ἡμεῖς ἦμεν οἱ ἐν αὐτῷ καὶ παρ' αὐτοῦ λουόμενοι. Καὶ δεχομένου δὲ αὐτοῦ τὸ Πνεῦμα, ἡμεῖς ἦμεν οἱ παρ' αὐτοῦ γινόμενοι τούτου δεκτικοί. Διὰ τοῦτο οὐδ' ὥσπερ Ἀαρὼν, ἢ Δαβὶδ, ἢ οἱ ἄλλοι πάντες, οὕτως καὶ αὐτὸς ἐλαίῳ κέχρισται, ἀλλὰ ἄλλως παρὰ πάντας τοὺς μετόχους αὐτοῦ, ἐλαίῳ ἀγαλλιάσεως· ὅπερ ἑρμηνεύων αὐτὸς εἶναι τὸ Πνεῦμα, διὰ τοῦ προφήτου φησί· Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με· καθὼς καὶ ὁ Ἀπόστολος εἴρηκεν· Ὡς ἔχρισεν αὐτὸν ὁ Θεὸς Πνεύματι ἁγίῳ. Πότε οὖν καὶ ταῦτα περὶ αὐτοῦ εἴρηται, ἢ ὅτε καὶ ἐν σαρκὶ γενόμενος ἐβαπτίζετο ἐν τῷ Ἰορδάνῃ, καὶ καταβέβηκεν ἐπ' αὐτὸν τὸ Πνεῦμα; Καὶ μὴν αὐτὸς ὁ Κύριός φησι· Τὸ Πνεῦμα ἐκ τοῦ ἐμοῦ λήψεται· καὶ, Ἐγὼ αὐτὸ ἀποστέλλω· καὶ, Λάβετε Πνεῦμα ἅγιον, τοῖς μαθηταῖς. Καὶ ὅμως ὁ ἄλλοις παρέχων ὡς Λόγος καὶ ἀπαύγασμα τοῦ Πατρὸς λέγεται νῦν ἁγιάζεσθαι, ἐπειδὴ πάλιν γέγονεν ἄνθρωπος, καὶ τὸ ἁγιαζόμενον σῶμα αὐτοῦ ἐστιν. Ἐξ ἐκείνου γοῦν καὶ ἡμεῖς ἠρξάμεθα τοῦ τὸ χρίσμα καὶ τὴν σφραγῖδα λαμβάνειν, λέγοντος τοῦ μὲν Ἰωάννου, Καὶ ὑμεῖς χρίσμα ἔχετε ἀπὸ τοῦ ἁγίου· τοῦ δὲ Ἀποστόλου, Καὶ ὑμεῖς ἐσφραγίσθητε τῷ Πνεύματι τῆς ἐπαγγελίας τῷ ἁγίῳ. Οὐκοῦν δι' ἡμᾶς, καὶ ὑπὲρ ἡμῶν ἐστι τὸ λεγόμενον. Ποία τοίνυν καὶ ἐκ τούτου προκοπὴ βελτιώσεως καὶ μισθὸς ἀρετῆς ἢ ἁπλῶς πράξεως τοῦ Κυρίου δείκνυται; Εἰ μὲν γὰρ, ἐκ τοῦ μὴ εἶναι Θεὸς, Θεὸς ἐγεγόνει· εἰ, μὴ βασιλεὺς ὢν, εἰς βασιλείαν προήγετο, εἶχεν ἂν ὑμῶν ὁ λόγος σκιᾶς τινος πιθανότητα. Εἰ δὲ Θεός ἐστι, καὶ ὁ θρόνος αὐτοῦ τῆς βασιλείας αἰώνιός ἐστι, ποῦ εἶχε προκόψαι Θεός; ἢ τί ἔλειπε τῷ ἐπὶ τὸν θρόνον καθημένῳ τοῦ Πατρός; Εἰ δὲ, καὶ ὡς αὐτὸς ὁ Κύριος εἴρηκεν, αὐτοῦ ἐστι τὸ Πνεῦμα, ἐκ τοῦ αὐτοῦ λαμβάνει, αὐτός τε αὐτὸ ἀποστέλλει· οὐκ ἄρα ὁ Λόγος ἐστὶν, ᾗ Λόγος ἐστὶ καὶ σοφία, ὁ τῷ παρ' αὐτοῦ διδομένῳ Πνεύματι χριόμενος, ἀλλ' ἡ προσληφθεῖσα παρ' αὐτοῦ σάρξ ἐστιν, ἡ ἐν αὐτῷ καὶ παρ' αὐτοῦ χριομένη· ἵνα καὶ ὁ ἁγιασμὸς, ὡς εἰς ἄνθρωπον τὸν Κύριον γινόμενος, εἰς πάντας ἀνθρώπους γένηται παρ' αὐτοῦ. Οὐ γὰρ ἀφ' ἑαυτοῦ, φησὶ, τὸ Πνεῦμα λαλεῖ, ἀλλ' ὁ Λόγος ἐστὶν, ὁ τοῦτο διδοὺς τοῖς ἀξίοις. Ὅμοιον γάρ ἐστι καὶ τοῦτο τῷ προειρημένῳ ῥητῷ· ὡς γὰρ ὁ Ἀπόστολος ἔγραψεν· Ὅς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο, τὸ εἶναι ἴσα Θεῷ,
we were they who were washed in Him and by Him. And when He received the Spirit, we were they who by Him were made recipients of It. Wherefore neither as Aaron, or David, or all the others, has He also been thus anointed with oil, but in another way above all His fellows, with the oil of gladness; which He Himself interpreting to be the Spirit, says through the prophet: The Spirit of the Lord is upon Me, wherefore He hath anointed Me (Isa. 61:1); even as the Apostle also has said: How God anointed Him with the Holy Spirit (Acts 10:38). When, then, were these things also spoken concerning Him, save when, having come to be in the flesh, He was baptized in the Jordan, and the Spirit descended upon Him? And yet the Lord Himself says: The Spirit shall take of Mine (John 16:14); and, I send It (John 16:7); and, Receive ye the Holy Spirit (John 20:22), to the disciples. And nevertheless He Who supplies to others as the Word and radiance of the Father is now said to be sanctified, since again He has become man, and the body that is sanctified is His own. From that time, at any rate, we also have begun to receive the anointing and the seal, John saying, And ye have an anointing from the Holy One (1 John 2:20); and the Apostle, And ye were sealed with the Holy Spirit of promise (Eph. 1:13). Therefore because of us and on our behalf is this said. What advancement of betterment, then, and reward of virtue or simply of conduct of the Lord is shown from this also? For if, from not being God, He had become God, or if, not being king, He had been promoted to a kingdom, your argument would have had some shadow of plausibility. But if He is God, and the throne of His kingdom is everlasting, where could God advance? Or what was lacking to Him Who sits upon the throne of the Father? And if, as the Lord Himself has said, the Spirit is His, and takes of His, and He Himself sends It, then it is not the Word, in so far as He is Word and wisdom, Who is anointed with the Spirit given by Him, but the flesh assumed by Him which is anointed in Him and by Him; in order that the sanctification also, taking place as unto the Lord as man, may come to pass unto all men from Him. For not from Itself, He says, does the Spirit speak (John 16:13), but it is the Word Who gives this to the worthy. For this also is like the aforesaid text; for as the Apostle wrote: Who, existing in the form of God, counted it not a prize to be equal to God (Phil. 2:6),