Migne Reading Room

PG 26 · cols. 121–132 · Read from the page

First Oration against the Arians

First Oration against the Arians

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:121Read from the page
γεσθαι τὸν Θεὸν δικαιοσύνας ἀγαπᾷν, καὶ μισεῖν ἁρπάγματα ἐξ ἀδικίας, οὐχ ὡς ἐπὶ θάτερα ῥοπὴν ἔχοντος αὐτοῦ καὶ δεκτικοῦ τοῦ ἐναντίου, ὥστε τοῦτο μὲν ἐκλέγεσθαι, ἐκεῖνο δὲ μὴ αἱρεῖσθαι· τοῦτο γὰρ τῶν γενητῶν ἴδιόν ἐστιν· ἀλλ' ὅτι, ὡς κριτὴς, τοὺς μὲν δικαίους ἀγαπᾷ καὶ προσλαμβάνεται, τῶν δὲ φαύλων μακρὰν γίνεται· ἀκόλουθον ἂν εἴη καὶ περὶ τῆς εἰκόνος τοῦ Θεοῦ τοιαῦτα νοεῖν, ὅτι οὕτως ἀγαπᾷ καὶ μισεῖ. Τοιαύτην γὰρ εἶναι τὴν φύσιν τῆς εἰκόνος δεῖ, οἷός ἐστιν ὁ ταύτης Πατὴρ, κἂν οἱ Ἀρειανοὶ, ὡς τυφλοὶ, μήτε ταύτην, μήτε ἄλλο τι τῶν θείων λογίων βλέπωσιν. Ἐκπεσόντες γὰρ τῶν ἀπὸ καρδίας αὐτῶν ἐννοιῶν, μᾶλλον δὲ παρανοιῶν, ἐπὶ ῥητὰ πάλιν τῶν θείων Γραφῶν καταφεύγουσιν, εἰς ἃ καὶ αὐτὰ συνήθως ἀναισθητοῦντες, οὐχ ὁρῶσι τὸν ἐν τούτοις νοῦν· ἀλλ' ὡς κανόνα τινὰ τὴν ἰδίαν ἀσέβειαν θέμενοι, πρὸς τοῦτον πάντα τὰ θεῖα λόγια διαστρέφουσιν· οἵτινες καὶ μόνον αὐτὰ φθεγγόμενοι, οὐδὲν ἕτερον ἀκούειν εἰσὶν ἄξιοι ἢ, Πλανᾶσθε, μὴ εἰδότες τὰς Γραφὰς, μηδὲ τὴν δύναμιν τοῦ Θεοῦ. Ἂν δὲ καὶ ἐπιμένωσι, πάλιν ἐντρέπεσθαι καὶ ἀκούειν, Ἀπόδοτε τὰ τοῦ ἀνθρώπου τῷ ἀνθρώπῳ, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.
ing that God loves righteousnesses and hates robberies of injustice, not as though He had an inclination to either side and were capable of the contrary, so as to choose the one and not prefer the other—for this is proper to things originate—but because, as Judge, He loves and receives the righteous, while He keeps far from the wicked; it would be consistent to think such things also concerning the Image of God, that thus He loves and hates. For such must the nature of the Image be as is its Father, even though the Arians, like blind men, see neither this nor anything else of the divine oracles. For having fallen away from the notions, or rather derangements, of their own heart, they again take refuge in expressions of the divine Scriptures, in which also, being as usual senseless, they do not see the meaning contained therein; but laying down their own impiety as a kind of rule, they wrest all the divine oracles to fit it; who even in merely uttering them are worthy to hear nothing else than, Ye do err, not knowing the Scriptures, nor the power of God (Matt. 22:29). And if they persist, they must again be put to shame and hear, Render the things of man to man, and the things of God to God (Matt. 22:21).
53. Γεγράφθαι τοίνυν, φασὶν, ἐν μὲν ταῖς Παροιμίαις· Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· ἐν δὲ τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ, τοῦ Ἀποστόλου λέγοντος· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα· καὶ μετ' ὀλίγα· Ὅθεν, ἀδελφοὶ ἅγιοι, κλήσεως ἐπουρανίου μέτοχοι, κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν, Ἰησοῦν, πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· καὶ ἐν ταῖς Πράξεσι δὲ, Γνωστὸν οὖν ἔστω πᾶσιν ὑμῖν, πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεὸς τοῦτον τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε. Ταῦτα ἄνω καὶ κάτω προφέροντες, καὶ πλανώμενοι περὶ τὴν διάνοιαν, ἐνόμισαν ἐκ τούτων κτίσμα καὶ ποίημα εἶναι καὶ ἕνα τῶν γενητῶν τὸν τοῦ Θεοῦ Λόγον· οὕτω τε ἀπατῶσι τοὺς ἀνοήτους, πρόφασιν μὲν προβαλλόμενοι τὰ ῥητὰ, ἀντὶ δὲ τῆς ἀληθινῆς διανοίας τὸν ἴδιον τῆς αἱρέσεως ἰὸν ἐπισπείροντες· εἰ γὰρ ἐγίνωσκον, οὐκ ἂν ἠσέβουν εἰς τὸν Κύ-
53. They say, then, that it is written in Proverbs: The Lord created me a beginning of His ways for His works (Prov. 8:22); and in the Epistle to the Hebrews, where the Apostle says: Having become by so much better than the angels, as He hath inherited a more excellent name than they (Heb. 1:4); and a little further on: Wherefore, holy brethren, partakers of a heavenly calling, consider the Apostle and High Priest of our confession, Jesus, Who was faithful to Him that made Him (Heb. 3:1); and in the Acts: Let all the house of Israel therefore know assuredly unto all of you, that God hath made Him both Lord and Christ, this Jesus Whom ye crucified (Acts 2:36). Bringing forward these passages up and down, and erring concerning their meaning, they supposed from them that the Word of God is a creature and a work and one of things originate; and thus they deceive the senseless, putting forward the expressions as a pretext, while in place of the true meaning they sow besides the poison of their own heresy; for had they known, they would not have acted impiously towards the Lord-
Notes, col. 121

On the reading

Printed ἴδιόν, for ἴδιόν.

PG 26:124Read from the page
ριον τῆς δόξης, οὐδὲ τὰ καλῶς γραφέντα παρηρμήνευον. Εἰ μὲν οὖν ἐκ φανεροῦ λοιπὸν ἀναδεξάμενοι τὸν τοῦ Καϊάφα τρόπον, Ἰουδαΐζειν ἔκριναν, ὥστε ἀγνοεῖν τὸ γεγραμμένον, ὅτι ὄντως ὁ Θεὸς ἐπὶ τῆς γῆς κατοικήσει· μὴ ἐξεταζέτωσαν τὰς ἀποστολικὰς λέξεις· οὐ γὰρ Ἰουδαίων τοῦτο· εἰ δὲ καὶ, τοῖς ἀθέοις Μανιχαίοις ἑαυτοὺς ἐγκαταμίξαντες, ἀρνοῦνται τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, καὶ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, μὴ προφερέτωσαν τὰς Παροιμίας· ἀλλότριον γὰρ καὶ τῶν Μανιχαίων τοῦτο· εἰ δὲ διὰ τὸ πρόβλημα, καὶ ὅπερ ἐκ τούτου κέρδος τῆς φιλοχρηματίας ἐσχήκασι, διά τε τὴν ἐν τῷ δοκεῖν φιλοδοξίαν οὐ τολμῶσιν ἀρνεῖσθαι τὸ, Ὁ Λόγος σὰρξ ἐγένετο, ἐπειδὴ καὶ γέγραπται· ἢ καὶ τὰ ῥήματα τὰ περὶ τούτου γεγραμμένα διανοείσθωσαν ὀρθῶς εἰς τὴν ἐνσώματον παρουσίαν τοῦ Σωτῆρος· ἢ εἰ τὴν διάνοιαν ἀρνοῦνται, ἀρνείσθωσαν, ὅτι καὶ ἄνθρωπος γέγονεν ὁ Κύριος. Ἀπρεπὲς γὰρ ὁμολογεῖν μὲν, ὅτι ὁ Λόγος σὰρξ ἐγένετο, ἐρυθριᾷν δὲ ἐπὶ τοῖς γεγραμμένοις περὶ αὐτοῦ, καὶ διὰ τοῦτο τὴν τούτων διάνοιαν διαφθείρειν.
of glory, nor would they have misinterpreted what is rightly written. If, then, having henceforth openly taken up the manner of Caiaphas, they have decided to Judaize, so as to be ignorant of what is written, that God will indeed dwell upon the earth (Zech. 2:10), let them not examine the apostolic expressions, for this does not belong to Jews; and if, having mingled themselves with the godless Manichaeans, they deny the saying, The Word became flesh (John 1:14), and His incarnate presence, let them not bring forward the Proverbs, for this too is foreign to the Manichaeans; but if, on account of their pretext, and the gain of covetousness which they have got from it, and on account of their love of glory in appearance, they do not dare to deny the saying, The Word became flesh, since indeed it is written; either let them rightly understand the words also that are written concerning this with reference to the bodily presence of the Saviour; or if they deny the meaning, let them deny also that the Lord has become man. For it is unseemly to confess indeed that the Word became flesh, and yet to blush at the things written concerning Him, and on this account to corrupt their meaning.
54. Γέγραπται μὲν γὰρ, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· τοῦτο γὰρ ἐξετάσαι πρῶτον ἀναγκαῖον· δεῖ δὲ, ὡς ἐπὶ πάσης τῆς θείας Γραφῆς προσήκει ποιεῖν, καὶ ἀναγκαῖόν ἐστιν, οὕτω καὶ ἐνταῦθα, καθ' ὃν εἶπεν ὁ Ἀπόστολος καιρὸν, καὶ τὸ πρόσωπον, καὶ τὸ πρᾶγμα, διόπερ ἔγραψε, πιστῶς ἐκλαμβάνειν, ἵνα μὴ παρὰ ταῦτα ἢ καὶ παρ' ἕτερόν τι τούτων ἀγνοῶν ὁ ἀναγινώσκων ἔξω τῆς ἀληθινῆς διανοίας γένηται. Τοῦτο γὰρ καὶ ὁ φιλομαθὴς εὐνοῦχος ἐκεῖνος εἰδὼς, παρεκάλει τὸν Φίλιππον λέγων· Δέομαί σου, περὶ τίνος ὁ προφήτης λέγει τοῦτο; περὶ ἑαυτοῦ, ἢ περὶ ἑτέρου τινός; Ἐφοβεῖτο γὰρ μὴ, παρὰ πρόσωπον ἐκλαβὼν τὴν ἀνάγνωσιν, πλανηθῇ τῆς ὀρθῆς διανοίας. Καὶ οἱ μαθηταὶ δὲ θέλοντες τὸν καιρὸν τῶν λεγομένων μαθεῖν, παρεκάλουν τὸν Κύριον λέγοντες· Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας; Καὶ αὐτοὶ, ἀκούοντες παρὰ τοῦ Σωτῆρος τὰ περὶ τοῦ τέλους, ἤθελον μαθεῖν καὶ τὸν καιρὸν, ἵνα μήτε αὐτοὶ πλανῶνται, ἀλλὰ καὶ τοὺς ἄλλους διδάσκειν δυνηθῶσι. Μαθόντες γοῦν, διωρθώσαντο μέλ-
54. For it is written indeed, having become by so much better than the angels (Heb. 1:4)—for it is necessary to examine this first—and, as it is fitting and necessary to do in the case of all divine Scripture, so here also one must faithfully take the time of which the Apostle spoke, and the person, and the matter on account of which he wrote, lest the reader, being ignorant of these or of any one of them, should fall outside the true meaning. For knowing this too, that studious eunuch entreated Philip, saying: I pray thee, of whom speaketh the prophet this? of himself, or of some other man? (Acts 8:34). For he feared lest, taking the reading amiss with respect to the person, he should wander from the right meaning. And the disciples also, wishing to learn the time of the things spoken, entreated the Lord, saying: Tell us, when shall these things be? and what shall be the sign of Thy coming? (Matt. 24:3). And they too, hearing from the Saviour the things concerning the end, wished to learn the time also (Matt. 24:36), so that neither they themselves might err, and that they might be able to teach others also. Having learned, therefore, they corrected those from Thessalonica who were about-
PG 26:125Read from the page
λοντας πλανᾶσθαι τοὺς ἀπὸ τῆς Θεσσαλονίκης. Ὅταν μὲν οὖν τῶν τοιούτων τις ἔχῃ καλῶς τὴν γνῶσιν, ὀρθὴν ἔχει καὶ ὑγιαίνουσαν τὴν τῆς πίστεως διάνοιαν· ἐὰν δὲ παρ' ἕτερόν τις ἐκλαμβάνῃ τι τούτων, εὐθὺς εἰς αἵρεσιν ἐκπίπτει. Παρὰ καιρὸν μὲν οὖν ἐπλανήθησαν οἱ μὲν περὶ Ὑμέναιον καὶ Ἀλέξανδρον λέγοντες τὴν ἀνάστασιν ἤδη γεγονέναι· οἱ δὲ Γαλάται μετὰ τὸν καιρὸν, ἀγαπήσαντες νῦν τὴν περιτομήν. Παρὰ πρόσωπον δὲ πεπόνθασι καὶ πάσχουσι μέχρι νῦν Ἰουδαῖοι, νομίζοντες περὶ ἑνὸς ἐξ αὐτῶν λέγεσθαι τὸ, Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱὸν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουὴλ, ὅ ἐστι μεθερμηνευόμενον, μεθ' ἡμῶν ὁ Θεός· καὶ ὅταν τὸ μὲν, Προφήτην ἡμῖν ἀναστήσει ὁ Θεὸς, νομίζωσι περὶ ἑνὸς τῶν προφητῶν λέγεσθαι· τὸ δὲ, Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, μὴ μανθάνωσι παρὰ τοῦ Φιλίππου, ἀλλ' ὑπολαμβάνωσι περὶ τοῦ Ἡσαΐου λέγεσθαι, ἢ περὶ ἄλλου τινὸς τῶν γενομένων προφητῶν.
to err. Whenever, then, anyone holds rightly the knowledge of such things, he has a right and sound understanding of the faith; but if anyone takes any of these things amiss, he straightway falls away into heresy. Contrary to the time, then, those around Hymenaeus and Alexander erred in saying that the resurrection had already taken place (1 Tim. 1:20; 2 Tim. 2:18); and the Galatians after the time, in loving circumcision now. And contrary to the person the Jews have suffered and suffer until now, supposing that concerning one of themselves is spoken the word: Behold, the Virgin shall be with child, and shall bring forth a son, and they shall call His name Emmanuel, which is, being interpreted, God with us (Isa. 7:14; Matt. 1:23); and when they suppose that the word, A Prophet shall God raise up unto us (Deut. 18:15), is spoken concerning one of the prophets; and as for the word, He was led as a sheep to the slaughter (Isa. 53:7), they do not learn from Philip, but suppose that it is spoken concerning Isaiah, or concerning some other of the former prophets.
55. Τοιαῦτα δὴ οὖν καὶ οἱ χριστομάχοι παθόντες, εἰς μυσαρὰν αἵρεσιν ἐκπεπτώκασιν. Εἰ γὰρ ἐγνώκεισαν τό τε πρόσωπον καὶ τὸ πρᾶγμα καὶ τὸν καιρὸν τοῦ ἀποστολικοῦ ῥητοῦ, οὐκ ἂν, τὰ ἀνθρώπινα εἰς τὴν θεότητα ἐκλαμβάνοντες, τοσοῦτον ἠσέβουν οἱ ἄφρονες. Τοῦτο δὲ δυνατὸν ἰδεῖν, εἰ τὴν ἀρχὴν τοῦ ἀναγνώσματός τις καλῶς ἐκλάβοι. Φησὶ γὰρ ὁ Ἀπόστολος· Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν Υἱῷ· εἶτα μετ' ὀλίγα φησί· Δι' ἑαυτοῦ καθαρισμὸν τῶν ἁμαρτιῶν ἡμῶν ποιησάμενος, ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. Περὶ τοῦ καιροῦ ἄρα καθ' ὃν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ, ὅτε καὶ τῶν ἁμαρτιῶν καθαρισμὸς γέγονε, μνημονεύει τὸ ἀποστολικὸν ῥητόν. Πότε δὲ ἐλάλησεν ἡμῖν ἐν Υἱῷ; καὶ πότε γέγονε καθαρισμὸς τῶν ἁμαρτιῶν; πότε δὲ γέγονεν ἄνθρωπος ἢ μετὰ τοὺς προφήτας ἐπ' ἐσχάτων τῶν ἡμερῶν; Εἶτα τοῦ διηγήματος ὄντος περὶ τῆς καθ' ἡμᾶς οἰκονομίας, λέγων περὶ τῶν ἐσχάτων καιρῶν, ἀκολούθως ἐμνημόνευσεν, ὅτι μήτε τοὺς προτέρους χρόνους ἐσιώπησε τοῖς ἀνθρώποις ὁ Θεός· ἐλάλησε γὰρ αὐτοῖς διὰ τῶν προφητῶν. Καὶ ἐπειδὴ
55. Having suffered just such things, then, the enemies of Christ also have fallen away into a loathsome heresy. For had they known the person and the matter and the time of the apostolic expression, the senseless men would not, by taking what is human as applying to the Godhead, have acted with such impiety. And this it is possible to see, if one takes rightly the beginning of the passage. For the Apostle says: God, having of old time spoken unto the fathers in the prophets by divers portions and in divers manners, hath at the end of these days spoken unto us in His Son; then a little further on he says: When He had by Himself made purification of our sins, He sat down on the right hand of the Majesty on high, having become by so much better than the angels, as He hath inherited a more excellent name than they (Heb. 1:1, 3-4). Concerning the time, then, in which He spoke to us in His Son, when also the purification of sins took place, the apostolic expression makes mention. And when did He speak to us in His Son? And when did the purification of sins take place? And when did He become man, except after the prophets at the end of the days? Then, since the discourse is concerning the dispensation set on foot for us, speaking concerning the last times, he consistently mentioned that not even in the former times was God silent towards men; for He spoke to them through the prophets. And since
Notes, col. 125

On the reading

Printed Υίῷ, for Υἱῷ.

PG 26:128Read from the page
καὶ προφῆται διηκόνησαν, καὶ δι' ἀγγέλων ὁ νόμος ελαλήθη, καὶ ὁ Υἱὸς δὲ ἐπεδήμησε, καὶ ἦλθε διακονῆσαι, ἀναγκαίως ἐπήγαγε τὸ, Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, δεῖξαι θέλων, ὅτι ὅσον ὁ Υἱὸς διαφέρει δούλου, τοσοῦτον καὶ τῆς διακονίας τῶν δούλων ἡ τοῦ Υἱοῦ διακονία κρείττων γέγονε. Τὴν διακονίαν ἄρα διακρίνων ὁ Ἀπόστολος τήν τε παλαιὰν καὶ τὴν καινὴν, παῤῥησιάζεται πρὸς Ἰουδαίους γράφων καὶ λέγων· Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων. Διὰ τοῦτο γοῦν οὐδὲ τὸ ὅλον συγκριτικῶς εἴρηκε, μείζων, ἢ, τιμιώτερος γενόμενος, ἵνα μὴ ὡς περὶ ὁμογενῶν τούτου κἀκείνων τις λογίσηται· ἀλλὰ, κρείττων, εἴρηκεν, ἵνα τὸ διαλλάττον τῆς φύσεως τοῦ Υἱοῦ πρὸς τὰ γεννητὰ γνωρίσῃ. Καὶ τούτων ἔχομεν τὴν ἀπόδειξιν ἐκ τῶν θείων Γραφῶν, τοῦ μὲν Δαβὶδ ψάλλοντος, Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας· τοῦ δὲ Σολομῶνος ἀναφωνοῦντος· Λάβετε παιδείαν, καὶ μὴ ἀργύριον, καὶ γνῶσιν ὑπὲρ χρυσίον δεδοκιμασμένον· κρείσσων γὰρ σοφία λίθων πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστι. Πῶς γὰρ οὐκ εἰσὶν ἑτερούσια καὶ ἄλλα τὴν φύσιν ἡ σοφία καὶ οἱ ἀπὸ γῆς λίθοι; Ποία δὲ συγγένεια ταῖς οὐρανίοις αὐλαῖς καὶ τοῖς ἐπὶ γῆς οἴκοις; Ἢ τί ὅμοιον τῶν αἰωνίων καὶ πνευματικῶν τὰ πρόσκαιρα καὶ τὰ θνητά; Καὶ τοῦτο γὰρ ἦν ὃ Ἠσαΐας φησί· Τάδε λέγει Κύριος τοῖς εὐνούχοις· Ὅσοι ἂν φυλάξωνται τὰ Σάββατά μου, καὶ ἐκλέξωνται ἃ ἐγὼ θέλω, καὶ ἀντέχωνται τῆς διαθήκης μου, δώσω αὐτοῖς ἐν τῷ οἴκῳ μου καὶ ἐν τῷ τείχει μου τόπον ὀνομαστόν· κρεῖσσον υἱῶν καὶ θυγατέρων ὄνομα αἰώνιον δώσω αὐτοῖς, καὶ οὐκ ἐκλείψει. Οὕτως ἄρα οὐδεμία συγγένεια τῷ Υἱῷ πρὸς τοὺς ἀγγέλους ἐστί· μηδεμιᾶς δὲ οὔσης τῆς συγγενείας, οὐκ ἄρα συγκριτικῶς ἐλέχθη τὸ, κρείττων, ἀλλὰ διακριτικῶς διὰ τὸ ἀλλάττον τῆς τούτου φύσεως ἀπ' ἐκείνων. Καὶ αὐτὸς οὖν ὁ Ἀπόστολος τὸ, κρείττων, ἑρμηνεύων, οὐκ ἐν ἄλλῳ τινὶ ἢ ἐν τῇ διαφορᾷ τοῦ Υἱοῦ πρὸς τὰ γενητὰ τίθησι λέγων, ὅτι ὁ μὲν Υἱὸς, τὰ δὲ δοῦλα· καὶ ὁ μὲν ὡς Υἱὸς μετὰ τοῦ Πατρὸς ἐν δεξιᾷ κάθηται, τὰ δὲ ὡς δοῦλα παρέστηκε, καὶ ἀποστέλλεται, καὶ λειτουργεῖ.
and prophets ministered, and through angels the law was spoken, and the Son also sojourned, and came to minister, of necessity he added the words, Having become so much better than the angels (Heb. 1:4), wishing to show that as much as the Son differs from a servant, so much also has the ministry of the Son become better than the ministry of servants. Distinguishing therefore the ministry, both the old and the new, the Apostle speaks boldly in writing to the Jews and saying: Having become so much better than the angels. Wherefore then he has not spoken comparatively at all, having become greater, or more honourable, lest anyone should reckon Him and those as being of the same kind; but he has said, better, that he might make known the difference of the nature of the Son towards things originate. And of these things we have the proof from the divine Scriptures, David on the one hand singing, Better is one day in Thy courts above thousands (Ps. 83:11); and Solomon on the other exclaiming: Receive instruction, and not silver, and knowledge above tested gold; for wisdom is better than costly stones, and everything precious is not worthy of her (Prov. 8:10-11). For how are not wisdom and the stones from the earth of different substance and other in nature? And what kinship is there for the heavenly courts with the houses upon earth? Or what have things temporal and mortal in common with things eternal and spiritual? For this also was what Isaiah says: Thus says the Lord to the eunuchs: As many as shall keep My Sabbaths, and choose the things that I will, and hold fast to My covenant, I will give to them in My house and within My wall a renowned place; a name eternal, better than of sons and daughters, I will give to them, and it shall not fail (Isa. 56:4-5). Thus therefore there is no kinship for the Son towards the angels; and since there is no kinship, the word, better, was not spoken comparatively, but distinctively, because of the difference of His nature from theirs. And so the Apostle himself, interpreting the word, better, places it in nothing else than in the difference of the Son towards things originate, saying that the One is Son, and the others servants; and the One as Son sits with the Father at His right hand, while the others as servants stand by, and are sent forth, and minister.
Notes, col. 128

On the reading

Printed ελαλήθη, for ἐλαλήθη.

PG 26:129Read from the page
56 Τούτων δὲ οὕτως γεγραμμένων, οὐ γενητὸς ἐκ τούτων ὁ Υἱὸς σημαίνεται, ὦ Ἀρειανοὶ, ἀλλὰ μᾶλλον ἄλλος μὲν τῶν γενητῶν, ἴδιος δὲ τοῦ Πατρὸς, ἐν τοῖς κόλποις ὢν αὐτοῦ. Καὶ γὰρ καὶ τὸ γεγραμμένον ἐνταῦθα, γενόμενος, οὔτε γενητὸν σημαίνει τὸν Υἱὸν, ὥσπερ ὑμεῖς νομίζετε. Εἰ μὲν γὰρ ἁπλῶς εἰρήκει τὸ, γενόμενος, καὶ ἐσιώπησεν, ἡ πρόφασις ἦν τοῖς Ἀρειαναῖς· ἐπειδὴ δὲ τὸν Υἱὸν προείρηκε, δι' ὅλης τῆς περικοπῆς ἀποδείξας αὐτὸν ἄλλον εἶναι τῶν γενητῶν, οὐδὲ τὸ, γενόμενος, ἀπολελυμένως ἔθηκεν, ἀλλὰ τὸ, κρείττων, συνῆψε τῷ, γενόμενος. Ἀδιάφορον γὰρ ἡγήσατο τὴν λέξιν, εἰδὼς, ὡς ἐπὶ ὁμολογουμένου γνησίου Υἱοῦ ὁ λέγων τὸ, γενόμενος, ἴσον τῷ γεγενῆσθαι, καὶ ὅτι ἐστὶ κρείττων, λέγει. Τὸ μὲν γὰρ γεννητὸν οὐ διαφέρει, κἂν λέγῃ τις, γέγονεν, ἢ, πεποίηται· τὰ δὲ γενητὰ ἀδύνατον, δημιουργήματα ὄντα, λέγεσθαι γεννητὰ, εἰ μὴ ἄρα, μετὰ ταῦτα μετασχόντα τοῦ γεννητοῦ Υἱοῦ, γεγεννῆσθαι καὶ αὐτὰ λέγονται· οὔτι γε διὰ τὴν ἰδίαν φύσιν, ἀλλὰ διὰ τὴν μετουσίαν τοῦ Υἱοῦ ἐν τῷ Πνεύματι. Καὶ τοῦτο πάλιν οἶδεν ἡ θεία Γραφή· ἐπὶ μὲν τῶν γενητῶν λέγουσα, Πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· καὶ, Πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπὶ δὲ τῶν υἱῶν τῶν γεννητῶν, Ἐγένοντο τῷ Ἰὼβ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς· καὶ, Ἀβραὰμ δὲ ἦν ἑκατὸν ἐτῶν, ὅτε ἐγένετο αὐτῷ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ. Ὁ δὲ Μωϋσῆς ἔλεγεν· Ἐὰν γένωνταί τινι υἱοί. Οὐκοῦν εἰ μὲν τῶν γενητῶν ἄλλος ἐστὶ, τῆς δὲ τοῦ Πατρὸς οὐσίας μόνον ἴδιον γέννημα ὁ Υἱὸς, μεματαίωται τοῖς Ἀρειανοῖς ἡ περὶ τοῦ, γενόμενος, πρόφασις. Κἂν γὰρ ἐν τούτοις αἰσχυνθέντες βιάζωνται πάλιν λέγειν συγκριτικῶς εἰρῆσθαι τὰ ῥητὰ, καὶ διὰ τοῦτο εἶναι τὰ συγκρινόμενα ὁμογενῆ, ὥστε τὸν Υἱὸν τῆς τῶν ἀγγέλων εἶναι φύσεως· αἰσχυνθήσονται μὲν προηγουμένως ὡς τὰ Οὐαλεντίνου καὶ Καρποκράτους καὶ τῶν ἄλλων αἱρετικῶν ζηλοῦντες καὶ φθεγγόμενοι, ὧν ὁ μὲν τοὺς ἀγγέλους ὁμογενεῖς εἴρηκε τῷ Χριστῷ· ὁ δὲ Καρποκράτης ἀγγέλους τοῦ κόσμου δημιουργοὺς εἶναί φησι. Παρ' αὐτῶν γὰρ ἴσως μαθόντες καὶ οὗτοι, συγκρίνουσι τὸν τοῦ Θεοῦ Λόγον τοῖς ἀγγέλοις.
56. And since these things are thus written, the Son is not signified from these to be originate, O Arians, but rather other than things originate, and proper to the Father, being in His bosom (John 1:18). For even the word written here, having become, does not signify that the Son is originate, as you suppose. For if he had simply said the word, having become, and kept silent, the pretext would have been for the Arians; but since he has spoken of the Son beforehand, demonstrating throughout the whole passage that He is other than things originate, neither did he set down the word, having become, absolutely, but joined the word, better, to the word, having become. For he considered the expression indifferent, knowing that in the case of an acknowledged genuine Son, he who says the word, having become, says the same as to have been begotten, and that He is better. For that which is begotten makes no difference, even if someone should say, He has become, or, He has been made; whereas things originate, being works of creation, cannot be called begotten, unless indeed afterwards, having partaken of the begotten Son, they also are said to have been begotten: not at all on account of their own nature, but on account of the participation of the Son in the Spirit. And this again the divine Scripture knows: in the case of things originate saying, All things came into being through Him, and without Him there came into being not even one thing (John 1:3); and, All things in wisdom Thou hast made (Ps. 103:24); and in the case of sons that are begotten, There came into being to Job seven sons and three daughters (Job 1:2); and, Now Abraham was a hundred years old, when there came into being to him Isaac his son (Gen. 21:5). And Moses said: If sons come into being to anyone (Deut. 21:15). Therefore if the Son is other than things originate, and alone the proper offspring of the Father's substance, the pretext concerning the word, having become, has been made vain for the Arians. For even if, being put to shame in these things, they force themselves again to say that the expressions have been spoken comparatively, and that on this account the things compared are of the same kind, so that the Son is of the nature of the angels: they will be put to shame in the first place as emulating and uttering the doctrines of Valentinus and Carpocrates and the other heretics, of whom the one has said that the angels are of the same kind with Christ, while Carpocrates says that angels are creators of the world. For having perhaps learned from them, these men also compare the Word of God to the angels.
Notes, col. 129

On the reading

Printed Ἀρειαναῖς, for Ἀρειανοῖς.

PG 26:132Read from the page
57. Ἀλλ' ἐντραπήσονται τοιαῦτα φανταζόμενοι παρὰ μὲν τοῦ ὑμνῳδοῦ λέγοντος, Τίς ὁμοιωθήσεται τῷ Κυρίῳ ἐν υἱοῖς Θεοῦ; καὶ, Τίς ὅμοιός σοι ἐν θεοῖς, Κύριε; Ἀκούσονται δὲ ὅμως, ἐὰν ἄρα κἂν οὕτω μάθωσιν, ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὰ τῆς συγκρίσεως γίνεσθαι, καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν. Οὐδεὶς γοῦν Θεὸν συγκρίνοι πρὸς ἄνθρωπον, οὐδὲ πάλιν ἄνθρωπον πρὸς τὰ ἄλογα, οὐδὲ ξύλα πρὸς λίθους, διὰ τὸ ἀνόμοιον τῆς φύσεως· ἀλλὰ Θεὸς μὲν ἀσύγκριτόν ἐστι πρᾶγμα· ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται, καὶ ξύλον πρὸς ξύλον, καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις ἐπὶ τούτων εἴποι τὸ, κρεῖττον, ἀλλὰ τὸ, μᾶλλον, καὶ τὸ, πλέον· οὕτως Ἰωσὴφ ὡραῖος ἦν μᾶλλον παρὰ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ Ῥαχὴλ τῆς Λείας· ἀστὴρ δὲ ἀστέρος οὐχὶ κρείσσων, ἀλλὰ μᾶλλον διαφέρει ἐν δόξῃ. Ἐπὶ δὲ τῶν ἑτερογενῶν, ὅταν ταῦτά τις παραβάλλῃ πρὸς ἄλληλα, τότε τὸ, κρεῖττον, πρὸς τὸ διαλλάττον λέγεται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ τῶν λίθων εἴρηται. Εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ Ἀπόστολος· Τοσούτῳ μᾶλλον ὁ Υἱὸς τῶν ἀγγέλων προάγει, ἢ, τοσούτῳ μείζων ἐστίν· ἦν ἂν ὑμῖν προφασις, ὡς συγκρινομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους· νῦν δὲ λέγων κρείττονα αὐτὸν εἶναι, καὶ τοσούτῳ διαφέρειν, ὅσῳ διέστηκεν υἱὸς δούλων, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν ἀγγέλων φύσεως. Λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν θεμελιώσαντα τὰ πάντα, δείκνυσιν ἄλλον αὐτὸν εἶναι πάντων τῶν γενητῶν. Ἄλλου δὲ καὶ ἑτερουσίου αὐτοῦ ὄντος παρὰ τὴν τῶν γενητῶν φύσιν, ποία τῆς οὐσίας αὐτοῦ σύγκρισις ἢ ὁμοιότης πρὸς τὰ γενητά; Κἂν γὰρ πάλιν ἐνθυμηθῶσί τι τοιοῦτον, διελέγξει τούτους τὰ αὐτὰ λέγων ὁ Παῦλος· Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων· Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε; Καὶ πρὸς μὲν τοὺς ἀγγέλους λέγει· Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα
57. But they will be put to shame who imagine such things, on the one hand by the psalmist saying, Who in the sons of God shall be likened to the Lord? (Ps. 88:7) and, Who is like Thee among the gods, O Lord? (Ps. 85:8) Yet they shall hear, if indeed even so they may learn, that comparisons admittedly are wont to take place among things of the same kind, and not among things of different kinds. No one, then, would compare God to man, nor again man to the irrational creatures, nor wood to stones, because of the unlikeness of nature; but God is an incomparable thing, whereas man is compared to man, and wood to wood, and stone to stone; and in the case of these one would not say the word, better, but the word, more, and the word, further: thus Joseph was more comely than his brothers, and Rachel than Leah; and star is not better than star, but rather differs in glory (1 Cor. 15:41). But in the case of things of different kinds, when someone compares these with one another, then the word, better, is spoken with reference to the difference, just as has been said in the case of wisdom and stones. If therefore the Apostle had said: By so much more does the Son precede the angels, or, by so much greater is He; you would have had a pretext, as though the Son were being compared to the angels; but as it is, in saying that He is better, and differs by so much as a son stands apart from servants, he shows that He is other than the nature of the angels. And in saying again that He is the One Who laid the foundations of all things, he shows that He is other than all things originate. And since He is other and of a different substance from the nature of things originate, what comparison or likeness of His substance can there be towards things originate? For even if they should again ponder some such thing, Paul will refute them, saying the same things: For to which of the angels did He ever say: Thou art My Son; this day have I begotten Thee? And towards the angels He says: Who makes His angels spirits, and His ministers a flame of fire (Heb. 1:5, 7)
58. Ἰδοὺ τῶν μὲν γενητῶν τὸ ποιεῖσθαι, καὶ ταῦτα ποιήματα εἶναι λέγει· πρὸς δὲ τὸν Υἱὸν οὐ ποίησιν, οὐδὲ τὸ γενέσθαι, ἀλλὰ τὸ ἀΐδιον, καὶ τὸ βασιλέα, καὶ τὸ εἶναι δημιουργὸν, προσφωνεῖ λέγων· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, καὶ σὺ κατ' ἀρχὰς, Κύριε, τὴν γῆν ἐθεμελίωσας, καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί. Αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις. Ἐξ ὧν καὶ αὐτοὶ συνιδεῖν ἠδύναντο, εἴπερ ἤθελον, ὅτι ἄλλος μέν ἐστιν
58. Behold, to things originate He says belongs being made, and that these are works; whereas to the Son He addresses not making, nor coming into being, but eternity, and being King, and being Creator, saying: Thy throne, O God, is for ever and ever, and Thou in the beginning, O Lord, didst lay the foundations of the earth, and the heavens are the works of Thy hands. They shall perish, but Thou remainest (Heb. 1:8, 10-11). From which they themselves also could have perceived, if indeed they had wished, that the Creator is one,
Notes, col. 132

On the reading

Printed προφασις, for πρόφασις.

Printed Ἰδοὺ, for Ἰδοὺ.