ἐδέξατο τὸ κρῖμα, καὶ τῷ σώματι παθὼν ὑπὲρ πάντων, σωτηρίαν τοῖς πᾶσιν ἐχαρίσατο. Τοῦτο δὲ βλέπων κέκραγεν Ἰωάννης· Ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο. Κρείττων δὲ ἡ χάρις ἢ ὁ νόμος, καὶ ἡ ἀλήθεια παρὰ τὴν σκιάν.
received the judgement, and having suffered in the body for all, bestowed salvation upon all. And seeing this, John has cried out: The law was given through Moses; grace and truth came through Jesus Christ (John 1:17). And better is grace than the law, and truth than the shadow.
61. Τὸ οὖν, κρείττων, ὥσπερ εἴρηται, οὐχ οἷόν τε ἦν δι' ἑτέρου τινὸς γενέσθαι ἢ διὰ τοῦ Υἱοῦ, τοῦ καθημένου ἐν δεξιᾷ τοῦ Πατρός. Τί δὲ τοῦτο σημαίνει, ἢ τὸ γνήσιον τοῦ Υἱοῦ, καὶ τὴν θεότητα τοῦ Πατρὸς ταύτην εἶναι τοῦ Υἱοῦ; Τήν τε γὰρ τοῦ Πατρὸς βασιλείαν βασιλεύων ὁ Υἱὸς, ἐπὶ τὸν αὐτὸν θρόνον τῷ Πατρὶ κάθηται, καὶ τῇ τοῦ Πατρὸς θεότητι θεωρούμενος, Θεός ἐστιν ὁ Λόγος, καὶ ὁ βλέπων τὸν Υἱὸν βλέπει τὸν Πατέρα· καὶ οὕτως εἷς Θεός ἐστιν. Ἐκ δεξιῶν γοῦν καθήμενος, ἀριστερὸν οὐ ποιεῖ τὸν Πατέρα· ἀλλ' ὅπερ ἐστὶ δεξιὸν καὶ τίμιον ἐν τῷ Πατρὶ, τοῦτο καὶ ὁ Υἱὸς ἔχει, καὶ λέγει· Πάντα ὅσα ἔχει ὁ Πατὴρ, ἐμά ἐστι. Διὰ τοῦτο γὰρ καὶ καθήμενος ἐκ δεξιῶν ὁ Υἱὸς ὁρᾷ τὸν Πατέρα καὶ αὐτὸς ἐκ δεξιῶν, κἂν ὡς ἄνθρωπος γενόμενος λέγῃ· Προωρώμην τὸν Κύριόν μου ἐνώπιόν μου διὰ παντὸς, ὅτι ἐκ δεξιῶν μου ἐστὶν, ἵνα μὴ σαλευθῶ. Δείκνυται γὰρ πάλιν καὶ ἐν τούτῳ, ὡς ὁ Υἱὸς ἐν τῷ Πατρὶ καὶ ὁ Πατὴρ ἐν τῷ Υἱῷ. Δεξιοῦ γὰρ ὄντος τοῦ Πατρὸς, ἐν τῷ δεξιῷ ἐστιν ὁ Υἱός· καὶ καθημένου τοῦ Υἱοῦ ἐκ δεξιῶν, ὁ Πατήρ ἐστιν ἐν τῷ Υἱῷ. Καὶ οἱ μὲν ἄγγελοι διακονοῦσιν ἀνερχόμενοι καὶ κατερχόμενοι· περὶ δὲ τοῦ Υἱοῦ φησι· Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ· καὶ ὅτε μὲν ἄγγελοι διακονοῦσι, λέγουσιν ὅτι, Ἀπεστάλην πρὸς σέ· καὶ, Κύριος ἐνετείλατο· ὁ δὲ Υἱὸς, κἂν λέγῃ ἀνθρωπίνως, ὅτι, Ἀπεστάλην, καὶ ἔρχεται τὸ ἔργον τελειῶσαι καὶ διακονῆσαι, λέγει ὅμως, ὡς Λόγος καὶ εἰκὼν ὑπάρχων· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί ἐστι· καὶ, Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· καὶ, Ὁ Πατὴρ ἐν ἐμοὶ μένων, αὐτὸς τὰ ἔργα ποιεῖ· ἃ γὰρ ἐν τῇ εἰκόνι τις ταύτῃ θεωρεῖ, ταῦτα τοῦ Πατρός ἐστιν ἔργα. Ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς αὐτὴν τὴν ἀλήθειαν· εἰ δ' ὅτι γέγραπται, γενόμενος κρείττων, τὸ, γενόμενος, οὐ θέλουσιν, ὡς περὶ Υἱοῦ λεγόμενον, ἴσον ἀκοῦσαι, γεγενῆσθαι, καὶ, ἔστιν, ἢ διὰ τὸ
61. The word better, therefore, as has been said, could not have come to pass through anyone else than through the Son, Who sits at the right hand of the Father. And what does this signify, except the genuineness of the Son, and that the Godhead of the Father is the same as that of the Son? For reigning in the Father's kingdom, the Son sits upon the same throne with the Father, and being contemplated in the Father's Godhead, the Word is God, and he who sees the Son sees the Father; and thus God is one. Sitting therefore at the right hand, He does not put the Father on the left; but whatever is right and honourable in the Father, this the Son also has, and says: All things whatsoever the Father has are Mine (John 16:15). For on this account also the Son, sitting at the right hand, Himself sees the Father at the right hand, even though as having become man He says: I foresaw my Lord always before me, because He is at my right hand, that I may not be shaken (Ps. 15:8). For it is shown again in this also, that the Son is in the Father and the Father in the Son. For the Father being on the right, the Son is in Him Who is on the right; and as the Son sits at the right hand, the Father is in the Son. And the angels indeed minister ascending and descending; whereas concerning the Son he says: And let all the angels of God worship Him (Heb. 1:6); and when angels minister, they say, I was sent to you; and, The Lord commanded; whereas the Son, even though He says humanly, I was sent, and comes to finish the work and to minister, says nevertheless, as being the Word and image: I am in the Father, and the Father is in Me (John 14:10); and, He who has seen Me has seen the Father (John 14:9); and, The Father abiding in Me, He Himself does the works (John 14:10); for the things that one beholds in this image, these are the works of the Father. These things, therefore, are sufficient to put to shame those who fight against the truth itself; but if, because it is written, having become better, they are unwilling to hear the word, having become, as spoken concerning the Son, as equivalent to, having been begotten, and, He is, or on account of