Migne Reading Room

PG 26 · cols. 989–1000 · Read from the page

Narrative of Athanasius to Ammonius the bishop and others concerning his flight under Julian

Narrative of Athanasius to Ammonius the bishop and others concerning his flight under Julian

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 26:989Read from the page
3. Οὐ γὰρ ὁ Ὕψιστος ὑψοῦται, ἀλλ' ἡ σὰρξ τοῦ Ὑψίστου ὑψοῦται· καὶ τῇ σαρκὶ τοῦ Ὑψίστου ἐχαρίσατο ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ οὐχ ὁ Λόγος τοῦ Θεοῦ κατὰ χάριν ἔλαβε τὸ καλεῖσθαι Θεὸς, ἀλλ' ἡ σὰρξ αὐτοῦ σὺν αὐτῷ ἐθεολογήθη. Οὐ γὰρ εἶπεν, ὅτι ὁ Λόγος Θεὸς γέγονεν, ἀλλὰ, Θεὸς ἦν ὁ Λόγος· Ἀεὶ ἦν, φησὶν, ὁ Θεὸς Λόγος, καὶ οὗτος αὐτὸς ὁ Θεὸς γέγονε σὰρξ, ἵνα ἡ σὰρξ αὐτοῦ γένηται Θεὸς Λόγος· καθὼς καὶ ὁ Θωμᾶς, ψηλαφήσας τὴν σάρκα αὐτοῦ, ἀνεβόησεν· Ὁ Κύριός μου, καὶ ὁ Θεός μου, τὸ συναμφότερον θεολογῶν· ὁμοίως δὲ καὶ ὁ Ἰωάννης ἔγραψεν· Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. Φανερὸν οὖν ἐστιν, ὅτι ἐν σαρκὶ ὁ Υἱὸς καὶ Λόγος τοῦ Πατρὸς ἐψηλαφήθη, καὶ τὸ συναμφότερον, Λόγον ζωῆς, ἡ θεία Γραφὴ παραδέδωκε ψηλαφηθέντα. Καὶ ὅτε λέγει· Οὔπω ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη, τὴν σάρκα αὐτοῦ λέγει μήπω δοξασθεῖσαν. Οὐ γὰρ ὁ Κύριος τῆς δόξης δοξάζεται, ἀλλ' ἡ σὰρξ τοῦ Κυρίου τῆς δόξης· αὕτη λαμβάνει δόξαν συναναβαίνουσα αὐτῷ εἰς οὐρανόν. Ὅθεν καὶ Πνεῦμα υἱοθεσίας οὔπω ἦν ἐν ἀνθρώποις, διότι ἡ ληφθεῖσα ἀπαρχὴ ἐξ ἡμῶν οὔπω ἦν ἀνελθοῦσα εἰς οὐρανόν.
3. For the Most High is not exalted, but the flesh of the Most High is exalted; and upon the flesh of the Most High He bestowed the name that is above every name (Phil. 2:9). And the Word of God did not receive by grace the being called God, but His flesh together with Him was acknowledged as God. For he did not say that the Word became God, but, the Word was God (John 1:1); the God-Word, he says, always was, and this very God Himself became flesh (John 1:14), that His flesh might become God the Word; just as Thomas also, having handled His flesh, cried out, My Lord and my God (John 20:28), acknowledging the two together as God; and likewise John also wrote: That which was from the beginning, which we have heard, which we have seen with our eyes, which we have looked upon, and our hands have handled, concerning the Word of life (1 John 1:1). It is manifest, therefore, that in the flesh the Son and Word of the Father was handled, and divine Scripture has handed down the two together as the Word of life that was handled. And when it says, The Holy Spirit was not yet, because Jesus was not yet glorified (John 7:39), it speaks of His flesh as not yet having been glorified. For the Lord of glory is not glorified, but the flesh of the Lord of glory; this receives glory as it ascends together with Him into heaven. Whence also the Spirit of adoption was not yet among men, because the first-fruits taken from us had not yet ascended into heaven.
4. Ὅσα οὖν λέγει ἡ Γραφὴ, ὅτι ἔλαβεν ὁ Υἱὸς, καὶ ἐδοξάσθη ὁ Υἱος, διὰ τὴν ἀνθρωπότητα αὐτοῦ λέγει, οὐ διὰ τὴν θεότητα. Καὶ ὅτε λέγει, Ὁ Πατήρ μου, ὁ πέμψας με, μείζων μου ἐστὶν, ἐπεὶ ἄνθρωπος γέγονε, μείζω αὐτοῦ λέγει τὸν Πατέρα. Λόγος δὲ ὢν τοῦ Πατρὸς, ἴσος αὐτοῦ ἐστιν. Ἐγὼ γὰρ, φησὶ, καὶ ὁ Πατὴρ ἕν ἐσμεν· καὶ Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα. Καὶ οὐκ ἀπὸ ἁρπαγῆς ἔχει τὸ εἶναι αὐτὸν ἴσον τῷ Πατρὶ, ἀλλὰ κατὰ φύσιν ἴσος ἐστὶ καὶ ὁμοούσιος τῷ Πατρί· διότι ἐκ τῆς πατρικῆς οὐσίας γεγέννηται. Καὶ ὅτε λέγει ὁ Ἀπόστολος, Ὅτι ἐν Χριστῷ κατοικεῖ πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς, ἐν τῇ σαρκὶ αὐτοῦ κατοικεῖν πᾶν τὸ πλήρωμα τῆς θεότητος νοητέον. Καὶ ὅτε λέγει, Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν, ἀλλαχοῦ λέγει· Καθὼς καὶ ὁ Χριστὸς ἠγάπησε τὴν Ἐκκλησίαν, καὶ ἑαυτὸν παρέδωκεν ὑπὲρ αὐτῆς.
4. Whatsoever things, therefore, Scripture says that the Son received, and that the Son was glorified, it says on account of His humanity, not on account of His Godhead. And when He says, My Father, Who sent Me, is greater than I (John 14:28), since He became man, He calls the Father greater than Himself. But being the Word of the Father, He is equal to Him. For I, He says, and the Father are one (John 10:30); and, He that hath seen Me hath seen the Father (John 14:9). And He has His being equal to the Father not by grasping (Phil. 2:6), but by nature He is equal and consubstantial with the Father, because He has been begotten out of the paternal substance. And when the Apostle says, Because in Christ dwelleth all the fulness of the Godhead bodily (Col. 2:9), it must be understood that in His flesh dwelleth all the fulness of the Godhead. And when he says, Who spared not His own Son, but delivered Him up for us all (Rom. 8:32), elsewhere he says: Even as Christ also loved the Church, and delivered Himself up for her (Eph. 5:25).
Notes, col. 989

On the reading

Printed Υἱος, for Υἱὸς.

PG 26:992Read from the page
5. Οὐ γὰρ ἑαυτὸν ἦλθε σῶσαι ὁ ἀθάνατος Θεὸς, ἀλλὰ τοὺς θανατωθέντας· καὶ οὐχ ὑπὲρ ἑαυτοῦ ἔπαθεν, ἀλλ' ὑπὲρ ἡμῶν· ὥστε διὰ τοῦτο τὴν εὐτέλειαν ἡμῶν καὶ τὴν πτωχείαν ἀνεδέξατο, ἵνα ἡμῖν τὸν πλοῦτον αὐτοῦ χαρίσηται. Τὸ γὰρ πάθος αὐτοῦ, ἡμῶν ἀπάθειά ἐστι· καὶ ὁ θάνατος αὐτοῦ, ἡμῶν ἀθανασία ἐστί· καὶ τὸ δάκρυον αὐτοῦ, χαρὰ ἡμετέρα· καὶ ἡ ταφὴ αὐτοῦ, ἡμῶν ἀνάστασις· καὶ τὸ βάπτισμα αὐτοῦ, ἡμῶν ἁγιασμός· Ὑπὲρ αὐτῶν γὰρ, φησὶν, ἁγιάζω ἐμαυτὸν, ἵνα ὦσι καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ. Καὶ ὁ μώλωψ αὐτοῦ, ἡμῶν ἴασις· Τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Καὶ ἡ παιδεία αὐτοῦ, ἡμῶν εἰρήνη· Παιδεία γὰρ εἰρήνης ἡμῶν ἐπ' αὐτόν· τουτέστιν, ἕνεκεν τῆς ἡμῶν εἰρήνης αὐτὸς παιδεύεται· καὶ ἡ ἀδοξία αὐτοῦ, ἡμῶν δόξα· ὅθεν αἰτεῖ τὴν δόξαν δι' ἡμᾶς, λέγων· Δόξασόν με σὺ, Πάτερ, παρὰ σεαυτῷ τῇ δόξῃ ᾗ εἶχον, πρὸ τοῦ τὸν κόσμον εἶναι, παρὰ σοί. Ἡμεῖς γάρ ἐσμεν οἱ ἐν αὐτῷ δοξαζόμενοι· καὶ ἡ κάθοδος αὐτοῦ, ἡμῶν ἐστιν ἄνοδος, κατὰ τὸ γεγραμμένον· Καὶ συνήγειρε καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ· καὶ τὸ, Ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσι τοῖς ἐπερχομένοις τὸν ὑπερβάλλοντα πλοῦτον τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι, ἐν Χριστῷ Ἰησοῦ ἐφ' ἡμᾶς. Καὶ τὸ λέγειν αὐτὸν ἐν τῷ σταυρῷ· Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου, πάντας ἀνθρώπους παρατίθεται τῷ Πατρὶ δι' ἑαυτοῦ, τοὺς ἐν αὺτῷ ζωοποιουμένους. Μέλη γὰρ αὐτοῦ εἰσι, καὶ τὰ πολλὰ μέλη ἕν ἐστι σῶμα, ὅπερ ἐστὶν ἡ Ἐκκλησία· καθὼς καὶ ὁ μακάριος Παῦλος γράφει Γαλάταις· Πάντες γὰρ ὑμεῖς ἕν ἐστε ἐν Χριστῷ Ἰησοῦ· τοὺς πάντας οὖν παρατίθεται ἐν ἑαυτῷ.
5. For the immortal God did not come to save Himself, but those who had been put to death; and He did not suffer for Himself, but for us; so that for this reason He took upon Himself our lowliness and poverty, that He might bestow upon us His riches (2 Cor. 8:9). For His passion is our impassibility; and His death is our immortality; and His tears are our joy; and His burial is our resurrection; and His baptism is our sanctification; for, For their sakes, He says, I sanctify Myself, that they also themselves may be sanctified in truth (John 17:19). And His bruise is our healing; for by His bruise we were healed (Isa. 53:5). And His chastisement is our peace; for the chastisement of our peace is upon Him (Isa. 53:5); that is, for the sake of our peace He Himself is chastised; and His dishonour is our glory; whence He asks for glory on our account, saying: Glorify Thou Me, O Father, with Thyself with the glory which I had, before the world was, with Thee (John 17:5). For we are they who are glorified in Him; and His descent is our ascent, according to what is written: And He raised us up together, and made us sit together in the heavenly places in Christ Jesus; and this: That in the ages to come He might show the exceeding riches of His grace in kindness towards us in Christ Jesus (Eph. 2:6-7). And as to His saying on the cross, Father, into Thy hands I commend My spirit (Luke 23:46), He commends all men to the Father through Himself, those who are made alive in Him (1 Cor. 15:22). For they are His members, and the many members are one body (1 Cor. 12:12), which is the Church; even as the blessed Paul also writes to the Galatians: For ye are all one in Christ Jesus (Gal. 3:28); He therefore commends all in Himself.
6. Οὕτως οὖν καὶ ὅτε λέγει, Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, περὶ τῆς Ἐκκλησίας λέγει, τῆς ἐν αὐτῷ κτιζομένης. Οὐ γὰρ ὁ ποιητὴς τῶν ἁπάντων κτίσμα καὶ ποίημά ἐστιν, ἀλλὰ τὸ ποίημα ἐν τῷ ποιητῇ ἀνανεοῦται, κατὰ τὸ λεγόμενον ὑπὸ τοῦ Παύλου· Αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ. Καὶ καθὼς πάλιν λέγει· Ἵνα γνωρισθῇ νῦν ἐν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, κατὰ πρόθεσιν τῶν αἰώνων, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυ-
6. Thus therefore also when He says, The Lord created Me a beginning of His ways (Prov. 8:22), He speaks concerning the Church, which is created in Him. For the Maker of all things is not a creature and a work made, but the work made is renewed in the Maker, according to what is said by Paul: We are His workmanship, created in Christ Jesus (Eph. 2:10). And even as he says again: That now unto the principalities and the powers in the heavenly places might be made known through the Church the manifold wisdom of God, according to the purpose of the ages, which He wrought in Christ Jesus our-
Notes, col. 992

On the reading

Printed αὺτῷ, for αὐτῷ.

PG 26:993Read from the page
ρίῳ ἡμῶν· ἐν ᾧ ἔχομεν τὴν παῤῥησίαν, καὶ τὴν προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. Καὶ πάλιν φησί· Καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ ἐν ἀγάπῃ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν διὰ Ἰησοῦ Χριστοῦ εἰς αὐτόν. Καὶ πάλιν λέγει καὶ περὶ τῶν δύο λαῶν· Ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, ποιῶν εἰρήνην,
Lord; in Whom we have boldness and access in confidence through the faith of Him (Eph. 3:10-12). And again he says: Even as He chose us in Him before the foundation of the world, that we should be holy and without blemish before Him in love, having foreordained us unto adoption as sons through Jesus Christ unto Himself (Eph. 1:4-5). And again he speaks also concerning the two peoples: That He might create in Himself of the two one new man, making peace (Eph. 2:15),
7. Καὶ ὅταν λέγει· Τί με λέγεις ἀγαθόν; οὐδεὶς ἀγαθὸς, εἰ μὴ εἷς ὁ Θεός· ὁ Θεὸς, συναριθμήσας ἑαυτὸν μετὰ τῶν ἀνθρώπων, κατὰ τὴν σάρκα αὐτοῦ τοῦτο εἶπε, καὶ πρὸς τὸν νοῦν τοῦ προσελθόντος αὐτῷ. Ἐκεῖνος γὰρ ἄνθρωπον αὐτὸν ἐνόμιζε μόνον καὶ οὐ Θεὸν, καὶ τοῦτον ἔχει τὸν νοῦν ἡ ἀπόκρισις· Εἰ μὲν γὰρ ἄνθρωπον, φησὶ, νομίζεις με, καὶ οὐ Θεὸν, μή με λέγε ἀγαθόν· οὐδεὶς γὰρ ἀγαθός. Οὐ γὰρ διαφέρει ἀνθρωπίνῃ φύσει τὸ ἀγαθὸν, ἀλλὰ Θεῷ. Καὶ ἐπιφέρει· Τὰς ἐντολὰς οἶδας; Εἰρηκότος δὲ ἐκείνου· Ποίας; ἔφη· Οὐ μοιχεύσεις, οὐ φονεύσεις, καὶ τὰ ἑξῆς. Ἀπεκρίνατο λέγων· Ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου, τί ἔτι ὑστερῶ; Ἔφη αὐτῷ· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου πάντα ὅσα ἔχεις, καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ, καὶ λαβὼν τὸν σταυρόν σου ἀκολούθει μοι. Διὰ τούτων οὖν ἔδειξεν, ὅτι καὶ αὐτῷ διαφέρει τὸ ἀγαθόν· ὁ γὰρ μὴ ἀκολουθῶν τῷ ἀγαθῷ πῶς δύναται ζωὴν αἰώνιον κληρονομῆσαι; Καὶ ὅταν λέγει περὶ τῆς ἐσχάτης ἡμέρας, ὅτι Οὐδεὶς οἶδεν, οὐδὲ ὁ Υἱὸς, εἰ μὴ ὁ Πατὴρ, ἀνθρωπίνως λέγει. Εἰ γὰρ τὸν Πατέρα ἐπίσταται, τὴν ἐσχάτην ἡμέραν πῶς ἀγνοεῖ; Οὐδεὶς γὰρ ἐπιγινώσκει τὸν Πατέρα, φησὶν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Καὶ εἰ τὸ Πνεῦμα τὸ ἅγιον οἶδε πάντα τὰ τοῦ Θεοῦ, πῶς ὁ Υἱὸς τὴν ἡμέραν, ἣν ἔκτισεν, ἀγνοεῖ; Καὶ εἰ οἱ αἰῶνες δι' αὐτοῦ ἐγένοντο καὶ οἱ χρόνοι, φανερὸν, ὅτι καὶ ἡ ἐσχάτη ἡμέρα ἐν τοῖς αἰῶσι καὶ χρόνοις εὑρίσκεται, καὶ ἀδύνατόν ἐστιν αὐτὸν ἀγνοεῖν.
7. And when He says, Why callest thou Me good? none is good, save one, that is, God (Mark 10:18), God, having numbered Himself with men, said this according to His flesh, and in accordance with the mind of him who came to Him. For that man supposed Him to be man only and not God, and the answer has this sense: For if, He says, thou supposest Me to be man and not God, call Me not good; for none is good. For goodness does not belong to human nature, but to God. And He adds: Thou knowest the commandments? And when he said, Which? He said: Thou shalt not commit adultery, Thou shalt not kill (Mark 10:19; Matt. 19:18), and so forth. He answered saying: All these things have I observed from my youth, what lack I yet? He said unto him: If thou wilt be perfect, go, sell all that thou hast, and give to the poor, and thou shalt have treasure in heaven, and take up thy cross and follow Me (Matt. 19:20-21; Mark 10:20-21). Through these words, therefore, He showed that goodness belongs to Himself also; for how can he who does not follow the good inherit eternal life? And when He says concerning the last day, that No one knoweth, not even the Son, save the Father (Mark 13:32), He speaks humanly. For if He knows the Father, how is He ignorant of the last day? For no one knoweth the Father, He says, save the Son, and he to whomsoever the Son willeth to reveal Him (Matt. 11:27). And if the Holy Spirit knows all the things of God (1 Cor. 2:10-11), how is the Son ignorant of the day which He created? And if the ages were made through Him (Heb. 1:2) and the times, it is manifest that the last day also is found in the ages and times, and it is impossible for Him to be ignorant of it.
PG 26:996Read from the page
8. Ὅσα οὖν εὐτελῆ ῥήματα ὑπὸ τοῦ Κυρίου εἴρηται, τῇ πτωχείᾳ αὐτοῦ διαφέρει, ἵνα ἡμεῖς ἐν αὐτῷ πλουτήσωμεν, οὐχ ἵνα ἐν αὐτοῖς βλασφημήσωμεν κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ. Καὶ κατὰ τοῦτο ὁ Υἱὸς τοῦ Θεοῦ υἱὸς ἀνθρώπου γέγονεν, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου, τουτέστι τοῦ Ἀδὰμ, υἱοὶ τοῦ Θεοῦ γένωνται. Ὁ γὰρ γεννηθεὶς ἄνωθεν ἐκ Πατρὸς Λόγος ἀῤῥήτως, ἀφράστως, ἀκαταλήπτως, ἀϊδίως, ὁ αὐτὸς ἐν χρόνῳ γεννᾶται κάτωθεν ἐκ Παρθένου Θεοτόκου Μαρίας· ἵνα οἱ κάτωθεν πρότερον γεννηθέντες ἄνωθεν γεννηθῶσιν ἐκ δευτέρου, τουτέστιν, ἐκ Θεοῦ. Αὐτὸς οὖν μητέρα ἔχει μόνον ἐπὶ γῆς, καὶ ἡμεῖς Πατέρα μόνον ἔχομεν ἐν οὐρανῷ. Καὶ διὰ τοῦτο ἑαυτὸν Υἱὸν ἀνθρώπου καλεῖ, ἵνα οἱ ἄνθρωποι Θεὸν καλέσωσι Πατέρα ἐν τοῖς οὐρανοῖς· Πάτερ ἡμῶν, φησὶν, ὁ ἐν τοῖς οὐρανοῖς. Ὥσπερ οὖν ἡμεῖς οἱ δοῦλοι τοῦ Θεοῦ υἱοὶ Θεοῦ γεγόναμεν, οὕτως ὁ Δεσπότης τῶν δούλων υἱὸς τοῦ ἰδίου δούλου γέγονε θνητὸς, τουτέστι τοῦ Ἀδὰμ, ἵνα οἱ υἱοὶ τοῦ Ἀδὰμ, θνητοὶ ὄντες, υἱοὶ τοῦ Θεοῦ γένωνται, κατὰ τὸ λεγόμενον· Ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Ὅθεν καὶ θανάτου γεύεται ὁ Υἱὸς τοῦ Θεοῦ διὰ τὸν σαρκικὸν αὐτοῦ πατέρα, ἵνα οἱ υἱοὶ τοῦ ἀνθρώπου τῆς ζωῆς τοῦ Θεοῦ μεταλάβωσι, διὰ τὸν κατὰ Πνεῦμα αὐτῶν Πατέρα Θεόν· Αὐτὸς οὖν κατὰ φύσιν Υἱός ἐστι τοῦ Θεοῦ, ἡμεῖς δὲ κατὰ χάριν. Καὶ πάλιν αὐτὸς κατ' οἰκονομίαν καὶ χάριν ἡμετέραν υἱὸς γέγονε τοῦ Ἀδὰμ, ἡμεῖς δὲ κατὰ φύσιν ἐσμὲν υἱοὶ τοῦ Ἀδάμ. Ὅθεν λέγει, Ἀπέρχομαι πρὸς τὸν Πατέρα μου καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ὑμῶν. Πατὴρ γὰρ αὐτοῦ ἐστιν ὁ Θεὸς, ὡς προεῖπον, κατὰ φύσιν, ἡμῶν δὲ κατὰ χάριν· καὶ Θεὸς αὐτοῦ γέγονε κατ' οἰκονομίαν, διότι ἄνθρωπος, ἡμῶν δὲ κατὰ φύσιν Δεσπότης ἐστὶ καὶ Θεός. Καὶ διὰ τοῦτο ὁ Λόγος καὶ Υἱὸς τοῦ Πατρὸς ἑνωθεὶς σαρκὶ, γέγονε σὰρξ, ἄνθρωπος τέλειος, ἵνα οἱ ἄνθρωποι ἑνωθέντες Πνεύματι, γένωνται ἓν Πνεῦμα. Αὐτὸς οὖν ἐστι Θεὸς σαρκοφόρος, καὶ ἡμεῖς ἄνθρωποι πνευματοφόροι. Ἀπαρχὴν γὰρ λαβὼν ἐκ τῆς οὐσίας τῶν ἀνθρώπων, τουτέστιν ἐκ τοῦ σπέρματος Ἀδὰμ (ἥτις ἐστὶ μορφὴ δούλου),
8. Whatsoever lowly words, therefore, have been spoken by the Lord belong to His poverty, that we in Him might become rich (2 Cor. 8:9), not that in them we should blaspheme against the Son of God. And according to this the Son of God became son of man, that the sons of man, that is, of Adam, might become sons of God. For the Word begotten from above out of the Father ineffably, unutterably, incomprehensibly, eternally, the very same is in time begotten from beneath out of the Virgin Theotokos Mary; that those who were previously born from beneath might be born from above a second time (John 3:3, 7), that is, out of God. He Himself, therefore, has a mother only upon earth, and we have a Father only in heaven. And on account of this He calls Himself Son of man, that men may call God Father in the heavens: Our Father, He says, Who art in the heavens (Matt. 6:9). Just as we, therefore, the servants of God, have become sons of God, so the Master of the servants became the mortal son of His own servant, that is, of Adam, that the sons of Adam, being mortal, might become sons of God, according to what is said: He gave them authority to become children of God (John 1:12). Whence also the Son of God tastes of death (Heb. 2:9) on account of His fleshly father, that the sons of man might partake of the life of God, on account of God their Father according to the Spirit. He Himself, therefore, is by nature Son of God, whereas we are by grace. And again, He Himself according to dispensation and for our sake became son of Adam, whereas we by nature are sons of Adam. Whence He says, I go unto My Father and your Father, and My God and your God (John 20:17). For God is His Father, as I said before, by nature, whereas He is ours by grace; and He became His God according to dispensation, because He became man, whereas by nature He is our Master and God. And on account of this the Word and Son of the Father, having been united to flesh, became flesh (John 1:14), a perfect man, that men, having been united to the Spirit, might become one Spirit (1 Cor. 6:17). He Himself, therefore, is God bearing flesh, and we are men bearing the Spirit. For having taken the first-fruits out of the substance of men, that is, out of the seed of Adam (which is the form of a servant, Phil. 2:7),
PG 26:997Read from the page
καὶ ἐν ὁμοιώματι ἀνθρώπου γεγονὼς, ἔδωκεν ἡμῖν ἐκ τῆς οὐσίας τοῦ Πατρὸς, ἀπαρχὴν ἁγίου Πνεύματος· ἵνα γενώμεθα οἱ πάντες εἰς υἱοὺς Θεοῦ, ἐν ὁμοιώματι τοῦ Υἱοῦ τοῦ Θεοῦ. Αὐτὸς οὖν ὁ ἀληθινὸς καὶ φύσει Υἱὸς τοῦ Θεοῦ τοὺς πάντας ἡμᾶς φορεῖ, ἵνα οἱ πάντες τὸν ἕνα φορέσωμεν Θεόν.
and having been made in the likeness of man (Phil. 2:7), He gave us out of the substance of the Father the first-fruits of the Holy Spirit (Rom. 8:23); that we all might become sons of God, in the likeness of the Son of God. He Himself, therefore, the true Son of God by nature, bears us all, that we all may bear the one God.
9. Ἀσεβὲς οὖν ἐστι κτιστὸν ἢ ποιητὸν λέγειν τὸ Πνεῦμα τοῦ Θεοῦ· ὁπότε πᾶσα Γραφὴ Παλαιά τε καὶ Καινὴ, μετὰ Πατρὸς καὶ Υἱοῦ αὐτὸ συναριθμεῖ καὶ δοξάζει· διότι τῆς αὐτῆς θεότητός ἐστι, καὶ τῆς αὐτῆς ἐξουσίας· καθὼς αὐτὸς ὁ Κύριος λέγει· Ὁ πιστεύων εἰς ἐμὲ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, οὗ ἔμελλον λαμβάνειν οἱ πιστεύοντες εἰς αὐτόν· ὡς καὶ ἐν τῷ Ἰωὴλ ἐκ προσώπου τοῦ Πατρὸς λέγει· Ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν. Καὶ διὰ τοῦτο ἐμφυσᾷ αὐτὸ εἰς τὸ πρόσωπον τῶν ἀποστόλων λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἵνα μάθωμεν, ὅτι ἐκ τοῦ πληρώματος τῆς θεότητός ἐστι τὸ διδόμενον Πνεῦμα τοῖς μαθηταῖς. Ἐν Χριστῷ γὰρ, φησὶ, κατοικεῖ, τουτέστιν ἐν τῇ σαρκὶ αὐτοῦ, πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς· καθὼς καὶ ὁ Βαπτιστὴς Ἰωάννης λέγει· Ἡμεῖς πάντες ἐκ τοῦ πληρώματος αὐτοῦ ἐλάβομεν. Σωματικῷ γὰρ εἴδει, τουτέστιν ὡς περιστερὰ, ὤφθη τὸ Πνεῦμα τὸ ἅγιον, καταβαῖνον καὶ μένον ἐπ' αὐτόν. Ἐν ἡμῖν μὲν γὰρ ἀπαρχὴ καὶ ἀῤῥαβὼν θεότητος κατοικεῖ, ἐν Χριστῷ δὲ πᾶν τὸ πλήρωμα τῆς θεότητος. Καὶ μή τις νομίσῃ, ὅτι μὴ ἔχων αὐτὸ ἐλάμβανεν· αὐτὸς γὰρ αὐτὸ ἄνωθεν ἔπεμπεν, ὡς Θεός· καὶ αὐτὸς αὐτὸ κάτω ὑπεδέχετο, ὡς ἄνθρωπος. Ἐξ αὐτοῦ οὖν εἰς αὐτὸν κατῄει, ἐκ τῆς θεότητος αὐτοῦ εἰς τὴν ἀνθρωπότητα αὐτοῦ. Καὶ ὁ μὲν Ἡσαΐας ἐκ προσώπου τοῦ Πατρὸς βοᾷ λέγων· Οὕτω λέγει Κύριος ὁ Θεός σου, ὁ ποιήσας σε καὶ πλάσας σε ἐκ κοιλίας· Μὴ φοβοῦ, ὁ παῖς μου Ἰακὼβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ, ὃν ἐξελεξάμην· ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ· ἐπιθήσω τὸ Πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου. Ἐν τῷ Εὐαγγελίῳ δὲ ὁ Υἱὸς ἐπαγγέλ-
9. It is impious, therefore, to call the Spirit of God a creature or a thing made, seeing that all Scripture, both Old and New, numbers It together with the Father and the Son and glorifies It, because It is of the same Godhead and of the same authority; even as the Lord Himself says: He that believeth on Me, out of his belly shall flow rivers of living water. But this spake He concerning the Spirit, which they that believed on Him were to receive (John 7:38-39); as also in Joel He says in the person of the Father: I will pour out of My Spirit upon all flesh, and your sons and your daughters shall prophesy (Joel 2:28). And on account of this He breathes It into the face of the apostles, saying: Receive ye the Holy Spirit (John 20:22); that we may learn that the Spirit given to the disciples is out of the fulness of the Godhead. For in Christ, he says, dwelleth, that is, in His flesh, all the fulness of the Godhead bodily (Col. 2:9); even as John the Baptist also says: Of His fulness have all we received (John 1:16). For in bodily form, that is, as a dove, the Holy Spirit was seen descending and abiding upon Him (Luke 3:22; John 1:32). For in us indeed the first-fruits and earnest of the Godhead dwell, whereas in Christ dwells all the fulness of the Godhead. And let no one suppose that because He did not have It He received It; for He Himself sent It from above, as God, and He Himself received It below, as man. Out of Himself, therefore, It descended into Himself, out of His Godhead into His humanity. And Isaiah indeed cries aloud in the person of the Father, saying: Thus saith the Lord thy God, Who made thee and formed thee from the womb: Fear not, My servant Jacob, and beloved Israel, whom I have chosen; for I will give water in thirst to them that walk in a dry land; I will put My Spirit upon thy seed, and My blessings upon thy children (Isa. 44:2-3). And in the Gospel the Son pro-
PG 26:1000Read from the page
λεται διδόναι ὕδωρ τοῖς πορευομένοις ἐν δίψει, λέγων τῇ Σαμαρείτιδι περὶ τοῦ ἁγίου Πνεύματος· Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Καὶ μετ' ὀλίγα λέγει αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Καὶ διὰ
mises to give water to them that walk in thirst, saying to the Samaritan woman concerning the Holy Spirit: If thou knewest the gift of God, and Who it is that saith to thee, Give Me to drink, thou wouldest have asked of Him, and He would have given thee living water (John 4:10). And a little after He says to her: Every one that drinketh of this water shall thirst again; but whosoever drinketh of the water that I shall give him shall never thirst; but the water that I shall give him shall become in him a well of water springing up into eternal life (John 4:13-14). And on account of
10. Καὶ διὰ Ἱερεμίου ὁ Υἱὸς λέγει· Δύο καὶ πονηρὰ ἐποίησεν ὁ λαός μου· ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν. Καὶ ὅτε δοξολογοῦσι τὰ σεραφὶμ τὸν Θεὸν, λέγοντα τρίτον· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα δοξολογοῦσι. Καὶ διὰ τοῦτο, ὥσπερ εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ βαπτιζόμεθα, οὕτως καὶ εἰς τὸ ὄνομα τοῦ ἁγίου Πνεύματος, καὶ γινόμεθα υἱοὶ Θεοῦ, οὐ Θεῶν. Πατὴρ γὰρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, Κύριος σαβαώθ ἐστι. Μία γὰρ ἡ θεότης καὶ εἷς Θεὸς ἐν τρισὶν ὑποστάσεσι. Καὶ διὰ τοῦτο, ἅπερ εἶπεν ὁ Πατὴρ ἐν τῷ Ἡσαΐᾳ, ὁ Ἰωάννης λέγει, ὅτι ὁ Υἱὸς εἶπεν· ἐν δὲ ταῖς Πράξεσιν ὁ Παῦλός φησιν, ὅτι τὸ Πνεῦμα τὸ ἅγιον εἶπε. Λέγει γὰρ οὕτως ὁ Ἡσαΐας· Εἶδον τὸν Κύριον σαβαὼθ, καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου· καὶ ἐπληρώθη ὁ οἶκος τῆς δόξης αὐτοῦ, καὶ τὰ σεραφὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ, καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ πτέρυξιν ἐκάλυπτον τὰ πρόσωπα, ταῖς δὲ δυσὶ τοὺς πόδας, καὶ ταῖς δυσὶν ἐπέτοντο. Καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον, λέγοντες· Ἅγιος, ἅγιος, ἅγιος Κύριος σαβαὼθ, πλήρης ὁ οὐρανὸς καὶ πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. Καὶ μετ' ὀλίγα ὁ αὐτός· Ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος· Τίνα ἀποστείλω; καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν
10. And through Jeremiah the Son says: My people have done two and evil things: they have forsaken Me, the fountain of living water, and have hewed out for themselves broken cisterns, which will not be able to hold water (Jer. 2:13). And when the seraphim glorify God, saying thrice, Holy, holy, holy, Lord of hosts (Isa. 6:3), they glorify the Father and the Son and the Holy Spirit. And on account of this, just as we are baptized into the name of the Father and of the Son, so also into the name of the Holy Spirit (Matt. 28:19), and we become sons of God, not of gods. For Father and Son and Holy Spirit is the Lord of hosts. For there is one Godhead and one God in three hypostases. And on account of this, the things that the Father spoke in Isaiah, John says that the Son spoke; and in the Acts Paul says that the Holy Spirit spoke. For thus says Isaiah: I saw the Lord of hosts sitting upon a throne high and lifted up; and the house was filled with His glory, and the seraphim stood round about Him: six wings to the one, and six wings to the one; and with two wings they covered their faces, and with two their feet, and with two they did fly. And one cried unto another, saying: Holy, holy, holy, Lord of hosts, the heaven and all the earth are full of His glory (Isa. 6:1-3). And a little after the same says: I heard the voice of the Lord, saying: Whom shall I send? and who will go to this-