. 2:8-9); wishing to show that, although as man He is said to have died, yet as being life He was exalted by the resurrection: For He that descended, the same is also He that ascended (Eph. 4:10). For He descended bodily; but He rose because He Himself was God in a body. And this again is the reason why he added to this thought the conjunction wherefore, not as a reward of virtue nor of advance-
PG 26:104Read from the page
πῆς, ἀλλ' αἰτίας δηλωτικὸν, δι' ἣν ἡ ἀνάστασις γέγονε· καὶ δι' ἣν αἰτίαν οἱ μὲν ἄλλοι ἄνθρωποι ἀπὸ Ἀδὰμ καὶ μέχρι νῦν ἀπέθανον καὶ ἔμειναν νεκροὶ, οὗτος δὲ μόνος ὁλόκληρος ἐκ νεκρῶν ἀνέστη. Ἡ δὲ αἰτία αὕτη ἐστὶν, ἣν αὐτὸς προείρηκεν, ὅτι, Θεὸς ὢν, ἄνθρωπος γέγονεν. Οἱ μὲν γὰρ ἄλλοι πάντες ἄνθρωποι μόνον ἐξ Ἀδὰμ ὄντες ἀπέθανον, καὶ τὸν θάνατον εἶχον βασιλεύοντα κατ' αὐτῶν· οὗτος δὲ ὁ δεύτερος ἄνθρωπος ἐξ οὐρανοῦ ἐστιν· ὁ γὰρ Λόγος σὰρξ ἐγένετο. Καὶ λέγεται ὁ τοιοῦτος ἄνθρωπος ἐξ οὐρανοῦ καὶ ἐπουράνιος, διὰ τὸ ἐξ οὐρανοῦ καταβεβηκέναι τὸν Λόγον· διὸ οὐδὲ κεκράτηται ὑπὸ τοῦ θανάτου. Εἰ γὰρ καὶ ἐταπείνωσεν ἑαυτὸν, συγχωρήσας μέχρι θανάτου φθάσαι τὸ ἴδιον ἑαυτοῦ σῶμα, διὰ τὸ εἶναι αὐτὸ δεκτικὸν θανάτου· ἀλλ' ἐκ γῆς ὑπερυψώθη, δια τὸ εἶναι αὐτὸν ἐν σώματι Υἱὸν τοῦ Θεοῦ. Ἴσον γοῦν ἐστι τὸ ἐνταῦθα λεγόμενον· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε· τῷ λεγομένῳ ἐν ταῖς Πράξεσι παρὰ τοῦ Πέτρου· Ὅν ὁ Θεὸς ἀνέστησε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπ' αὐτοῦ. Ὡς γὰρ παρὰ τῷ Παύλῳ γέγραπται· Ἐπειδὴ, ἐν μορφῇ Θεοῦ ὢν, γέγονεν ἄνθρωπος, καὶ ἐταπείνωσεν ἑαυτὴν μέχρι θανάτου, διὸ καὶ ὁ Θεὸς ὑπερύψωσεν αὐτόν· οὕτως καὶ παρὰ τοῦ Πέτρου λέγεται· Ὅτι, ἐπειδὴ Θεὸς ὢν γέγονεν ἄνθρωπος, τὰ δὲ σημεῖα καὶ τὰ τέρατα ἀπέδειξεν αὐτὸν καὶ τοῖς ὁρῶσι Θεόν· διὰ τοῦτο δυνατὸν οὐκ ἦν κρατεῖσθαι αὐτὸν ὑπὸ τοῦ θανάτου. Ἀνθρώπῳ δὲ δυνατὸν οὐκ ἦν τοῦτο κατορθῶσαι· ἴδιον γὰρ τῶν ἀνθρώπων ὁ θάνατος· διὰ τοῦτο Θεὸς ὢν ὁ Λόγος γέγονε σὰρξ, ἵνα, θανατωθεὶς σαρκὶ, ζωοποιήσῃ πάντας τῇ ἑαυτοῦ δυνάμει.
ment, but declarative of the cause wherefore the resurrection took place; and for what cause other men indeed from Adam even until now died and remained dead, whereas He alone rose whole from the dead. And this is the cause, which he himself has stated before, that, being God, He became man. For all other men indeed, being from Adam alone, died, and had death reigning against them; whereas this second man is from heaven (1 Cor. 15:47), for the Word became flesh. And such a man is said to be from heaven and heavenly, because the Word descended from heaven; wherefore neither has He been held fast by death. For even though He humbled Himself, permitting His own body to reach unto death, because it was susceptible of death, yet He was highly exalted from the earth, because He was in a body the Son of God. Equal, therefore, is what is said here, Wherefore God also highly exalted Him, to what is said in the Acts by Peter: Whom God raised up, having loosed the pangs of death, inasmuch as it was not possible that He should be held fast by it (Acts 2:24). For just as it is written in Paul, Since, being in the form of God, He became man, and humbled Himself unto death, wherefore God also highly exalted Him (Phil. 2:6-9); so also by Peter it is said: Since, being God, He became man, and signs and wonders showed Him to those also who beheld to be God, wherefore it was not possible that He should be held fast by death. Now for man it was not possible to accomplish this, for death is proper to men; wherefore the Word, being God, became flesh, that, having been put to death in the flesh, He might make all alive by His own power.
45. Ἐπειδὴ δὲ αὐτὸς λέγεται ὑψῶσθαι, καὶ ὅτι ὁ Θεὸς αὐτῷ ἐχαρίσατο, καὶ νομίζουσιν οἱ αἱρετικοὶ ἐλάττωμα εἶναι ἢ πάθος τῆς τοῦ Λόγου οὐσίας, ἀναγκαῖον εἰπεῖν πῶς καὶ ταῦτα λέγεται. Ὑψῶσθαι γὰρ λέγεται αὐτὸς ἀπὸ τῶν κατωτέρων μερῶν τῆς γῆς, ἐπεὶ καὶ αὐτοῦ λέγεται ὁ θάνατος εἶναι. Αὐτοῦ δὲ λέγεται ἀμφότερα, ἐπειδὴ αὐτοῦ ἦν, καὶ οὐχ ἑτέρου σῶμα τὸ ὑψωθὲν ἀπό τε τῶν νεκρῶν καὶ εἰς οὐρανοὺς ἀναληφθέν. Αὐτοῦ δὲ πάλιν ὄντος τοῦ σώματος, καὶ οὐκ ὄντος ἐκτὸς αὐτοῦ τοῦ Λόγου, εἰκότως ὑψουμένου τοῦ σώματος, αὐτὸς ὡς ἄνθρωπος, διὰ τὸ σῶμα ὑψοῦσθαι λέγεται. Εἰ μὲν οὖν οὐ γέγονεν
45. And since He Himself is said to have been exalted, and that God bestowed upon Him, and the heretics suppose this to be a defect or affection of the essence of the Word, it is necessary to state how these things also are said. For He Himself is said to have been exalted from the lower parts of the earth (Eph. 4:9), since death also is said to be His. And both are said to be His, since it was His body, and not another's, that was exalted from the dead and taken up into the heavens. And again, since the body is His, and the Word is not outside it, reasonably, when the body is exalted, He Himself as man, because of the body, is said to be exalted. If then He did not become
Notes, col. 104

On the reading

Printed δια, for διὰ.

Printed ἑαυτὴν, for ἑαυτὸν.

PG 26:105Read from the page
ἄνθρωπος, μὴ λεγέσθω περὶ αὐτοῦ ταῦτα· εἰ δὲ ὁ Λόγος γέγονε σὰρξ, ἀνάγκη ὡς περὶ ἀνθρώπου λέγεσθαι αὐτοῦ τήν τε ἀνάστασιν καὶ τὴν ὕψωσιν, ἵν' ὁ μὲν θάνατος λεγόμενος αὐτοῦ λύτρον ᾖ τῆς τῶν ἀνθρώπων ἁμαρτίας καὶ κατάργησις τοῦ θανάτου· ἡ δὲ ἀνάστασις καὶ ἡ ὕψωσις βεβαία δι' αὐτὸν εἰς ἡμᾶς διαμένῃ. Ἐπ' ἀμφοτέρων δὲ εἴρηκεν· Ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ, ὁ Θεὸς αὐτῷ ἐχαρίσατο· ἵνα καὶ ἐκ τούτου δείξῃ πάλιν, ὅτι μὴ ὁ Πατήρ ἐστιν ὁ γενόμενος σὰρξ, ἀλλ' ὁ τούτου Λόγος ἐστὶν ὁ γενόμενος ἄνθρωπος, ὁ λαμβάνων ἀνθρωπίνως παρὰ τοῦ Πατρὸς, καὶ ὑψούμενος παρ' αὐτοῦ, ὥσπερ εἴρηται. Δῆλον δὲ, καὶ οὐκ ἂν ἀμφιβάλοι τις, ὅτι ἃ δίδωσιν ὁ Πατὴρ, διὰ τοῦ Υἱοῦ δίδωσι. Καὶ ἔστι παράδοξον καὶ ἐκπλῆξαι δυνάμενον ἀληθῶς· ἣν γὰρ δίδωσιν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς χάριν, ταύτην αὐτὸς ὁ Υἱὸς λέγεται δέχεσθαι· καὶ τὴν ὕψωσιν, ἣν ὁ Υἱὸς παρὰ τοῦ Πατρὸς ποιεῖ, ταύτην ὡς αὐτὸς ὑψούμενός ἐστιν ὁ Υἱός. Αὐτὸς γὰρ ὁ ὢν τοῦ Θεοῦ Υἱὸς, αὐτὸς γέγονε καὶ Υἱὸς ἀνθρώπου· καὶ ὡς μὲν Λόγος, τὰ παρὰ τοῦ Πατρὸς δίδωσι· πάντα γὰρ, ἃ ποιεῖ καὶ δίδωσιν ὁ Πατὴρ, δι' αὐτοῦ ποιεῖ τε καὶ παρέχει· ὡς δὲ Υἱὸς ἀνθρώπου, αὐτὸς ἀνθρωπίνως λέγεται τὰ παρ' ἑαυτοῦ δέχεσθαι, διὰ τὸ μὴ ἑτέρου, ἀλλ' αὐτοῦ εἶναι τὸ σῶμα, τὸ φύσιν ἔχον τοῦ δέχεσθαι τὴν χάριν, καθάπερ εἴρηται. Ἐλάμβανε γὰρ κατὰ τὸ ὑψοῦσθαι τὸν ἄνθρωπον. Ὕψωσις δὲ ἦν τὸ θεοποιεῖσθαι αὐτόν. Αὐτὸς δὲ ὁ Λόγος εἶχεν ἀεὶ τοῦτο κατὰ τὴν πατρικὴν ἑαυτοῦ θεότητα καὶ τελειότητα.
man, let not these things be said concerning Him; but if the Word became flesh, of necessity both His resurrection and His exaltation must be spoken of as concerning a man, in order that the death which is called His may be a ransom for the sin of men and an abolition of death, and that the resurrection and the exaltation may abide firm for us through Him. And concerning both he has said: God highly exalted Him, and, God bestowed upon Him; that from this also he might show again that it is not the Father Who became flesh, but it is His Word Who became man, Who receives in a human manner from the Father, and is exalted by Him, as has been said. And it is plain, and no one could doubt, that the things which the Father gives, He gives through the Son. And it is truly a paradox and able to amaze: for the grace which the Son gives from the Father, this the Son Himself is said to receive; and the exaltation which the Son works from the Father, as to this the Son is as though Himself exalted. For He Himself Who is the Son of God, Himself became also the Son of man; and as Word indeed, He gives the things from the Father—for all things that the Father does and gives, through Him He both does and supplies—whereas as Son of man, He Himself in a human manner is said to receive the things from Himself, because the body is not another's, but His own, which has a nature to receive grace, as has been said. For He received according as the man was exalted; and the exaltation was His being deified. But the Word Himself always had this according to His own paternal Godhead and perfection.
46. Τὸ μὲν οὖν παρὰ τῷ Ἀποστόλῳ γεγραμμένον, τοιοῦτον ἔχον τὸν νοῦν, ἐλέγχει τοὺς ἀσεβεῖς· τὸ δὲ παρὰ τῷ ὑμνῳδῷ λεγόμενον τὴν αὐτὴν πάλιν ἔχει διάνοιαν ὀρθὴν, ἣν παρεξηγοῦνται μὲν οὗτοι, ὁ δὲ ψαλμῳδὸς δείκνυσιν εὐσεβῆ· φησὶ γὰρ καὶ αὐτός· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Ἴδετε, ὦ Ἀρειανοὶ, καὶ ἐπίγνωτε κἂν ἐντεῦθεν τὴν ἀλήθειαν. Μετόχους τοῦ Κυρίου πάντας ἡμᾶς εἴρηκεν ὁ ψάλλων. Εἰ δὲ ἐξ οὐκ ὄντων ἦν καὶ τῶν γενητῶν εἷς, εἷς ἦν ἂν τῶν μετεχόντων καὶ αὐτός· ἐπειδὴ δὲ αὐτὸν μὲν Θεὸν αἰώνιον ὕμνησε λέγων· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· τὰ δὲ ἄλλα πάντα μετέχειν αὐτοῦ δεδήλωκε, τί δεῖ
46. What is written in the Apostle, therefore, having such a meaning, refutes the impious; and what is said by the hymnist again has the same right meaning, which these men indeed misinterpret, whereas the psalmist shows to be pious; for he himself also says: Thy throne, O God, is for ever and ever; a rod of uprightness is the rod of Thy kingdom. Thou hast loved righteousness, and hast hated iniquity; wherefore God, Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows (Ps. 44:7-8; Heb. 1:8-9). See, O Arians, and recognize even from this the truth. The psalmist has called us all fellows of the Lord. Now if He were from nothing and one of the things that came into being, He Himself also would have been one of those who partake; but since he praised Him as eternal God, saying, Thy throne, O God, is for ever and ever, and has declared that all other things partake of Him, what must
PG 26:108Read from the page
νοεῖν ἢ ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, τοῦ δὲ Πατρὸς μόνος αὐτός ἐστι Λόγος ἀληθινὸς, ἀπαύγασμα καὶ σοφία, ἧς τὰ γενητὰ πάντα μετέχει, καὶ ἁγιάζεται παρ' αὐτοῦ τῷ Πνεύματι. Καὶ ἐνταῦθα γοῦν χρίεται, οὐχ ἵνα Θεὸς γένηται· ἦν γὰρ καὶ πρὸ τούτου· οὐδ' ἵνα βασιλεὺς γένηται· ἦν γὰρ ἀϊδίως βασιλεύων, εἰκὼν ὑπάρχων τοῦ Θεοῦ, ὡς τὸ λόγιον δείκνυσιν· ἀλλ' ὑπὲρ ἡμῶν πάλιν καὶ τοῦτο γέγραπται. Οἱ μὲν γὰρ κατὰ τὸν Ἰσραὴλ βασιλεῖς, ὅτε ἐχρίοντο, τότε βασιλεῖς ἐγίνοντο, οὐκ ὄντες πρότερον βασιλεῖς, ὡς Δαβὶδ, ὡς Ἐζεκίας, ὡς Ἰωσίας καὶ οἱ ἄλλοι· ὁ δὲ Σωτὴρ τὸ ἔμπαλιν Θεὸς ὢν καὶ τὴν βασιλείαν τοῦ Πατρὸς ἀεὶ βασιλεύων, τοῦ τε Πνεύματος τοῦ ἁγίου χορηγὸς ὢν αὐτὸς, ὅμως δὲ λέγεται νῦν χρίεσθαι, ἵνα πάλιν, ὡς ἄνθρωπος λεγόμενος τῷ Πνεύματι χρίεσθαι, ἡμῖν τοῖς ἀνθρώποις, καθάπερ τὸ ὑψωθῆναι καὶ τὸ ἀναστῆναι, οὕτως καὶ τὴν τοῦ Πνεύματος ἐνοίκησιν καὶ οἰκειότητα κατασκευάσῃ. Τοῦτο δὲ σημαίνων καὶ αὐτὸς δι' ἑαυτοῦ ὁ Κύριος ἔλεγεν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ· Ἐγὼ ἀπέστειλα αὐτοὺς εἰς τὸν κόσμον, καὶ ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. Τοῦτο δὲ λέγων ἔδειξεν, ὅτι μὴ αὐτός ἐστιν ὁ ἁγιαζόμενος, ἀλλ' ὁ ἁγιάζων· οὐ γὰρ παρ' ἑτέρου ἁγιάζεται, ἀλλ' αὐτὸς ἑαυτὸν ἁγιάζει, ἵνα ἡμεῖς ἐν τῇ ἀληθείᾳ ἁγιασθῶμεν. Ὁ δὲ ἑαυτὸν ἁγιάζων Κύριός ἐστι τοῦ ἁγιάζειν. Πῶς οὖν τοῦτο γίνεται; πῶς δὲ τοῦτο λέγει ἢ ὅτι, Ἐγὼ Λόγος ὢν τοῦ Πατρὸς, αὐτὸς ἐμαυτῷ ἀνθρώπῳ γενομένῳ δίδωμι τὸ Πνεῦμα· καὶ ἐμαυτὸν ἄνθρωπον γενόμενον ἐν τούτῳ ἁγιάζω, ἵνα λοιπὸν ἐν ἐμοὶ ἀληθείᾳ ὄντι (Ὁ δὲ Αόγος ὁ σὸς ἀλήθειά ἐστιν·) οἱ πάντες ἁγιασθῶσιν;
one understand save that He is other than the things that came into being, and alone is the true Word of the Father, the radiance and wisdom, of which all things that came into being partake, and are sanctified by Him in the Spirit? And here, at any rate, He is anointed, not that He may become God—for He was so even before this—nor that He may become king—for He was reigning eternally, existing as the image of God (2 Cor. 4:4; Col. 1:15), as the oracle shows—but on our behalf again this also is written. For the kings in Israel indeed, when they were anointed, then became kings, not being kings before, as David, as Hezekiah, as Josiah, and the others; whereas the Saviour, on the contrary, being God and always reigning over the kingdom of the Father, and being Himself the supplier of the Holy Spirit, nevertheless is now said to be anointed, that again, as man being said to be anointed with the Spirit, He might provide for us men, just as exaltation and resurrection, so also the indwelling and intimacy of the Spirit. And signifying this, the Lord Himself also of Himself said in the Gospel according to John: I sent them into the world, and for their sakes I sanctify Myself, that they also may be sanctified in truth (John 17:18-19). And in saying this He showed that it is not He Himself Who is sanctified, but He Who sanctifies; for He is not sanctified by another, but Himself sanctifies Himself, that we may be sanctified in the truth. And He Who sanctifies Himself is Lord of sanctifying. How then does this come to pass? And how does He say this save that: I, being the Word of the Father, Myself give the Spirit to Myself having become man; and I sanctify Myself having become man in Him, that henceforth in Me, Who am truth (for Thy Word is truth (John 17:17)), all may be sanctified?
47. Εἰ δὲ ἡμῶν χάριν ἑαυτὸν ἁγιάζει, καὶ τοῦτο ποιεῖ, ὅτε γέγονεν ἄνθρωπος, εὔδηλον, ὅτι καὶ ἡ εἰς αὐτὸν ἐν τῷ Ἰορδάνῃ τοῦ Πνεύματος γενομένη κάθοδος, εἰς ἡμᾶς ἦν γινομένη, διὰ τὸ φορεῖν αὐτὸν τὸ ἡμέτερον σῶμα. Καὶ οὐκ ἐπὶ βελτιώσει τοῦ Λόγου γέγονεν, ἀλλ' εἰς ἡμῶν πάλιν ἁγιασμὸν, ἵνα τοῦ χρίσματος αὐτοῦ μεταλάβωμεν, καὶ περὶ ἡμῶν λεχθείη· Οὐκ οἴδατε, ὅτι ναὸς Θεοῦ ἐστε, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖ ἐν ὑμῖν; Τοῦ γὰρ Κυρίου, ὡς ἀνθρώπου, λουομένου εἰς τὸν Ἰορδάνην,
47. And if for our sakes He sanctifies Himself, and does this when He has become man, it is quite plain that the descent of the Spirit upon Him in the Jordan also took place unto us, because He bore our body. And it did not take place for the betterment of the Word, but again for our sanctification, that we might partake of His anointing, and concerning us it might be said: Know ye not that ye are a temple of God, and the Spirit of God dwells in you? (1 Cor. 3:16). For when the Lord, as man, was washed in the Jordan,
Notes, col. 108

On the reading

Printed Αόγος, for Λόγος.