6. Ἐκλείψει ὁ καιρὸς διηγουμένων ἡμῶν περὶ ἑκάστου τῶν ἁγίων. Ἀλλ' ἵνα συντόμως εἴπωμεν τὸν λόγον, δηλοῦμεν, ὅτι καὶ τὸν Ἠλίαν ἐδίωκεν Ἰεζάβελ, ὑπομείνας δὲ ἐν τῷ κόπῳ ἀνελήφθη. Καὶ ὁ Ἐλισσαῖος δὲ σὺν τοῖς μετ' αὐτοῦ βοτάνας ἤσθιεν, ἀλλ' εἶχε τὸν ἐν αὐτῷ ζῶντα Λόγον· καὶ τούτου τὰ ὀστᾶ τελευτήσαντα ἀνέστησε νεκρὸν, γνωρίσματος διδομένου, ὅτι τοῦ δικαίου ἐλπὶς οὐκ ἀπόλλυται. Ἱερεμίαν εἰς λάκκον βορβόρου ἐνέβαλον ζῶντα, ζηλούμενον ὑπὸ τῶν ψευδοπροφητῶν. Ὁ δὲ Ἰεζεκιὴλ κοιμώμενος ἦν ἐπὶ τὰ πλευρὰ ἡμέρας ὅλας ἑκατὸν ἐνενήκοντα, ἐσθίων ἄρτον καὶ πίνων οἶνον ἐν μέτρῳ, οὐ μετεστράφη ἀπὸ πλευροῦ ἐπὶ τὸ πλευρὸν, ἕως οὗ ὁ Θεὸς αὐτῷ εἶπεν. Οἱ δὲ καταλείποντες τὸν Κύριον μεταστρέφονται εἰς τὸ πλευρὸν τῆς ἰδίας ἀναπαύσεως, οἵτινες ἔκδηλοί εἰσι λαβόντες ἀπεντεῦθεν τὴν ἑαυτῶν μερίδα. Ἐπιμείνατε οὖν ἐπὶ τὸ πλευρὸν ἕως ἂν ἡ θειότης προστάξῃ. Οἱ γὰρ τοῦ Ἰεζεκιὴλ μεγάλοι δεσμοί εἰσιν οἱ βεβαιότατοι λόγοι τοῦ Θεοῦ. Τοῦ δὲ Δανιὴλ κατηγόρησαν οἱ σατράπαι, κωλῦσαι θέλοντες αὐτὸν τῶν εὐχῶν· ὁ δὲ οὐκ ἐπαύσατο, καὶ ἐνεβλήθη δὶς εἰς λάκκον λεόντων· ὁ δὲ Θεὸς ἐνέφραξεν αὐτῶν τὰ στόματα. Καὶ σήμερον κατηγοροῦσιν ἡμῶν, μὴ θέλοντες προσεύχεσθαι ἡμᾶς πρὸς τὸν Θεόν. Φανερὸν τοῦτο, ὅτι καὶ ἡμᾶς διώκουσι, καὶ τοὺς Πατέρας ἡμῶν τοὺς ἐπισκόπους. Μακάριος ἀνὴρ ὅστις ἄμεμπτός ἐστι, καὶ οὐχ εὑρέθη ἐν αὐτῷ αἰτία, ἀλλ' αὕτη μόνη, τὸ προσεύχεσθαι πρὸς τὴν Κύριον. Τοῦτό ἐστι τὸ ὑπομένειν εἰς τέλος. Μηδεὶς οὖν ἐν ὑμῖν δειλοψυχείτω. Κατανοήσατε γὰρ τοὺς τρεῖς ἁγίους μικροὺς ὄντας μὴ ὑποταγέντας τῇ εἰκόνι Ναβουχοδονόσορ, καὶ διὰ τῆς αὐτῆς ἁγιωσύνης καὶ πολιτείας κατασβέσαντας τὴν τηλικαύτην κάμινον τῆς φλογὸς, καὶ οὐδὲ ὀσμὴ πυρὸς ἐν τοῖς ἐνδύμασιν αὐτῶν ἐγένετο. Μηδὲ ἐν τοῖς ὑμετέροις ἐνδύμασι γενέσθω ὀσμὴ πυρὴς τοῦ Ναβουχοδονόσορ, οἵτινές εἰσιν οἱ τοῦ διαβόλου οἱ κατασβεννύμενοι φθαρτοὶ λογισμοί. Μὴ ἀπατάτω ὑμᾶς βρῶσις, μηδὲ λεγέτω τις· Γεγήρακα, καὶ οὐ δύναμαι νηστεῦσαι· ἀλλὰ μεμνήσθω τοῦ γεραιοῦ Ἐλεαζάρου, τοῦ μὴ ἀπατηθέντος ὑπὸ τοῦ βασιλέως γεύσασθαι ἢ μιαροφαγῆσαι. Οἱ δὲ ἐν ὑμῖν νεώτεροι μνημονευέτωσαν τῶν ἑπτὰ γενναιοτάτων Μακκαβαίων, παραμυθούμενοι ἕκαστος τὸν ἑαυτοῦ ἀδελφὸν, ἄχρις ἂν τελειωθῶσιν ἐν τῇ μαρτυρίᾳ, καὶ γένωνται ἐν τῷ ναῷ Κυρίου στῦλοι φωτός. Ὅσαι δὲ πάλιν ἐν ὑμῖν μητέρες, παρακλήτορες ἔστωσαν τῶν τέκνων, ὥσπερ ἡ ἐκείνων ἀμανὴς καὶ ἀπλανὴς ἦν προτρεπομένη τοὺς υἱοὺς, ἵνα ἐν τῇ βασιλείᾳ αὐτοὺς ἀπολάβῃ σὺν αὐτῇ. Κἂν διωχθῆτε, καὶ ἀπολάβωσιν ὑμᾶς, ἱκανούσθω τὸ σῶμα ὑμῶν εἶναι ναὸς Θεοῦ. Μνήσθητε τῶν διωκομένων τότε ἀποστόλων καὶ εἰς φυλακὴν βληθέντων, καὶ εὐχαριστούντων μετὰ χαρᾶς, ὅτι κατηξιώθησαν ὑπὲρ τοῦ ὀνόματος αὐτοῦ ἀτιμασθῆναι· καὶ τῶν ἁγίων μαρτύρων τῶν τοσούτων αἰκισμοὺς ὑπενεγκόντων, ἄχρι καὶ ἐξορύξεως ὀφθαλμῶν, καὶ μονόφθαλμοι ἐγένοντο. Ἀλλ' ἡ τοῦ Θεοῦ γνῶσις ἐν τῇ καρδίᾳ αὐτῶν ἐτύγχανεν, εἰς οὓς ὁ τοῦ
6. Time will fail us if we tell of each of the saints. But that we may speak our word briefly, we declare that Jezebel also persecuted Elijah, and having endured in toil he was taken up. And Elisha also with those with him ate herbs, yet he had the living Word within him; and when he had died, his bones raised a dead man, a token being given that the hope of the righteous does not perish. Jeremiah they cast alive into a pit of mire, being envied by the false prophets. And Ezekiel lay upon his sides for a hundred and ninety whole days, eating bread and drinking water by measure; he did not turn from side to side until God told him. Whereas those who forsake the Lord turn unto the side of their own rest, who are manifest as having received from henceforth their portion. Abide therefore upon your side until the Divinity commands. For the great bonds of Ezekiel are the most sure words of God. And the satraps accused Daniel, wishing to hinder him from his prayers; yet he did not cease, and was cast twice into the den of lions; and God stopped their mouths. And today they accuse us, not wishing us to pray to God. This is manifest, that they persecute both us and our Fathers the bishops. Blessed is the man who is blameless, and in whom no fault was found, save this alone, that he prays to the Lord. This is to endure unto the end. Let no one therefore among you be faint-hearted. For consider the three saints, who though young did not submit to the image of Nebuchadnezzar, and through that same holiness and way of life quenched so great a furnace of flame, and not even a smell of fire came upon their garments. Neither in your garments let there be a smell of the fire of Nebuchadnezzar, which are the corruptible thoughts of the devil that are quenched. Let not food deceive you, nor let anyone say: I have grown old, and cannot fast; rather, let him remember the aged Eleazar, who was not deceived by the king to taste or eat unclean food. And let the younger men among you remember the seven most noble Maccabees, encouraging each one his own brother, until they be perfected in witness, and become pillars of light in the temple of the Lord. And as many again among you as are mothers, let them be comforters of their children, just as their mother, free from madness and error, exhorted her sons, that she might receive them back with herself in the kingdom. Even if you be persecuted, and they seize you, let it suffice that your body is a temple of God. Remember the apostles who were then persecuted and cast into prison, and gave thanks with joy because they were counted worthy to suffer dishonour for His name; and the holy martyrs who endured so great torments, even unto the gouging out of eyes, and became one-eyed. Yet the knowledge of God was in their heart, unto whom the