Migne Reading Room

PG 26 · cols. 85–96 · Read from the page

First Oration against the Arians

First Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:85Read from the page
δὲ Υἱὸς εἰ κατ' ἐκεινους τρεπτὸς, καὶ οὐκ ἀεὶ ὁ αὐτὸς, ἀλλ' ἀεὶ ἀλλοιουμένης φύσεώς ἐστι, πῶς ὁ τοιοῦτος εἰκὼν τοῦ Πατρὸς εἶναι δύναται, οὐκ ἔχων τὸ ὅμοιον τῆς ἀτρεψίας; Πῶς δὲ καὶ ὅλως ἐν τῷ Πατρί ἐστιν, ἀμφίβολον ἔχων τὴν προαίρεσιν; Τάχα δὲ καὶ τρεπτὸς ὢν, καὶ καθ' ἡμέραν προκόπτων, οὔπω τέλειός ἐστιν. Ἀλλ' ἡ μὲν τοιαύτη τῶν Ἀρειανῶν οἰχέσθω μανία, ἡ δὲ ἀλήθεια λαμπέτω, καὶ δεικνύτω τούτους παραφρονοῦντας. Πῶς γὰρ οὐ τέλειος, ὁ ἴσος Θεῷ; Ἢ πῶς οὐκ ἄτρεπτος, ὁ μετὰ τοῦ Πατρὸς ἓν ὢν, καὶ τῆς οὐσίας ἴδιος ὢν Υἱὸς αὐτοῦ; Τῆς δὲ οὐσίας τοῦ Πατρὸς οὔσης ἀτρέπτου, ἄτρεπτον ἂν εἴη καὶ τὸ ἐξ αὐτῆς ἴδιον γέννημα. Εἰ δὲ τούτου οὕτως ὄντος, τοῦ Λόγου τροπὴν καταψεύδονται, μανθανέτωσαν ποῦ τούτων ὁ λόγος κινδυνεύει· ἐκ γὰρ τοῦ καρποῦ καὶ τὸ δένδρον ἐπιγινώσκεται· διὰ τοῦτο καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν ἑώρακε τὸν Πατέρα, καὶ ἡ τοῦ Υἱοῦ γνῶσις γνῶσίς ἐστι τοῦ Πατρός.
Son, if according to them He is mutable, and is not always the same, but is of an ever-altering nature, how can such a one be the image of the Father, not having the likeness of immutability? And how is He in the Father at all, having a doubtful choice? And perhaps, being mutable, and advancing day by day, He is not yet perfect. But let such madness of the Arians begone, and let the truth shine forth, and show that these men are beside themselves. For how is He not perfect, Who is equal to God? Or how is He not immutable, Who is one with the Father, and is His Son proper to His essence? And since the essence of the Father is immutable, immutable also would be the proper offspring from it. But if, this being so, they falsely allege change of the Word, let them learn where their argument runs into danger; for from the fruit the tree also is recognized; wherefore also he who has seen the Son has seen the Father, and the knowledge of the Son is knowledge of the Father.
36. Οὐκοῦν ἀναλλοίωτος ἡ εἰκὼν τοῦ ἀτρέπτου Θεοῦ ἂν εἴη· Ἰησοῦς γὰρ Χριστὸς, χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς αἰῶνας. Καὶ ὁ μὲν Δαυΐδ ψάλλων περὶ αὐτοῦ φησι· Καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται· σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Ὁ δὲ Κύριος αὐτὸς περὶ ἑαυτοῦ διὰ τοῦ προφήτου λέγει· Ἴδετέ με, ἴδετε ὅτι ἐγώ εἰμι, καὶ, Οὐκ ἠλλοίωμαι. Εἰ γὰρ καὶ περὶ τοῦ Πατρὸς δύναται λέγειν τις εἶναι τοῦτο τὸ σημαινόμενον, ἀλλὰ καὶ τὸν Υἱὸν ἁρμόζει τοῦτο λέγειν, ὅτι μάλιστα γενόμενος ἄνθρωπος δείκνυσι τὴν ταυτότητα καὶ τὸ ἄτρεπτον ἑαυτοῦ τοῖς νομίζουσι διὰ τὴν σάρκα ἠλλοιῶσθαι αὐτὸν, καὶ ἕτερόν τι γεγενῆσθαι. Ἀξιοπιστότεροι δὲ οἱ ἅγιοι καὶ μᾶλλον ὁ Κύριος τῆς τῶν ἀσεβῶν κακονοίας. Καὶ γὰρ κατὰ τὸ εἰρημένον ἀνάγνωσμα τῆς ὑμνῳδίας, πάντων τῶν γενητῶν καὶ πάσης τῆς κτίσεως, διὰ τῆς οὐρανοῦ καὶ γῆς σημασίας, τρεπτὴν καὶ ἀλλοιωτὴν ἡ Γραφὴ τὴν φύσιν λέγουσα, καὶ τὸν Υἱὸν ὑπεξαίρουσα τούτων, δείκνυσι μηδόλως γενητὸν αὐτὸν εἶναι, ἀλλὰ καὶ μᾶλλον αὐτὸν ἀλλοιοῦντα τὰ ἄλλα, καὶ μὴ ἀλλοιούμενον αὐτὸν διδάσκει, δι' ὧν φησι·
36. Therefore the image of the immutable God would be unalterable; for Jesus Christ is the same yesterday and today and unto the ages. And David, singing a psalm concerning Him, says: And Thou in the beginning, O Lord, didst lay the foundation of the earth, and the heavens are the works of Thy hands. They shall perish, but Thou remainest; and they all shall grow old as a garment, and as a mantle shalt Thou roll them up, and they shall be changed. But Thou art the same, and Thy years shall not fail. And the Lord Himself says concerning Himself through the prophet: Behold Me, behold that I am He, and, I have not been altered. For even if someone is able to say that this is the meaning concerning the Father, yet it is fitting to say that the Son also speaks this, because especially when He became man He shows His sameness and immutability to those who suppose that on account of the flesh He has been altered and has become something else. And more trustworthy are the saints, and much more the Lord, than the malice of the impious. For indeed, according to the aforesaid reading of the psalmody, the Scripture, calling the nature of all things that have come into being and of all creation mutable and alterable through the signification of heaven and earth, and excepting the Son from these, shows that He is by no means originate, nay rather teaches that He Himself alters the other things, and is not Himself altered, through the words in which it says:
Notes, col. 85

On the reading

Printed ἐκεινους, for ἐκείνους.

PG 26:88Read from the page
Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι. Καὶ εἰκότως γε· τὰ μὲν γὰρ γενητὰ ἐξ οὐκ ὄντων ὄντα, καὶ οὐκ ὄντα πρὶν γένηται, ὅλως ὅτι οὐκ ὄντα γίνεται, ἀλλοιουμένην ἔχει τὴν φύσιν· ὁ δὲ Υἱὸς, ἐκ τοῦ Πατρὸς ὢν, καὶ τῆς οὐσίας αὐτοῦ ἴδιος, ἀναλλοίωτος καὶ ἄτρεπτός ἐστιν, ὡς αὐτὸς ὁ Πατήρ. Οὐ γὰρ θέμις εἰπεῖν ἐκ τῆς οὐσίας τῆς ἀτρέπτου τρεπτὸν γεννᾶσθαι Λόγον καὶ ἀλλοιουμένην σοφίαν. Πῶς γὰρ ἔτι Λόγος, εἰ τρεπτός ἐστιν; ἢ πῶς ἔτι σοφία τὸ ἀλλοιούμενον; εἰ μὴ ἄρα ὡς ἐν οὐσίᾳ συμβεβηκὸς, οὕτως εἶναι θέλουσιν, ὡς ἐν ἰδιαζούσῃ τινὶ οὐσίᾳ συμβεβηκέναι τινὰ χάριν καὶ ἕξιν ἀρετῆς, καὶ κεκλῆσθαι ταύτην οὕτως Λόγον, καὶ Υἱὸν καὶ Σοφίαν, ὥστε καὶ ἀφαιρεῖσθαι καὶ προστίθεσθαι αὐτῇ δύνασθαι. Τοιαῦτα γὰρ φρονοῦντες πολλάκις εἰρήκασιν. Ἀλλ' οὐκ ἔστι Χριστιανῶν ἡ πίστις αὕτη. Οὐδὲ γὰρ τοῦτο δείκνυσιν εἶναι Λόγον καὶ Υἱὸν ἀληθῶς Θεοῦ, οὔτε τὴν σοφίαν ἀληθῆ σοφίαν. Τὸ γὰρ τρεπόμενον καὶ ἀλλοιούμενον, οὐχ ἱστάμενον δὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ, πῶς δύναται εἶναι ἀληθές; Ὁ δέ γε Κύριος λέγει· Ἐγώ εἰμι ἡ ἀλήθεια· εἰ τοίνυν ὁ Κύριος αὐτὸς περὶ ἑαυτοῦ τοῦτο λέγει, καὶ τὸ ἄτρεπτον ἑαυτοῦ δείκνυσιν, οἵ τε ἅγιοι μαθόντες τοῦτο μαρτυροῦσιν, ἀλλὰ γὰρ καὶ αἱ περὶ Θεοῦ ἔννοιαι τοῦτο ἴσασιν εὐσεβὲς, πόθεν ταῦτ' ἐπενόησαν οἱ δυσσεβεῖς; Ἀπὸ μὲν οὖν τῆς καρδίας ὡς ἀπὸ φθορᾶς αὐτὰ ἐξήμεσαν.
But Thou art the same, and Thy years shall not fail. And reasonably so; for the things that have come into being, being out of nothing, and not existing before they come into being, altogether because they come into being from not existing, have an altering nature; whereas the Son, being from the Father, and proper to His essence, is unalterable and immutable, as is the Father Himself. For it is not lawful to say that from the immutable essence a mutable Word and an altering wisdom are begotten. For how is He still Word, if He is mutable? Or how is that which alters still wisdom? Unless indeed, as an accident in an essence, they wish it to be thus, that in a certain particular essence a certain grace and habit of virtue has happened to be, and that this has thus been called Word, and Son and Wisdom, so that it can both be taken away from it and added to it. For thinking such things they have often spoken. Yet this is not the faith of Christians. For neither does this show that He is truly Word and Son of God, nor that the wisdom is true wisdom. For that which changes and alters, and does not stand in one and the same state, how can it be true? Yet the Lord says: I am the truth; if therefore the Lord Himself says this concerning Himself, and shows His own immutability, and the saints having learned this bear witness to it, nay indeed even the notions concerning God know this to be pious, whence did the impious devise these things? From their heart, then, as from corruption, they vomited them forth.
37. Ἐπειδὴ δὲ προφασίζονται τὰ θεῖα λόγια, καὶ βιάζονται παρεξηγεῖσθαι ταῦτα κατὰ τὸν ἴδιον νοῦν, ἀναγκαῖον τοσοῦτον ἀποκρίνασθαι τούτοις, ὅσον ἐκδικῆσαι τὰ ῥητὰ καὶ δεῖξαι ταῦτα μὲν ὀρθὴν ἔχοντα τὴν διάνοιαν, ἐκείνους δὲ κακῶς φρονοῦντας. Φασὶ τοίνυν, ὅτι γέγραπται παρὰ μὲν τῷ Ἀποστόλῳ· Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων καὶ ἐπιγείων, καὶ καταχθονίων· παρὰ δὲ τῷ Δαυΐδ· Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Εἶτα ἐπιφέρουσιν ὡς σοφόν τι λέγοντες· Εἰ διὰ τοῦτο ὑψώθη, καὶ χάριν ἔλαβε, καὶ διὰ τοῦτο κέχρισται, μισθὸν τῆς προαιρέσεως ἔλαβε. Προαιρέσει δὲ πράξας, τρεπτῆς ἐστι πάντως φύσεως. Ταῦτα, οὐ μόνον εἰπεῖν, ἀλλὰ καὶ γράψαι τετολμήκασιν Εὐσέ-
37. And since they allege the divine oracles as a pretext, and force themselves to misinterpret these according to their own mind, it is necessary to answer them so much as to vindicate the sayings and to show that these indeed have a right meaning, whereas those men think wrongly. They say, then, that it is written in the Apostle: Wherefore God also highly exalted Him, and bestowed upon Him the name which is above every name, that at the name of Jesus every knee should bow, of things in heaven and things on earth, and things under the earth; and in David: Therefore God, Thy God, hath anointed Thee with the oil of gladness above Thy fellows. Then they bring forward, as though saying something wise: If on this account He was exalted, and received grace, and on this account was anointed, He received a reward of His choice. And having acted by choice, He is altogether of a mutable nature. These things not only to speak, but even to write have dared Euse-
PG 26:89Read from the page
βιός τε καὶ Ἄρειος, καὶ οἱ ἀπ' αὐτῶν δὲ λαλεῖν οὐκ ὀκνοῦσι κατὰ μέσην τὴν ἀγορὰν, οὐκ ὁρῶντες ὅσην μανίαν ὁ λόγος αὐτῶν ἔχει. Εἰ γὰρ μισθὸν προαιρέσεως ἔλαβεν ἃ ἔσχεν, οὐκ ἂν ἐσχηκὼς αὐτὰ εἰ μὴ τοῦ δεομένου τὸ ἔργον ἐνεδείξατο· ἐξ ἀρετῆς ἄρα καὶ βελτιώσεως ταῦτα ἐσχηκὼς, εἰκότως ἐλέχθη διὰ ταῦτα καὶ Υἱὸς καὶ Θεὸς, καὶ οὐκ ἔστιν ἀληθινὸς Υἱός. Τὸ μὲν γὰρ ἔκ τινος κατὰ φύσιν ἀληθινόν ἐστι γέννημα, οἷος ἦν Ἰσαὰκ τῷ Ἀβραὰμ, καὶ Ἰωσὴφ τῷ Ἰακὼβ, καὶ τὸ ἀπαύγασμα τῷ ἡλίῳ· οἱ δὲ ἐξ ἀρετῆς καὶ χάριτος λεγόμενοι μόνον εἰσὶν ἔχοντες ἀντὶ τῆς φύσεως τὴν ἐκ τοῦ λαβεῖν χάριν, καὶ ἄλλοι παρὰ τὸ δοθὲν αὐτοῖς ὄντες, οἷοί εἰσιν οἱ ἄνθρωποι οἱ κατὰ μετοχὴν Πνεῦμα λαβόντες, περὶ ὧν καὶ ἔλεγεν· Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἀμέλει ἐπεὶ μὴ κατὰ φύσιν ἦσαν υἱοὶ, διὰ τοῦτο καὶ τραπέντων αὐτῶν ἀφῃρέθη τὸ Πνεῦμα, καὶ ἀπεκηρύχθησαν· καὶ πάλιν δὲ μετανοοῦντας αὐτοὺς δέξεται, καὶ διδοὺς τὸ φῶς, πάλιν υἱοὺς καλέσει ὁ καὶ κατὰ την ἀρχὴν Θεὸς οὕτω τὴν χάριν αὐτοῖς δεδωκώς.
bius and Arius, and those from them also do not hesitate to chatter in the middle of the marketplace, not seeing how great a madness their argument has. For if as a reward of choice He received the things which He had, He would not have had them unless He had displayed the work of one in need; having had these things therefore from virtue and improvement, reasonably was He on account of these things called both Son and God, and He is not a true Son. For that which is from someone according to nature is a true offspring, such as Isaac was to Abraham, and Joseph to Jacob, and the radiance to the sun; whereas those who are so called from virtue and grace have only, instead of nature, the grace from receiving, and are other than that which was given to them, such as are the men who by participation have received the Spirit, concerning whom also He said: I have begotten and exalted sons, and they themselves have rejected Me. Doubtless, since they were not sons according to nature, on this account when they changed, the Spirit was taken away, and they were disowned; and again when they repent, God Who in the beginning also thus gave them the grace will receive them, and giving the light, will call them sons again.
38. Εἰ τοίνυν οὕτω καὶ τὸν Σωτῆρα λέγουσι, δειχθήσεται μήτε ἀληθινὸς, μήτε Θεὸς, μήτε Υἱὸς, μήτε ὅμοιος τῷ Πατρὶ, μήτε ὅλως τοῦ εἶναι κατ' οὐσίαν Πατέρα ἔχων τὸν Θεὸν, ἀλλὰ τῆς δοθείσης αὐτῷ μόνης χάριτος, τοῦ δὲ εἶναι κατ' οὐσίαν κτίστην τὸν θεὸν, καθ' ὁμοιότητα τῶν πάντων, ἔχων. Τοιοῦτος δὲ ὢν, οἷον οὗτοι λέγουσι, φανήσεται μᾶλλον μηδὲ ἐξ ἀρχῆς ἐσχηκὼς τὸ ὄνομα Υἱὸς, εἴ γε τοῦτο τῶν ἔργων ἔπαθλον ἔσχε καὶ προκοπῆς, οὐκ ἄλλης ἢ τῆς ὅτε γέγονεν ἄνθρωπος, καὶ τὴν τοῦ δούλου μορφὴν ἀνέλαβε. Τότε γάρ ἐστιν, ὅτε γενόμενος ὑπήκοος μέχρι θανάτου, ὑπερυψῶσθαι λέγεται, καὶ χάριν εἰληφέναι τὸ ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ κάμψῃ πᾶν γόνυ. Τί οὖν ἦν πρὸ τούτου, εἰ νῦν ὑψώθη, καὶ νῦν ἤρξατο προσκυνεῖσθαι, καὶ νῦν Υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄνθρωπος; Φαίνεται γὰρ μηδὲν βελτιώσας αὐτὸς τὴν σάρκα, ἀλλὰ μᾶλλον αὐτὸς δι' αὐτῆς βελτιωθεὶς, εἴ γε κατὰ τὴν κακόνοιαν αὐτῶν τότε ὑψώθη καὶ Υἱὸς ἐλέχθη, ὅτε γέγονεν ἄνθρωπος. Τί οὖν ἦν πρὸ τούτου; Πάλιν γὰρ αὐτοὺς ἐρωτᾷν ἀνάγκη, ἵνα καὶ τὸ τέλος τῆς ἀσεβείας αὐτῶν θεωρηθῇ. Εἰ γάρ ἐστιν ὁ Κύριος Θεὸς, Υἱὸς, Λόγος, οὐκ ἦν δὲ ταῦτα πρὸ τοῦ γένηται ἄνθρωπος· ἢ ἄλλο τι ἦν παρὰ ταῦτα, καὶ ὕστερον τούτων ἐξ ἀρετῆς μετέσχεν, ὥσπερ εἴπαμεν· ἢ τὸ ἕτερον, ὅπερ εἰς τὰς ἐκείνων κεφαλὰς τραπείη, ἀνάγκη λέγειν αὐτοὺς, μηδὲ εἶναι πρὸ τούτου αὐτὸν, ἀλλὰ τὸ ὅλον ἄνθρωπον εἶναι φύσει, καὶ μηδὲν πλέον. Ἀλλ' οὐκ ἔστι τοῦτο τῆς Ἐκκλησίας, τοῦ δὲ Σαμοσατέως ἐστὶ
38. If therefore they speak thus of the Saviour also, He will be shown to be neither true, nor God, nor Son, nor like the Father, nor having God at all as Father of His being according to essence, but of the grace alone that was given to Him, and having God as creator of His being according to essence, after the likeness of all things. And being such as these men say, He will appear rather not even to have had from the beginning the name Son, if indeed He had this as a prize of works and of progress, no other than that when He became man, and took up the form of the servant. For it is then, when having become obedient unto death, that He is said to have been highly exalted, and to have received as a grace the name, that at the name of Jesus every knee should bow. What then was He before this, if He was exalted now, and began to be worshipped now, and was called Son now, when He became man? For He appears to have improved the flesh in nothing Himself, but rather to have been Himself improved through it, if indeed according to their malice He was then exalted and called Son, when He became man. What then was He before this? For it is necessary to ask them again, that the end of their impiety also may be beheld. For if the Lord is God, Son, Word, and was not these things before He became man, either He was something else beside these things, and afterwards partook of these from virtue, as we said; or the other thing, which may it be turned upon their own heads, it is necessary for them to say, that He did not even exist before this, but is altogether man by nature, and nothing more. Yet this is not of the Church, but is of the Samosatene
Notes, col. 89

On the reading

Printed την, for τὴν.

PG 26:92Read from the page
καὶ τῶν νῦν Ἰουδαίων τὸ φρόνημα. Διὰ τί οὖν τὰ ἐκείνων φρονοῦντες, οὐχὶ καὶ ὡς Ἰουδαῖοι περιτέμνονται, ἀλλ' ὑποκρίνονται τὸν Χριστιανισμὸν, καὶ πρὸς αὐτὸν ἔχουσι τὴν μάχην; Εἰ γὰρ οὐκ ἦν, ἢ ἦν μὲν, ἐβελτιώθη δὲ ὕστερον, πῶς δι' αὐτοῦ γέγονε τὰ πάντα, ἢ πῶς ἐν τούτῳ, εἴ γε μὴ τέλειος ἦν, προσέχαιρεν ὁ Πατήρ; Καὶ αὐτὸς δὲ, εἰ νῦν ἐβελτιώθη, πῶς πρὸ τούτου ηὐφραίνετο ἐν προσώπῳ τοῦ Πατρός; Πῶς δὲ, εἰ μετὰ τὸν θάνατον ἔλαβε τὸ προσκυνεῖσθαι, φαίνεται ὁ Ἀβραὰμ αὐτὸν ἐν τῇ σκηνῇ προσκυνῶν καὶ Μωσῆς ἐν τῇ βάτῳ; καὶ, ὡς εἶδε Δανιὴλ, μύριαι μυριάδες καὶ χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ; Πῶς δὲ, εἰ νῦν κατ' αὐτοὺς ἔσχε τὴν βελτίωσιν, τῆς πρὸ κόσμου καὶ τῆς ὑπερκοσμίου δόξης ἑαυτοῦ μνημονεύων ἔλεγεν αὐτὸς ὁ Υἱός· Δόξασόν με σὺ, Πάτερ, τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί. Εἰ δὲ νῦν ὑψώθη κατ' αὐτοὺς, πῶς πρὸ τούτου ἔκλινεν οὐρανοὺς καὶ κατέβη· καὶ πάλιν· Ἔδωκεν ὁ Ὕψιστος φωνὴν αὐτοῦ; Οὐκοῦν εἰ καὶ πρὸ τοῦ τὸν κόσμον γενέσθαι τὴν δόξαν εἶχεν ὁ Υἱὸς, καὶ Κύριος τῆς δόξης ὕψιστός τε ἦν, καὶ ἐξ οὐρανοῦ κατέβη, καὶ ἀεὶ προσκυνητός ἐστιν, οὐκ ἄρα καταβὰς ἐβελτιώθη, ἀλλὰ μᾶλλον ἐβελτίωσεν αὐτὸς τὰ δεόμενα βελτιώσεως· καὶ εἰ τοῦ βελτιῶσαι χάριν καταβέβηκεν, οὐκ ἄρα μισθὸν ἔσχε τὸ λέγεσθαι Υἱὸς καὶ Θεὸς, ἀλλὰ μᾶλλον αὐτὸς υἱοποίησεν ἡμᾶς τῷ Πατρὶ, καὶ ἐθεοποίησε τοὺς ἀνθρώπους γενόμενος αὐτὸς ἄνθρωπος.
and the mind of the present-day Jews. Why then, thinking the things of those men, are they not also circumcised like Jews, but pretend Christianity, and wage war against it? For if He was not, or if He indeed was, but was improved afterwards, how have all things come into being through Him, or how in Him, if indeed He was not perfect, did the Father rejoice? And He Himself also, if He was improved now, how before this did He rejoice before the face of the Father? And how, if after death He received the being worshipped, does Abraham appear worshipping Him in the tent and Moses in the bush? And, as Daniel saw, ten thousand times ten thousand and a thousand thousand ministered unto Him? And how, if now according to them He had the improvement, did the Son Himself say, remembering His glory before the world and above the world: Glorify Thou Me, O Father, with the glory which I had before the world was with Thee? And if He was exalted now according to them, how before this did He bow the heavens and come down; and again: The Most High gave His voice? Therefore if even before the world came into being the Son had the glory, and was Lord of glory and Most High, and came down from heaven, and is always adorable, He was not therefore improved when He came down, but rather He Himself improved the things that stood in need of improvement; and if He has come down for the sake of improving, He did not therefore have as a reward the being called Son and God, but rather He Himself adopted us as sons to the Father, and deified men by becoming man Himself.
39. Οὐκ ἄρα ἄνθρωπος ὢν, ὕστερον γέγονε Θεός· ἀλλὰ Θεὸς ὢν, ὕστερον γέγονεν ἄνθρωπος, ἵνα μᾶλλον ἡμᾶς θεοποιήσῃ. Ἐπεὶ εἰ, ὅτε γέγονεν ἄνθρωπος, τότε Υἱὸς καὶ Θεὸς ἐλέχθη, πρὸ δὲ τοῦ γένηται ἄνθρωπος, υἱοὺς ἔλεγε τοὺς πάλαι λαοὺς ὁ Θεὸς, καὶ Μωσῆν ἐτίθει θεὸν τοῦ Φαραὼ, καὶ ἐπὶ πολλῶν ἡ Γραφή φησιν, Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν· δῆλόν ἐστιν, ὡς μετ' αὐτοὺς καὶ Υἱὸς καὶ Θεὸς οὗτος ἐλέχθη. Πῶς οὖν πάντα δι' αὐτοῦ, καὶ αὐτός ἐστι πρὸ πάντων; Ἢ πῶς πρωτότοκος πάσης τῆς κτίσεως, ἔχων τοὺς πρὸ ἑαυτοῦ κληθέντας υἱοὺς καὶ θεούς; Πῶς δὲ οἱ μέτοχοι πρῶτοι οὐ μετέχουσι Λόγου; οὐκ ἔστιν ἀληθὴς αὕτη δόξα· παρεύρεσίς ἐστι τῶν νῦν ἰουδαϊζόντων. Πῶς γὰρ
39. Not therefore being man, did He afterwards become God; but being God, He afterwards became man, that rather He might deify us. Since if, when He became man, He was then called Son and God, and before He became man, God called the ancient peoples sons, and made Moses a god of Pharaoh, and concerning many the Scripture says, God stood in the synagogue of gods; it is clear that after them He also was called both Son and God. How then are all things through Him, and is He Himself before all things? Or how is He firstborn of all creation, having those before Himself who were called sons and gods? And how do the first partakers not partake of the Word? This opinion is not true; it is a subterfuge of the present-day Judaizers. For how
PG 26:93Read from the page
ὅλως δύνανται τινες ἐπιγνῶναι Πατέρα τὸν Θεόν; οὔτε γὰρ υἱοθεσία γένοιτ' ἂν χωρὶς τοῦ ἀληθινοῦ Υἱοῦ, λέγοντος αὐτοῦ· Οὐδεὶς ἐπιγινώσκει τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν ὁ Υἱὸς ἀποκαλύψῃ. Πῶς δὲ καὶ θεοποίησις γένοιτ' ἂν χωρὶς τοῦ Λόγου, καὶ πρὸ αὐτοῦ, καίτοι λέγοντος αὐτοῦ πρὸς τοὺς ἀδελφοὺς τούτων Ἰουδαίους, Εἰ ἐκείνους θεοὺς εἶπε, πρὸς οὓς ὁ Λόγος τοῦ Θεοῦ ἐγένετο; Εἰ δὲ πάντες ὅσοι υἱοί τε καὶ θεοὶ ἐκλήθησαν, εἴτε ἐπὶ γῆς, εἴτε ἐν οὐρανοῖς, διὰ τοῦ Λόγου υἱοποιήθησαν καὶ ἐθεοποιήθησαν, αὐτὸς δὲ ὁ Υἱός ἐστιν ὁ Λόγος· δῆλον ὅτι δι' αὐτοῦ μὲν οἱ πάντες, αὐτὸς δὲ πρὸ πάντων, μᾶλλον δὲ μόνον αὐτὸς ἀληθινὸς Υἱὸς, καὶ μόνος ἐκ τοῦ ἀληθινοῦ Θεοῦ Θεὸς ἀληθινός ἐστιν, οὐ μισθὸν ἀρετῆς ταῦτα λαβὼν, οὐδὲ ἄλλος ὢν παρὰ ταῦτα, ἀλλὰ φύσει κατ' οὐσίαν ὢν ταῦτα. Γέννημα γὰρ τῆς τοῦ Πατρὸς οὐσίας ὑπάρχει, ὥστε μηδένα ἀμφιβάλλειν, ὅτι καθ' ὁμοιότητα τοῦ ἀτρέπτου Πατρὸς ἄτρεπτός ἐστι καὶ ὁ Λόγος.
at all can some come to know God as Father? For neither could adoption as sons come to pass apart from the true Son, since He Himself says: No one knows the Father, except the Son, and he to whomsoever the Son may reveal Him. And how could deification also come to pass apart from the Word, and before Him, although He Himself says to the brethren of these men, the Jews, If He called them gods, unto whom the Word of God came? And if all as many as were called both sons and gods, whether upon earth or in the heavens, were adopted as sons and deified through the Word, and the Son Himself is the Word, it is clear that through Him indeed are they all, and He Himself is before all, or rather He alone is true Son, and He alone is true God from the true God, not having received these things as a reward of virtue, nor being other than these things, but being these things by nature according to essence. For He is the offspring of the essence of the Father, so that no one may doubt that after the likeness of the immutable Father, immutable is the Word also.
40. Τέως μὲν οὖν, ταῖς περὶ τοῦ Υἱοῦ ἐννοίαις χρώμενοι, οὕτως πρὸς τὰς ἀλόγους αὐτῶν ἐπινοίας, ὡς δέδωκεν αὐτὸς ὁ Κύριος, ἀπηντήσαμεν· καλὸν δὲ καὶ τὰ θεῖα λόγια παραθέσθαι λοιπὸν, ἵν' ἔτι καὶ πλεῖον τοῦ μὲν Υἱοῦ τὸ ἄτρεπτον ἀποδειχθῇ, καὶ ἡ ἀναλλοίωτος αὐτοῦ πατρικὴ φύσις, τούτων δὲ ἡ κακοφροσύνη. Γράφων τοίνυν Φιλιππησίοις ὁ Ἀπόστολός φησι· Τοῦτο φρονείσθω ἐν ὑμῖν, ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος. Ἐταπείνωσεν ἑαυτὸν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. Διὸ καὶ ὁ Θεὸς αὐτὸν ὑπερύψωσε, καὶ ἐχαρίσατο αὐτῷ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα, ἵνα ἐν τῷ ὀνόματι Ἰησοῦ πᾶν γόνυ κάμψῃ ἐπουρανίων, καὶ ἐπιγείων, καὶ καταχθονίων, καὶ πᾶσα γλῶσσα ἐξομολογήσηται, ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός. Τί τούτου λευκότερον καὶ ἀποδεικτικώτερον γένοιτο ἄν; Οὐ γὰρ ἐξ ἐλαττόνων βελτίων γέγονεν· ἀλλὰ μᾶλλον Θεὸς ὑπάρχων τὴν δούλου μορφὴν ἔλαβε, καὶ ἐν τῷ λαβεῖν, οὐκ ἐβελτιώθη, ἀλλ' ἐταπείνωσεν ἑαυτόν. Ποῦ τοίνυν ἐν τούτοις μισθὸς τῆς ἀρετῆς, ἢ ποία προκοπὴ καὶ βελτίωσις ἐν ταπεινώσει; Εἰ γὰρ Θεὸς
40. So far, then, using the notions concerning the Son, we have thus met their irrational inventions, as the Lord Himself has granted; and it is good henceforth to set beside them the divine oracles also, so that even more the immutability of the Son and His unalterable paternal nature may be demonstrated, and the evil-mindedness of these men. Writing, then, to the Philippians, the Apostle says: Let this mind be in you, which was also in Christ Jesus, Who, being in the form of God, did not count it a prize to be equal to God, but emptied Himself, taking the form of a servant, having come to be in the likeness of men, and being found in fashion as a man. He humbled Himself, having become obedient unto death, even the death of the cross. Wherefore God also highly exalted Him, and bestowed upon Him the name which is above every name, that at the name of Jesus every knee should bow, of things in heaven, and things on earth, and things under the earth, and every tongue should confess that Jesus Christ is Lord, unto the glory of God the Father. What could be clearer and more demonstrative than this? For He did not become better from lesser things; but rather, being God, He took the form of a servant, and in the taking, He was not improved, but humbled Himself. Where then in these things is a reward of virtue, or what progress and improvement is there in humiliation? For if, being God
PG 26:96Read from the page
ὢν, γέγονεν ἄνθρωπος, καὶ, ἐξ ὕψους καταβὰς, λέγεται ὑψοῦσθαι, ποῦ ὑψοῦται Θεὸς ὤν; Δήλου ὄντος πάλιν τούτου, ὅτι, τοῦ Θεοῦ ὑψίστου ὄντος, ἐξ ἀνάγκης εἶναι δεῖ καὶ τὸν τούτου Λόγον ὕψιστον. Ποῦ οὖν πλεῖον εἶχεν ὑψωθῆναι ὁ ἐν τῷ Πατρὶ ὢν, καὶ ὅμοιος κατὰ πάντα τοῦ Πατρός; Οὐκοῦν πάσης προσθήκης ἀπροσδεής ἐστι, καὶ οὐκ ἔστιν, ὡς ὑπονοοῦσιν οἱ Ἀρειανοί. Εἰ γὰρ διὰ τὸ ὑψωθῆναι καταβέβηκεν ὁ Λόγος, καὶ ταῦτα γέγραπται· τίς χρεία ἦν ὅλως καὶ ταπεινῶσαι ἑαυτὸν, ἵνα τοῦτο ζητήσῃ λαβεῖν ὅπερ εἶχε; Ποίαν δὲ καὶ χάριν ἔλαβεν ὁ τῆς χάριτος δοτήρ; Ἢ πῶς ἔλαβε τὸ ὄνομα εἰς τὸ προσκυνεῖσθαι, ὁ ἀεὶ ἐν τῷ ὀνόματι αὐτοῦ προσκυνούμενος; Καὶ πρὶν γένηται γοῦν ἄνθρωπος, παρακαλοῦσιν οἱ ἅγιοι· Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με. Καὶ πάλιν· Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις, ἡμεῖς δὲ ἐν ὀνόματι Κυρίου Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· καὶ ὑπὸ μὲν τῶν πατριαρχῶν προσεκυνεῖτο· περὶ δὲ τῶν ἀγγέλων γέγραπται· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ.
being, became man, and, having descended from on high, is said to be exalted, where is He exalted Who is God? For since this again is manifest, that, God being Most High, of necessity His Word also must be Most High. Where then could He Who is in the Father, and like in all things to the Father, be exalted further? Therefore He is in need of no addition whatever, and is not such as the Arians surmise. For if the Word descended in order to be exalted, and these things were written, what need was there at all even to humble Himself, that He might seek to receive that which He had? And what grace did the Giver of grace receive? Or how did He receive the name for being worshipped, Who is always worshipped in His own name? At any rate, even before He became man, the saints entreat: O God, in Thy name save me (Ps. 53:3). And again: These in chariots, and these in horses, but we in the name of the Lord our God shall be magnified (Ps. 19:8); and by the patriarchs indeed He was worshipped, while concerning the angels it is written: And let all the angels of God worship Him (Heb. 1:6; Ps. 96:7).
41. Εἰ δὲ καὶ ὡς ψάλλει Δαυῒδ ἐν τῷ ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ· Πρὸ τοῦ ἡλίου διαμένει τὸ ὄνομα αὐτοῦ, καὶ πρὸ τῆς σελήνης εἰς γενεὰς γενεῶν· πῶς ἐλάμβανεν ὃ εἶχεν ἀεὶ, καὶ πρὶν λαβεῖν νῦν αὐτό; Ἢ πῶς ὑψοῦται, ὁ καὶ πρὶν ὑψωθῆναι ὕψιστος ὤν; Ἢ πῶς ἔλαβε τὸ προσκυνεῖσθαι, ὁ καὶ, πρὶν τοῦτο νῦν λαβεῖν, ἀεὶ προσκυνούμενος; Οὐκ ἔστιν αἴνιγμα, ἀλλὰ μυστήριον θεῖον· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος· δι' ἡμᾶς δὲ ὕστερον οὗτος ὁ Λόγος σὰρξ ἐγένετο· καὶ τὸ λεγόμενον νῦν, ὑπερύψωσεν, οὐ τὴν οὐσίαν τοῦ Λόγου ὑψουμένην σημαίνει· ἦν γὰρ ἀεὶ καὶ ἔστιν ἴσα Θεῷ· ἀλλὰ τῆς ἀνθρωπότητός ἐστιν ἡ ὕψωσις. Οὐ πρὶν γοῦν εἴρηται ταῦτα, εἰ μὴ ὅτε γέγονε σὰρξ ὁ Λόγος, ἵνα γένητα φανερὸν, ὅτι τὸ, ἐταπείνωσε, καὶ τὸ, ὑπερύψωσεν ἐπὶ τοῦ ἀνθρωπίνου λέγεται· οὗ γάρ ἐστι τὸ ταπεινὸν, τούτου καὶ τὸ ὑψωθῆναι ἂν εἴη· καὶ εἰ διὰ τὴν πρόσληψιν τῆς σαρκὸς τὸ, ἐταπείνωσε, γέγραπται, δῆλόν ἐστιν, ὅτι καὶ τὸ, ὑπερύψωσε, δι' αὐτήν ἐστι. Τούτου γὰρ ἦν ἐνδεὴς ὁ ἄνθρωπος διὰ τὸ ταπεινὸν τῆς σαρκὸς καὶ τοῦ θανάτου. Ἐπεὶ οὖν εἰκὼν ὢν τοῦ Πατρὸς, καὶ ἀθάνατος ὢν ὁ Λόγος, ἔλαβε τὴν τοῦ δούλου μορφὴν, καὶ ὑπέμεινε δι' ἡμᾶς ὡς ἄνθρωπος ἐν τῇ ἑαυτοῦ σαρκὶ τὸν θάνατον, ἵν' οὕτως ἑαυτὸν ὑπὲρ ἡμῶν διὰ τοῦ θανάτου προσενέγκῃ τῷ
41. And if, as David also sings in the seventy-first Psalm, Before the sun His name abides, and before the moon unto generations of generations (Ps. 71:17, 5), how did He receive what He always had, even before receiving it now? Or how is He exalted, Who even before being exalted was Most High? Or how did He receive being worshipped, Who even before receiving this now was always worshipped? It is no riddle, but a divine mystery: In the beginning was the Word, and the Word was with God, and the Word was God (John 1:1); and afterwards for our sakes this Word became flesh; and what is now said, He highly exalted, does not signify that the essence of the Word was exalted—for He always was and is equal to God—but the exaltation belongs to the humanity. Accordingly these things were not spoken before, save when the Word became flesh, that it might become manifest that the words He humbled and He highly exalted are spoken of the human nature; for where the lowly is, to that also belongs being exalted; and if because of the assumption of the flesh the word He humbled is written, it is plain that the word He highly exalted is also because of it. For of this man stood in need because of the lowliness of the flesh and of death. Since, therefore, the Word, being the image of the Father and being immortal, took the form of a servant, and endured death for our sakes as man in His own flesh, that thus He might offer Himself for us through death to the
Notes, col. 96

On the reading

Printed γένητα, for γένηται.