Migne Reading Room

PG 26 · cols. 133–144 · Read from the page

First Oration against the Arians

First Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:133Read from the page
ὁ δημιουργῶν, ἄλλα δὲ τὰ δημιουργήματα· καὶ ὁ μὲν Θεός ἐστι, τὰ δὲ γενητά ἐστιν ἐξ οὐκ ὄντων πεποιημένα. Τὸ γὰρ λεγόμενον νῦν, αὐτοὶ ἀπολοῦνται, οὐχ ὡς εἰς ἀπώλειαν ἐσομένης τῆς κτίσεώς φησιν, ἀλλ' ἵνα ἀπὸ τοῦ τέλους τὴν τῶν γενητῶν δείξῃ φύσιν. Τὰ γὰρ δυνάμενα ἀπολέσθαι, κἂν μὴ ἀπόληται διὰ τὴν χάριν τοῦ πεποιηκότος ταῦτα, ὅμως ἐξ οὐκ ὄντων γέγονε, καὶ τὸ μὴ εἶναί ποτε αὐτὰ μαρτυρεῖται. Διὰ τοῦτο γοῦν ὡς τούτων τοιαύτην ἐχόντων τὴν φύσιν, λέγεται ἐπὶ τοῦ Υἱοῦ τὸ, Σὺ δὲ διαμένεις, ἵνα τὸ ἀΐδιον αὐτοῦ δειχθῇ· οὐ γὰρ ἔχων τὸ δύνασθαι ἀπολέσθαι, ὥσπερ ἔχει τὰ γενητὰ, ἔχων δὲ τὸ διαμένειν ἀεὶ, ἀλλότριον μέν ἐστιν αὐτοῦ τὸ λέγεσθαι, Οὐκ ἦν, πρὶν γεννηθῇ, ἴδιον δὲ τὸ ἀεὶ εἶναι, καὶ συνδιαμένειν σὺν τῷ Πατρί. Εἰ μὲν οὖν μὴ ταῦτα γράψας ἦν ὁ Ἀπόστολος ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, κἂν ἐκ τῶν ἄλλων Ἐπιστολῶν αὐτοῦ, καὶ πάσης τῆς Γραφῆς ἀληθῶς ἐκωλύοντό τι τοιοῦτον φαντάζεσθαι περὶ τοῦ Λόγου· ἐπειδὴ δὲ αὐτός τε ἔγραψε, καὶ ἐν τοῖς ἔμπροσθεν δέδεικται γέννημα τῆς τοῦ Πατρὸς οὐσίας ὢν ὁ Υἱός· καὶ αὐτὸς μὲν δημιουργὸς, τὰ δὲ δημιουργεῖται παρ' αὐτοῦ· καὶ αὐτὸς μὲν ἀπαύγασμα καὶ Λόγος, καὶ εἰκὼν, καὶ σοφία τοῦ Πατρός ἐστι, τὰ δὲ γενητὰ κάτω που τῆς Τριάδος ἐστὶ παραστήσοντα καὶ δουλεύοντα· ἑτερογενὴς ἄρα καὶ ἑτερούσιός ἐστιν ὁ Υἱὸς τῶν γενητῶν, καὶ μᾶλλον τῆς τοῦ Πατρὸς οὐσίας ἴδιος καὶ ὁμοφυὴς τυγχάνει. Διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Υἱὸς οὐκ εἴρηκεν, Ὁ Πατήρ μου κρείττων μοῦ ἐστιν, ἵνα μὴ ξένον τις τῆς ἐκείνου φύσεως αὐτὸν ὑπολάβοι· ἀλλὰ μείζων εἶπεν, οὐ μεγέθει τινὶ, οὐδὲ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ αὐτοῦ τοῦ Πατρὸς γέννησιν· πλὴν τῆς οὐσίας ἰδιότητα
while the things created are other; and the One is God, while things originate are made out of nothing. For what is now said, they shall perish, he says not as though the creation were destined for destruction, but that from the end he may show the nature of things originate. For things that are able to perish, even though they do not perish because of the grace of Him Who made them, nevertheless have come into being out of nothing, and themselves bear witness that once they were not. On this account, then, since these have such a nature, it is said in the case of the Son, But Thou remainest, that His eternity may be shown; for not having the capacity to perish, as things originate have, but having eternal permanence, it is foreign to Him that it should be said, He was not before He was begotten, while it is proper to Him always to be, and to remain together with the Father. Even if, therefore, the Apostle had not written these things in the Epistle to the Hebrews, yet from his other Epistles, and from the whole of Scripture, they would truly be prevented from imagining any such thing concerning the Word; but since he himself wrote this, and in what precedes the Son has been shown to be the offspring of the Father's substance; and He Himself is Creator, while the others are created by Him; and He Himself is the radiance and Word, and image, and wisdom of the Father, while things originate stand somewhere below the Triad to attend and serve: therefore the Son is of a different kind and of a different substance from things originate, and rather happens to be proper to the Father's substance and of the same nature. For on this account the Son Himself also has not said, My Father is better than I, lest anyone should suppose Him foreign to His nature; but He said greater (John 14:28), not in some size, nor in time, but because of His generation from the Father Himself; moreover, the propriety of substance.
59. Καὶ ὁ Ἀπόστολος δὲ αὐτὸς οὐ την οὐσίαν τοῦ Λόγου προηγουμένως συγκρῖναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· ἀσύγκριτος γὰρ, μᾶλλον δὲ ἄλλο καὶ ἄλλο ἐστίν· ἀλλὰ πρὸς τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ Λόγου βλέπων καὶ τὴν τότε παρ' αὐτοῦ γενομένην οἰκονομίαν, ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον
59. And the Apostle himself also, not wishing primarily to compare the substance of the Word with things originate, said, Having become so much better than the angels; for He is incomparable, or rather is altogether different; but looking to the incarnate sojourn of the Word and the dispensation then accomplished by Him, he wished to show that He is not like
Notes, col. 133

On the reading

Printed την, for τὴν.

PG 26:136Read from the page
τοῖς πρότερον· ἵνα, ὅσῳ τῇ φύσει διαφέρει τῶν προαποσταλέντων παρ' αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παρ' αὐτοῦ καὶ δι' αὐτοῦ γενομένη χάρις κρείττων τῆς δι' ἀγγέλων διακονίας γένηται. Δούλων μὲν γὰρ ἦν ἀπαιτεῖν μόνον τοὺς καρπούς· Υἱοῦ δὲ καὶ δεσπότου χαρίσασθαι τὰς ὀφειλὰς, καὶ μεταθεῖναι τὸν ἀμπελῶνα. Καὶ τὰ ἐπιφερόμενα γοῦν παρὰ τοῦ Ἀποστόλου δείκνυσι τὴν διαφορὰν τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ λέγοντος· Διὰ τοῦτο δεῖ περισσοτέρως προσέχειν ἡμᾶς τοῖς ἀκουσθεῖσι, μήποτε παραῤῥυῶμεν. Εἰ γὰρ ὁ δι' ἀγγέλων λαληθεὶς λόγος ἐγένετο βέβαιος, καὶ πᾶσα παράβασις καὶ παρακοὴ ἔλαβεν ἔνδικον μισθαποδοσίαν· πῶς ἡμεῖς ἐκφευξόμεθα, τηλικαύτης ἀμελήσαντες σωτηρίας; ἥτις, ἀρχὴν λαβοῦσα λαλεῖσθαι διὰ τοῦ Κυρίου ὑπὸ τῶν ἀκουσάντων, εἰς ἡμᾶς ἐβεβαιώθη. Εἰ δὲ τῶν γενητῶν εἷς ἦν ὁ Υἱὸς, οὐ κρείττων αὐτῶν ἦν, οὔτε ἐν τῇ παρακοῇ τὸ μεῖζον τῆς τιμωρίας δι' αὐτὸν ἀπέκειτο. Οὐδὲ γὰρ ἐν τῇ διακονίᾳ τῶν ἀγγέλων ἐνῆν καθ' ἕκαστον αὐτῶν τὸ μεῖζον καὶ ἔλαττον ἐν τοῖς παραβαίνουσιν· ἀλλ' εἷς ἦν ὁ νόμος, καὶ μία ἡ κατὰ τῶν παραβαινόντων ἐκδικία. Ἐπειδὴ δὲ οὐκ ἔστι τῶν γενητῶν ὁ Λόγος, ἀλλ' Υἱὸς τοῦ Πατρὸς, διὰ τοῦτο ὅσῳ κρείττων αὐτὸς, καὶ τὰ δι' αὐτοῦ κρείττονα καὶ παρηλλαγμένα ἐστὶ, τοσούτῳ καὶ ἡ τιμωρία χείρων γένοιτο. Θεασάσθωσαν γοῦν τὴν διὰ τοῦ Υἱοῦ χάριν, καὶ ἐπιγνώτωσαν καὶ ἐκ τῶν ἔργων μαρτυρούμενον αὐτὸν, ὅτι τῶν μὲν γενητῶν ἄλλος ἐστὶ, μόνος δὲ αὐτὸς Υἱὸς ἀληθινὸς ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν αὐτῷ. Ὁ νόμος δὲ δι' ἀγγέλων ἐλαλήθη, καὶ οὐδένα τετελείωκε δεόμενος τῆς τοῦ Λόγου ἐπιδημίας, ὡς εἴρηκεν ὁ Παῦλος. Ἡ δὲ τοῦ Λόγου ἐπιδημία τετελείωκε τὸ ἔργον τοῦ Πατρός. Καὶ τότε μὲν ἀπὸ Ἀδὰμ μέχρι Μωϋσέως ὁ θάνατος ἐβασίλευσεν· ἡ δὲ τοῦ Λόγου παρουσία κατήργησε τὸν θάνατον· καὶ οὐκέτι μὲν ἐν τῷ Ἀδὰμ πάντες ἀποθνήσκομεν· ἐν δὲ τῷ Χριστῷ πάντες ζωοποιούμεθα. Καὶ τότε μὲν ἀπὸ Δὰν μέχρι Βηρσαβεὲ ὁ νόμος κατηγγέλλετο, καὶ ἐν μόνῃ τῇ Ἰουδαίᾳ γνωστὸς ἦν ὁ Θεός· νῦν δὲ εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ πᾶσα ἡ γῆ πεπλήρωται τῆς περὶ Θεοῦ γνώσεως, οἵ τε μαθηταὶ ἐμαθήτευσαν πάντα τὰ ἔθνη, καὶ πεπλήρωται νῦν τὸ γεγραμμένον· Ἔσονται πάντες διδακτοὶ Θεοῦ. Καὶ τότε μὲν τύπος ἦν τὰ δεικνύμενα· ἄρτι δὲ ἡ
to those before Him: so that, by as much as He differs in nature from those sent beforehand by Him, by so much and more the grace that came from Him and through Him might be better than the ministry through angels. For it belonged to servants only to demand the fruits; whereas it belonged to the Son and Master to forgive the debts, and to transfer the vineyard. And certainly what is subjoined by the Apostle shows the difference of the Son towards things originate, when he says: Therefore we ought to give the more earnest heed to the things that were heard, lest haply we drift away. For if the word spoken through angels proved steadfast, and every transgression and disobedience received a just recompense of reward; how shall we escape, if we neglect so great a salvation? which, having at the first been spoken through the Lord, was confirmed unto us by those who heard (Heb. 2:1-3). Now if the Son were one of things originate, He would not be better than they, nor would a greater punishment have been laid up in disobedience on His account. For neither in the ministry of the angels was there according to each of them a greater and a lesser punishment among those who transgressed; but the law was one, and one the vengeance against the transgressors. But since the Word is not of things originate, but Son of the Father, therefore by as much as He Himself is better, and the things through Him are better and distinct, by so much also would the punishment be worse. Let them behold, therefore, the grace through the Son, and let them recognize Him witnessed to even from His works, that He is other than things originate, and He alone is true Son in the Father, and the Father in Him. And the law was spoken through angels, and perfected no one, needing the sojourn of the Word, as Paul has said. But the sojourn of the Word has perfected the work of the Father. And then, from Adam until Moses, death reigned; whereas the presence of the Word abolished death; and no longer in Adam do we all die, but in Christ we are all made alive. And then, from Dan to Beersheba the law was proclaimed, and in Judaea alone was God known (Ps. 75:2); whereas now into all the earth their voice has gone out, and all the earth has been filled with the knowledge of God, and the disciples made disciples of all the nations, and now is fulfilled that which is written: They shall all be taught of God (Isa. 54:13; John 6:45). And then the things shown were a type; whereas now the
Notes, col. 136

On the reading

Printed προαποσταλέντων, for προαποσταλέντων.

Printed παρακοὴ, for παρακοὴ.

PG 26:137Read from the page
ἀλήθεια πεφανέρωται· καὶ τοῦτο πάλιν αὐτὸς ὁ Ἀπόστολος μετὰ ταῦτα φανερώτερον ἐξηγεῖται λέγων· Κατὰ τοσοῦτον κρείττονος Διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς· καὶ πάλιν· Νῦν δὲ διαφορωτέρας τετύχηκε λειτουργίας, ὅσῳ καὶ κρείττονός ἐστι Διαθήκης μεσίτης, ἥτις ἐπὶ κρείττοσιν ἐπαγγελίαις νενομοθέτηται· καὶ, Οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος. Καὶ αὖθίς φησιν· Ἀνάγκη οὖν τὰ μὲν ὑποδείγματα τῶν ἐν τοῖς οὐρανοῖς τούτοις καθαρίζεσθαι· αὐτὰ δὲ τὰ ἐπουράνια κρείττοσι θυσίαις παρὰ ταύτας. Τὸ ἄρα κρεῖττον καὶ νῦν καὶ δι' ὅλων τῷ Κυρίῳ ἀνατίθησι, τῷ κρείττονι καὶ ἄλλῳ παρὰ τὰ γενητὰ τυγχάνοντι. Κρείττων γὰρ ἡ δι' αὐτοῦ θυσία· κρείττων ἡ ἐν αὐτῷ ἐλπίς· καὶ αἱ δι' αὐτοῦ ἐπαγγελίαι, οὐχ ὡς πρὸς μικρὰ μεγάλαι συγκρινόμεναι, ἀλλ' ὡς ἄλλαι πρὸς ἄλλα τὴν φύσιν τυγχάνουσαι· ἐπεὶ καὶ ὁ ταῦτα οἰκονομήσας κρείττων τῶν γενητῶν ἐστι.
truth has been manifested; and this again the Apostle himself afterwards explains more clearly, saying: By so much has Jesus become the surety of a better Covenant (Heb. 7:22); and again: But now He has obtained a more excellent ministry, by how much also He is the mediator of a better Covenant, which has been enacted upon better promises (Heb. 8:6); and, For the law perfected nothing, but was the bringing in of a better hope (Heb. 7:19). And again he says: It was necessary therefore that the copies of the things in the heavens should be cleansed with these, but the heavenly things themselves with better sacrifices than these (Heb. 9:23). The word better, therefore, both now and throughout, he ascribes to the Lord, Who happens to be better and other than things originate. For better is the sacrifice through Him; better the hope in Him; and the promises through Him, not as great things compared with small, but as being other in nature towards other things; since He also Who dispensed these things is better than things originate.
60. Καὶ τὸ λεγόμενον πάλιν, γέγονεν ἔγγυος, τὴν ὑπὲρ ἡμῶν ἐγγύην τὴν παρ' αὐτοῦ γενομένην σημαίνει. Ὡς γὰρ Λόγος ὢν, σὰρξ ἐγένετο, καὶ τὸ γενέσθαι τῇ σαρκὶ λογιζόμεθα· (γενητὴ γάρ ἐστιν αὕτη καὶ κτιστὴ τυγχάνει οὖσα·) οὕτω καὶ ἐνταῦθα τὸ, γέγονεν, ἵνα τοῦτο κατὰ δεύτερον σημαινόμενον ἐκλάβωμεν, διὰ τὸ γενέσθαι αὐτὸν ἄνθρωπον, καὶ γνῶσιν οἱ φιλονεικοῦντες, ὅτι καὶ ἀπὸ ταύτης τῆς κακονοίας ἑαυτῶν ἐκπίπτουσιν, ἀκουέτωσαν, ὅτι οὐ τὴν οὐσίαν αὐτοῦ γεγενῆσθαι σημαίνει ὁ Παῦλος, ὁ εἰδὼς αὐτὸν Υἱὸν καὶ Σοφίαν, καὶ ἀπαύγασμα, καὶ εἰκόνα τοῦ Πατρὸς, ἀλλ' εἰς τὴν τῆς Διαθήκης διακονίαν τὸ γενέσθαι καὶ νῦν λογίζεται, καθ' ἣν ὁ ποτὲ βασιλεύων θάνατος κατηργήθη. Καὶ γὰρ καὶ κατὰ τοῦτο κρείττων ἡ δι' αὐτοῦ διακονία γέγονεν, ὅτι καὶ τὸ ἀδύνατον τοῦ νόμου, ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκὸς, ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, ἐκστήσας ἀπ' αὐτῆς τὸ παράπτωμα, ἐν ᾧ διαπαντὸς ἠχμαλωτίζετο, ὥστε μὴ δέχεσθαι τὸν θεῖον νοῦν. Τὴν δὲ σάρκα δεκτικὴν τοῦ Λόγου κατασκευάσας, ἐποίησεν ἡμᾶς μηκέτι κατὰ σάρκα περιπατεῖν, ἀλλὰ κατὰ πνεῦμα, καὶ πολλάκις λέγειν· Ἡμεῖς δὲ οὐκ ἐσμὲν ἐν σαρκὶ, ἀλλ' ἐν πνεύματι· καὶ, Ὅτι ἦλθεν ὁ τοῦ Θεοῦ Υἱὸς εἰς τὸν κόσμον, οὐχ ἵνα κρίνῃ τὸν κόσμον, ἀλλ' ἵνα πάντας λυτρώσηται, καὶ σωθῇ ὁ κόσμος δι' αὐτοῦ. Τότε μὲν γὰρ ὡς ὑπεύθυνος ὁ κόσμος ἐκρίνετο ὑπὸ τοῦ νόμου· ἄρτι δὲ ὁ Λόγος εἰς ἑαυτὸν
60. And again, what is said, He has become the surety, signifies the pledge on our behalf which came to pass from Him. For as, being the Word, He became flesh, and we ascribe the coming into being to the flesh (for this is originate and happens to be created), so also here let them hear—that we may take this word, He has become, according to a second meaning, on account of His having become man, and that those who are contentious may know that they fall away from this malice of theirs also—that Paul does not signify that His substance has come into being, knowing Him to be Son and Wisdom, and radiance, and image of the Father, but even now reckons the coming into being to the ministry of the Covenant, according to which death, which once reigned, was abolished. For according to this also has the ministry through Him become better, because what the law could not do, in that it was weak through the flesh, God, sending His own Son in the likeness of sinful flesh and for sin, condemned sin in the flesh (Rom. 8:3), removing from it the trespass, in which it was continually held captive, so as not to receive the divine mind. And having rendered the flesh receptive of the Word, He made us to walk no longer according to the flesh, but according to the Spirit (Rom. 8:4), and often to say: But we are not in the flesh, but in the Spirit (Rom. 8:9); and, That the Son of God came into the world, not that He might judge the world, but that He might redeem all, and that the world might be saved through Him (John 3:17). For then the world, as being under liability, was judged by the law; whereas now the Word into Himself
PG 26:140Read from the page
ἐδέξατο τὸ κρῖμα, καὶ τῷ σώματι παθὼν ὑπὲρ πάντων, σωτηρίαν τοῖς πᾶσιν ἐχαρίσατο. Τοῦτο δὲ βλέπων κέκραγεν Ἰωάννης· Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Κρείττων δὲ ἡ χάρις ἢ ὁ νόμος, καὶ ἡ ἀλήθεια παρὰ τὴν σκιάν.
received the judgement, and having suffered in the body for all, bestowed salvation upon all. And seeing this, John has cried out: The law was given through Moses; grace and truth came through Jesus Christ (John 1:17). And better is grace than the law, and truth than the shadow.
61. Τὸ οὖν, κρείττων, ὥσπερ εἴρηται, οὐχ οἷόν τε ἦν δι' ἑτέρου τινὸς γενέσθαι ἢ διὰ τοῦ Υἱοῦ, τοῦ καθημένου ἐν δεξιᾷ τοῦ Πατρός. Τί δὲ τοῦτο σημαίνει, ἢ τὸ γνήσιον τοῦ Υἱοῦ, καὶ τὴν θεότητα τοῦ Πατρὸς ταύτην εἶναι τοῦ Υἱοῦ; Τήν τε γὰρ τοῦ Πατρὸς βασιλείαν βασιλεύων ὁ Υἱὸς, ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ κάθηται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, Θεός ἐστιν ὁ Λόγος, καὶ ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα· καὶ οὕτως εἷς Θεός ἐστιν. Ἐκ δεξιῶν γοῦν καθήμενος, ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα· ἀλλ' ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει, καὶ λέγει· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Διὰ τοῦτο γὰρ καὶ καθήμενος ἐκ δεξιῶν ὁ Υἱὸς ὁρᾷ τὸν Πατέρα καὶ αὐτὸς ἐκ δεξιῶν, κἂν ὡς ἄνθρωπος γενόμενος λέγῃ· Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. Δείκνυται γὰρ πάλιν καὶ ἐν τούτῳ, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Δεξιοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἐν τῷ δεξιῷ ἐστιν ὁ Υἱός· καὶ καθημένου τοῦ Υἱοῦ ἐκ δεξιῶν, ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ. Καὶ οἱ μὲν ἄγγελοι διακονοῦσιν ἀνερχόμενοι καὶ κατερχόμενοι· περὶ δὲ τοῦ Υἱοῦ φησι· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ ὅτε μὲν ἄγγελοι διακονοῦσι, λέγουσιν ὅτι, Ἀπεστάλην πρὸς σέ· καὶ, Κύριος ἐνετείλατο· ὁ δὲ Υἱὸς, κἂν λέγῃ ἀνθρωπίνως, ὅτι, Ἀπεστάλην, καὶ ἔρχεται τὸ ἔργον τελειῶσαι καὶ διακονῆσαι, λέγει ὅμως, ὡς Λόγος καὶ εἰκὼν ὑπάρχων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· καὶ, Ὁ Πατὴρ ἐν ἐμοὶ μένων, αὐτὸς τὰ ἔργα ποιεῖ· ἃ γὰρ ἐν τῇ εἰκόνι τις ταύτῃ θεωρεῖ, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα. Ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς αὐτὴν τὴν ἀλήθειαν· εἰ δ' ὅτι γέγραπται, γενόμενος κρείττων, τὸ, γενόμενος, οὐ θέλουσιν, ὡς περὶ Υἱοῦ λεγόμενον, ἴσον ἀκοῦσαι, γεγενῆσθαι, καὶ, ἔστιν, ἢ διὰ τὸ
61. The word better, therefore, as has been said, could not have come to pass through anyone else than through the Son, Who sits at the right hand of the Father. And what does this signify, except the genuineness of the Son, and that the Godhead of the Father is the same as that of the Son? For reigning in the Father's kingdom, the Son sits upon the same throne with the Father, and being contemplated in the Father's Godhead, the Word is God, and he who sees the Son sees the Father; and thus God is one. Sitting therefore at the right hand, He does not put the Father on the left; but whatever is right and honourable in the Father, this the Son also has, and says: All things whatsoever the Father has are Mine (John 16:15). For on this account also the Son, sitting at the right hand, Himself sees the Father at the right hand, even though as having become man He says: I foresaw my Lord always before me, because He is at my right hand, that I may not be shaken (Ps. 15:8). For it is shown again in this also, that the Son is in the Father and the Father in the Son. For the Father being on the right, the Son is in Him Who is on the right; and as the Son sits at the right hand, the Father is in the Son. And the angels indeed minister ascending and descending; whereas concerning the Son he says: And let all the angels of God worship Him (Heb. 1:6); and when angels minister, they say, I was sent to you; and, The Lord commanded; whereas the Son, even though He says humanly, I was sent, and comes to finish the work and to minister, says nevertheless, as being the Word and image: I am in the Father, and the Father is in Me (John 14:10); and, He who has seen Me has seen the Father (John 14:9); and, The Father abiding in Me, He Himself does the works (John 14:10); for the things that one beholds in this image, these are the works of the Father. These things, therefore, are sufficient to put to shame those who fight against the truth itself; but if, because it is written, having become better, they are unwilling to hear the word, having become, as spoken concerning the Son, as equivalent to, having been begotten, and, He is, or on account of
PG 26:141Read from the page
γεγενῆσθαι τὴν κρείττονα διακονίαν τὸ, γενόμενος, λαβεῖν καὶ νοεῖν, ὥσπερ εἴπομεν· ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον· εἰρημένων ἐπελάθοντο.
the better ministry having come to pass, to take and understand the word, having become, just as we said; but suppose from this expression that the Word has been called originate: they have forgotten what was said.
62. Εἰ μὲν ἐκ τῶν ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπ' αὐτοῦ ὡς ἐπ' ἐκείνων τὸ, γενόμενος, καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω· ἀλλ' ἔστωσαν ἢ καὶ οὗτοι υἱοὶ, ἢ κἀκεῖνος ἄγγελος, καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρός· ἢ μετὰ πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς λειτουργικὸν πνεῦμα εἰς διακονίαν ἀποστελλόμενος καὶ αὐτὸς ὁμοίως ἐκείνων. Εἰ δὲ διίστησιν ὁ Παῦλος τὸν Υἱὸν ἀπὸ τῶν γενητῶν, λέγων· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ; καὶ οὗτος μὲν δημιουργεῖ τὸν οὐρανὸν καὶ τὴν γῆν, αὐτοὶ δὲ παρ' αὐτοῦ γίνονται· καὶ αὐτὸς μὲν μετὰ τοῦ Πατρὸς καθέζεται, οἱ δὲ παρεστήκασι λειτουργοῦντες· τίνι πάλιν οὐκ ἔστι φανερὸν, ὅτι οὐκ ἐπὶ τῆς οὐσίας τοῦ Λόγου ἔλεγε τὸ, γενόμενος, ἀλλ' ἐπὶ τῆς δι' αὐτοῦ γενομένης διακονίας; Ὡς γὰρ Λόγος ὢν, γέγονε σὰρξ, οὕτω, γενόμενος ἄνθρωπος, γέγονε τοσούτῳ κρείττων ἐν τῇ διακονίᾳ τῆς διὰ τῶν ἀγγέλων γενομένης διακονίας, ὅσῳ διαφέρει δούλων υἱὸς, καὶ δὲ δημιουργὸς τῶν δημιουργουμένων· ὥστε παυσάσθωσαν ἐπὶ τῆς οὐσίας τοῦ Υἱοῦ λαμβάνειν τὸ, γενόμενος· οὐκ ἔστι γὰρ τῶν γενητῶν· καὶ γνώτωσαν, ὅτι τῆς διακονίας καὶ τῆς γενομένης οἰκονομίας σημαντικόν ἐστι τὸ, γενόμενος. Πῶς δὲ γέγονε κρείττων ἐν τῇ διακονίᾳ, κρείττων ὢν τῇ φύσει παρὰ τὰ γενητὰ, δείκνυσι τὰ προειρημένα, καὶ ἡγοῦμαι μὲν κἂν οὕτως αὐτοὺς αἰσχύνεσθαι. Ἂν δ' ἄρα φιλονεικῶσιν, ἀκόλουθον ἂν εἴη πρὸς τὴν ἀλόγιστον αὐτῶν τόλμαν ὁμόσε χωρῆσαι τούτοις, καὶ τὰ ὅμοια ῥητὰ περὶ αὐτοῦ τοῦ Πατρὸς εἰρημένα ἀντιθεῖναι τούτοις, ἵνα ἢ δυσωπηθέντες παύσωσιν ἑαυτῶν τὴν γλῶτταν ἀπὸ κακῶν, ἢ γνῶσιν εἰς ὅσον βάθος εἰσὶν ἀνοίας. Γέγραπται τοίνυν· Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς, τοῦ σῶσαί με· καὶ πάλιν· Ἐγένετο Κύριος καταφυγὴ τῷ πένητι· καὶ ὅσα τοιαῦτα ἐν ταῖς θείαις Γραφαῖς εὑρίσκεται. Εἰ μὲν οὖν εἰς τὸν Υἱὸν εἰρῆσθαι ταῦτα λέγουσιν, ὃ καὶ τάχα καὶ μᾶλλον ἀληθές ἐστιν· ἐπιγνώτωσαν, ὅτι μὴ ὄντα γενητὸν αὐτὸν ἀξιοῦσι γενέσθαι βοηθὸν ἑαυτοῖς καὶ οἶκον καταφυγῆς οἱ
62. If indeed the Son is of the angels, let the word, having become, be used in His case also as in theirs, and let Him differ nothing from them according to nature; but let either these also be sons, or He also an angel, and in common let them all sit at the right hand of the Father; or with them all let the Son also stand by as a ministering spirit sent forth for ministry (Heb. 1:14), Himself also in like manner as they. But if Paul sets the Son apart from things originate, saying: For to which of the angels did He ever say: Thou art My Son? (Heb. 1:5) and He creates the heaven and the earth, while they come into being from Him; and He sits with the Father, while they stand by ministering: to whom again is it not manifest that he did not say the word, having become, of the substance of the Word, but of the ministry that came to pass through Him? For as, being the Word, He became flesh, so, having become man, He has become by so much better in His ministry than the ministry that came to pass through the angels, by how much a son differs from servants, and the Creator from the things created; so let them cease taking the word, having become, of the substance of the Son—for He is not of things originate—and let them know that the word, having become, is significative of the ministry and of the dispensation that came to pass. And how He has become better in the ministry, being better by nature than things originate, what has been said before shows, and I think that even so they are put to shame. But if after all they are contentious, it would be fitting against their irrational audacity to come to close quarters with them, and to set against them the similar expressions spoken concerning the Father Himself, so that either, being put to shame, they may stay their tongue from evil, or may know into what a depth of folly they have fallen. It is written, therefore: Become to me a protecting God, and a house of refuge, to save me (Ps. 30:3); and again: The Lord became a refuge for the poor (Ps. 9:10); and whatever such things are found in the divine Scriptures. If, therefore, they say that these things have been spoken with reference to the Son, which perhaps is even more true, let them recognize that they ask Him, Who is not originate, to become a helper to them and a house of refuge, the
PG 26:144Read from the page
ἅγιοι· καὶ λοιπὸν τὸ, γενόμενος, καὶ τὸ, ἐποίησε, καὶ τὸ, ἔκτισεν, εἰς τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν λαμβανέτωσαν. Τότε γὰρ γέγονε βοηθὸς καὶ οἶκος κατα-
saints; and henceforth the expression, having become, and the expression, He made, and the expression, He created, let them take as referring to His incarnate presence. For then He became a helper and a house of ref-
63. Ἂν δὲ εἰς τὸν Πατέρα λέγωσιν εἰρῆσθαι τὰ ῥητὰ, ἆρ' ἐπειδὴ καὶ ἐνταῦθα γέγραπται τὸ, γενοῦ, καὶ τὸ, ἐγένετο, τοσούτῳ ἐπιχειρήσουσιν, ὥστε εἰπεῖν γενητὸν εἶναι τὸν Θεόν; Ναὶ τολμήσουσιν, ὥσπερ καὶ περὶ τοῦ Λόγου αὐτοῦ τοιαῦτα διαλογίζονται· φέρει γὰρ αὐτοὺς ἡ ἀκολουθία τοιαῦτα καὶ περὶ τοῦ Πατρὸς ὑπονοεῖν, οἷα καὶ περὶ τοῦ Λόγου αὐτοῦ φαντάζονται. Ἀλλὰ μὴ γένοιτο μηδὲ εἰς νοῦν ποτέ τινος τῶν πιστῶν ἐλθεῖν τὸ τοιοῦτον! Οὔτε γὰρ ὁ Υἱὸς τῶν γενητῶν ἐστιν, οὔτε τὸ γεγραμμένον καὶ τὸ λεγόμενον ὧδε, γενοῦ, καὶ, ἐγένετο, ἀρχὴν τοῦ εἶναι σημαίνει, ἀλλὰ τὴν γενομένην βοήθειαν τοῖς δεομένοις. Ὁ μὲν γὰρ Θεὸς ἀεὶ καὶ ὁ αὐτός ἐστιν· οἱ δὲ ἄνθρωποι μετὰ ταῦτα γεγόνασι διὰ τοῦ Λόγου, ὅτε αὐτὸς ὁ Πατὴρ ἠθέλησε· καὶ ἔστιν ὁ Θεὸς ἀόρατος καὶ ἀπρόσιτος τοῖς γενητοῖς, καὶ μάλιστα τοῖς ἐπὶ γῆς ἀνθρώποις. Ὅταν τοίνυν ἀσθενοῦντες οἱ ἄνθρωποι παρακαλῶσιν, ὅταν διωκόμενοι δέωνται βοηθείας, ὅταν ἀδικούμενοι προσεύχωνται· τότε φιλάνθρωπος ὢν ὁ ἀόρατος ἐπιφαίνεται διὰ τῆς ἑαυτοῦ εὐεργεσίας, ἣν διὰ τοῦ ἰδίου αὐτοῦ Λόγου καὶ ἐν αὐτῷ ποιεῖται· καὶ λοιπὸν πρὸς τὴν χρείαν ἑκάστῳ γίνεται τὰ τῆς θεοφανείας· καὶ γίνεται τοῖς μὲν ἀσθενοῦσιν ἰσχὺς, τοῖς δὲ διωκομένοις καταφυγὴ καὶ οἶκος σωτηρίας· τοῖς δὲ ἀδικουμένοις λέγει· Ἔτι λαλοῦντός σου ἐρῶ, Ἰδοὺ πάρειμι. Ὅπερ οὖν εἰς ἀντίληψιν ἑκάστῳ διὰ τοῦ Υἱοῦ γίνεται, τοῦτο τὸν Θεὸν ἕκαστος ἑαυτῷ γεγενῆσθαι λέγει· ἐπειδὴ καὶ βοήθεια παρ' αὐτοῦ τοῦ Θεοῦ διὰ τοῦ Λόγου γίνεται. Τοῦτο οἶδε καὶ ἡ συνήθεια τῶν ἀνθρώπων, καὶ τοῦτο καὶ πᾶς ὁστισοῦν ὁμολογήσει καλῶς εἰρῆσθαι. Πολλάκις καὶ παρὰ ἀνθρώπων γέγονεν ἀνθρώποις βοήθεια· καὶ ὁ μὲν ἀδικουμένῳ συνέκαμεν, ὡς ὁ Ἀβραὰμ τῷ Λώτ· ὁ δὲ διωκομένῳ τὸν οἶκον ἠνέῳξεν, ὡς ὁ Ἀβδίας τοῖς υἱοῖς τῶν προφητῶν· καὶ ὁ μὲν τὸν ξένον ἀνέπαυσεν, ὡς ὁ Λὼτ τοὺς ἀγγέλους· ὁ δὲ τοῖς δεομένοις κεχορήγηκεν,
63. And if they say that the words are spoken with reference to the Father, will they then, because here too there is written the expression, become, and the expression, He became, go so far in their attempt as to say that God is originate? Yes, they will dare it, just as they also reason such things concerning His Word; for the sequence leads them to suspect such things concerning the Father also, as they imagine concerning His Word. But far be it that such a thing should ever come even into the mind of any of the faithful! For neither is the Son among originate things, nor does what is written and what is said here, become, and, He became, signify a beginning of being, but the help that came about for those in need. For God is always and is the same; whereas men afterwards came to be through the Word, when the Father Himself willed; and God is invisible and unapproachable to originate things, and above all to men upon earth. Whenever, therefore, men in weakness make supplication, whenever in persecution they ask for help, whenever suffering wrong they pray, then He Who is invisible, being loving towards mankind, manifests Himself through His own beneficence, which He effects through His own Word and in Him; and henceforth according to the need of each one the things of the divine manifestation come to pass; and He becomes strength to the weak, and a refuge and house of salvation to the persecuted; and to those who suffer wrong He says: Whilst thou art yet speaking I will say, Behold, here I am. Whatever, therefore, comes to pass for the succour of each one through the Son, this each one says that God has become to himself; since help also comes to pass from God Himself through the Word. The custom of men knows this too, and anyone whosoever will confess that this is well said. Often from men also help has come about for men; and one laboured together with him who suffered wrong, as Abraham with Lot; another opened his house to him who was persecuted, as Obadiah to the sons of the prophets; another gave rest to the stranger, as Lot to the angels; and another supplied those in need,